In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Τὰς δὲ πτισάνας χρὴ ἐκ βελτίστων τέως κριθέων εἶναι καὶ ὡς βέλτιστα ἡψῆσθαι καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι.
482

Βέλτισται κριθαὶ πρὸ μὲν τῆς πείρας κριθήσονται διὰ μόνου τοῦ πλήρεις εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖς ῥυσσόν· αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆς ἑψήσεως, ὅταν ἐπιπλεῖστον ἀνοιδίσκωνται καὶ χυλὸν ποιῶσι πλεῖστον, ὅπερ δὴ καὶ βέβαιόν ἐστι τῆς ἀρετῆς αὐτῶν γνώρισμα· τὸ γὰρ ἀπὸ τῆς εὐτροφίας οὐκ ἐπιστημονικὸν οὐδὲ διὰ παντὸς ἀληθὲς, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ κατορθούμενον. ἀξιοῖ δὲ τὰς πτισάνας ἀεὶ μὲν εἶναι βελτίστας, μάλιστα δὲ ἐὰν μὴ μόνον τῷ χυλῷ χρῆσθαι μέλλωμεν, ἀλλὰ καὶ ὅλαις αὐταῖς· διὰ τί δὲ τοῦτο ἀξιοῖ σαφῶς αὐτὸς ἐδήλωσεν εἰπών·

Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμῇ γὰρ προσίσχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακος ἴξιν.

Ἴσμεν δ᾿ ὅτι τὴν ἴξιν ὡς τὸ πολὺ μὲν τὴν εὐθυωρίαν,

483
ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. ἡ δὲ διὰ τοῦ θώρακος εὐθυωρία τε καὶ φορὰ τῆς καταπινομένης πτισάνης ἄχρι τῆς γαστρὸς, εὔδηλον ὅτι διὰ τοῦ στομάχου γίνεται· καὶ ἐν τούτῳ βούλεται μηδὲν αὐτῷ προσίσχειν. ἐν γὰρ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι θερμασίας οὔσης πολλῆς, προσισχόμενον τοῦτο ξηραινόμενόν τε καὶ δυσαπολύτως προσπλαττόμενον ἄσην τέ τινα καὶ δίψαν ἐπιφέρει.

Ὀλισθηροτάτη δὲ καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ.

Τὴν καλῶς ἡψημένην πτισάνην οὐ μόνον ὀλισθηροτάτην τε καὶ ἀδιψοτάτην καὶ εὐπεπτοτάτην εἶναί φησιν, ἀλλὰ προσέθηκε τῷ τέλει καὶ ἀσθενεστάτην. τὸ μὲν οὖν ὀλισθηροτάτην εἶναι τὴν καλῶς ἡψημένην ἤδη προείρηται· τὸ δὲ καὶ ἀδιψοτάτην αὐτὴν ὑπάρχειν ἐνταῦθα πρόσκειται διὰ

484
τὴν τῆς κριθῆς φύσιν γινόμενον· ἔστι δὲ ψυχρὰ τὴν κρᾶσιν. ὅπως δὲ χρὴ κρίνειν ψυχρὰν καὶ θερμὴν οὐσίαν ἐπὶ μὲν τῶν ζώων ἐν τοῖς περὶ κράσεων εἴπομεν, ἐπὶ δὲ τῶν ἀψύχων ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἀλλὰ καὶ εὐπεπτοτάτην εἶναί φησι τὴν τοιαύτην πτισάνην, ὡς ἂν διαλελυμένην τε καὶ μηδὲν ἔτι σκληρόν τε καὶ δυσκατέργαστον ἔχουσαν ἄφυσόν τε γεγονυῖαν ἤδη διὰ τὸ τῆς ἑψήσεως μῆκος. ὁ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἶπεν, ὀνομάσας ἀσθενεστάτην τὴν οὕτως ἡψημένην, εἰ μηδὲν προείρηκε περὶ αὐτῆς ὡς εὐπεπτοτάτης, ἕτοιμον ἂν ἦν φάναι πρὸς τὴν ἐν τῇ γαστρὶ κατεργασίαν ἀναφέρεσθαι τὸν λόγον, ἀσθενεστάτης αὐτῆς εἰρημένης, ὡς εἰ καὶ ῥᾷστα νικωμένην εἰρήκει καὶ κατεργαζομένην ὑπὸ τῆς γαστρὸς καὶ μεταβαλλομένην· ἐπεὶ δὲ τοῦτο προείρηται, τὴν ἀσθένειαν αὐτῆς ἤτοι διότι βραχεῖαν τροφὴν τῷ σώματι δίδωσιν ἀκουστέον ἐστὶν ἢ ὅτι ποιότητα μηδεμίαν ἔχει σφοδρὰν, ὡς ἤτοι τῶν νεύρων ἢ τῆς γνώμης ἅπτεσθαι, καθάπερ ὄξος τε καὶ ὁ οἶνος.

485
Ἤν μὲν οὖν μὴ προστιμωρήσῃ τις, ὁκόσον δέεται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοῤῥοφίης, πολλαχῇ βεβλάψεται.

Ἄρχεται τοίνυν τῆς διδασκαλίας ὧδε, περὶ ὦν ἐρεῖν ἐπηγγείλατο μικρὸν ἔμπροσθεν, ἡνίκ᾿ ἔφη· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷς προσημαίνεσθαι δεῖ ἃ εἰρήσεται ὕστερον. ὅτι δὲ τὸ τιμωρῆσαι παρά τε τοῖς ἄλλοις παλαιοτέροις καὶ αὐτῷ τῷ Ἱπποκράτει πολλάκις ἀντὶ τοῦ βοηθῆσαι λέλεκται καὶ κατὰ τὰ ἄλλα συγγράμματα δέδεικται διὰ τῶν γεγενημένων ἡμῖν ἐξηγήσεων εἰς αὐτά.

Ὁκόσοισί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν καὶ
486
πνεῦμα πυκνότερον γένοιτ᾿ ἄν· κακὸν δὲ τοῦτό ἐστιν· ξηραντικόν τε γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν.

Σῖτον εἶπε τὸ ἀπὸ τῶν σιτίων περίττωμα περιεχόμενον ἐν τοῖς ἐντέροις, ὃ δὴ καὶ σκύβαλον ὀνομάζουσι καὶ κόπρον. εἰ τοίνυν ἐγκατακεκλεισμένου τούτου, τουτέστιν ἐκ πολλοῦ χρόνου μὴ διακεχωρηκότος, ἐπὶ τὴν τῆς πτισάνης προσφορὰν ἀφίκοιτό τις, ἀναγκαῖόν ἐστι βλάβην γενέσθαι τῇ πλευρᾷ διὰ τὴν ἔμφραξιν τῶν ἐντέρων, ἣν ἐκ τῆς ἠθροισμένης ἐν αὐτοῖς ἔσχηκε κόπρου, μήτε φύσης διεξερχομένης ἐπὶ τῇ προσφορᾷ τῆς πτισάνης ἀναδόσεως τε μοχθηρᾶς γιγνομένης ἐπὶ τὸ πεπονθὸς μέρος· ὥστε ἀναγκαῖόν ἐστι τὴν ὀδύνην, εἰ μὲν εἴη λελωφηκυῖα, παραυξηθῆναι πάλιν· εἰ δὲ πεπαυμένη, γεννηθῆναι. καὶ γὰρ ἀτμοὶ καὶ πνεῦμα φυσῶδες ἀναθυμιάσεις τε τῶν σκυβάλων ἐπὶ τὴν πλευρὰν ἀφικόμεναι τὴν ὀδύνην αὐτῆς καὶ γεννήσει καὶ παραυξήσει· ἐπὶ τούτοις δὲ καὶ ἡ ἀναπνοὴ πυκνοτέρα γενήσεται· κέκληκε δὲ

487
τὴν ὅλην ἀναπνοὴν πνεῦμα κᾀν τῷ προγνωστικῷ συγγράμματι καὶ τοῖς τῶν ἐπιδημιῶν. πυκνωθεῖσα δὲ ἀναπνοὴ θερμασίαν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργάζεται πλείονα διὰ τὸ συνεχὲς τῆς κινήσεως, ἐφ᾿ ᾗ θερμασίᾳ ξηραίνεται μὲν ὁ πνεύμων καὶ τὸ διάφραγμα, συγξηραίνεται δὲ καὶ συνθερμαίνεται καὶ τὰ καθ᾿ ὑποχόνδριόν τε καὶ περιτόναιον μόρια τοῦ ζώου· πάντα γὰρ συγκινεῖται τῷ θώρακι κατὰ τὰς ἀναπνοάς. τὸ δὲ ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον, οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, τὴν αὐτίκα φωνὴν ἐνηλλαγμένην ἔχει κατὰ τὴν τάξιν· ἀπολαβούσης δ᾿ αὐτῆς τὴν οἰκείαν σύνθεσιν ὁ λόγος ἔσται τοιόσδε. μὴ προσβοηθησάντων δὲ ἡμῶν τῷ προειρημένῳ τρόπῳ τῆς πτισανοῤῥοφίης πολλαχόθι γενήσεται βλάβη αὐτίκα γοῦν οἷς σῖτος ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας πρότερον αὐτὸν, οὕτω δοίη τὸ ῥόφημα, βλάβην ἐργάσεται μεγίστην.

Τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης
488
καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας ἢ φλέβα ταμὼν ἢ ὁκότερον ἂν τουτέων συμφέρῃ· τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι δίδως, ταχέες οἱ θάνατοι τῶν τοιουτέων γίγνονται.

Ἀναμνησθῶμεν ὅτι περὶ πλευρίτιδος ἐποιεῖτο τὸν λόγον ὡς παραδείγματος· ἐδείχθη δὲ αὕτη γιγνομένη διὰ τὴν φλεγμονὴν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. ἐὰν οὖν ἀκμαζούσης τῆς φλεγμονῆς πτισάνην τις διδῷ, μεγάλως βλάψει τὸν κάμνοντα. τοῦ δ᾿ ἀκμάζειν αὐτὴν γνώρισμα τό τε συνεχὲς τῆς ὀδύνης καὶ τὸ μηδὲν ἐνδιδόναι πρὸς τὰ θερμάσματα. πρόσκειται δὲ τῷ λόγῳ καὶ ἄλλο γνώρισμα πλευρίτιδος οὐ μόνον μεγάλης, ἀλλὰ καὶ κακοήθους, τὸ γλίσχρον ἱκανῶς γιγνόμενον τὸ πτύελον εἴργεσθαι τῆς κενώσεως ἐμπλαττόμενόν τε καὶ προσισχόμενον τοῖς πεπονθόσι μέρεσι· τὸ γὰρ καταγλισχραίνεσθαι πλέον τι σημαίνει, τὴν σφοδροτάτην

489
γλισχρότητα ἐνδεικνυμένης τῆς ῥήσεως ἐν τῷ προσλαβεῖν τὴν κατὰ πρόθεσιν. ἤρκει μὲν οὖν καὶ διὰ τῆς προσθήκης αὐτῆς ἀφορίσαι τὸ οὕτω γλισχραινόμενον τοῦ πεττομένου· γλίσχρον μὲν γὰρ γίνεται κᾀκεῖνο μετρίως, οὐ μὴν καταγλισχραίνεται, τουτέστιν οὐκ ἐσχάτως οὐδ᾿ ἄκρως πάσχει τοῦτο· τοῦ δὲ μὴ παρακοῦσαί τινα, τούτου χάριν οὐκ ὤκνησε τῷ λόγῳ προσγράψαι καὶ τὸ ἀσαπῶς, ὅπερ ταὐτὸν δηλοῖ τῷ ἀπέπτως· τὸ γὰρ καταγλισχραινόμενον ἀπέπτως μοχθηρόν. ἐν τούτῳ δὴ καθεστῶτος τοῦ κάμνοντος, εἰ πτισάνην τις προσφέροι πρὶν λῦσαι τὴν ὀδύνην ἢ διὰ φλεβοτομίας ἢ διὰ κενώσεως γαστρὸς, ἀναιρήσει τὸν ἄνθρωπον. εἰρηκὼς γὰρ ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε πλευρίτιδος, ὡς οὐδὲν ἐνδιδούσης πρὸς τὰ θερμάσματα, δύο λοιπὰ τῆς ὀδύνης ἔχει τὰ αὐτίκα βοηθήματα, φλεβοτομίαν καὶ κάθαρσιν· ἡ γὰρ τῶν δι᾿ ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρου σκευαζομένων φαρμάκων χρῆσις οὐ τὴν ὀδυνώδη διάθεσιν ἰᾶται τῆς πλευρίτιδος, ἀλλὰ τὴν αἴσθησιν νεκροῖ. νυνὶ μὲν οὖν ἁπλῶς ἐμνημόνευσε φλεβοτομίας
490
τε καὶ καθάρσεως κοιλίας, ἐφεξῆς δὲ διοριεῖται περὶ τῆς ἑκατέρου χρήσεως.

Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέντοι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης καὶ τοῦ ῥέγχους ἀποπνιγέντες.

Ὅτι πολλάκις ὀνομάζει τὰς αἰτίας προφάσεις ἐδείχθη κᾀν ταῖς τῶν ἄλλων συνταγμάτων αὐτοῦ ἐξηγήσεσι· τίνας δ᾿ ἑτέρας προφάσεις παρὰ τὰς εἰρημένας αὐτῷ συνεπιφέρειν φησὶ τοὺς ὀλιγημέρους θανάτους, προσθεῖναι τῷ λόγῳ χρή. νῦν μὲν γὰρ εἴρηκε τήν γε τῆς πτισάνης προσφορὰν, πρὶν λῦσαι τὴν ὀδύνην καὶ τὴν ἐπὶ τῷ πυκνῷ πνεύματι γλισχρότητα τοῦ πτυέλου, δι᾿ ἣν καὶ ἀποπνίγονται· βλαβῆναι δέ φησιν, εἰ καὶ οἴνου προσενέγκαιντο, πρὶν ὡς ὑπέθετο

491
κενωθῆναι, καὶ μελικράτου καὶ ὀξυμέλιτος· περὶ γὰρ τῶν ἄλλων ἁπάντων οὐδὲ τοῖς ἰδιώταις ἄδηλον. εἰκότως οὖν ἔφη καὶ τὴν γνώμην βλαβέντας ἐνίους αὐτῶν ἀπόλλυσθαι, ὅπερ πέφυκεν οἴνῳ τε καὶ τοῖς οἰνώδεσιν ἀκαίρως προσενεχθεῖσι.

Μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ καὶ ὅτι ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελίη εὑρίσκεται ἴκελόν τι πληγῇ.

Καὶ διὰ τὸ τάχος μὲν τῆς ἀπωλείας ἡ τοιαύτη δόξα τοὺς ἀρχαίους εἰσῄει καὶ διὰ τὸ πελιδνοῦσθαι ἐπὶ τῆς πλευρᾶς ἐνίους, ἔνθα δηλονότι τῆς φλεγμονῆς ἦν ἡ ῥίζα. τοῦ γὰρ ἐπ᾿ αὐτὴν αἵματος ἀφικνουμένου διὰ τὴν ὀδύνην, ὅσον ἐμερίσθη πρὸς τὸ δέρμα, τοῦτ᾿ ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη, γινόμενον ἴκελον, τουτέστιν ὅμοιον, τοῖς ἐκ πληγῆς οὕτω διατεθεῖσιν.

492
Αἴτιον δὲ τούτου τόδε ἐστὶν, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι· ταχέως γὰρ πνευματίαι γίνονται.

Ὅτι δὲ τοιοῦτον ἀναπνέουσιν αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών·

Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πνεύμονος· καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπὶ τὸ πολύ ἐστι.

Τὸ ἔμπροσθεν αὐτῷ ῥηθὲν ἀσαπὲς τοῦτο νῦν ἄπεπτον ὠνόμασε, μαρτυρῶν ἡμῖν ὅτι καλῶς καὶ τότε τὴν μετάληψιν ἐποιησάμεθα τῆς φωνῆς.

493
Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι.

Οὐ πᾶν δὲ τὸ πνεῦμα κωλύεται κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω φέρεσθαι, τοῦτο γὰρ εἰ γένοιτο παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐστὶν, ὡσαύτως τοῖς ἀπαγξαμένοις. ἀλλὰ τὸ συμφέρον δηλονότι τῇ χρείᾳ τῆς ἀναπνοῆς ἔσω φέρεσθαι κωλύεται, διὸ καὶ μέχρι τινὸς ἐξαρκοῦσιν, ἐν δὲ τῷ χρόνῳ τῆς ἐνδείας ταύτης αὐξανομένης ἀπόλλυνται.

Καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι συντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει· τοῦτο δὲ πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον καὶ κωλύει ἀπολισθαίνειν.
494

Ὅτι τῷ τιμωρεῖν ἀντὶ τοῦ βοηθεῖν οἵ τ᾿ ἄλλοι παλαιοὶ καὶ |ὁ Ἱπποκράτης κέχρηνται πολλάκις ἔμπροσθεν εἴρηται· καὶ νῦν οὖν τὸ συντιμωρεῖν ἀλλήλοις εἰς τὸ κακὸν εἶπεν, ἀντὶ τοῦ συμπράττειν καὶ λυσιτελεῖν. πῶς δὲ συμπράττει καὶ λυσιτελεῖ σαφῶς μὲν καὶ αὐτὸς ἐδήλωσεν, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν. τὸ πτύελον ἰσχυρῶς ἰσχόμενον ἐν τοῖς τοῦ πνεύμονος βρόγχοις στενοχωρίαν ἐργάζεται ταῖς διεξόδοις τοῦ πνεύματος καὶ διὰ ταύτην τὴν στενοχωρίαν ἦττον εἰσπνέουσιν οἱ κάμνοντες· ὅσῳ δ᾿ ἂν ἧττον εἰσπνέουσιν, τοσῷδε μᾶλλον ἀπλήρωτον ἐργάζονται τὴν χρείαν τῆς ἀναπνοῆς καὶ διὰ τοῦτο πρωιαίτερον ἐπὶ τὴν δευτέραν εἰσπνοὴν ἀπὸ τῆς προτέρας ἥκουσιν, ὅπερ ὀνομάζουσι πυκνὸν πνεῦμα.

Καταλαμβάνει δὲ ταῦτα οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως χρέωνται, ἀλλὰ πολὺ μᾶλλον καὶ ἤν τι ἄλλο φάγωσιν ἢ πίωσιν πτισάνης ἀνεπιτηδειότερον.
495

Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε· διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας. ἀλλ᾿ ἐκεῖ καὶ ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει τῶν οὕτω διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου τε καὶ ὀξυμέλιτος καὶ οἴνου.

Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι, τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέων· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μούνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως τιμωρητέον.

Αἱ βοήθειαι, φησὶ, παραπλήσιαι γίνονται τοῖς πτισάνῃ τε καὶ τῷ χυλῷ χρωμένοις αὐτῆς· τοῖς δὲ ποτῷ μόνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως χρὴ βοηθεῖν. ποία δέ τις ἡ διαφορὰ γίνεται διὰ τῶν ἑξῆς διδάσκει.

496
Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν μὲν νεοβρῶτι αὐτέῳ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται ὑποκεχωρηκέναι εἰς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον.

Ἤσθηται δὲ καὶ αὐτὸς ἐσπαραχὼς κατὰ μόρια τὸν λόγον, οὐ συνεχῶς ἐφεξῆς ἐν τάξει τῇ προσηκούσῃ πεποιημένος· καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προσήκουσαν ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν ἐπειδὴ τὸ περὶ διαφωνίας ζήτημα λύειν ἐπιχειρήσας ἐμνημόνευσεν ἐν τῇ λύσει θεραπευτικῶν λογισμῶν. ἀλλ᾿ ἐχρῆν αὐτὸν αἰσθανόμενον οὖ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρως ἀπ᾿ ἀρχῆς τὸν λόγον· οὕτω γὰρ κᾀμοὶ συμβαίνειν κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρως γράψαι περὶ τῶν αὐτῶν ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶς οὖν ἐχρῆν αὐτὸν ἅμα τε λῦσαι τὸ προβληθὲν ὑπ᾿ αὐτοῦ ζήτημα καὶ τάξει

497
διδόναι τὸν λόγον, ἐγὼ διηγήσομαι τοῖς βουλομένοις ἑρμηνεύειν τὰ τοιαῦτα σαφῶς, τὴν ὁδὸν διηγούμενος. ἤδη τοίνυν πρόσεχέ μοι τὸν νοῦν, ὡς ἐξ ἀρχῆς ἀκουσόμενος τοῦ λόγου. διὰ τί τοῖς ἀξιολόγοις ἰατροῖς ἐνίοτε διαφωνεῖν συμβαίνει περὶ τῆς θεραπείας; ὅτι τὸ πειρασθὲν ἐπί τινων ἐπὶ πάντων ᾠήθησαν ἁρμόττειν. οὕτω γοῦν κᾀν τοῖς περὶ διαίτης τῶν ὀξέων νοσημάτων διεφώνησαν, ἔνιοι μὲν ἐπὶ τῷ χυλῷ πτισάνης ἄχρι κρίσεως φυλάττοντες τοὺς νοσοῦντας, ἔνιοι δὲ οὐδέτερον, ἐκ μέρους μὲν ἀληθεύοντες ἅπαντες, ἐκ μέρους δὲ σφαλλόμενοι· τινὲς μὲν γὰρ τῶν ὀξέων νοσούντων πτισάνης δέονται, τινὲς δὲ χυλοῦ, τινὲς δὲ οὐδετέρου τούτων ἄχρι κρίσεως. ἕνεκα δὲ σαφηνείας ἐφ᾿ ἑνὸς τῶν ὀξέων ὡς ἐπὶ παραδείγματος ἐγὼ ποιήσομαι τὸν λόγον. προκείσθω δὴ πλευρίτιδος εἰπεῖν θεραπείαν· εἴπερ οὐ πρὸ πολλοῦ χρόνου τοῦ κάμνοντος ἐδηδοκότος, οὐδέπω τῆς κοιλίας ὑποκεχωρηκυίας, ὁ πυρετὸς ἄρξαιτο, μὴ διδόναι τούτῳ ῥόφημα μέχρις ἂν ἡ δοθεῖσα τροφὴ δόξῃ σοι ἐξελθοῦσα τὰ πλεῖστα τῶν ἐντέρων ἐν τοῖς ὑστάτοις
498
αὐτῶν εἶναι. ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιησάμενός τις εἶθ᾿ ἑξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν, ἐπὶ τούτων οὐκ ἂν ἀσαφῆ τὴν διδασκαλίαν ἐργάσαιτο.