In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Περὶ δὲ τῆς ἐπιδόσεως ἐς πλῆθος τοῦ ῥοφήματος, ἢν μὲν
472
ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπιπλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρατον ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δ᾿ ἁρμόζον ἐφ᾿ ἑκάστοισι τῶν τρόπων εἰρήσεται.

Ξηρότερον νόσημα πολυειδῶς γνωρίζεται, καίτοι τόν γε καθόλου καὶ κοινὸν λόγον ἔχον τὸν αὐτόν· ἡ μὲν περιπνευμονία καὶ ἡ πλευρῖτις καὶ ὅλως τὰ κατὰ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὅταν μηδὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀποπτύηται· ἧπαρ δὲ προπεπονθὸς ἢ μεσάραιον ἤ τι τῶν κατὰ κοιλίαν ἢ νῆστιν ἢ ἔντερον ἢ σπλῆνα ἢ γαστρὸς ἐπεχομένης τελέως, ἢ πρὸς ἀνάγχην ἐκκρινούσης σκληρὰ καὶ ξηρὰ καὶ σπυραθώδη περιττώματα· τὰ δὲ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ξηρὰ νοσήματα γνωρίζεται τῇ τε τῆς γλώττης ξηρότητι καὶ τῷ τοῦ παντὸς σώματος αὐχμῷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῖς ἔξω καὶ προφανῶς ὁρωμένοις ἕλκεσιν αἱ φλεγμοναὶ γίγνονται ξηραὶ, μηδενὸς ἐξ αὐτῶν ἰχῶρος χωροῦντος. καὶ τῶν ὀφθαλμῶν δὲ πολλάκις

473
φλεγμοναὶ ξηραὶ συνίστανται, μηδὲν ἐκκρίνουσαι· καὶ τὰ κατὰ τὸν ἐγκέφαλον ὡσαύτως πάθη μήτε διὰ ῥινῶν μήτε δι᾿ ὑπερῴας ἐκκαθαιρόμενα ξηρὰ προσηκόντως ἂν λέγοιντο. καὶ τοῦτ᾿ οὖν ἴσθι ἁπάντων τῶν ξηρῶν νοσημάτων ὑπάρχον γνώρισμα, τὸ μηδὲν ἐκκρίνεσθαι τῶν περιττωμάτων. προσηκόντως οὖν ὁ Ἱπποκράτης ἐπ᾿ αὐτῶν πρὸ τῆς πτισάνης ἀξιοῖ λαμβάνεσθαί τι τῶν ὑγραινόντων, ἤτοι μελίκρατον ἢ οἶνον, ὡς μᾶλλον τούτων ὕδατος ὑγραινόντων· ἐπεὶ δὲ ἐπαγγέλλεται περὶ τῆς δυνάμεως αὐτῶν ἐρεῖν, ἀναβεβλήσθω καὶ ἡμῖν ἡ πρὸς ὕδωρ αὐτῶν παραβολὴ, γενησομένη κατ᾿ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ἐν ᾧ διδάσκει τὰς δυνάμεις αὐτῶν.

Ἢν δ᾿ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι. τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον
474
πλαδῶντα, ταχυτῆτα σημαίνει κρίσιος, τὰ δὲ βραδύτερον καὶ ἧττον βραδυτέρην σημαίνει τὴν κρίσιν.

Ἀπὸ τοῦ γένους τῶν ξηρῶν νοσημάτων ἐπὶ τἀναντία μεταβὰς, εἶθ᾿ ἑνὸς μνημονεύσας ἄνευ τοῦ προσθεῖναι πάντα, παράδειγμα κοινὸν γενέσθαι τὸν ἑαυτοῦ λόγον ἁπάντων ὁμογενῶν οἰηθεὶς, εἰκότως ἀσάφειαν εἰργάσατο. τὸ γὰρ ὑγραίνεσθαι τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος ἀναπτύεσθαι νοσήματος οὐχ ἁπλῶς ἐστιν ὑγροῦ γνωρίσματα παντὸς ἐν παντὶ μορίῳ τοῦ σώματος, ἀλλὰ μετὰ τοῦ πεπονθέναι τι τῶν ἀναπνευστικῶν ὀργάνων διὰ τοῦθ᾿, ὡς ἔφην, ἀσαφὴς ὁ λόγος ἐγένετο· τό γε μὴν εἰρημένον αὐτῷ παντὸς μᾶλλον ἀληθέστερόν ἐστιν, ὡς τὰ μὲν ἐκκαθαιρόμενα διὰ τῶν πτυσμάτων οἵων χρὴ πτυομένων ταχέως κρίνεται, τὰ δ᾿ ἐναντία δυοῖν θάτερον, ἢ εἰς ὄλεθρον ἢ εἰς μῆκος χρόνου τελευτᾷ. διδόναι οὖν χρὴ τοῖς καλῶς ἐκκαθαιρομένοις πτισάνης, ἕνεκα τοῦ ῥωσθῆναι τὴν δύναμιν καὶ ἐξαρκεῖν ταῖς διὰ τῶν βηχῶν γιγνομέναις ἀναπτύσεσι τῶν ἐκ

475
τοῦ πνεύμονος ὑγρῶν· τὸ γὰρ ὁκοῖα δεῖ τὰ τῆς πέψεως ἐστιν ἔχοντα γνωρίσματα, περὶ ὧν τελεώτατα εἰρήκαμεν ἔν τε τοῖς περὶ κρίσεων καὶ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν, οἷον ἔτι δὲ ἐν ἐξηγήσει τοῦ ἀφορισμοῦ, ἔνθα διδάσκων ὁ Ἱπποκράτης ὅπως χρὴ διὰ τῶν ἐπιφαινομένων τὰς προγνώσεις ποιεῖσθαι, παράδειγμα τοῦ λόγου τὴν πλευρῖτιν ἔγραψεν, ὧδέ πως εἰπών· οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ᾿ ὕστερον ἐπιφαίνηται μηκύνει.

Καὶ ταῦτα μὲν καθ᾿ ἑαυτὰ τοιάδε τὸ ἐπίπαν ἐστί· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον.

Εἶπον κᾀγὼ λείπειν τῷ λόγῳ τῶν χρησίμων εἰς διορισμὸν οὐκ ὀλίγα, περὶ ὧν καὶ αὐτὸς ἐρεῖν ἐπαγγέλλεται·

476
νυνὶ δὲ ἀξιοῖ περὶ τῶν εἰρημένων ἀκούειν μόνον, αὐτὰ γὰρ καθ᾿ ἑαυτὰ τοιαῦτά ἐστιν, ὁποῖα διῆλθεν αὐτός.

Καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλεῖον ἐπιδιδόναι μέχρι κρίσιος· μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν προμηθὲς ᾖ. μετὰ δὲ τοῦτο τῷ μὲν ῥοφήματι ἐς τὸ πρωῒ χρηστέον, ἐς ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν.

Κρίσιν νῦν εἴρηκεν ἤτοι τὴν τελείαν λύσιν τοῦ νοσήματος, ἤτοι τὴν εἰς τοσοῦτον ἀξιόλογον μεταβολὴν, ὡς ἤδη κινδύνου παντὸς ἐκτὸς καθεστηκέναι· ἐπιμετρεῖν δὲ ἀξιοῖ τῇ κρίσει δύο ἡμέρας, ἵνα καὶ τὰς ἐν ἀρτίαις καὶ ταῖς περισσαῖς ἡμέραις περιόδους τῶν παροξυσμῶν φυλαξώμεθα· συμβαίνει γὰρ ἐνίοτε, θαρσύνοντας, ὡς λελυμένου

477
τοῦ νοσήματος ἀκριβῶς, εἶτα διαιτηθέντας ἀμελέστερον, ἀφορμὴν ἀναμνήσεως τοῦ κατὰ περίοδον γιγνομένου παροξυσμοῦ παρασχεῖν. ἀσφαλὲς γοῦν ἐστι, κᾂν ἤδη δοκῇ κεκρίσθαι τὸ νόσημα, φυλάττειν ἄχρι δυοῖν ἡμερῶν τὴν ἀκρίβειαν τῆς διαίτης, ᾗ χρώμενος ὁ κάμνων ἦν, κᾂν ἤδη δοκῇ κεκρίσθαι τὸν κάμνοντα· παρελθουσῶν δὲ τῶν μετὰ τὴν κρίσιν δυοῖν ἡμερῶν ἤδη ἀσφαλὲς διαιτᾷν ἁδρότερον, οὐδὲ τότε τὴν μεταβολὴν ἀθρόως ποιουμένους, ἀλλ᾿ ἕωθεν μὲν τῷ ῥοφήματι χρωμένους, ὕστερον δὲ προϊούσης τῆς ἡμέρας ἤδη καὶ σιτώδη τροφὴν προσφέροντας. εὔδηλος οὖν ἐστι μήτ᾿ ἄλλο τι διδοὺς τοῖς κάμνουσι πρὸ τῆς εἰρημένης ἄρτι προθεσμίας μήτ᾿ ἄρτον, ἀλλὰ πτισάνῃ διὰ παντὸς ἀρκούμενος, ὅπερ οὐκ ἔστιν ἐμπιπλάντος, ἀλλὰ μᾶλλον, ἐγκαλεῖν εἰ τις βούλοιτο, λεπτότερον ἢ προσήκει διαιτῶντος. ἀλλ᾿ οὔτε λεπτότερον οὔθ᾿ ἁδρότερόν ἐστι τοῦ προσήκοντος οὕτω διαιτᾷν, ἀλλ᾿ ἀκριβῶς τὸ μέσον τῶν ὑπερβολῶν καὶ ἄριστον· ἀπόδειξις δὲ τοῦ μέσον ὑπάρχειν αὐτὸ καὶ ἡ τῶν ἐγκαλούντων τἀναντία φιλονεικία· τούτων γὰρ οἱ μὲν περὶ τὸν Θεσσαλὸν
478
ἐγκαλοῦσιν ὡς ἐμπιπλῶν τι τοὺς κάμνοντας, οἱ δὲ περὶ τὸν Ἐρασίστρατον ὡς λιμαγχονοῦντι τῷ Ἱπποκράτει. τὰ γὰρ εἰς Ἀπολλώνιον καὶ Δέξιππον τοὺς Ἱπποκράτους μαθητὰς εἰρημένα κατὰ τὸ πρῶτον περὶ πυρετῶν Ἐρασιστράτῳ τὴν διαβολὴν τῆς λιμαγχονίας εἰς Ἱπποκράτην τὸν διδάσκαλον ἀναφερομένην ἔχει. τούτοις οὖν μᾶλλόν ἐστι συγχωρητέον, ὡς εἰκότα λέγουσι· τοὺς δ᾿ ἐμπιπλάναι φάσκοντας αὐτὸν ἀξίους εἶναι Θεσσαλοῦ νομιστέον, ἄνδρας οὔτ᾿ ἄλλο τι τῶν Ἱπποκράτους γνόντας οὔτε τὰ περὶ διαίτης εἰρημένα.

Ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπολὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεομένοισιν.

Ἐάν τε ὅλας ἐάν τε κριθώδεις ἐάν τε ἁπλῶς πτισάνας εἴπῃ, ἓν καὶ ταὐτὸν ἐκ τῶν τριῶν σημαίνεται λέξεων, τὰς

479
ἀδιηθήτους πτισάνας δηλοῦντος. μετὰ γὰρ τὴν ἕψησιν ἐάν τις αὐτὰς διηθήσας, ἔπειτ᾿ ἰδίᾳ τὸν χυλὸν ἀποκρίνας, ἐκεῖνον διδῷ, οὔθ᾿ ὅλαις πτισάναις οὔτε κριθώδεσι πτισάναις οὔτε ἁπλῶς εἰρημέναις πτισάναις ὁ τοιοῦτος λεχθήσεται χρῆσθαι, χυλῷ δὲ μόνον πτισάνης. πάλιν δὲ καὶ νῦν ἀναμνήσω, τίνες εἰσὶν οἱ πτισάναις ὅλαις ἐξ ἀρχῆς δεόμενοι χρῆσθαι σύντομος δὲ ἡ ἀνάμνησις, εἰ μὴ παντάπασιν ἀργῶς ἤκουσας τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηστῶν ὄντων, ἐὰν μήτε φαρμακείας μήτε κλύσματος ὁ κάμνων φαίνηται δεόμενος, ἐπὶ πτισάνης αὐτὸν ἀξιοῖ διαι- τᾶσθαι· καὶ τὸν λογισμὸν δὲ τῆς συμβουλῆς αὐτὸς προσέθηκεν εἰπών·

Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα παύονται αὐτόματοι, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι. αἵ τε γὰρ καθάρσιες πολλῷ τελεώτεραί εἰσι καὶ ἔμπυοι ἧσσον γίνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη,
480
καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες.

Γίνεται δὲ ταῦτα πάντα καλῶς ὑπὸ τῆς πτισάνης, διὰ τὸ ὑγραίνεσθαι καὶ τέμνεσθαι μετρίως τὰ δεόμενα τῆς ἀναπτύσεως ὑγρὰ καὶ διὰ τὸ τὴν δύναμιν ῥώννυσθαι· συνελθόντων γὰρ ἀμφοτέρων ἐκκαθαίρονται ταχέως τῶν ἀναπνευστικῶν ὀργάνων οἱ μοχθηροὶ χυμοί· ὧν τὸ μὲν ὑγραίνειν τε καὶ τέμνειν ὑπάρχει καὶ τῷ μελικράτῳ, ὁμοίως δὲ τῇ πτισάνῃ ῥωννύναι τὴν δύναμιν οὐχ ὑπάρχει· τἀναντία δ᾿ ἄρτῳ τε καὶ χόνδρῳ, τῷ ῥωννύναι τὴν δύναμιν ἔχοντι, τὸ ὑγραίνειν καὶ τὸ τέμνειν οὐχ ὑπάρχει, καθάπερ οὐδὲ ἄλλῳ τινὶ τῶν εἰθισμένων δίδοσθαι τοῖς ἀῤῥώστοις ὑπὸ τῶν νῦν ἰατρῶν, οἷον ὠῶν καὶ ὄρχεων ἀλεκτρυόνων καὶ πτερῶν ἰχθύων τε καὶ περιστερῶν νεογνῶν, ὅσα τε ἄλλα τοιαῦτα. καὶ ὁ τὴν φακὴν διδοὺς ἰατρὸς ἐσκευασμένην δι᾿ ὄξους ἐπὶ πλευριτικοῦ τελέως ἤδη παρηκμακότος, ὡς μηδενὸς ἄλλου δεῖσθαι ἢ ἀναπτύσεως τῶν πεπεμμένων, εἰκότως ἔδοξεν αἴτιος

481
γενέσθαι θανάτου τῷ κάμνοντι, πνιγέντι διὰ τῆς ἑπομένης νυκτός. ἀλλὰ φακὴν οὐδ᾿ ἄν τις δοίη τῶν ἐχόντων νοῦν· ἀπεστραμμένου δὲ μελίκρατον καὶ πτισάνην τοῦ κάμνοντος οἱ πετραῖοι τῶν ἰχθύων ἐπιτηδειότατοι, σκευαζόμενοι δι᾿ ὕδατος καὶ πρασίου καὶ ἀνήθου καὶ ἁλῶν ἐλαίου τε συμμέτρου, τῶν δὲ μὴ πετραίων οἱ ὀνίσκοι. προδιδόναι δ᾿ αὐτῷ ὀξύμελι, κακοστόμαχον γὰρ οὐδὲν ἔχει τοῦτο, πλὴν εἰ πεπονθότων ἐπί τινος ἀῤῥώστου τῶν νεύρων καὶ τῆς μήτρας ἐπὶ γυναικός. ἀντ᾿ αὐτοῦ δ᾿ εἰ βούλοιο τῶν ἄλλων τι διδόναι φαρμάκων, οἷόν ἐστι τὸ διὰ πρασίου τε καὶ ἴρεως· καὶ αὐτὴ μέν γε καθ᾿ ἑαυτὴν ἅμα μελικράτῳ πινομένη πέττει καλῶς τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα περιττώματα καὶ πρὸς τὰς ἀναπτύσεις παρασκευάζει.

Τὰς δὲ πτισάνας χρὴ ἐκ βελτίστων τέως κριθέων εἶναι καὶ ὡς βέλτιστα ἡψῆσθαι καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι.
482

Βέλτισται κριθαὶ πρὸ μὲν τῆς πείρας κριθήσονται διὰ μόνου τοῦ πλήρεις εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖς ῥυσσόν· αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆς ἑψήσεως, ὅταν ἐπιπλεῖστον ἀνοιδίσκωνται καὶ χυλὸν ποιῶσι πλεῖστον, ὅπερ δὴ καὶ βέβαιόν ἐστι τῆς ἀρετῆς αὐτῶν γνώρισμα· τὸ γὰρ ἀπὸ τῆς εὐτροφίας οὐκ ἐπιστημονικὸν οὐδὲ διὰ παντὸς ἀληθὲς, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ κατορθούμενον. ἀξιοῖ δὲ τὰς πτισάνας ἀεὶ μὲν εἶναι βελτίστας, μάλιστα δὲ ἐὰν μὴ μόνον τῷ χυλῷ χρῆσθαι μέλλωμεν, ἀλλὰ καὶ ὅλαις αὐταῖς· διὰ τί δὲ τοῦτο ἀξιοῖ σαφῶς αὐτὸς ἐδήλωσεν εἰπών·

Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμῇ γὰρ προσίσχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακος ἴξιν.

Ἴσμεν δ᾿ ὅτι τὴν ἴξιν ὡς τὸ πολὺ μὲν τὴν εὐθυωρίαν,

483
ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. ἡ δὲ διὰ τοῦ θώρακος εὐθυωρία τε καὶ φορὰ τῆς καταπινομένης πτισάνης ἄχρι τῆς γαστρὸς, εὔδηλον ὅτι διὰ τοῦ στομάχου γίνεται· καὶ ἐν τούτῳ βούλεται μηδὲν αὐτῷ προσίσχειν. ἐν γὰρ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι θερμασίας οὔσης πολλῆς, προσισχόμενον τοῦτο ξηραινόμενόν τε καὶ δυσαπολύτως προσπλαττόμενον ἄσην τέ τινα καὶ δίψαν ἐπιφέρει.

Ὀλισθηροτάτη δὲ καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ.

Τὴν καλῶς ἡψημένην πτισάνην οὐ μόνον ὀλισθηροτάτην τε καὶ ἀδιψοτάτην καὶ εὐπεπτοτάτην εἶναί φησιν, ἀλλὰ προσέθηκε τῷ τέλει καὶ ἀσθενεστάτην. τὸ μὲν οὖν ὀλισθηροτάτην εἶναι τὴν καλῶς ἡψημένην ἤδη προείρηται· τὸ δὲ καὶ ἀδιψοτάτην αὐτὴν ὑπάρχειν ἐνταῦθα πρόσκειται διὰ

484
τὴν τῆς κριθῆς φύσιν γινόμενον· ἔστι δὲ ψυχρὰ τὴν κρᾶσιν. ὅπως δὲ χρὴ κρίνειν ψυχρὰν καὶ θερμὴν οὐσίαν ἐπὶ μὲν τῶν ζώων ἐν τοῖς περὶ κράσεων εἴπομεν, ἐπὶ δὲ τῶν ἀψύχων ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἀλλὰ καὶ εὐπεπτοτάτην εἶναί φησι τὴν τοιαύτην πτισάνην, ὡς ἂν διαλελυμένην τε καὶ μηδὲν ἔτι σκληρόν τε καὶ δυσκατέργαστον ἔχουσαν ἄφυσόν τε γεγονυῖαν ἤδη διὰ τὸ τῆς ἑψήσεως μῆκος. ὁ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἶπεν, ὀνομάσας ἀσθενεστάτην τὴν οὕτως ἡψημένην, εἰ μηδὲν προείρηκε περὶ αὐτῆς ὡς εὐπεπτοτάτης, ἕτοιμον ἂν ἦν φάναι πρὸς τὴν ἐν τῇ γαστρὶ κατεργασίαν ἀναφέρεσθαι τὸν λόγον, ἀσθενεστάτης αὐτῆς εἰρημένης, ὡς εἰ καὶ ῥᾷστα νικωμένην εἰρήκει καὶ κατεργαζομένην ὑπὸ τῆς γαστρὸς καὶ μεταβαλλομένην· ἐπεὶ δὲ τοῦτο προείρηται, τὴν ἀσθένειαν αὐτῆς ἤτοι διότι βραχεῖαν τροφὴν τῷ σώματι δίδωσιν ἀκουστέον ἐστὶν ἢ ὅτι ποιότητα μηδεμίαν ἔχει σφοδρὰν, ὡς ἤτοι τῶν νεύρων ἢ τῆς γνώμης ἅπτεσθαι, καθάπερ ὄξος τε καὶ ὁ οἶνος.

485
Ἤν μὲν οὖν μὴ προστιμωρήσῃ τις, ὁκόσον δέεται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοῤῥοφίης, πολλαχῇ βεβλάψεται.

Ἄρχεται τοίνυν τῆς διδασκαλίας ὧδε, περὶ ὦν ἐρεῖν ἐπηγγείλατο μικρὸν ἔμπροσθεν, ἡνίκ᾿ ἔφη· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷς προσημαίνεσθαι δεῖ ἃ εἰρήσεται ὕστερον. ὅτι δὲ τὸ τιμωρῆσαι παρά τε τοῖς ἄλλοις παλαιοτέροις καὶ αὐτῷ τῷ Ἱπποκράτει πολλάκις ἀντὶ τοῦ βοηθῆσαι λέλεκται καὶ κατὰ τὰ ἄλλα συγγράμματα δέδεικται διὰ τῶν γεγενημένων ἡμῖν ἐξηγήσεων εἰς αὐτά.

Ὁκόσοισί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν καὶ
486
πνεῦμα πυκνότερον γένοιτ᾿ ἄν· κακὸν δὲ τοῦτό ἐστιν· ξηραντικόν τε γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν.

Σῖτον εἶπε τὸ ἀπὸ τῶν σιτίων περίττωμα περιεχόμενον ἐν τοῖς ἐντέροις, ὃ δὴ καὶ σκύβαλον ὀνομάζουσι καὶ κόπρον. εἰ τοίνυν ἐγκατακεκλεισμένου τούτου, τουτέστιν ἐκ πολλοῦ χρόνου μὴ διακεχωρηκότος, ἐπὶ τὴν τῆς πτισάνης προσφορὰν ἀφίκοιτό τις, ἀναγκαῖόν ἐστι βλάβην γενέσθαι τῇ πλευρᾷ διὰ τὴν ἔμφραξιν τῶν ἐντέρων, ἣν ἐκ τῆς ἠθροισμένης ἐν αὐτοῖς ἔσχηκε κόπρου, μήτε φύσης διεξερχομένης ἐπὶ τῇ προσφορᾷ τῆς πτισάνης ἀναδόσεως τε μοχθηρᾶς γιγνομένης ἐπὶ τὸ πεπονθὸς μέρος· ὥστε ἀναγκαῖόν ἐστι τὴν ὀδύνην, εἰ μὲν εἴη λελωφηκυῖα, παραυξηθῆναι πάλιν· εἰ δὲ πεπαυμένη, γεννηθῆναι. καὶ γὰρ ἀτμοὶ καὶ πνεῦμα φυσῶδες ἀναθυμιάσεις τε τῶν σκυβάλων ἐπὶ τὴν πλευρὰν ἀφικόμεναι τὴν ὀδύνην αὐτῆς καὶ γεννήσει καὶ παραυξήσει· ἐπὶ τούτοις δὲ καὶ ἡ ἀναπνοὴ πυκνοτέρα γενήσεται· κέκληκε δὲ

487
τὴν ὅλην ἀναπνοὴν πνεῦμα κᾀν τῷ προγνωστικῷ συγγράμματι καὶ τοῖς τῶν ἐπιδημιῶν. πυκνωθεῖσα δὲ ἀναπνοὴ θερμασίαν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργάζεται πλείονα διὰ τὸ συνεχὲς τῆς κινήσεως, ἐφ᾿ ᾗ θερμασίᾳ ξηραίνεται μὲν ὁ πνεύμων καὶ τὸ διάφραγμα, συγξηραίνεται δὲ καὶ συνθερμαίνεται καὶ τὰ καθ᾿ ὑποχόνδριόν τε καὶ περιτόναιον μόρια τοῦ ζώου· πάντα γὰρ συγκινεῖται τῷ θώρακι κατὰ τὰς ἀναπνοάς. τὸ δὲ ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον, οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, τὴν αὐτίκα φωνὴν ἐνηλλαγμένην ἔχει κατὰ τὴν τάξιν· ἀπολαβούσης δ᾿ αὐτῆς τὴν οἰκείαν σύνθεσιν ὁ λόγος ἔσται τοιόσδε. μὴ προσβοηθησάντων δὲ ἡμῶν τῷ προειρημένῳ τρόπῳ τῆς πτισανοῤῥοφίης πολλαχόθι γενήσεται βλάβη αὐτίκα γοῦν οἷς σῖτος ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας πρότερον αὐτὸν, οὕτω δοίη τὸ ῥόφημα, βλάβην ἐργάσεται μεγίστην.

Τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ συνεχέος ἐούσης
488
καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας ἢ φλέβα ταμὼν ἢ ὁκότερον ἂν τουτέων συμφέρῃ· τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι δίδως, ταχέες οἱ θάνατοι τῶν τοιουτέων γίγνονται.

Ἀναμνησθῶμεν ὅτι περὶ πλευρίτιδος ἐποιεῖτο τὸν λόγον ὡς παραδείγματος· ἐδείχθη δὲ αὕτη γιγνομένη διὰ τὴν φλεγμονὴν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. ἐὰν οὖν ἀκμαζούσης τῆς φλεγμονῆς πτισάνην τις διδῷ, μεγάλως βλάψει τὸν κάμνοντα. τοῦ δ᾿ ἀκμάζειν αὐτὴν γνώρισμα τό τε συνεχὲς τῆς ὀδύνης καὶ τὸ μηδὲν ἐνδιδόναι πρὸς τὰ θερμάσματα. πρόσκειται δὲ τῷ λόγῳ καὶ ἄλλο γνώρισμα πλευρίτιδος οὐ μόνον μεγάλης, ἀλλὰ καὶ κακοήθους, τὸ γλίσχρον ἱκανῶς γιγνόμενον τὸ πτύελον εἴργεσθαι τῆς κενώσεως ἐμπλαττόμενόν τε καὶ προσισχόμενον τοῖς πεπονθόσι μέρεσι· τὸ γὰρ καταγλισχραίνεσθαι πλέον τι σημαίνει, τὴν σφοδροτάτην

489
γλισχρότητα ἐνδεικνυμένης τῆς ῥήσεως ἐν τῷ προσλαβεῖν τὴν κατὰ πρόθεσιν. ἤρκει μὲν οὖν καὶ διὰ τῆς προσθήκης αὐτῆς ἀφορίσαι τὸ οὕτω γλισχραινόμενον τοῦ πεττομένου· γλίσχρον μὲν γὰρ γίνεται κᾀκεῖνο μετρίως, οὐ μὴν καταγλισχραίνεται, τουτέστιν οὐκ ἐσχάτως οὐδ᾿ ἄκρως πάσχει τοῦτο· τοῦ δὲ μὴ παρακοῦσαί τινα, τούτου χάριν οὐκ ὤκνησε τῷ λόγῳ προσγράψαι καὶ τὸ ἀσαπῶς, ὅπερ ταὐτὸν δηλοῖ τῷ ἀπέπτως· τὸ γὰρ καταγλισχραινόμενον ἀπέπτως μοχθηρόν. ἐν τούτῳ δὴ καθεστῶτος τοῦ κάμνοντος, εἰ πτισάνην τις προσφέροι πρὶν λῦσαι τὴν ὀδύνην ἢ διὰ φλεβοτομίας ἢ διὰ κενώσεως γαστρὸς, ἀναιρήσει τὸν ἄνθρωπον. εἰρηκὼς γὰρ ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε πλευρίτιδος, ὡς οὐδὲν ἐνδιδούσης πρὸς τὰ θερμάσματα, δύο λοιπὰ τῆς ὀδύνης ἔχει τὰ αὐτίκα βοηθήματα, φλεβοτομίαν καὶ κάθαρσιν· ἡ γὰρ τῶν δι᾿ ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρου σκευαζομένων φαρμάκων χρῆσις οὐ τὴν ὀδυνώδη διάθεσιν ἰᾶται τῆς πλευρίτιδος, ἀλλὰ τὴν αἴσθησιν νεκροῖ. νυνὶ μὲν οὖν ἁπλῶς ἐμνημόνευσε φλεβοτομίας
490
τε καὶ καθάρσεως κοιλίας, ἐφεξῆς δὲ διοριεῖται περὶ τῆς ἑκατέρου χρήσεως.

Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέντοι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης καὶ τοῦ ῥέγχους ἀποπνιγέντες.

Ὅτι πολλάκις ὀνομάζει τὰς αἰτίας προφάσεις ἐδείχθη κᾀν ταῖς τῶν ἄλλων συνταγμάτων αὐτοῦ ἐξηγήσεσι· τίνας δ᾿ ἑτέρας προφάσεις παρὰ τὰς εἰρημένας αὐτῷ συνεπιφέρειν φησὶ τοὺς ὀλιγημέρους θανάτους, προσθεῖναι τῷ λόγῳ χρή. νῦν μὲν γὰρ εἴρηκε τήν γε τῆς πτισάνης προσφορὰν, πρὶν λῦσαι τὴν ὀδύνην καὶ τὴν ἐπὶ τῷ πυκνῷ πνεύματι γλισχρότητα τοῦ πτυέλου, δι᾿ ἣν καὶ ἀποπνίγονται· βλαβῆναι δέ φησιν, εἰ καὶ οἴνου προσενέγκαιντο, πρὶν ὡς ὑπέθετο

491
κενωθῆναι, καὶ μελικράτου καὶ ὀξυμέλιτος· περὶ γὰρ τῶν ἄλλων ἁπάντων οὐδὲ τοῖς ἰδιώταις ἄδηλον. εἰκότως οὖν ἔφη καὶ τὴν γνώμην βλαβέντας ἐνίους αὐτῶν ἀπόλλυσθαι, ὅπερ πέφυκεν οἴνῳ τε καὶ τοῖς οἰνώδεσιν ἀκαίρως προσενεχθεῖσι.

Μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ καὶ ὅτι ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελίη εὑρίσκεται ἴκελόν τι πληγῇ.

Καὶ διὰ τὸ τάχος μὲν τῆς ἀπωλείας ἡ τοιαύτη δόξα τοὺς ἀρχαίους εἰσῄει καὶ διὰ τὸ πελιδνοῦσθαι ἐπὶ τῆς πλευρᾶς ἐνίους, ἔνθα δηλονότι τῆς φλεγμονῆς ἦν ἡ ῥίζα. τοῦ γὰρ ἐπ᾿ αὐτὴν αἵματος ἀφικνουμένου διὰ τὴν ὀδύνην, ὅσον ἐμερίσθη πρὸς τὸ δέρμα, τοῦτ᾿ ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη, γινόμενον ἴκελον, τουτέστιν ὅμοιον, τοῖς ἐκ πληγῆς οὕτω διατεθεῖσιν.

492
Αἴτιον δὲ τούτου τόδε ἐστὶν, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι· ταχέως γὰρ πνευματίαι γίνονται.

Ὅτι δὲ τοιοῦτον ἀναπνέουσιν αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών·

Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πνεύμονος· καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπὶ τὸ πολύ ἐστι.

Τὸ ἔμπροσθεν αὐτῷ ῥηθὲν ἀσαπὲς τοῦτο νῦν ἄπεπτον ὠνόμασε, μαρτυρῶν ἡμῖν ὅτι καλῶς καὶ τότε τὴν μετάληψιν ἐποιησάμεθα τῆς φωνῆς.

493
Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι.

Οὐ πᾶν δὲ τὸ πνεῦμα κωλύεται κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω φέρεσθαι, τοῦτο γὰρ εἰ γένοιτο παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐστὶν, ὡσαύτως τοῖς ἀπαγξαμένοις. ἀλλὰ τὸ συμφέρον δηλονότι τῇ χρείᾳ τῆς ἀναπνοῆς ἔσω φέρεσθαι κωλύεται, διὸ καὶ μέχρι τινὸς ἐξαρκοῦσιν, ἐν δὲ τῷ χρόνῳ τῆς ἐνδείας ταύτης αὐξανομένης ἀπόλλυνται.

Καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι συντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει· τοῦτο δὲ πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον καὶ κωλύει ἀπολισθαίνειν.
494

Ὅτι τῷ τιμωρεῖν ἀντὶ τοῦ βοηθεῖν οἵ τ᾿ ἄλλοι παλαιοὶ καὶ |ὁ Ἱπποκράτης κέχρηνται πολλάκις ἔμπροσθεν εἴρηται· καὶ νῦν οὖν τὸ συντιμωρεῖν ἀλλήλοις εἰς τὸ κακὸν εἶπεν, ἀντὶ τοῦ συμπράττειν καὶ λυσιτελεῖν. πῶς δὲ συμπράττει καὶ λυσιτελεῖ σαφῶς μὲν καὶ αὐτὸς ἐδήλωσεν, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν. τὸ πτύελον ἰσχυρῶς ἰσχόμενον ἐν τοῖς τοῦ πνεύμονος βρόγχοις στενοχωρίαν ἐργάζεται ταῖς διεξόδοις τοῦ πνεύματος καὶ διὰ ταύτην τὴν στενοχωρίαν ἦττον εἰσπνέουσιν οἱ κάμνοντες· ὅσῳ δ᾿ ἂν ἧττον εἰσπνέουσιν, τοσῷδε μᾶλλον ἀπλήρωτον ἐργάζονται τὴν χρείαν τῆς ἀναπνοῆς καὶ διὰ τοῦτο πρωιαίτερον ἐπὶ τὴν δευτέραν εἰσπνοὴν ἀπὸ τῆς προτέρας ἥκουσιν, ὅπερ ὀνομάζουσι πυκνὸν πνεῦμα.

Καταλαμβάνει δὲ ταῦτα οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως χρέωνται, ἀλλὰ πολὺ μᾶλλον καὶ ἤν τι ἄλλο φάγωσιν ἢ πίωσιν πτισάνης ἀνεπιτηδειότερον.
495

Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε· διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας. ἀλλ᾿ ἐκεῖ καὶ ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει τῶν οὕτω διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου τε καὶ ὀξυμέλιτος καὶ οἴνου.

Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι, τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέων· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μούνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως τιμωρητέον.

Αἱ βοήθειαι, φησὶ, παραπλήσιαι γίνονται τοῖς πτισάνῃ τε καὶ τῷ χυλῷ χρωμένοις αὐτῆς· τοῖς δὲ ποτῷ μόνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως χρὴ βοηθεῖν. ποία δέ τις ἡ διαφορὰ γίνεται διὰ τῶν ἑξῆς διδάσκει.