In Hippocratis De natura hominis

Galen

Galen, In Hippocratis De natura hominis

    Προοίμιον Γαλήνου. Περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων πάλαι ποθ᾿ ὑπόμνημα τῶν ἑταίρων τινὶ πρὸς ἀποδημίαν στελλομένῳ γράψας ἐπιδέδωκα, τῆς ἐκείνου στοχαζόμενος ἕξεως· ἅπερ οὖν ᾔδειν αὐτὸν ἀκριβῶς ἐπιστάμενος, οὔτ᾿ ἀπέδειξα κατὰ τὴν ἀρχὴν τοῦ συγγράμματος οὔτ᾿ ἀνέμνησα καί περ εἰωθὼς

    2
    οὕτω πράττειν, ὅταν κοινὸς ὁ λόγος ἅπασι τοῖς ἀναγνωσομένοις αὐτὸν ἔσεσθαι μέλλοι. φθάσαντος δ᾿ οὐκ οἶδ᾿ ὅπως εἰς πολλοὺς ἐκπεσεῖν τοῦ συγγράμματος, οὐκέθ᾿ ἕτερον ἐπ᾿ αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ τὴν ἐξήγησιν τοῦ περὶ φύσιος ἀνθρώπου βιβλίου διὰ τοῦτ᾿ ἀνεβαλλόμην, ὅτι τὰ συνέχοντα πάντα διὰ τοῦ προεκδοθέντος ὑπομνήματος, ὃ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων ἐπιγέγραπται, σαφῶς ἐδέδεικτο. νῦν οὖν ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου συγγράμματος ἐξήγησιν οὐ μόνον τῶν ἀναγκαίων εἰς τὸ δόγμα λέξεων, ὡς ἐν ἐκείνῳ πρότερον ἐπεποιήμην, ἀλλ᾿ ἁπασῶν ἐφεξῆς, ἐδεήθησαν οἱ ἑταῖροι παρ᾿ ἐμοῦ λαβεῖν, ἀρχόμενος τῆς ἐξηγήσεως ἐκεῖνα λέξω πρότερον, ὅσα παρέλιπον εἰπεῖν ἐν ἀρχῇ τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπειδὴ γινώσκειν αὐτὰ τὸν ἑταῖρον ἐπιστάμην. ἓν μὲν δὴ καὶ πρῶτόν ἐστιν εἰπεῖν, ὅ τί ποτε σημαίνεται πρὸς τοῦ τῆς φύσεως ὀνόματος, ἀφ᾿ οὗ καὶ τῶν παλαιῶν φιλοσόφων ἔνιοι παρονομασθέντες ἐκλήθησαν φυσικοί. γενήσεται δ᾿ ἡμῖν ὧν ἕνεκεν λέγω τοῦτο δῆλον ἀναγνοῦσι τὰ περὶ φύσεως αὐτοῖς
    3
    γεγραμμένα βιβλία. φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην οὐσίαν ὁποία τίς ἐστιν, ἣν ἀγέννητόν τε καὶ ἀΐδιον εἶναί φασιν, ὑποβεβλημένην ἅπασι τοῖς γεννητοῖς καὶ φθαρτοῖς σώμασι, τά θ᾿ ὑπάρχοντα κατὰ τὸν ἴδιον λόγον ἑκάστῳ τῶν γεννωμένων τε καὶ φθειρομένων, οἷς γνωσθεῖσιν ἕπεται καὶ ἡ τῶν ἄλλων γνῶσις, ὅσα μὴ κατὰ τὸν ἴδιον λόγον ἑκάστῃ τῶν κατὰ μέρος οὐσιῶν συμβαίνει. τελεία μὲν οὖν διδασκαλία τῆς ἑκάστου τῶν ὄντων φύσεως οὕτω γίγνεται· κᾂν ἓν δή τις ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται καὶ οὕτως εἰθισμένοι λέγειν εἰσὶν οἱ ἄνθρωποι, ἐν ᾧ περὶ τῆς τοῦ πράγματος φύσεως ἀποφαίνεσθαί τι, καθάπερ καὶ ὁ ποιητής. προειπὼν γὰρ

  1. Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργειφόντης
  2. Ἐκ γαίης ἀνελὼν, καί μοι φύσιν αὐτοῦ ἔδειξεν.
  3. ἐφεξῆς φησιν

  4. Ῥίζην μὲν μέλαν ἔσχε, γάλακτι δὲ ἴκελον ἄνθος.
  5. οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντες ἢ ὅλως περὶ

    4
    φυτῶν ἐκδιδάσκουσι τὴν αἰσθητὴν αὐτῶν φύσιν, ὁποῖόν ἐστιν ἕκαστον ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀσμωμένῳ καὶ βλέποντι διηγούμενοι τίνα τ᾿ ἔχει δυνάμιν ἢ εἴσω τοῦ σώματος λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον. ἐν τούτοις γὰρ ἡ αἰσθητὴ φύσις ἑκάστου τῶν ὄντων ἐστίν. ἡ δὲ τούτων ἀνωτέρω καὶ πρώτη, περὶ ἧς ἐγώ τε προείρηκα καὶ Πλάτων ἐπίστασθαι συμβουλεύει τὸν βουλόμενον ὁτιοῦν πρᾶγμα μεθόδῳ μεταχειρίζεσθαι. παραγράψω δέ σοι καὶ τὴν ῥῆσιν αὐτοῦ. ΣΩ. Ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ΣΩ. καλῶς γὰρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ. φημί. ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος, ἆρ᾿ οὐχ ὧδε; δεῖ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως. πρῶτον μὲν εἰ ἁπλοῦν ἢ
    5
    πολυειδές ἐστιν, οὗπερ βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτ᾿ ἀριθμησάμενον, ὅπερ ἐφ᾿ ἑνὸς, τοῦτ᾿ ἰδεῖν ἐφ᾿ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπὸ τοῦ. αὕτη σοι καὶ ἡ τοῦ Πλάτωνος ῥῆσις ἐκ τοῦ Φαίδρου, διδάσκουσα τοῦ τε τῆς φύσεως ὀνόματος τὸ σημαινόμενον, ὅπως τε χρὴ μεθόδῳ τὴν οὐσίαν αὐτῆς ἐπισκοπεῖσθαι. τοιαῦτα δ᾿ εὕροις ἂν ἅπαντα τὰ περὶ φύσεως ἐπιγεγραμμένα βιβλία τῶν παλαιῶν φιλοσόφων, Ἐμπεδοκλέους, Παρμενίδου, Μελίσσου, Ἀλκμαίωνος, Ἡρακλείτου. τινὲς δ᾿ οὐχ ἓν, ἀλλὰ πλείονα βιβλία τῆς θεωρίας ἐποιήσαντο ταύτης. ἔνιοι δὲ καὶ πάνυ πολλὰ, καθάπερ Ἐπίκουρος. ἄρχεται γὰρ καὶ αὐτὸς ὥσπερ οὖν καὶ οἱ ἄλλοι πάντες ἀπὸ τοῦ ζητῆσαι πότερον ἕν τι καὶ ἁπλοῦν ἐστιν οὗ τὴν φύσιν εὑρεῖν ἐπιχειροῦμεν, ἢ σύνθετον ἔκ τινων
    6
    ἑαυτοῦ προτέρων ἁπλῶν, ἅπερ οἱ μετ᾿ αὐτοὺς τοὺς παλαιοὺς εἰθίσθησαν ὀνομάζειν στοιχεῖα. καθάπερ ἐπὶ τῆς φωνῆς οἱ γραμματικοὶ τέτταρα καὶ εἴκοσί φασιν εἶναι στοιχεῖα, τουτέστιν ἁπλᾶ τε καὶ πρῶτα μόρια, μηκέτι εἰς ἄλλα διαιρεῖσθαι δυνάμενα, καθάπερ αἱ συλλαβαί· τῆς γοῦν στρα συλλαβῆς ἐστιν ἀφελόντι σοι τὸ πρῶτον στοιχεῖον τὸ σ, τὴν ὑπόλοιπον ἔχειν τὴν τρα μένουσαν ἔτι συλλαβήν. οὕτω δὲ καὶ εἰ αὐτῆς πάλιν τῆς τρα τὸ πρῶτον ἀφέλῃς γράμμα τὸ τ, τὸ ταύτης ὑπόλοιπον ἕξεις διαιρεῖσθαι δυνάμενον τὴν ρα. οὐ μὴν τήν γε α διαιρήσεις ἔτι καὶ δείξεις ἐκ δυοῖν ἢ τριῶν φθόγγων, ὥσπερ ἄλλας πολλὰς συγκειμένην. ἀλλ᾿ ἔστιν εἷς αὐτῆς ἀδιαίρετος φθόγγος, οὐ κατὰ ποσὸν ἁπλῶς, ὡς ἑτέρωθι δεδείχαμεν ἡμεῖς τε καὶ ἄλλοι πολλοὶ τῶν φιλοσόφων, ἀλλὰ κατὰ μόνον τὸ εἶδος. οὕτω δὲ καὶ οἱ τὰ τέτταρα στοιχεῖα τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων εἶναι λέγοντες, ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ, ἐπεὶ μηκέτι δυνατόν ἐστιν ἕκαστον αὐτῶν εἰς εἴδη πλείω τμηθῆναι, διὰ τοῦτο τῆς φυσιολογίας ἀρχὰς αὐτὰ
    7
    τίθενται. πρώτη μὲν γάρ ἐστι σωμάτων ἐλαχίστων ἔννοια κατὰ ποσὸν, ἐφεξῆς δ᾿ ἄλλη δευτέρα κατὰ τὸ ποιὸν, ὡς ἐπὶ τῶν τῆς φωνῆς στοιχείων ἐδείχθη, καὶ διέστησάν γε πρὸς ἀλλήλους οἱ φυσικοὶ φιλόσοφοι. τινὲς μὲν κατὰ τὸ ποσὸν ὑποτιθέμενοι τὰ στοιχεῖα τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἐλάχιστα μόρια, τινὲς δὲ κατὰ τὸ ποιόν. ἀλλὰ περὶ μὲν τοῦ σημαινομένου πρὸς τῆς στοιχείου φωνῆς ἐν τῷ πρώτῳ περὶ τῶν ἰατρικῶν ὀνομάτων ἐπὶ πλεῖστον εἴρηται, καθάπερ γε καὶ περὶ τοῦ τῆς φύσεως ἐν τῷ πέμπτῳ. νυνὶ δὲ οὐ περὶ προσηγοριῶν ἢ σημαινομένων, ἀλλὰ περὶ τῶν πραγμάτων αὐτῶν ὁ λόγος ἡμῖν ἐστιν, ἐξ ὧν ἐλαχίστων, εἴτε κατὰ μέγεθος εἴτε κατ᾿ εἶδος, ἡ πρώτη σύνθεσις γίνεται τῶν γεννητῶν σωμάτων, ἅπερ Ἀριστοτέλης καὶ ἡμεῖς ὀνομάζομεν ὁμοιομερῆ. δευτέρα γὰρ ἐκ τούτων ἄλλη σύνθεσις γίγνεται σωμάτων, ἃ καλοῦμεν ὀργανικὰ, χειρὸς, σκέλους, ὀφθαλμοῦ τε καὶ γλώττης καὶ πνεύμονος καὶ καρδίας, ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ γαστρὸς καὶ μήτρας, ὅσα τ᾿ ἄλλα τοιαῦτα. σύγκειται γὰρ ἐκ τῶν
    8
    πρώτων καὶ ὁμοιομερῶν, ἃ δὴ καὶ πρωτόγονα καλεῖν εἴωθεν ὁ Πλάτων, ἡ πρώτη τῶν τοιούτων ὀργάνων φύσις. ὑπὲρ τούτων τῆς διαφορᾶς εἴρηται μὲν ἤδη καὶ καθ᾿ ἕν τι γράμμα, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων, ἕνεκα σαφοῦς διδασκαλίας. ὁμοιομερὲς μέν ἐστιν ὀστοῦν καὶ χόνδρος καὶ σύνδεσμος, ὁμοιομερὲς δὲ καὶ ὑμὴν καὶ πιμελὴ καὶ σὰρξ, ἥ τε τῶν μυῶν ταῖς ἰσὶ περιπλαττομένη καὶ αὐταῖς οὔσαις ὁμοιομερέσιν, ἥ τ᾿ ἐν τοῖς σπλάγχνοις, ἣν δὴ καὶ παρέγχυμα καλεῖν Ἐρασίστρατος εἴωθεν. ἐδείχθη δ᾿ εὐθὺς ἐν ἀρχῇ τῆς πραγματείας, ἐν ᾗ τὴν θεραπευτικὴν μέθοδον, ὁποία τίς ἐστιν, ἀπεδείκνυον, ἀδύνατον ὂν ἐνδεικτικῶς θεραπεύειν περὶ τῶν ὁμοιομερῶν σωμάτων ἄνευ τοῦ γνῶναι πότερον ἁπλοῦν ἕκαστον αὐτῶν ἐστιν, ἢ ἐκ πλειόνων σύγκειται, καὶ πότερον ἐκεῖνα κέκραται δι᾿ ὅλων, ἢ ψαύει μόνον. ἐδείχθη δὲ καὶ ὡς ἔνιοι τῶν ἰατρῶν, ὧν ἐστι καὶ ὁ Ἐρασίστρατος, ἐξ ἡμίσεως μέρους εἰσὶ δογματικοὶ, τὰ μὲν τῶν ὀργανικῶν μορίων νοσήματα λογικῶς θεραπεύοντες, τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐδ᾿ ὅλως, ἢ ἐμπειρικῶς.
    9
    οἱ πλεῖστοι δ᾿ αὐτῶν οὐδ᾿ ὅπῃ διαφέρει τὰ τῶν ὀργανικῶν νοσήματα τῶν ἐν τοῖς ὁμοιομερέσι γιγνομένων ἐπίστανται, καθάπερ οὐδὲ περὶ τοῦ καθ᾿ ἑκάτερον αὐτῶν ἀριθμοῦ. ἀλλ᾿ ὑμεῖς γε, ὦ ἑταῖροι, καὶ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἕν τι τῶν ἡμετέρων ὑπομνημάτων ἔχετε καὶ τῶν ἰαμάτων οὐ σμικρὰν πραγματείαν, ἣν ἐπέγραψα μέθοδον θεραπευτικήν. ἀλλὰ καὶ ταῦτα καὶ τὰ ἄλλα τὸν περὶ τῆς φύσεως τοῦ σώματος ἡμῶν ἀπαιτοῦσι λόγον, ὃς ἐν τῷ προκειμένῳ συγγράμματι διδάσκεται. διὸ καὶ θαυμάσειεν ἄν τις ἐκείνων, ὅσοι νομίζουσι τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον οὐκ εἶναι τῶν γνησίων Ἱπποκράτους, ἀλλ᾿, ὡς αὐτοὶ καλεῖν εἰώθασι, νόθον, ἀπατηθέντες ἐκ τῶν ἐν αὐτῷ διεσκευασμένων τε καὶ παρεγγεγραμμένων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν αὐτοῖς τούτοις ἐπιδείξω τοῖς ὑπομνήμασιν, ἀρκεῖ δὲ νῦν ἐρεῖν ὅσα κᾀν τῷ γνησίῳ ἢ καὶ νόθῳ Ἱπποκράτους συγγράμματι εἴρηται, κατὰ λέξιν οὕτως ἔχοντα. τούτου τοῦ βιβλίου τὸ μὲν κατὰ τὸ ἓν γράμμα μέρος τὸ πρῶτον εἰς διακοσίους καὶ τεσσαράκοντα στίχους ἐξήκει,
    10
    δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ μὲν ζώων σώματα γεγονέναι, μετὰ τοῦ καὶ διδάξαι περὶ τῆς τῶν χυμῶν φύσεως, τὸ δὲ ἀπὸ τοῦδε ποικίλον τ᾿ ἐστί. τὸ μὲν γὰρ πρῶτον αὐτοῦ μέρος διακρίνει τὰς σποραδικὰς ὀνομαζομένας νόσους ἀπὸ τῶν ἐπιδημιῶν γε καὶ λοιμωδῶν, ἰδίαν τε θεραπείαν ἑκατέρου τοῦ γένους, ἐν τῷ καθόλου διδάσκει. τὸ δὲ μετ᾿ αὐτὸ ἀνατομὴν φλεβῶν διέρχεται. κᾄπειτα περὶ νοσημάτων ἐστὶ ποικίλη διδασκαλία καὶ μετὰ ταῦτα ὑγιεινὴ δίαιτα πρὸς ἰδιώτας γεγραμμένη. κᾄπειτ᾿ ἐφεξῆς ὅπως ἄν τις τοὺς παχυτάτους ἀνθρώπους λεπτύνειεν, ἢ τοὺς λεπτοτάτους σαρκώσειεν, οἷς ἔζευκται διδασκαλία περὶ ἐμέτων. εἶτά τις ὑπογραφὴ διὰ βραχέων διαίτης παιδίων καὶ μετὰ ταῦτα γυναικῶν, εἶτα τῶν γυμναζομένων, εἶτ᾿ ἐπὶ τέλει πρόσκειται διὰ στίχων ὡς δέκα, περὶ τῶν ἐγκεφάλου νόσων εἰκῇ καὶ ὡς ἔτυχε προσεῤῥιμμένων. εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν διεσκεύασται καὶ σύγκειται σχεδὸν εἰς ἑξακοσίους στίχους ἢ βραχύ τι ἧττον ἐκτεταμένον. ἔχει δὲ τὸν μὲν πρῶτον
    11
    λόγον, ἔνθα περὶ τῶν στοιχείων καὶ τῶν χυμῶν διέρχεται, παντοίως ἐχόμενον τῆς Ἱπποκράτους τέχνης. ὥσπερ γε καὶ τὸν δεύτερον, τὸν διακριτικὸν τῶν ἐπιδημιῶν τε καὶ σποραδικῶν νοσημάτων. τὸν δὲ περὶ τῆς τῶν φλεβῶν ἀνατομῆς ἐναργῶς παρεγκείμενον ἔχει μοχθηρὸν ὅλον. οὔτε γὰρ τοῖς φαινομένοις ὁμολογεῖ καὶ τοῖς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἰρημένοις μάχεται. τῶν δ᾿ ἑξῆς τὰ μὲν παρέγκειται, περὶ ὦν ὅτ᾿ ἐξηγούμεθά σοι τὸ βιβλίον, ἀκριβωθήσεται· τὰ δέ ἐστιν ἀξιόλογα καὶ διὰ βραχέων καλῶς εἰρημένα καὶ τῆς Ἱπποκράτους ἐχόμενα τέχνης, ὥσπερ ὅσα περὶ τῆς ὑγιεινῆς διαίτης εἴρηται. τὸ μὲν ὅλον τὸ βιβλίον ἐκ τούτων σύγκειται, τὸ δὲ πρῶτον αὐτοῦ μέρος ἁπάσης τῆς Ἱπποκράτους τέχνης ἔχει τὴν οἷον κρηπῖδα, διὸ καὶ θαυμάζειν ἔφην ἐνίων ἀποξενούντων αὐτὸ τῆς τοῦ Ἱπποκράτους ἐννοίας. οἱ πλεῖστοι μὲν γὰρ τῶν γνόντων Ἱπποκράτειον τέχνην τοῖς γνησίοις αὐτὸ συγκαταριθμοῦσι, νομίζοντες τοῦ μεγάλου Ἱπποκράτους σύγγραμμα, τινὲς δὲ Πολύβου τοῦ μαθητοῦ τε ἅμα καὶ διαδεξαμένου τὴν τῶν
    12
    νέων διδασκαλίαν, ὃς οὐδὲν ὅλως φαίνεται μετακινήσας τῶν Ἱπποκράτους δογμάτων ἐν οὐδενὶ τῶν ἑαυτοῦ βιβλίων, ὡσπερ οὐδὲ Θεσσαλὸς ὁ αὐτοῦ υἱὸς, θαυμάσιος μὲν ἀνὴρ καὶ οὗτος γενόμενος, ἀλλ᾿ οὐ καταμείνας ἐν τῇ πατρίδι καθάπερ ὁ Πόλυβος. Ἀρχελάῳ γὰρ τῷ Μακεδονίας βασιλεῖ συνεγένετο. πεπιστεύκασι μὲν οὖν, ὡς ἔφην, καὶ ἄλλοι σχεδὸν ἄπαντες ἰατροὶ, πλὴν ὀλίγων δή τινων, Ἱπποκράτους εἶναι τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον, οὐκ ἀγνοεῖ δὲ οὐδὲ Πλάτων αὐτός. γράφει γοῦν ἐν Φαίδρῳ προγεγραμμένην ῥῆσιν ὀλίγον ἔμπροσθεν, ἦς ἡ ἀρχὴ, ΣΩ. Ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ τοῦ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀναγνόντας τοὺς εἰκῆ φλυαροῦντας ἐπισκέψασθαι τίνι τῶν βιβλίων Ἱπποκράτους ἡ ὑπὸ Πλάτωνος ἐπαινουμένη μέθοδος γέγραπται. φανεῖται γὰρ οὐ καθ᾿ ἓν ἄλλο παρὰ τὸ προκείμενον ἡμῖν σύγγραμμα τὸ περὶ φύσιος ἀνθρώπου.
    13
    ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαστον ὦν ὁ Πλάτων διῆλθεν, ἃ κᾀγὼ διά τε τῶν περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων ἐδίδαξα καὶ νῦν οὐχ ἦττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν οὕτως ἔδοξεν. ἐκεῖνο δ᾿ οὖν ἔτι προσθεὶς τῷ λόγῳ πρὸς τὴν ἐξήγησιν ἀφίξομαι τῶν ἐν τῷ βιβλίῳ ῥήσεων· ἐκπεσόντος εἰς πολλοὺς τοῦ γραφέντος μοί ποτε βιβλίου περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπαινεθέντος τε πρὸς ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι τινὲς τῶν ἀπαιδεύτων, ὅσοι τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν ἠδυνήθησαν ἐλέγξαι, καίτοι γ᾿ ἐπιχειρήσαντες, ἀπεπνίγοντο δὲ ὑπὸ τοῦ φθόνου, τοῦτο ᾠήθησαν ἱκανὸν εἶναι πρὸς διαβολὴν, ὡς οὐκ ἔστιν Ἱπποκράτους αὐτοῦ. τὸ σύγγραμμα τοίνυν ἔστω μήθ᾿ Ἱπποκράτους μήτ᾿ αὐτοῦ Πολύβου, μηδ᾿, εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι σύγγραμμα περὶ φύσιος ἀνθρώπου, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώμαθ᾿ ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ᾿ αὐτοῖς χαρισόμεθα, τό γε ἐκ τούτων συγκεῖσθαι τὰ σώμαθ᾿ ἡμῶν, Ἱπποκράτους ἐστὶ δόγμα. φαίνεται γὰρ ἐν τοῖς
    14
    γνησιωτάτοις ἑαυτοῦ βιβλίοις οὐ μόνον τὰς τῶν νόσων διαφορὰς ἀκολούθως ταῖς ἀρχαῖς ταύταις ποιούμενος, ἀλλὰ καὶ τοὺς τῶν ἰάσεων τρόπους ἐντεῦθεν εὑρίσκων. τὰ νοσήματα μὲν γὰρ αὐτῶν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ἀλλήλων διαφέρει. ἡ θεραπεία δὲ γίγνεται τῶν μὲν θερμῶν ψυχομένων, τῶν δ᾿ ὑγρῶν ξηραινομένων, ὥσπερ γε καὶ τῶν μὲν ψυχρῶν θερμαινομένων, τῶν δὲ ξηρῶν ὑγραινομένων. ἔτι τε τούτων ἔμπροσθεν αὐτῶν τῶν κατὰ τοὺς ἀνθρώπους φύσεων τὰς μὲν θερμὰς ἡγεῖται, τὰς δὲ ψυχρὰς, τὰς δὲ ὑγρὰς, τὰς δὲ ξηρὰς, ἡλικίας τε ὡσαύτως καὶ χώρας κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλων διαφέρειν ὑπολαμβάνει, μηδὲν τούτων Ἐρασιστράτου ποτὲ φθεγξαμένου, καθάπερ οὐδὲ ἄλλου τινὸς, ὅσοι τὸ θερμὸν ἐπίκτητον, οὐ σύμφυτον εἶναι νομίζουσιν. οὕτω δὲ καὶ τἄλλα πάντα τὰ κατὰ μέρος ὁ μὲν Ἱπποκράτης εἰς τὰς ἀρχὰς ταύτας ἀναφέρει, οὐ φυλάττει δ᾿ Ἐρασίστρατος, ὡς διὰ τοῦτο καὶ τῶν φυσικῶν ἔργων ἀνεπιζήτητα καταλιπεῖν ἔνια, καθάπερ ἐδιδάξαμεν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι.
    15
    ἐπεὶ δὲ οἱ πᾶσι λωβώμενοι τοῖς καλοῖς ἐγκαλοῦσι τῷ μήκει τοῦ λόγου, πάντα μᾶλλον ἢ ὑπομνήματα γράφειν ἡμᾶς εἰπόντες, ἔγνωκα καὶ ταύτην αὐτῶν ἀποκόψαι τὴν ἐπήρειαν, ἰδίαν γράψας ἑτέραν πραγματείαν, ἐν ᾗ δείξω τὴν αὐτὴν δόξαν Ἱπποκράτει ἐμὲ διαφυλάττοντα, τῇ κατὰ τὸ περὶ φύσεως ἀνθρώπου γεγραμμένῃ καὶ κατὰ τὰ ἄλλα πάντα συγγράμματα. οἶδα δὲ πάλιν ὥσπερ ἐν ἅπασι τοῖς ἀποδεικνυομένοις ὑφ᾿ ἡμῶν, οἱ βάσκανοι διαβάλλειν αἰδεσθέντες τὰ πρὸς ἁπάντων ἐπαινούμενα, μέμφονταί τινα θεωρήματα τῶν κοινωνούντων αὐτοῖς, οὕτω καὶ νῦν πράξοντας αὐτούς. ἐπὶ μὲν γὰρ τῶν γραφησομένων βιβλίων ἐροῦσι χρῆσθαι μὲν ὄντως Ἱπποκράτην σκοποῖς στοιχειώδεσι, τῷ θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, οὐ μήν γ᾿ ἀληθῶς ὑπολαμβάνειν αὐτόν. ὅταν δ᾿ ἀποδεικνύῃ πάλιν, ἐκ τούτων τὰ σώμαθ᾿ ἡμῶν συγκεῖσθαι, μὴ δοκεῖν Ἱπποκράτει τοῦτο ἐροῦσιν, οὐ γὰρ εἶναι τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον Ἱπποκράτους. ὥσπερ οὖν ἐκεῖνοι κακουργοῦντες οὐ παύονται, οὕτω καὶ ἡμεῖς μεμνῆσθαι τῶν
    16
    προκειμένων ἐν ἑκάστῳ τῶν ὑπομνημάτων ἀναμιμνήσκειν αὐτοὺς καὶ μήθ᾿ ὅταν ἀποδεικνύωμεν Ἱπποκράτην κατὰ πάντα τὰ συγγράμματα θεμέλιον τῆς ἑαυτοῦ τέχνης τιθέμενον ἐν τῇ περὶ τῶν εὑρημένων στοιχείων ἐπιστήμῃ, καταλιπόντες τοῦτο, περὶ τῆς ἀληθείας αὐτῶν ζητῶσι, μήθ᾿ ὅταν περὶ τῆς ἀληθείας ζητῶμεν, ἢ καὶ ἀποδεικνύωμεν, ἀποχωρείτωσαν ἐπὶ τὴν περὶ τῆς γνώμης αὐτοῦ σκέψιν, ἀλλ᾿ ἰδίᾳ μὲν εἰ ἀληθὴς ὁ περὶ τῶν στοιχείων λόγος ἐξεταζέτωσαν, ἰδίᾳ δὲ, εἰ ταῦθ᾿ Ἱπποκράτης ἐτίθετο στοιχεῖα. δυοῖν οὖν ὄντοιν τούτοιν τοῖν προβλημάτοιν, τὸ πρότερον ἔν τε τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων κᾀν τῷ νῦν προκειμένῳ λόγῳ σκοπείτωσαν. ἐκ περιουσίας δὲ κατὰ τὴν ἀκολουθίαν τοῖς οὐκ ἀσυνέτοις φαίνεται τὰ αὐτὰ τιθέμενος ἀεὶ στοιχεῖα, τό τε βιβλίον τὸ νῦν ἡμῖν προκείμενον αὐτὸς γράψας.

Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς
17
ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι.

Ὅσον ἐπὶ τῇ ῥήσει ταύτῃ γνῶναι σαφῶς τὴν τοῦ συγγραφέως γνώμην οὐ πάνυ τι δόξει δυνατὸν εἶναι. μέμφεται γὰρ τοῖς προσωτέρω τὸν περὶ τῆς φύσεως λόγον ἀπάγουσι τῆς ἰατρικῆς χρείας. προσωτέρω δ᾿ ἀπάγειν ὑπονοήσειεν ἄν τις ἐκείνους, ὅσοι τε πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν εἶναι λέγουσι τὰ στοιχεῖα τῆς ἀνθρώπου φύσεως, εἰ μὴ μιγέουσι τὰ στοιχεῖα, ὅσοι τε τούτων τὸ στοιχεῖον ἕν τι· κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ἐπὶ τὸ πρότερον ἀφικνουμένων ἡμῶν, κατὰ δὲ τὴν ἀκριβεστέραν σκέψιν ἐπὶ τὸ δεύτερον. τοὺς γὰρ ἐκ πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀλλήλοις κραθέντων ἡγουμένους τὰ σώμαθ᾿ ἡμῶν γεγονέναι

18
μοχθηρῶς ἄν τις ἀξιώσειε κρίνεσθαι ὕδωρ, ἢ πῦρ, ἢ γῆν, ἢ ἀέρα δεικνύοντας ἐν ἡμῖν, ἢ μὴ δεικνύοντας ἐξελέγχεσθαι φάσκειν. ὅμοιον γὰρ τοῦτο τῷ κατὰ τὴν τετραφάρμακον δύναμιν ἀξιοῦν ἤτοι κηρὸν, ἢ πίτταν, ἢ στέαρ, ἢ ῥητίνην εἰλικρινῆ δεικνύειν, ἢ μὴ δυναμένους δεῖξαι, μὴ συγχωρεῖν ἐκ τούτων αὐτὴν συγκεῖσθαι. ἐν γὰρ τῷ κεκρᾶσθαι φάναι τὰ τέτταρα τὸ μηδὲν εἰλικρινὲς αὐτῶν εἶναι δηλοῦται. δυνατὸν μὲν οὖν ἐστιν ἄμφω νοῆσαι κατὰ τὴν προκειμένην ῥῆσιν· ἐν δὲ τοῖς ἑξῆς εἰρησομένοις φαίνεται τὸ δεύτερον ὑπὸ τοῦ συγγραφέως κατασκευαζόμενον. εἰ δέ τις ἀκριβῶς προσέχοι τὸν νοῦν καὶ κατ᾿ αὐτὴν τήνδε τὴν λέξιν, ἔνθα φησίν. οὔτε γὰρ ἠέρα τὸ πάμπαν εἶναι τὸν ἄνθρωπον, οὐ τοῦτό φησιν, ὡς οὐκ ἔστιν ὅλως ἐν ἡμῖν ἀὴρ, ὥσπερ οὐδ᾿ ὅτι πῦρ, ἢ ὕδωρ ἢ γῆ, ἀλλ᾿ ὡς τὸ πάμπαν. ἐκ δὲ τῆς φωνῆς ταύτης σημαίνεται τὸ μὴ παντελῶς, οὐ τὸ μηδ᾿ ὅλως. οὐ γὰρ ἀναιρεῖται παντάπασιν ὑπὸ τῆς τοῦ πάμπαν λέξεως τὸ πρᾶγμα περὶ οὗ ποιούμεθα τὸν λόγον,
19
ἀλλὰ τὸ τέλειον αὐτοῦ καὶ ἄμικτον παραθραύεται. φαίνεται γοῦν ὅ τε ποιητὴς κατὰ τοῦτο τὸ σημαινόμενον χρώμενος τῷ πάμπαν φωνῇ, δι᾿ ὧν φησιν

  • — οὐδ᾿ ὅτι πάμπαν
  • Ἤθελε λαὸν ὀλέσσαι Ἀχαϊκὸν Ἰλιόθι πρό.
  • αὐτός θ᾿ Ἱπποκράτης, ἡνίκα ἂν λέγῃ· τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες, οὔτε τῆς ὑγιείης οὔτε τοῦ θανάτου. ὁ μὲν γὰρ ποιητὴς τὸν Δία φησὶ χαριζόμενον τῇ Θέτιδι πολὺν μὲν ὄλεθρον ἐθέλειν ἐργάσεσθαι τῶν Ἑλλήνων, οὐ μὴν παντελῶς γ᾿ αὐτοὺς διαφθεῖραι. ὁ δ᾿ Ἱπποκράτης πολλὰς μὲν τῶν προῤῥήσεων εἶναι βεβαίας, ὡς ἐπεδείξαμεν ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, οὐ μὴν ἁπάσας γε, βέλτιον ἀκούειν, ὅπερ καὶ διὰ τῶν ἐφεξῆς δηλοῦται, μὴ συγχωρεῖν τὸν Ἱπποκράτην τοῖς ἀέρα μόνον εἶναι λέγουσι τὸ στοιχεῖον τοῦ ἀνθρωπείου σώματος, ὥσπερ οὐδὲ τὴν γῆν μόνην, ἢ ὕδωρ, ἢ πῦρ. οὐδὲ γὰρ ἕν τι τούτων ἐστὶν, ἀλλ᾿ ἅπαντα στοιχεῖα.

    20
    διὸ καὶ τὴν κατὰ τὸ τέλος τῆς ῥήσεως φωνὴν, ἀμφίβολον οὖσαν ἐν τῷ παρὰ διαίρεσιν καὶ σύνθεσιν γένει ἀμφιβολίας, ἄμεινόν ἐστι κατὰ διαίρεσιν ἀναγινώσκειν, ἔνθα φησίν· οὔτ᾿ ἄλλο οὐδὲν ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. τὸ γὰρ ἓν ἐὸν οὐχ ὡς οἱ τὴν προτέραν τῶν ἐξηγήσεων πρεσβεύοντες οἴονται, μέρος ἕν ἐστι λόγου, λεγόμενον ὑπὸ τῶν ἄλλων Ἑλλήνων ἐν δυοῖν συλλαβαῖν, ἓν ὄν. ὑπὸ δὲ τῶν Ἰώνων ἐν τρισὶν, ἐνεὸν, ἀλλὰ δύο ἐστὶ λόγου μέρη. τὸ μὲν ἕτερον ὄνομα μονοσύλλαβον, ὡς ἐπειδὰν λέγωμεν ἀριθμοῦντες ἓν, δύο, τρία. τὸ δ᾿ ἕτερον, ὅπερ ἡμεῖς μὲν ἂν λέγομεν, οἱ δ᾿ Ἴωνες ἐὸν ἐν δυοῖν συλλαβαῖν. ἐπιδειχθήσεται γὰρ ἐν τοῖς ἑξῆς ὁ Ἱπποκράτης ἀντιλέγων οὐ τοῖς περιέχεσθαι κατὰ τὸ σῶμα τῶν τεσσάρων στοιχείων ἕκαστον οἰομένοις, ἀλλὰ τοῖς ἓν μόνον ἐξ αὐτῶν τὴν φύσιν εἶναι τοῦ ἀνθρώπου νομίζουσι. πῶς οὖν φησί τις προσωτέρω ἢ κατὰ τὴν ἰατρικὴν ὁ λόγος οὗτος ἀποχωρεῖ, καθ᾿ ὃν ἓν ὁτιοῦν στοιχεῖον ὑποτίθενταί τινες εἶναι τὴν φύσιν τοῦ ἀνθρώπου; ὅτι, καθάπερ αὐτὸς ὀλίγον ὕστερόν φησι, ταύτῃ
    21
    τῇ δόξῃ τὸ μή ποτε ἀλγεῖν τὸν ἄνθρωπον ἕπεται, καίτοι κἂν τοῦτό τις συγχωρήσῃ, ἓν καὶ τὸ ἰώμενον εἶναι. φαίνεται δὲ ἀλγοῦν καὶ θεραπευόμενον πολυειδῶς, ὥστε ψευδὴς ἀληθῶς. ἴδωμεν οὖν τῶν εἰρημένων ἕκαστον ἐν ταῖς ἐφεξῆς ῥήσεσιν, ὅπως αὐτὰ κατασκευάζῃ.

    Οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι.

    Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔκδοσιν ἐποιήσατο τῶν Ἱπποκράτους βιβλίων, εὐδοκιμήσασαν οὐ μόνον παρὰ Ἀδριανῷ τῷ αὐτοκράτορι, ἀλλὰ καὶ νῦν ἱκανῶς ὑπὸ πολλῶν σπουδαζομένην, ὥσπερ καὶ ἡ τοῦ συγγενοῦς αὐτῷ Διοσκουρίδου. πολλὰ μὲν οὖν ἀμφότεροι μετέγραψαν, ὑπαλλάττοντες τὰς παλαιὰς γραφὰς, ἃς μόνας ἴσασιν οἱ ἐξηγησάμενοι τὰ Ἱπποκράτους βιβλία. πρὸς δὲ τοῖς πολλοῖς καὶ τήνδε

    22
    τὴν νῦν προκειμένην λέξιν ὑπήλλαξε Καπίτων, ὧδέ πως γράψας· οὔτε γὰρ τὸ πᾶν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ. ἐπειδὴ γὰρ οὔτε βιβλίον ηὕρισκεν ἀνδρὸς παλαιοῦ τὴν γῆν μόνην εἰπόντος εἶναι στοιχεῖον, οὔτε παρὰ τοῖς μάλιστα τὴν τοιαύτην ἱστορίαν ἀναλεξαμένοις ἀνδράσι τοῖς Περιπατητικοῖς ἱστορούμενον, τῆς δόξης ταύτης προθεῖναί τινα τὴν λέξιν ὑπήλλαξε τολμηρῶς. ἄμεινον δ᾿ ἦν ἐπιτιμῆσαι τοῖς φιλοτίμως ἐζητηκόσι τίνος ἦν ἀνδρὸς ἡ περὶ τῆς γῆς ὡς μόνης στοιχείου δόξα. παραπλήσιον γάρ ἐστι τοῦτο τῷ ζητῆσαι, τίς μὲν οὖν ὁ ἀξιῶν ἐκτετραμμένην ἐπιδεῖσθαι τὴν χεῖρα ὑπτίαν. καὶ τίς μὲν ὁ τὴν τῆς πτέρνης ἐπίδεσιν ἑτέρως ἢ ὡς Ἱπποκράτης ἀξιῶν ποιεῖσθαι· τίς δὲ ὁ τὴν τῆς κλειδὸς, ἢ τίς ὁ τὰ μεθ᾿ ἕλκους κατάγματα, κατ᾿ αὐτὸ μὲν τὸ ἕλκος οὐκ ἐπιδῶν, ἑκατέρωθι δὲ ἐπιδῶν· ἢ τίς ἐν τῷ καίειν τὸ κατ᾿ ὦμον ἄρθρον, οὐκ ἐν οἷς χρὴ μέρεσιν ἐτίθει τὰς ἐσχάρας. ἢ τίνες ἦσαν οὓς ἐν τῷ περὶ ῥάχεων λόγῳ μέμφεται. πολλὰ γὰρ τοιαῦτα κατά τε τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων εἴρηται
    23
    τῷ Ἱπποκράτει, ποτὲ μὲν ὡς ἑνὸς, ἐνίοτε δ᾿ ὡς πολλῶν ἁμαρτανόντων, ὥσπερ κᾀν τῷ περὶ διαίτης ὀξέων. ἅμα γὰρ κᾀκεῖ πολλοὺς ἰατροὺς μεμφόμενος ἔγραψεν ὧδέ πως. οἶδα τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· βούλονται γὰρ πάντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους, ἢ δύο, ἢ καὶ τρεῖς, ἢ καὶ πλείους ἡμέρας, οὕτω προσφέρειν καὶ τὰ ῥοφήματα καὶ τὰ ποτά. τίνες οὖν ἦσαν οἱ διαιτῶντες οὕτω δεικνύτωσαν ἡμῖν οἱ ἐξηγηταί. τίνες δὲ οἱ νομίζοντες φλέγμα μόνον εἶναι τὸν ἄνθρωπον, τίνες οἱ ξανθὴν χολὴν, ἢ τίνες οἱ μέλαιναν. ἐφεξῆς γάρ τοι κατὰ τοῦτο αὐτὸ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον εἶναί τινάς φησιν, οἳ οὕτως ἐδόξασαν. ἄμεινον μὲν οὖν εἰρῆσθαι τοῖς ἐξηγηταῖς ὡς τάχα μὲν οὐδ᾿ ἔγραψαν πάντες οὗτοι τὰς ἑαυτῶν δόξας. ἐγχωρεῖ δὲ καὶ γραψάντων αὐτῶν μὴ διασωθῆναι. φαίνεται γὰρ τοῦτο κατὰ πλείους αἰτίας γιγνόμενον. ἔνιοι μὲν γὰρ τοὺς διαδεξαμένους αὐτῶν τὴν διδασκαλίαν οὐκ ἔσχον, ἔνιοι δὲ οὐκ
    24
    ἐξέδοσαν ζῶντες τὰς βίβλους, εἶτα ἀποθανόντων αὐτῶν, ἓν ἢ δύο που σωζόμενα τῶν ἀντιγράφων, ἀπώλετο. δυνατὸν δέ ἐστι καὶ διότι κατεφρονήθη τὰ συγγράμματα αὐτῶν, ἀμεληθῆναί τε καὶ τῷ χρόνῳ τελέως ἀπολέσθαι. καὶ μέντοι καὶ φθονεροί τινες ἤτοι κατακρύπτουσιν, ἢ τελέως ἀφανίζουσι τὰ τῶν πρεσβυτῶν βιβλία. τινὲς δ᾿ ὑπὲρ τοῦ λέγειν ὡς ἴδια τὰ ἐν αὐτοῖς γεγραμμένα πράττουσι ταὐτό. ἢ καὶ τί θαυμαστὸν ἀπολέσθαι τῶν ἀλλοκότους δόξας γραψάντων, ὅπου γε καὶ παρὰ τοῖς Ἀθηναίοις εὑρίσκονταί τινες εὐδοκίμως ἠγωνισμένοι κωμικοί τε καὶ τραγικοὶ ποιηταὶ δράμασιν οὐκέτι διασωζομένοις. ἵνα γὰρ παραλείπω τὰς ἄλλας ἁπάσας αἰτίας, δυοῖν δὲ μόνων τῶν ἔναγχος ἐν Ῥώμῃ γιγνομένων μνημονεύσω. πολλάκις μὲν ἐμπρησθέντες σηκοὶ, πολλάκις δὲ ἐν σεισμοῖς καταπεσόντες, ἢ κατ᾿ ἄλλην αἰτίαν, οὐκ ὀλίγων βιβλίων ἀπωλείας αἴτιοι γεγονέναι φαίνονται. κακῶς μὲν ὁ Καπίτων ἐτόλμησε μεταγράψαι τὴν παλαιὰν ῥῆσιν, οὐκοῦν οὐδὲ τοῦτο προσθεὶς, ὡς ἐνεδέχετο τὸν πρῶτον βιβλιογράφον ἁμαρτεῖν, ἀντ᾿ ἄλλου
    25
    γράψαντ᾿ ἄλλο. κακῶς δὲ καὶ τῶν ἐξηγητῶν ἔνιοι κατεψεύσαντο Ξενοφάνους, ὥσπερ καὶ Σαβῖνος, ὡδί πως γράψας αὐτοῖς ὀνόμασιν. οὔτε γὰρ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον, ὥσπερ Ἀναξιμένης, οὔτε ὕδωρ ὡς Θαλῆς, οὔτε γῆν ὡς ἔν τινι Ξενοφάνης. οὐδαμόθεν γὰρ εὑρίσκεται ὁ Ξενοφάνης ἀποφηνάμενος οὕτως. ἀλλὰ καὶ ὁ Σαβῖνος αὐτὸς εὔδηλός ἐστιν ἐκ τῶν αὐτοῦ καταψευδόμενος, οὐχ ὑπ᾿ ἀγνοίας ἐσφαλμένος, ἢ πάντως ἂν ὀνομαστὶ προσέγραψε τὸ βιβλίον ἐν ᾧ ταῦτα ἀπεφήνατο. νῦν δ᾿ οὕτως ἔγραψεν, οὔτε γῆν ὡς ἔν τινι Ξενοφάνης· καὶ Θεόφραστος δ᾿ ἂν ἐν ταῖς τῶν φυσικῶν δοξῶν ἐπιτομαῖς τὴν Ξενοφάνους δόξαν, εἴπερ οὕτως εἶχεν, ἐγεγράφει. καί σοι πάρεστιν εἰ χαίροις τῇ περὶ τούτων ἱστορίᾳ, τὰς τοῦ Θεοφράστου βίβλους ἀναγνῶναι, καθ᾿ ἃς τὴν ἐπιτομὴν ἐποιήσατο τῶν φυσικῶν δοξῶν. ὥσπερ γε πάλιν εἰ τὰς τῶν παλαιῶν ἰατρῶν δόξας ἐθέλοις ἱστορῆσαι, πάρεστί σοι τὰς τῆς ἰατρικῆς συναγωγῆς ἀναγνῶναι βίβλους, ἐπιγεγραμμένας μὲν Ἀριστοτέλει,
    26
    ὁμολογουμένας δὲ ὑπὸ τοῦ Μένωνος, ὃς ἦν μαθητὴς αὐτοῦ, γεγράφθαι, διὸ καὶ Μενώνεια προσαγορεύουσιν ἔνιοι ταυτὶ τὰ βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνος ἐπιμελῶς τὰ διασωζόμενα κατ᾿ αὐτὸ ἔτι τῶν παλαιῶν ἰατρῶν βιβλία, τὰς δόξας αὐτῶν ἐκεῖθεν ἀνελέξατο. τῶν δ᾿ ἤδη διεφθαρμένων παντάπασιν, ἢ σωζομένων μὲν, οὐ θεωρηθέντων δ᾿, αὐτῷ τὰς γνώμας οὐκ ἠδύνατο γράψαι. κατὰ ταῦτ᾿ οὖν τὰ βιβλία χολὴν ξανθὴν, ἢ μέλαιναν, ἢ φλέγμα στοιχεῖον ἀνθρώπου φύσεως οὐκ ἂν εὕροις οὐδ᾿ ὑφ᾿ ἑνὸς εἰρημένον. αἷμα δὲ καὶ τῶν μεθ᾿ Ἱπποκράτην φαίνονται πολλοὶ μόνον εἶναι νομίζοντες ἐν ἡμῖν, ὥστε καὶ τὴν πρώτην γένεσιν ἡμῶν ἐξ αὐτοῦ γίγνεσθαι, καὶ τὴν μετὰ ταῦτα κατὰ τὴν μήτραν αὔξησιν καὶ ἀποκυηθέντων τελείωσιν. ἀλλ᾿ ὅ γε Ἱπποκράτης ὀλίγον ὕστερον ἔγρα ψεν ὡς ὄντων τινῶν οἳ καὶ φλέγμα καὶ χολὴν ἐνόμιζον εἶναι τὸν ἄνθρωπον, οὐκ ἂν οὕτω γράψας, εἰ μή τινες ἦσαν ἤτοι κατ᾿ αὐτὸν, ἢ πρὸ αὐτοῦ δοξάζοντες οὕτως.

    27
    Δοκέουσι δέ μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα λέγοντες. γνώμῃ μὲν γὰρ τῇ αὐτέῃ πάντες χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτά. ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται. φασὶ γὰρ ἕν τε εἶναι ὅ τί ἐστι καὶ τοῦτ᾿ εἶναι ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ οὐνόματα οὐχ ὁμολογέουσι. λέγει δὲ αὐτέων ὁ μέν τις φάσκων ἠέρα τοῦτο εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν. καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωϋτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ γε ἐστὶν οὐδέν. ὅτι μὲν γὰρ τῇ αὐτέῃ γνώμῃ πάντες χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτὰ, δῆλον ὅτι οὐδὲ γινώσκουσι αὐτά. γνοίη δ᾿ ἂν τόδε τις μάλιστα, παραγενόμενος αὐτέοισιν ἀντιλέγουσι. πρὸς γὰρ ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτέων ἐναντίον ἀκροατέων, οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς ἄνθρωπος περιγίνεται ἐν τῷ λόγῳ, ἀλλὰ ποτὲ μὲν οὗτος ἐπικρατέει, ποτὲ δὲ οὗτος, ποτὲ δὲ ᾧ ἂν τύχῃ μάλιστα ἡ γλῶσσα ῥυεῖσα πρὸς τὸν ὄχλον. καίτοι δίκαιόν ἐστι
    28
    τὸν φάντα ὀρθῶς γινώσκειν περὶ τῶν πραγμάτων, παρέχειν ἀεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωϋτοῦ, εἴπερ ἐόντα γινώσκει καὶ ὀρθῶς ἀποφαίνεται. ἀλλὰ ἐμοί γε δοκέουσιν οἱ τοιοῦτοι ἄνθρωποι αὐτοὶ σφᾶς αὐτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτέων ὑπὸ ἀσυνεσίης, τὸν δὲ Μελίσσου λόγον ἐπανορθοῦν. περὶ μὲν οὖν τουτέων ἀρκέει μοι τὰ εἰρημένα.

    Ὡς πρὸς εἰδότας ἃ λέγουσιν οἱ στοιχεῖον ἓν ὑποτιθέμενοι, ποιεῖται τὸν λόγον. οἵ τε γὰρ τὸ πῦρ εἶναι στοιχεῖον λέγοντες ἐκ τούτου βούλονται τὰ ἄλλα γεννᾶσθαι. πυκνουμένου τε καὶ συναγομένου καὶ πιλουμένου, τῆς μὲν ὀλίγης αὐτοῦ πιλήσεως ἀέρα γεννώσης, τῆς πλείονος δὲ ὕδωρ, τῆς τελεωτάτης τε καὶ πλείστης γῆν. οἵ τε τὸ ὕδωρ, οἵ τε τὸν ἀέρα, κατὰ τὸν αὐτὸν λόγον ἐκ τοῦ πιλοῦσθαι καὶ χεῖσθαι τἄλλα γεννᾶσθαι λέγουσι. πιληθὲν μὲν γὰρ τὸ ὕδωρ γῆν γεννᾶσθαί φασι, χυθὲν δὲ ἀέρα. καθάπερ γε καὶ τὸν ἀέρα πιληθέντα μὲν ὕδωρ, χυθέντα δὲ πῦρ, ὥστ᾿ ἐκ

    29
    τῆς εἰς ἄλληλα μεταβολῆς τῶν τεττάρων ὁ λόγος ὁρμᾶται τῶν ἓν ὁτιοῦν ὑποτιθεμένων εἶναι στοιχεῖον. καὶ διὰ τοῦτο γνώμῃ μὲν αὐτῇ φησιν αὐτοὺς χρῆσθαι, λέγειν δ᾿ οὐ τὰ αὐτά. φανερῶς οὖν ἐν τούτῳ τῷ λόγῳ παντὶ τοῖς ἕν τι μόνον τῶν τεττάρων στοιχείων ἡγουμένοις εἶναι τὸν ἄνθρωπον ἀντιλέγει καί φησιν αὐτοὺς ἁμαρτάνειν. ὅτι γὰρ μηδὲν ἀποδεικνύουσιν, ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν. ἓν μὲν γὰρ τῶν τεττάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι. τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν, ἡγουμένου μὲν ἓν εἶναι καὶ αὐτοῦ τοῦτο, οὐ μὴν ἐκ τῶν τεττάρων γ᾿ ἕν τι τούτων, ἀέρος καὶ γῆς, ὕδατός τε καὶ πυρός. ἔοικε δὲ ὁ ἀνὴρ οὗτος ἐννοῆσαι μὲν εἶναί τινα οὐσίαν κοινὴν, ὑποβεβλημένην τοῖς τέτταρσι στοιχείοις, ἀγέννητόν τε καὶ ἄφθαρτον, ἣν οἱ μετ᾿ αὐτὸν ὕλην ἐκάλεσαν, οὐ μὴν διηρθρωμένως γε δυνηθῆναι τοῦτο δηλῶσαι. ταύτην δ᾿ οὖν αὐτὴν τὴν οὐσίαν ὀνομάζει τὸ ἓν καὶ τὸ πᾶν. ἀληθὴς δὲ οὐδ᾿ οὗτος ὁ λόγος ἐστίν. οὐ γὰρ ἕν τι μόνον ἐστὶν ἐκεῖνο τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀρχὴ, καθάπερ
    30
    ὑπέλαβεν ὁ Μέλισσος, ἀλλὰ πρὸς αὐτῷ ποιότητες τέτταρες, ψυχρότης ἄκρα καὶ ξηρότης καὶ θερμότης καὶ ὑγρότης. οὐ μὴν στοιχεῖά γε ταῦτ᾿ ἔστιν οὔτε τῶν ἄλλων οὔτ᾿ ἀνθρώπου φύσεως, ἀλλὰ ἀρχαί. συνεκέχυτο οὖν τοῦτο παρὰ τοῖς ἀρχαίοις. οὐδ᾿ εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς ἀρχῆς τε καὶ στοιχείου, διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου προσηγορίᾳ, κᾀπὶ τῶν ἀρχῶν. ἄλλα δὲ δύο πράγματά ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον ἐλάχιστον μόριον τοῦ ὅλου, τὸ δὲ ἕτερον, εἰς ὃ διέλῃ τις, κατ᾿ ἐπίνοιαν αὐτὸ τοῦτο ἐλάχιστον. αὐτὸ μὲν γὰρ τὸ πῦρ οὐχ οἷόν τε διελεῖν εἰς δύο σώματα καὶ δεῖξαι κεκραμένον ἐξ ἐκείνων, ὥσπερ οὐδὲ τὴν γῆν, ἢ τὸ ὕδωρ, ἢ τὸν ἀέρα. νοῆσαι μέντοι δυνατὸν ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντος τὴν οὐσίαν, ἑτέραν δὲ τὴν μεταβολὴν αὐτοῦ. οὐ γὰρ ταὐτό ἐστι τὸ μεταβάλλον σῶμα τῇ κατ᾿ αὐτὸ μεταβολῇ. τὸ μὲν γὰρ μεταβάλλον ἐστὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ αὐτοῦ κατὰ τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται. θερμότητος μὲν γὰρ ἄκρας ἐγγενομένης αὐτῷ, πυρὸς ἀποτελου-
    31
    μένου, καθάπερ γε καὶ ἀέρος, ὅταν ἄκραν ὑγρότητα δέξεται. κατὰ ταὐτὰ δὲ γῆς μὲν γιγνομένης, ἐπειδὰν ἐκεῖνο τὸ ὑποκείμενον, ἅπασαν κατὰ τὴν ἑαυτοῦ φύσιν ἄποιον ὕπαρχον εἰς ἑαυτὸ δέξηται ξηρότητα χωρὶς θερμότητος, ὕδατος δ᾿ ὅταν ὑγρότητα. περὶ μὲν γὰρ τοῦ πρώτου ψυχροῦ ζήτησις οὐ σμικρὰ γέγονεν, ἧς οὐκ ἔστι χρεία εἰς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα μηδὲν συντελούσης. τὸ γάρ τι χρήσιμόν ἐστιν ἐν τῷ ζητῆσαι, πότερον ἓν ἁπλοῦν ἐστι τὸ σῶμα τῶν ἀνθρώπων, ἢ σύνθετον ἐξ ἁπλῶν τεττάρων, ὡς ἥ τε τοῦ Πλάτωνος ἐδίδαξε ῥῆσις ἡμεῖς τε κατὰ τὴν θεραπευτικὴν μέθοδον ἐδιδάξαμεν εὐθὺς ἐν τοῖς πρώτοις αὐτῆς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται. νυνὶ δὲ ἀναμνήσομαι ὡς ἐν τῇ προκειμένῃ ῥήσει τὴν ἀντιλογίαν ἐποιήσατο πρὸς τοὺς ἕν τι τῶν τεττάρων εἶναι λέγοντας τὸν ἄνθρωπον, οὐ πρὸς τοὺς τέτταρα. βελτίων οὖν ἀνάγνωσις εἰκότως ἐλέγετο κατὰ τὴν πρώτην ῥῆσιν ἡ δασύνουσα κατὰ τὴν ἐκφώνησιν τὴν πρώτην συλλαβὴν τοῦ ἓν ἐόν. ὅτι γὰρ οὐχ ἕν ἐστιν, ἀλλὰ πλείω τὰ συντιθέντα τὴν
    32
    τοῦ ἀνθρώπου φύσιν, ἐπιδείκνυσιν ὁ Ἱπποκράτης. οὐ μὴν ὅτι γε μηδὲν ᾖ τῶν τεττάρων στοιχείων εἰλικρινὲς ἐν τῷ σώματι. τὴν ἀρχὴν γὰρ οὐδὲ λέγουσιν οἱ τῆς δόξης ταύτης ἡγεμόνες τοῦτο, ἓν δέ τι παρὰ τὰ τέτταρα, τὸ ἔξ αὐτῶν συγκείμενον ἀποφαίνονται, ὥς γε τὴν τετραφάρμακον δύναμιν οὔτε κηρὸν, οὔτε πίτταν, οὔτε στέαρ, ἀλλά τι παρὰ ταῦτα ἓν ἄλλο, ὃ ἐξ ἁπάντων κραθέντων γέγονεν. οὔσης δὲ πάλιν καὶ αὐτῆς τῆς δόξης διττῆς, ἔνιοι μὲν γὰρ τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι᾿ ὅλων ἀλλήλαις, ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας, ἔτι τε τούτων ἔμπροσθεν Ἐμπεδοκλῆς ἐξ ἀμεταβλήτων τῶν τεττάρων στοιχείων ἡγεῖτο γίγνεσθαι τὴν τῶν συνθέτων σωμάτων φύσιν, οὕτως ἀναμεμιγμένων ἀλλήλοις τῶν πρώτων, ὡς εἴ τις λειώσας ἀκριβῶς καὶ χνοώδη ποιήσας ἰὸς καὶ χαλκῖτιν καὶ καδμίαν καὶ μίσυ μίξειεν, ὡς μηδὲν ἐξ αὐτῶν δύνασθαι μεταχειρίσασθαι χωρὶς ἑτέρου.