De antidotis

Galen

Galen, De antidotis

[Τί ἐστιν ἡ ἀντίδοτος καὶ πόθεν τὴν γένεσιν ἔχει ἡ θηριακή.] Τὰς ἰωμένας τὰ πάθη δυνάμεις οὐκ ἔξωθεν ἐπιτιθεμένας, ἀλλ' εἴσω τοῦ σώματος λαμβανομένας ἀντιδότους ὀνομάζουσιν οἱ ἰατροὶ. τρεῖς δ' αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τινὲς μὲν γὰρ ἕνεκα τῶν θανασίμων προσφέρονται φαρμάκων, τινὲς δὲ τῶν ἰοβόλων ὀνομαζομένων θηρίων, τινὲς δὲ τοῖς ἐκ φαύλης διαίτης γιγνομένοις πάθεσιν ἀρήγουσιν. ἔνιαι δὲ τὰς τρεῖς ἐπαγγέλλονται χρείας, ὥσπερ καὶ ἡ θηριακὴ καλουμένη,

2
συντεθεῖσα μὲν ὑπὸ Ἀνδρομάχου τοῦ ἰατροῦ, παρωσαμένη δὲ τὴν Μιθριδάτειον ὀνομαζομένην, καὶ αὐτὴν ἀπὸ τοῦ συνθέντος αὐτὴν οὕτω κληθεῖσαν. ὁ γάρ τοι Μιθριδάτης οὗτος, ὥσπερ καὶ ὁ καθ' ἡμᾶς Ἄτταλος, ἔσπευσεν ἐμπειρίαν ἔχειν ἁπάντων σχεδὸν τῶν ἁπλῶν φαρμάκων, ὅσα τοῖς ὀλεθρίοις ἀντιτέτακται, πειράζων αὐτῶν τὰς δυνάμεις ἐπὶ πονηρῶν ἀνθρώπων, ὧν θάνατος κατέγνωστο. τινὰ μὲν οὖν αὐτῶν ἀνεῦρεν ἐπὶ φαλαγγίων ἰδίως ἁρμόζοντα, τινὰ δὲ ἐπὶ σκορπίων, ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν ἄλλα. καὶ ἐπὶ τῶν ἀναιρούντων φαρμάκων τὰ μὲν ἐπὶ ἀκονίτου, τὰ δὲ ἐπὶ λαγωοῦ τοῦ θαλαττίου, τὰ δ' ἐπ' ἄλλου τινὸς ἢ ἄλλου. πάντα δ' οὖν αὐτὰ μίξας ὁ Μιθριδάτης ἓν ἐποίησε φάρμακον, ἐλπίσας ἕξειν ἀρωγὸν ἐπὶ πᾶσι τοῖς ὀλεθρίοις. ὕστερον δὲ Ἀνδρόμαχος ὁ Νέρωνος ἀρχιατρὸς, ἔνια μὲν προσθεὶς, ἔνια δὲ ἀφελὼν, ἐποίησε τὴν θηριακὴν ὀνομαζομένην ἀντίδοτον, οὐκ ὀλίγην ἐχιδνῶν σάρκα μίξας τοῖς ἄλλοις, ἣν οὐκ εἶχεν ἡ Μιθριδάτειος. καὶ διὰ τοῦτο πρὸς
3
μὲν τὰ τῶν ἐχιδνῶν δήγματα καλλίων ἐστὶν ἡ θηριακὴ τῆς Μιθριδάτειος ὀνομαζομένης· πρὸς τὰ ἄλλα δὲ οὐδὲν ἥττων ἡ Μιθριδάτειος, ἀλλ' ἔστιν ἐφ' ὧν καὶ βελτίων. οὐ τὴν αὐτὴν δὲ δύναμιν ἔχουσιν ἐπιλαμβανόμεναι καὶ προλαμβανόμεναι τῶν ἀναιρούντων φαρμάκων. ὃ γὰρ αὔταρκες αὐτῶν ἐστι μέγεθος εἰς τὸ μηδὲν παθεῖν προληφθέντων, τοῦτο αὐξηθὲν εἰς τετραπλάσιον ἢ πενταπλάσιον ἐπιδιδόμενον ὀνίνησι, καὶ οὐχ ἅπαξ γε τῆς ἡμέρας, ἀλλὰ δίς. εἰ δέ τις ἤτοι καθ' ἑκάστην τὴν ἡμέραν, ὡς ὁ καθ' ἡμᾶς γενόμενος αὐτοκράτωρ Αὐρήλιος Ἀντωνῖνος ἢ ὡς αὐτὸς ὁ Μιθριδάτης, λαμβάνοι τοῦ φαρμάκου, παντάπασιν ἀβλαβὴς ὑπὸ τῶν θανασίμων τε καὶ δηλητηρίων φαρμάκων ὀνομαζομένων ἔσται, ὥσπερ φασὶ καὶ τὸν Μιθριδάτην αὐτὸν, ἡνίκα προείλετο δι' ὀλεθρίου φαρμάκου μᾶλλον ἀποθανεῖν, ἢ ὑπὸ Ῥωμαίοις γενέσθαι, μηδὲν εὑρεῖν ἀνελεῖν αὐτὸν δυνάμενον. τὰ μὲν οὖν κατὰ Μιθριδάτην ἀκούομεν· αὐτοὶ δ' ἡμεῖς ἴσμεν κατὰ τὸν Ἀντωνῖνον, ὃς τὸ μὲν πρῶτον εἰς ἀσφάλειαν ἑαυτοῦ κατασκευάζων ἑκάστης
4
ἡμέρας, ὅσον Αἰγυπτίου κυάμου μέγεθος ἐλάμβανεν, ἢ καταπίνων ἄνευ μίξεως ὕδατος ἢ οἴνου ἢ τοιούτου μιγνύς. ἐπεὶ δὲ συνέβαινεν αὐτῷ νυστάζειν καρωδῶς ἐν ταῖς ὁσημέραι πράξεσιν, ἀφεῖλε τὸν ὀπὸν τῆς μήκωνος. πάλιν οὖν αὐτὸν συνέβη διὰ τὸ πρόσθεν ἔθος, ὡς ἂν αὐτῷ τε φύσει ξηροτέρας ὄντι κράσεως, καὶ ξηραῖνον φάρμακον ἐκ πολλοῦ προσφερόμενον, τό γε πλεῖστον μέρος τῆς νυκτὸς ἄγρυπνον διατελεῖν, καὶ διὰ τοῦτο ἠναγκάσθη προσφέρεσθαι, καὶ τοῦ τὸν ὀπὸν ἔχοντος ἤδη πως κεχρονικότος. εἴρηται γάρ μοι πολλάκις ἤδη τὰ τοιαῦτα φάρμακα χρονίζοντα πραότερον ἴσχειν αὐτόν. ἦν δὲ τηνικαῦτα διὰ τὸν Γερμανικὸν πόλεμον ἐν τοῖς περὶ τὸν Ἴστρον χωρίοις, ἐμοῦ παραιτησαμένου τὴν ἀποδημίαν ἐκείνην. ἐπεὶ δὲ τὴν ὑπὸ Δημητρίου τοῦ ἀρχιατροῦ σκευαζομένην ἀντίδοτον ἐπῄνει, μετὰ θάνατον αὐτοῦ γράψας Εὐφράτει τῷ καθολικῷ, παρ' οὖ τὰ πρὸς τὴν σύνθεσιν ἐλάμβανεν ἁπλᾶ φάρμακα, δηλῶσαι τίς αὐτῷ παρῆν τῶν λαμβανόντων σύνταξιν αὐτοκρατορικὴν, καὶ πυθόμενος ἐμὲ διὰ παντὸς αὐτῷ κατὰ πάσας τὰς συνθέσεις
5
παραγεγονέναι, σκευάζεσθαι μὲν ἐκέλευσεν ὑπὸ ἐμοῦ τὴν ἀντίδοτον. ἀρεσθεὶς δὲ αὐτῇ μόνῃ, παραγενόμενος εἰς Ῥώμην, ἐπυνθάνετο κατὰ τίνα συμμετρίαν τῶν ἁπλῶν φαρμάκων σκευάζοιμι, κᾀγὼ τἀληθὲς αὐτῷ διῆλθον, ὡς οὐδὲν οὐδὲ τοὐλάχιστον, οὔτ' ἐνέλιπον, οὔτε προσέθηκα τῶν ἐμβαλλομένων ἐξ ἔθους παλαιοῦ τοῖς κατὰ τὴν αὐλὴν ἰατροῖς, ἐδήλωσά τε τὴν αἰτίαν, δι' ἣν ἀρέσκει μάλιστα αὐτῷ ἐμοὶ σκευασία, περὶ ἧς εἰπεῖν καὶ νῦν προθέμενος, ἐμνημόνευσα τῶν τότε πραχθέντων. ἅτε γὰρ ἑκάστης ἡμέρας λαμβάνων ὁ Ἀντωνῖνος ἅμα πολλῷ μέλιτι τοῦ φαρμάκου, ἀκριβέστατα διεγίνωσκε τήν τε κακίαν αὐτοῦ καὶ τὴν ἀρετήν.