De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Διὰ χυλῶν Δαμοκράτους ὑπὸ Μενεκράτους.]

  • Εἰπόντες οὖν ἔμπροσθε πῶς τὰ τραύματα
  • Δίχα φλεγμονῆς μένοντα κολληθήσεται,
  • Ἑξῆς ἐροῦμεν πῶς τὰ φλεγμαίνοντ’ ἄγαν
  • 997
  • Δυνατὸν θεραπεύειν φαρμάκοις ἔσται καλῶς.
  • Ὅταν μυὸς τρωθέντος ἢ νεύρων τινῶν
  • Ἤ καὶ νυγέντος ὑμένος ἐγγὺς ὀστέου,
  • Μετὰ τὴν τετάρτην ἡμέραν πυκνοὶ πόνοι
  • Καὶ φλεγμοναὶ, πυρετοί τε μετὰ συμπτωμάτων;
  • Πολλῆς ἀγρυπνίας, παρακοπῆς, δίψους σφοδροῦ,
  • Ξηρότητος γλώττης γένηται πρόσθεσις,
  • Καθ’ ἡμέραν ῥέποντα πρὸς τὰ χείρονα.
  • Ἰχὼρ τρυγώδης, λεπτὸς, ἐρυθρὰ τραύματα.
  • Τά τ’ ἐγγὺς αὐτῶν πάντ’ ἔχοντα σώματα
  • Ὀργὰς, διατάσεις, φλεγμονὰς, οἰδήματα,
  • Τότε μὴ κατάπλασσε ποικίλοις καταπλάσμασιν.
  • Ἔθος γάρ ἐστι τοῦτο ποιεῖν τοῖς νέοις,
  • Ἱν ἐκφυγόντες τὰς ἀκμὰς τῶν φλεγμονῶν
  • Τοῖς συκοφάνταις μὴ παρέχωσιν αἰτίαν.
  • Δεῖ δὲ τὸν ἔχοντα τῆς ἰδίας πίστιν τριβῆς
  • Καὶ συγκαταβαίνειν τοῖς νοσοῦσ’ εἰς τοὺς φόβους,
  • Μὴ περιμένοντα τὴν τύχην καὶ τὴν φύσιν.
  • 998
  • Σκεύαζε τοίνυν πρὸς ἃ προείρηται πάθη
  • Καὶ τοῖς ποδαγρικοῖς ἁρμόζον τὸ φάρμακον,
  • Ἐν παντὶ καιρῷ τοῖς νοσοῦσ’ ἐπικείμενον,
  • Τοῖς γὰρ διαλείμμασιν μὲν εὐκινησίαν
  • Παρέχον ἑτοίμην. καὶ τὸ μὴ πώροις ταχὺ
  • Πυκναῖς τ’ ἐπιβολαῖς παρενοχλεῖσθαι ῥᾳδίως.
  • Ἐν ταῖς καταρχαῖς δ’ οὐκ ἐῶν μεγέθη λαβεῖν,
  • Ἐν ἀκμαῖς δὲ τὰς παρακμὰς ποιοῦν ταχὺ,
  • Ἄν μὴ μεταβαίνῃ ῥᾳδίως τις ἐφ’ ἕτερα.
  • Τὸ δὲ φάρμακον σκεύαζε τοῦτον τὸν τρόπον,
  • Λιθαργύρου μὲν λειοτάτου, χρυσίτιδος
  • Λίτρας β΄. βαλὼν, τέσσαρας δ’ ἀξυγγίου
  • Ἄγαν παλαιοῦ, μίαν δὲ καὶ μιᾶς λίτρας
  • Τρίτον ἐλαίου πολυετοῦς καὶ παχυτάτου
  • Καὶ μὴ δυσώδους, μὴ μέλανος, μὴ τραχέος,
  • Οὕτω γὰρ ἔσται δραστικὸν τὸ φάρμακον.
  • Τήξας δ’ ἐπιμελῶς ἐν λοπάδι τἀξούγγιον,
  • Ἔπαιρ’ ἀπ’ αὐτοῦ τοὺς ὑμένας καὶ τοὺς ἅλας,
  • 999
  • Ἠθμῷ διηθῶν εἰς ἑτέραν μείζω χύτραν,
  • Καὶ προσβαλὼν ἔλαιον ἀνάζεσον πάλιν,
  • Μὴ πᾶν δ’ ἔλαιον, ἀλλὰ τὰ δύ’ αὐτοῦ μέρη,
  • Τὸ τρίτον δ’ ὑπολιπὼν, ἔχ’ ἐν ἑτοίμῳ κείμενον,
  • Ἄν ἐπειχθῇς προσβάλλειν, ἵν’ ᾖ σοι παρόν.
  • Ἔσται δὲ χρεία πάντως ἐν χειμῶνί γε,
  • Ὅταν ᾖ γεγονὸς τῷ μακρῷ χρόνῳ παχὺ
  • Τὸ βαλλόμενον ἔλαιον εἰς τὸ φάρμακον,
  • Λιθάργυρόν τε τῶν ζεόντων κατάπασσε,
  • Ἕψε ἐπὶ μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
  • Κινῶν σπάθῃ, βέλτιον ἂν ᾖ τῇ πευκίνῃ.
  • Ὅταν δὲ ἐπὶ χρόνον μέτριον ἑψούμενον
  • Τὸ φάρμακον λάβῃ μὲν ἐμπλάστρου πάχος,
  • Λάβῃ δ’ ὁμοίως δυσωδίαν φαρμάκου,
  • Ἔπαιρε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
  • Ποιῶν μὲν βραχὺ σκληροτέραν ἐν τῷ θέρει,
  • Μαλακὴν δὲ τῷ χειμῶν’, ἀμόλυντον δ’ ὅμως,
  • Κίνει δ’ ὁμοίως ἕως μετρίως ὑποψυγῇ,
  • 1000
  • Εἶτα πάλιν χερσὶ σκληροτέραις πρόσπασσε πᾶν
  • Μαλαχθὲν, οὕτως μεταφέρειν ἐκ τῆς χύτρας.
  • Ὅταν δ’ ᾖ χρεία, πάλιν μαλάττειν εὐτόνως,
  • Μαλακῷ τ’ ἐπιμελῶς ἐμπλάσαντας δέρματι,
  • Οὕτως ἐπιβάλλειν εὐμεγέθη τὰ σπλήνια.
  • Ταύτην δὲ τὴν ἔμπλαστρον εἰ βούλει ποτὲ
  • Μᾶλλον ποιεῖν πρὸς νεῦρα παχέα καὶ μύας
  • Σκληρούς τε μασθοὺς, ἄρθρα τ’ ἐξῳδηκότα,
  • Μαλάχης ἀγρίας τῶν ῥιζῶν λίτραν βαλὼν
  • Καθαρῶν τε, προσφάτων τε καὶ συντεμὼν
  • Εἰς δακτυλιδίους, τῷ τε μήκει καὶ πάχει
  • Τόμους ἐπίβαλλε τοῖς ζέουσ’ ἐν τῇ χύτρᾳ.
  • Ὅταν δὲ πᾶσαν ἀνθρακωθέντ’ ἀποβάλῃ
  • Τὴν ἰκμάδα καὶ τὴν δύναμιν τὸ φάρμακον,
  • Ἔπαρον ἠθμῷ τῆς μαλάχης τὰ ῥίζια,
  • Λείαν δ’ ἐπιπάσας τὴν λιθάργυρον, τότε
  • Ἕψησον, ὡς προεῖπον πρόσθεν, καὶ πάλιν
  • Ἀπόθου θ’ ὁμοίως καὶ τὸν αὐτὸν χρῶ τρόπον.
  • 1001
  • Τοῦτο δὲ ἑκατέρας φησὶ τὰς ἀρετὰς ἔχειν
  • Ὁ πρῶτος εὑρὼν Μενεκράτης τὸ φάρμακον,
  • Ἀνὴρ κράτιστος, ἑκτικὸς πρὸς τὴν τέχνην.
  • Καὶ γὰρ φυλάττει τὰ νεότρωτα τραύματα
  • Δίχα φλεγμονῆς, κολλᾷν τε τὰ διῃρημένα
  • Ἔπεισεν ἡμᾶς καὶ τὰ φλεγμαίνοντ’ ἄγαν
  • Ἕλκη θεραπεύειν, τούς τε τρωθέντας μύας,
  • Δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων
  • Καταπλασμάτων, σπόγγων τε καὶ τῶν ἐμβροχῶν.
  • Ποιεῖ δὲ πάνθ’ ὅσ’ ἔμπροσθεν εἶπον ποιεῖν
  • Τὴν διὰ λιθαργύρου τε καὶ ἀξουγγίου.
  • Εἶναι δ’ ἄριστον πεσσὸν ἐν κεχρονισμέναις,
  • Ἐν προσφάτοις τε φλεγμοναῖς τῆς ὑστέρας,
  • Ἕλκη τε πληροῦν κοῖλα, ῥοδίνῳ μύρῳ
  • Διεθεῖσα ἢ καλῷ γε μυρσίνῳ ἀπουλοῦν.
  • Καθόλου τε πᾶν κατάπλασμα καὶ φάρμακον
  • Ἔξωθεν ἐπ’ αὐτῶν φήσ’ ἐπιῤῥιπτούμενον,
  • Περισσὸν εἶναι τοῖς τε ταύτῃ χρωμένοις.
  • 1002
  • Ἔστι δ’ ἀναγραφῆς ἄξιον τὸ φάρμακον.
  • Ἤδη δὲ πιστόν ἐστι καὶ τοῖς βασκάνοις,
  • Λέγει δὲ ποιεῖν αὐτὸ τοῦτον τὸν τρόπον.
  • Ἑπτὰ μὲν ἐλαίου τοῦ θέρους λίτρας σταθμῷ.
  • Ἐν ἄλλῳ εὗρον ἥμισυ τοῦ ἐλαίου
  • Τοῦ λιπαροῦ καὶ προσφάτου ἀξουγγίου.
  • Ἐννέα δὲ τοῦ χειμῶνος, ὥς φησιν, βάλεις,
  • Ἓξ δὲ μόνον λειοτάτης λιθαργύρου.
  • Ξέστου δ’ ἔφασκε τήλεως μέρος ἥμισυ.
  • Ταὐτὸν λινοσπέρμου τε τοῦ κεκαυμένου.
  • Μαλάχης τ’ ἀγρίας ἔλεγε γ΄. λίτρας σταθμῷ,
  • Ῥίζης ἐχούσης χυλὸν ἔτι τὸν πρόσφατον,
  • Ἕψειν δι’ ὕδατος μὲν ξέστας η΄. μέτρῳ,
  • Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
  • Ῥίζης βάλλοντα τῆς μαλάχης κεκαθαρμένης,
  • Τετμημένης, λεπτῆς τε καὶ τεθλασμένης,
  • Τῆλιν πεπλυμένην, τό τε λινόσπερμον καλῶς.
  • Ὅταν δὲ χυλωθῇ τε καὶ πάχος λάβῃ,
  • 1003
  • Δι’ ὀθονίου τὸν χυλὸν ἀποθλίψας ἔχε,
  • Στήσας δὲ τὰς δ΄. λίτρας σταθμῷ
  • Μιγνὺς τ’ ἔλαιον, πᾶν ἕψει ἐπ’ ἀνθράκων.
  • Ὅταν δὲ λεπταὶ πομφόλυγες ἐκ μειζόνων
  • Πυκναί τ’ ἐπαναστῶσι τοῖς ἐν τῇ χύτρᾳ
  • Πρόσπασσε λείαν τὴν λιθάργυρον, τότε
  • Ἕψε τε μαλακῷ καὶ διηνεκεῖ πυρὶ,
  • Ἕως ὅ τε χυλὸς τῷ λίπει συνεκφρυγεὶς,
  • Τὸ φάρμακον ἔμπλαστρος ἔσται μηλίνη,
  • Εὔχρους, ἀμόλυντος, ἀλλὰ μὴ σκληρὰ πάνυ.
  • Ταύτην ἐφευρὼν τοῖς παλαιοῖς φαρμάκοις,
  • Ἔλεγε διὰ χυλῶν εὐλόγως τὸ φάρμακον.
  • Ἄλλο.

  • Καὶ τοῦτο δέ ἐστιν ὁμογενὲς τὸ φάρμακον,
  • Εἰ καὶ δι’ ἑτέρων μιγμάτων σκευάζεται.
  • Ποιεῖ γὰρ ἀμέλει πρὸς ἃ προεῖπον, πάνθ’ ἁπλῶς
  • Τά τ’ ὠμὰ καὶ δύσπεπτα καὶ δυσμετάβολα,
  • 1004
  • Τὰ κατὰ μυῶν ὑμένων τε μεγάλα τραύματα.
  • Λύει γὰρ αὐτῶν τὰς ὠτειλὰς ῥᾳδίως
  • Ἀρθριτικοῖς τε πᾶσ’ ἐπιῤῥιπτούμενον,
  • Παρηγορήσει τοὺς κεχρονισμένους τόπους.
  • Ἔχει δὲ πίσσης ξηροτάτης λίτρας β΄.
  • Καθαροῦ τε κηροῦ Ποντικοῦ λίτρας β΄.
  • Πάλιν τερμινθίνης τε καὶ τῆς καθύγρου
  • Λίτρας β΄. μάννης λιβάνου τ’ ἀδόλου λίτραν
  • Ἥμισυ δὲ λίτρας ἤ τι βραχυῤῥεπέστερον
  • Λευκοῦ, λιπαροῦ μάλιστα, βουτύρου νέου.
  • Τὰ μὲν ἄλλ’ ἐπὶ πολὺ τῆκε καὶ λάβρῳ πυρὶ
  • Συνεχῶς, ἐπιβλέπων ἢν ἀμόλυντον τυγχάνῃ
  • Τὸ φάρμακον τριβόμενον ὑπὸ τῶν δακτύλων.
  • Οὗ περ γινομένου, βαστάσας ἀπὸ τοῦ πυρὸς,
  • Τοῖς τηκομένοις τὴν μάνναν οὕτω κατάπασον,
  • Κινῶν ἐπὶ πολὺ τῇ σπάθῃ τὸ φάρμακον.
  • Οὕτω ψυγέν τε καὶ μαλαχθὲν, ἀποτίθου
  • 1005
  • Ῥόδινόν τε ταύτῃ τῇ δυνάμει τὸ πρόσφατον
  • Πολὺ καταμίξας, χρήσῃ καὶ πρὸς κοῖλ’ ἄγαν
  • Ἄσαρκά θ’ ἕλκη καὶ τενόντων φλεγμονὰς
  • Δυσμεταβόλως τ’ ἔχοντα πρὸς λευκὸν πύον.
  • [Περὶ ἀκόπων.] Τὴν τῶν ἀκόπων φαρμάκων ἐπαγγελίαν ἐνδείκνυται καὶ αὐτὸ τοὔνομα αὐτῶν. κόπους δ’ ὀνομάζουσιν οἱ ἄνθρωποι τὰς ἐκ τῶν πολλῶν ἢ σφοδρῶν κινήσεων γιγνομένας διαθέσεις τοῖς σώμασιν, ἤτοι γ’ ὅλοις ἢ κατὰ τὰ μᾶλλον πονήσαντα μόρια. λυπηραὶ δ’ εἰσὶν αἱ διαθέσεις αὗται, μάλιστα μὲν τοῖς κινουμένοις, ἤδη δὲ καὶ τοῖς ἡσυχάζουσιν, ὅσαι σφοδρότεραι. ὕστερον δὲ καὶ τοῖς ἰατροῖς εἰθίσθη, κᾂν μὴν πρὸς κόπους ᾖ τὸ φάρμακον ὑπ’ αὐτῶν συγκείμενον, ἀλλ’ ἤτοι πρὸς ὀδύνην χρονίζουσαν ἐν τῷ βάθει τοῦ σώματος ἢ δυσκινησίαν ἢ δυσαισθησίαν ἢ σκληρότητα μορίου ἢ τάσιν ἢ ὄγκον σκιῤῥώδη καλεῖν ὁμοίως, ἄκοπα καὶ τὰ τοιαῦτα πάντα, μόνον ἐὰν ἔχῃ τὴν καθ’ ὑγρότητα σύστασιν ὁμοίαν τοῖς ἀκόποις, ἥτις ἐστὶ παραπλησία

    1006
    ταῖς ὑγραῖς κηρωταῖς, ὁποίαις κᾀπὶ τῶν ἐξαρθρημάτων τε καὶ καταγμάτων χρώμεθα. τῆς γὰρ τοιαύτης συστάσεως ὑγρότατον μέν ἐστι τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν κηρέλαιον. ἐφεξῆς δ’ αὐτοῦ τὰ ἄκοπα χρίσματα καὶ μετὰ ταῦτα παχυτέραν ἔχουσα σύστασιν ἡ τῶν ὑγρῶν κηρωτὴ, εἶθ’ ἡ τῶν ἁπαλῶν τε καὶ μαλακῶν ὀνομαζομένων. ὑστάτη δὲ ἡ τῶν ἀμολύντων, ὁμοία τῇ τῶν καλουμένων ἰδίως ἐπιθεμάτων· οἷς ἐφεξῆς ἐστιν ἡ τῶν ἐμπλάστρων σύστασις, ἐχουσῶν καὶ τούτων αὐτῶν, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον οὐ μικρὰν διαφορὰν, ὥστ’ ἔνιοι τῶν ἰατρῶν, κηρωτομαλάγματά τινα προσηγόρευσαν, ἀπὸ τῆς συστάσεως μόνης οὕτως ὀνομάσαντες, ὅσα τῶν ἐπιτιθεμένων φαρμάκων οὐκέτι μέν ἐστιν ὑγρὰ, σκληρὰ δὲ εἰς τοσοῦτον οὐδέπω, καθάπερ αἱ ἔμπλαστροι. οὐσῶν οὖν ἁπασῶν τῶν εἰρημένων διαφορῶν δηλωτικῶν οὐ τῆς δυνάμεως τῶν φαρμάκων, ἀλλὰ τῆς κατὰ τὴν σύστασιν ἰδέας· τῶν ἀκόπων προσηγορία, πάλαι μὲν ἐσήμανε τὴν δύναμιν τῶν φαρμάκων, ὕστερον δὲ τὴν σύστασιν. καὶ διὰ τοῦτο ἠναγκάσθησαν ἅμα διορισμοῖς ὀνομάζειν αὐτὰ,
    1007
    τουτὶ μὲν ἄκοπον, χαλαστικὸν, τουτὶ δὲ μαλακτικὸν ἢ θερμαντικὸν ἢ ἀνώδυνον ἢ μετασυγκριτικὸν προσαγορεύσαντες, ὥσπερ γε καὶ πρὸς τόδε τι πάθος ἁρμόττειν, οἷον ἰσχιάδα, παράλυσιν, πλευρῶν ὀδύνην ἢ κοινῇ πρὸς ἁπάσας ὀδύνας. αὐτοφυὲς μὲν οὖν ἐστι φάρμακον ἁπλοῦν, ἀρωγὸν ἅπασι κόποις τὸ ἔλαιον, ὃ καὶ χωρὶς προσθήκης ὀνομάζομεν, ἐπειδὴ καὶ μόνον ἦν τοῖς παλαιοῖς χρόνοις, ὕστερον δὲ τό τε κίκινον ἔλαιον αὐτῷ προσετέθη παρά γε ὑμῖν. ἐν Αἰγύπτῳ γὰρ καὶ τοῦτο παλαιὸν ἦν καὶ μετὰ τὸ κίκινον αὖθις ἄλλα, τό τε ῥαφάνινον καὶ τὸ σινάπινον καὶ τὸ σησάμινον, ἕτερά τε τοιαῦτα, καθάπερ καὶ παρ’ ἡμῖν κρίνινόν τε καὶ μαστίχινον καὶ σχίνινον, ὅσα τε τούτων ποικιλώτερα μέχρι καὶ τῶν μύρων. εὔδηλον οὖν ὅτι τὰ παρὰ τοῖς παλαιοῖς ἄκοπα καλούμενα φάρμακα, πάνθ’ ὑγρὰ ταῖς συστάσεσιν ἀναγκαῖον εἶναι, τοὺς μὲν ἐπιπολῆς κόπους ἐλαίου μόνου θεραπεύοντος, τοὺς δὲ καὶ διὰ βάθους καὶ σφοδροτέρους, μετά τινος τῶν ἐμβαλλομένων αὐτῷ χαλαστικῶν φαρμάκων, θερμαίνειν συμμέτρως πεφυκότων, ὥσπερ ἡ χαλβάνη τε καὶ ἡ ῥητίνη
    1008
    τερμινθίνη καὶ πρὸς αὐτῇ κολοφωνία τέ τις ὀνομαζομένη καὶ φρυκτή. θερμότεραι δὲ τούτων ἐλατίνη τέ ἐστι καὶ στροβιλίνη, βραχὺ δὲ τῆς τερμινθίνης ἡ λάριξ ὑπάρχει θερμοτέρα. μίγνυται δὲ τὰ τοιαῦτα πάντα χαλαστικοῖς ἐλαίοις, ὁποῖόν ἐστι τὸ Σαβῖνον, ἐπεμβαλλομένου ποτὲ καὶ κηροῦ. χρίσμα δὲ ἄκοπόν ἐστιν ἐπὶ τῶν ἤδη διὰ βάθους ἀλγούντων καὶ τὸ διὰ τοῦ σπέρματος τῆς ἐλάτης, χαμαιμήλου τε καὶ ἀνήθου καὶ ἄνθους αἰγείρου περὶ ὧν ἐφεξῆς ἐροῦμεν ὅπως σκευάζεται. καὶ τὸ σούσινον δὲ καὶ τὸ γλεύκινον καὶ τὸ κομμαγηνὸν ἐκ τῶν ἀκόπων χρισμάτων ἐστὶν, ὅσα τε διὰ πιμελῆς καὶ στέατος συντίθεται μετριώτατα μὲν χαλῶντος τοῦ ὑείου, μᾶλλον δὲ τούτων τὸ ἀλεκτορίδων καὶ τούτου μᾶλλον ἔτι τὸ χήνειον. ἰσχυρότερον δὲ στέαρ ἐστὶν ὡς θερμαίνειν σφοδρότερον ἤδη καὶ διὰ τοῦτο καὶ διαφορεῖν ἱκανῶς τὸ λεόντειόν τε καὶ παρδάλειον. ἐν δὲ τῷ μέσῳ τούτων ἐστὶ καὶ βοείου τε καὶ αἰγείου τὸ τῶν ἀλωπέκων τε καὶ τῆς ὑαίνης. ταῦτα μὲν οὖν ἅπαντα κατὰ γένος ἐστὶ τῶν κυρίως ὀνομαζομένων ἀκόπων, ἀλλήλων διαφέροντα τῷ μᾶλλόν τε καὶ ἧττον θερμαίνειν, ὥστ’ ἔνια καὶ τὸ γένος
    1009
    ὅλον ἐκπεπτωκέναι δόξει τῶν ἀκόπων χρισμάτων, ἐπὶ τῶν μαλακῶν σωμάτων ἐξεταζόμενα, καίτοι τοῖς σκληροτέροις, ὁποῖα τὰ τῶν ἀγροίκων ἐστιν, ὠφελιμώτατα φαινόμενα. λέλεκται γὰρ καὶ πολλάκις, ὡς τὰ σκληρὰ σώματα τῶν ἰσχυροτέρων ἀνέχεται φαρμάκων. ὅσα δὲ μαλακὰ καὶ ὑγρὰ, καθάπερ τὰ τῶν παίδων καὶ γυναικῶν καὶ εὐνούχων, οὐ φέρει τὴν τῶν τοιούτων φαρμάκων δύναμιν. εὔδηλον δ’ ὅτι καὶ τὰ μυράκοπα καλούμενα τῶν ἀκόπων μιγνυμένων τοῖς μύροις γίγνεται, μηδέν τι βελτίω τῶν ἄλλων ὄντα, πλὴν κατὰ τὴν εὐωδίαν. ὥσπερ οὖν εἴωθα τοῖς πρεσβυτέροις διὰ μακρᾶς πείρας βεβασανισμένα γράφειν, οὕτω καὶ νῦν πράξω τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ποιησάμενος.

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ δ΄. τῶν ἐκτὸς, ἄκοπά τε καὶ μυράκοπα.] Ἄκοπα πρὸς τὰς ἐκ κόπων ἀηδίας ποιεῖ καὶ νευρικαῖς συμπαθείαις. ἐχρήσατο δὲ Θεμίσων. τὸ φάρμακόν ἐστι σφόδρα καλόν. ♃ σαμψύχου ξέστην α΄. λιβανωτίδος ξέστην α΄. τήλεως ξέστην α΄. καρδαμώμου

    1010
    ξέστου ἥμισυ, βράθυος ξέστου ἥμισυ, οἴνου γλυκάζοντος ξέστας γ΄. ἐλαίου Βεναφράνου λίτρας γ΄. κηροῦ λίτρας β΄. τὰ ξηρὰ βαλὼν εἰς τὸν οἶνον ἔα βρέχεσθαι ἐπὶ γ΄. ἡμέρας, τῇ δ’ ἐπιούσῃ βαλὼν τὸ ἔλαιον καὶ κινήσας ἐπιμελῶς καὶ θεὶς ἐπ’ ἀνθράκων, ἕψε κινῶν. καὶ ὅταν συνεχῶς ἀναβράσῃ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τὸν κηρὸν κατακνήσας καὶ εἰς τοῦτο ἐπιβαλὼν καὶ πάλιν ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕψε. καὶ ὅταν τακῇ ὁ κηρὸς, ἄρας ἀπὸ τοῦ πυρὸς, ἔα ψυγῆναι, καὶ ἀναψύξας ἀπόθου εἰς ἄγγος ὑέλινον ἢ κασσιτέρινον καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ καὶ ἀνιεμένῳ ἑνὶ τῶν μύρων. ἄλλο. ♃ σαμψύχου ξέστην α΄. λιβανωτίδος ξέστην α΄. τήλεως ξέστην α΄. δάφνης ἀκρεμόνων λίτρας ἓξ, σχοίνου ὄνθους γο γ΄. οἴνου παλαιοῦ ξέστας γ΄. ἐλαίου γλυκέος ξέστας γ΄. σικύου ἀγρίου τῆς ῥίζης, νάρδου Κελτικῆς ἀνὰ λίτρας ἥμισυ, κηροῦ λίτρας γ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ παρέτοις, τρομώδεσι καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἐχρήσατό γε Μήνιος Ῥοῦφος. ποιεῖ ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς,
    1011
    ὥστε τῆς ὅλης ἀπαλλάττειν διαθέσεως. ἡ χρῆσις ἐν διαλείμμασιν. ἐν δὲ τοῖς παροξυσμοῖς ἀνιεμένῳ χρώμεθα τῷ φαρμάκῳ. ♃ σαμψύχου ξε. β΄. τήλεως ξε. α΄. λιβανωτίδος ξε. α΄ S". μελιλώτου ξέστην α΄. Ἰλλυρικῆς λίτραν α΄. κυπέρου λίτραν α΄. βράθυος λίτραν α΄. κάγχρυος λίτραν α΄. καρδαμώμου ἡμίλιτρον, σχοίνου ἄνθους ἡμίλιτρον, κασσίας ἡμίλιτρον, ἀβροτόνου ἡμίλιτρον, μύρτων καρποῦ ἡμίλιτρον, δάφνης καρποῦ ἡμίλιτρον. πάντα θλάσας καὶ βαλὼν εἰς ἄγγος διπλοῦν μυρεψικὸν, ἐπίβαλλε οἴνου τμωλίτου ξε. η΄. ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γ΄. εἶτ’ ἐπίβαλλε ἐλαίου Σαβίνου λίτρας ιστ΄. ἰρίνου λίτραν α΄. σχινίνου λίτραν α΄. Συριακοῦ λίτραν α΄. γλευκίνου λίτραν α΄. μυρσίνου λίτραν α΄. δαφνίνου λίτραν α΄. καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας τῶν ἡψημένων, ἐξέρα εἰς ἕτερον ἀγγεῖον καὶ πάλιν ἕψε, χωρὶς τῶν ἀφεψημένων, ἐπιβαλὼν κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος λίτραν α΄. σμύρνης στακτῆς ἀνὰ λίτραν α΄. τακέντων δὲ τούτων, χρῶ καθὰ προείρηται. ἄλλο. ♃ σαμψύχου λίτρας β΄. τήλεως ξε. β΄. λιβανωτίδος ξε. β΄. βράθυος
    1012
    λίτρας β΄. ξε. β΄. μελιλώτου λίτρας β΄. κυπέρου λίτραν α΄. ἴρεως Μακεδονικῆς λίτραν α΄. κάγχρυος λίτραν α΄. καρδαμώμου λίτραν α΄. καλάμου ἀρωματικοῦ ἡμίλιτρον, σχοίνου ἄνθους ἡμίλιτρον, κασσίας σύριγγος, κόστου, ἐλελισφάκου ἀνὰ ἡμίλιτρον, δαφνίδων ἡμίλιτρον, σικύου ἀγρίου τῆς ῥίζης ἡμίλιτρον, μυρσίνης ἀκρεμόνων ἡμίλιτρον, οἴνου Τμωλίτου εὐώδους ξέστας η΄. ἐλαίου Σαβίνου λίτρας κδ΄. ἰρίνου λίτραν α΄, κυπρίνου λίτραν α΄. σχινίνου λίτραν α΄. γλευκίνου κι. α΄. μυρσίνου λι. α΄. ἀμμωνιακοῦ ἢ ἀμαρακίνου λίτραν α΄. ἡδυχρόου λίτραν α΄. μαλαβαθρίνου λίτραν α΄. σμύρνης στακτῆς λίτραν α΄. ὀποβαλσάμου λίτραν α΄. κηροῦ λίτρας ιε΄. τὰ ξηρὰ βρέχεται, καθάπερ προείρηται ἐπὶ ἡμέρας τρεῖς καὶ τούτοις ἐπιβάλλεται τὸ ἔλαιον καὶ τὰ πολλὰ τῶν μύρων. τὸ δὲ μαλαβάθρινον καὶ ἀμαράκινον καὶ ἡδύχροον καὶ ἡ στακτὴ καὶ τὸ ὀποβάλσαμον ἔσχατα φυλάττεται, ὥστε κατὰ τὴν τοῦ φαρμάκου σκευασίαν, ἤδη τοῦ κηροῦ τακέντος, ταῦτα ἐπιβάλλεσθαι. πῶς δὲ χρὴ σκευάζειν καὶ τίνι τρόπῳ χρηστέον τῷ φαρμάκῳ ἤδη δεδήλωται. ἄκοπον τὸ διὰ τοῦ μέλιτος
    1013
    ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς κοπώδεις ἀηδίας καὶ τὰς τῶν νεύρων συνολκάς. ποιεῖ ὀπισθοτονικοῖς, κυνικῶς σπωμένοις, λέγεται τετράμυρον. ♃ μέλιτος γο γ΄. ἰρίνου γο γ΄. ῥοδίνου γο γ΄. κυπρίνου γο γ΄. γλευκίνου γο γ΄. κηροῦ γο γ΄. τερμινθίνης γο γ΄. ἕψε χωρὶς τὸ μέλι. τὰ δὲ τηκτὰ τῆκε καὶ βαλὼν εἰς θυείαν ἀνάκοπτε ὁμοῦ πάντα καὶ λεάνας ἀνελόμενος χρῶ. ἄλλο. ♃ κυπρίνου, ἰρίνου, ῥοδίνου, γλευκίνου, ἑκάστου κοτύλας στ΄. κηροῦ δραχ. κδ΄. τερμινθίνης δραχ. η΄. μέλιτος δραχ. στ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο καλεῖται ληξοπύρετον. ♃ ῥοδίνου κοτύλας δ΄. ἰρίνου δ΄. γλευκίνου δ΄. κυπρίνου κοτύλας δ΄. κηροῦ δραχ. ιβ΄. τερμινθίνης δραχ. ιδ΄. σμύρνης στακτῆς δραχ. δ΄. μέλιτος ἑφθοῦ δραχ. ιστ΄. σκεύαζε καθὰ προείρηται, ἄλλο ἐκ τῶν Ἀφροδισέως. ♃ ῥοδίνου κοτύλας δ΄. ἰρίνου κοτύλας δ΄. κυπρίνου κοτύλας δ΄. κηροῦ δραχ. ιβ΄. γλευκίνου κοτύλας δ΄. στέατος χηνείου δραχ. ιβ΄. τερμινθίνης δραχ. δ΄; στακτῆς δραχ. δ΄. ὀποβαλσάμου δραχ. β΄. μέλιτος ἑφθοῦ δραχ. η΄. σκεύαζε κατὰ τρόπον. ἄλλο ἄκοπον δυσῶδες λεγόμενον πρὸς
    1014
    τὰς διαθέσεις τὰς προειρημένας. ♃ κηροῦ δραχ. η΄. τερμινθίνης δραχ. η΄. χαλβάνης δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. μυελοῦ ἐλαφείου δραχ. η΄. σκεύαζε κατὰ τρόπον καὶ χρῶ καὶ ἀκράτῳ καὶ ἀνιεμένῳ. ἄλλο πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ♃ ῥητίνης τερμινθίνης δραχ. νστ΄. κηροῦ δραχ. κη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. λβ΄. χαλβάνης δραχ. λβ΄. μυελοῦ ἐλαφείου δραχ. κδ΄. μέλιτος ἑφθοῦ δραχ. κδ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ἀμμωνιακὸν ὄξει διαλύεται. ἄλλο. ♃ κηροῦ δραχ. κδ΄. τερμινθίνης δραχ. κδ΄. χαλβάνης δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. μυελοῦ ἐλαφείου δραχ. η΄. στύρακος δραχ. ιστ΄. σκεύαζε κατὰ τρόπον. ἄλλο. ♃ κηροῦ δραχ. κδ΄ ἢ κη΄. τερμινθίνης δραχ. ιστ΄. χαλβάνης δραχ. στ΄. στύρακος δραχ. η΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. μέλιτος κο. α΄ S". μυελοῦ ἐλαφείου δραχ. η΄. ἁλὸς ἄνθους ὅσον ἐξαρκεῖ, ὄξει τὸ ἀμμωνιακὸν διάλυε. ἄλλο ἰσχιαδικοῖς, ὀπισθοτονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ♃ κηροῦ γο στ΄. τερμινθίνης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. ὀποπάνακος
    1015
    γο β΄. χαλβάνης γο β΄. μυελοῦ ἐλαφείου γο β΄. μυελοῦ ταυρείου γο β΄. οἰσύπου γο β΄. ἐλαίου ἰρίνου κο. α΄. μέλιτος γο γ΄. σκεύαζε κατὰ τρόπον. ἄλλο πρὸς τὰς ἄγαν κοπώδεις διαθέσεις καὶ τὰς τῶν νεύρων συνολκάς. ♃ κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. κε΄. ἀφρονίτρου δραχ. στ΄. οἰσύπου δραχ. στ΄. μέλιτος ἑφθοῦ δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. μυελοῦ ἐλαφείου δραχ. στ΄. χαλβάνης δραχ. στ΄ στέατος ταυρείου δραχ. στ΄. δαφνίδων ξηρῶν δραχ. στ΄. ἐλαίου κοτύλην α΄. οἴνου ἀθαλάσσου κοτύλην α΄. σκεύαζε κατὰ τρόπον ἄλλο Ἀκουντιανὸν ἐπιγραφόμενον. ♃ κηροῦ γο β΄. χαλβάνης γο γ΄. νίτρου γο γ΄. τερμινθίνης ὑγρᾶς γο γ΄. οἰσύπου γο β΄. στέατος ταυρείου οὐγγίας β΄. ἐλαίου κυπρίνου γο δ΄. ἐλαίου μηλίνου γο δ΄. ἰρίνου γο δ΄. μέλιτος γο δ΄. ἐλαίου κοινοῦ γο στ΄. ἐλαίου παλαιοῦ γο δ΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. λιβάνου γο α΄. σκεύαζε κατὰ τρόπον. ἄλλο ♃ ἐλαίου παλαιοῦ ξε. α΄ S". τερμινθίνης λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. κηροῦ ἡμίλιτρον, χαλβάνης γο γ΄.
    1016
    οἰσύπου γο β΄. λιβάνου γο α΄. ἰοῦ γο β΄. μέλιτος κοτύλας β΄. ἄλλως γο δ΄. μυελοῦ ἐλαφείου γο γ΄. στέατος χηνείου γο β΄. οἴνου κοτύλας β΄. ἀφρονίτρου γο β΄. σκεύαζε κατὰ τρόπον. ἄλλο χλωράκοπον. ποιεῖ ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, παρέτοις, τρομώδεσι. ♃ σμύρνης δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. λιβάνου δραχ. δ΄. νίτρου δραχ. δ΄. ἰοῦ δραχ. δ΄. ὀποπάνακος οὐγγίας ι΄. χαλβάνης οὐγγίας δ΄. τερμινθίνης λίτρας β΄. κηροῦ λίτρας β΄. μαλαβαθρίνου μύρου, ξέστου ἥμισυ, κυπρίνου, ξέστου ἥμισυ, ὄξους ὅσον ἐξαρκεῖ, ἀμμωνιακὸν, σμύρναν, νίτρον διάλυε, καὶ ὅταν αὐτὰ διαλυθῇ, ἐπίβαλλε τούτοις ὀποπάνακα, χαλβάνην. λεανθεῖσι τούτοις ἐπίβαλλε τὰ τηκτὰ καὶ μίξας ἀνελόμενος χρῶ. ἄλλο. ♃ σμύρνης δραχ. δ΄. τερμινθίνης λίτρας β΄. κηροῦ δραχ. β΄. ἀμμωνιακοῦ θυμιάματος, λιβάνου, νίτρου, ἰοῦ ἀνὰ δραχ. δ΄. μύρου μηλίνου ξέστου ἥμισυ, κυπρίνου οὐγγίας γ΄. ἰρίνου γο γ΄. ἐλαίου παλαιοῦ ξέστας γ΄. ὀποπάνακος γο γ΄. χαλβάνης γο δ΄. ὄξους τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. ἄλλο πρὸς τὰς κεχρονισμένας διαθέσεις,
    1017
    σφόδρα γενναῖον. ♃ κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ ξέστας δ΄. τερμινθίνης λίτραν α΄. σμύρνης οὐγγίας δ΄. λιβάνου, ὀποπάνακος, σικύου ἀγρίου ῥίζης, ἰοῦ, νίτρου ἀνὰ οὐγγίας δ΄. πεπέρεως λευκοῦ γο β΄. χαλβάνης οὐγγίας δ΄. μυελοῦ ἐλαφείου οὐγγίας δ΄. μύρου κυπρίνου οὐγγίας δ΄. μύρου ἰρίνου οὐγγίας δ΄. μύρου μηλίνου οὐγγίας δ΄. πηγάνου χλωροῦ τῶν ἀκρεμόνων οὐγγίας γ΄. ὄξους τὸ ἱκανόν. σικύου ἀγρίου τὰς ῥίζας καὶ τὸ πήγανον ἕψε μετὰ τοῦ ὄξους, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τοῖς ξηροῖς, καὶ λεάνας ἐπιμελῶς ἀναλάμβανε τοῖς τηκτοῖς καὶ χρῶ ποτε μὲν ἀκράτῳ τῷ φαρμάκῳ, ἔστι δὲ ὅτε καὶ ἀνιεμένῳ. τοῦτο δὲ γίνεται κατὰ λόγον τῶν ὑποκειμένων διαθέσεων. ἄλλο Βάσσου φάρμακον ἐπιτετευγμένον. τούτῳ αὐτῷ χρησάμενος πρότερον παραλυθεὶς διεσώθη. ♃ ἐλαίου μυρσίνου οὐγγίας δ΄. κυπρίνου οὐγγίας δ΄. ἐλαίου παλαιοῦ λίτραν α΄ S". χαλκάνθου λίτραν α΄ S" . κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄ S". χαλβάνης γο γ΄. μάννης οὐγγίας δ΄. ὀποπάνακος οὐγγίας β΄. βρυωνίας ῥίζης γο δ΄. ἰοῦ οὐγγίας δ΄. ἀφρονίτρου οὐγγίας δ΄. πεπέρεως
    1018
    γο β΄. πυρέθρου οὐγγίας δ΄. στέατος ἐρίφου γο στ΄. εὐφορβίου οὐγγίας δ΄. ὄξους τὸ ἱκανὸν, ἕψε βρυωνίαν, πύρεθρον μετὰ ὄξους, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας καὶ τοῖς ξηροῖς ἐπιβαλὼν καὶ λεάνας ἐπιμελῶς ἀναλάμβανε τοῖς τηκτοῖς. ἡ χρῆσις δεδήλωται. ἄλλο τὸ διὰ τοῦ καστορίου παρέτοις καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. ♃ οἰσύπου γο γ΄. μυελοῦ ἐλαφείου οὐγγίας δ΄. τερμινθίνης γο γ΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. χαλβάνης οὐγγίας β΄. καστορίου γο β΄. πεπέρεως λευκοῦ γο β΄. εὐφορβίου οὐγγίας β΄. ἀδάρκης γο β΄. νίτρου ἀφροῦ οὐγγίας β΄. ὀποπάνακος γο β΄. ἐλαίου στυρακίνου γο α΄. ἐλαίου ἰρίνου γο β΄. ἐλαίου παλαιοῦ κο. α΄. κηροῦ λίτραν α S". συντίθει κατὰ τρόπον. ἄλλο, ᾧ ἐχρήσατο Βάσσος, παραλυθεὶς πολλῷ χρόνῳ καὶ τῆς τοιαύτης νόσου ἀπηλλάγη. ♃ ἐλαίου μυρσίνου γο δ΄. μηλίνου γο δ΄. κυπρίνου γο δ΄. ἐλαίου παλαιοῦ ἡμίλιτρον, κηροῦ λίτραν μίαν, τερμινθίνης ἡμίλιτρον, χαλβάνης γο ε΄. λιβάνου οὐγγίας δ΄. ὀποπάνακος γο β΄. ἰοῦ γο β΄. βρυωνίας ῥίζης γο δ΄. ἀφρονίτρου γο δ΄. πεπέρεως
    1019
    γο β΄. πυρέθρου γο β΄. στέατος ἐρίφου γο στ΄. εὐφορβίου γο α΄. ὄξους τὸ αὔταρκες. ἡ σύνθεσις κοινὴ τῶν τοιούτων φαρμάκων. ἄλλο σύγχρισμα ποδαγρικῶν, ἀρθριτικῶν τὸ διὰ τῶν ἁλῶν ἀπαλλάττει τῆς ὅλης διαθέσεως. ἡ χρῆσις καθ’ ἡμέραν. ♃ ἁλῶν ῥυπαρῶν, τουτέστιν αὐτῆς τῆς γῆς λίτραν α΄. στυπτηρίας σχιστῆς λίτραν α΄. τρυγὸς οἴνου Ἰταλικοῦ ξε. α΄. λίθου Ἀσίου ἄνθους γο δ΄. τρῖβε τὰ ξηρὰ φιλοπόνως καὶ τὴν τρύγα ἐπιβαλὼν καὶ λεάνας ἐπιμελῶς ἐπίβαλλε τοῖς λεανθεῖσιν ἐλαίου παλαιοῦ ξε. α΄. καὶ ἀνακόψας, ἀνελόμενος χρῶ. ἐν ἄλλαις γραφαῖς ἀναλαμβάνεται μέλιτι Ἀττικῷ. ἄλλο. ♃ ἁλῶν ῥυπαρῶν γο γ΄. στυπτηρίας σχιστῆς οὐγγίας γ΄. λίθου Ἀσίου τοῦ ἄνθους οὐγγίας γ΄. λιβανωτοῦ οὐγγίας ἥμισυ ἢ γο στ΄. σμύρνης οὐγγίας ἥμισυ ἢ γο στ΄. τρυγὸς οἴνου Ἰταλικοῦ ξέστου ἥμισυ, σκεύαζε καθὰ προείρηται. ἄλλο σύγχρισμα τὸ συντεθὲν Πατρόκλῳ Καίσαρος ἀπελευθέρῳ ἀπαλλάττει τῆς ὅλης διαθέσεως. ἡ χρῆσις καθ’ ἡμέραν καὶ πρωῒ πρὸ βαλανείου καὶ μετὰ τὸ βαλανεῖον καὶ περὶ ἑσπέραν. λαβόντας χρὴ τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ διαλύσαντας ἀλείφειν
    1020
    τοὺς πόδας καὶ ἀνατρίβειν χωρὶς περιθλάσεως. ♃ λιβάνου δραχ. ι΄. πεπέρεως λευκοῦ δραχ. ι΄. ἀφρονίτρου δραχ. η΄. σμύρνης δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. ὄξους τὸ ἱκανὸν, ἐλαίου κυπρίνου κο. α΄ S". τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, τὰ δὲ λοιπὰ ὄξει διαλύεται καὶ λεαίνεται, εἶθ’ ὁμοῦ πάντα μίγνυται καὶ λεανθεῖσιν ἐπιβάλλεται τὸ κύπρινον, ἀνελόμενοι δὲ χρώμεθα. ἄλλο. ♃ λιβάνου δραχ. η΄. σμύρνης δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. στυπτηρίας σχιστῆς, πεπέρεως λευκοῦ ἀνὰ δραχ. η΄. νίτρου δραχ. η΄. ὄξους τὸ ἱκανὸν, ἐλαίου κυπρίνου κο. β΄. κηροῦ ἡμίλιτρον. τὰ τηκτὰ τήκεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται. ἄλλο τὸ τοῦ Νεαπολίτου, φάρμακον ἐπιτετευγμένον ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ποδαγρικοῖς, ἀπαλλάττει τῆς ὅλης διαθέσεως. ♃ λιβάνου οὐγγίας β΄. πεπέρεως λευκοῦ οὐγγίας β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β΄. σμύρνης οὐγγίας β΄. λίθου Ἀσίου ἄνθους οὐγγίας β΄. στυπτηρίας σχιστῆς οὐγγίας β΄. νίτρου οὐγγίας β΄. κενταυρίου χυλοῦ οὐγγίας β΄. τρυγὸς οἴνου Ἰταλικοῦ ξε. α΄. ἐλαίου κυπρίνου, δαφνίνου, μυρσίνου, στυρακίνου, κηροῦ
    1021
    ἀνὰ λίτραν α΄. τερμινθίνης ἡμίλιτρον, χαλβάνης οὐγγίαν α΄. ὀποπάνακος οὐγγίας ἥμισυ, τὰ τηκτὰ κατὰ τῶν λεανθέντων. ἄλλο. συνετέθη Δομιτίῳ Νιγρίνῳ, ἀπαλλάττει τῆς ὅλης διαθέσεως. ♃ σμύρνης στακτῆς οὐγγίας β΄. λιβάνου οὐγγίας β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν α΄. νίτρου ἐρυθροῦ ἢ ἁλῶν ῥυπαρῶν οὐγγίας β΄. στυπτηρίας σχιστῆς οὐγγίας β΄. λίθου Ἀσίου ἄνθους οὐγγίας β΄. κολοκυνθίδος ἐντεριώνης γο β΄. μανδραγόρου χυλοῦ γο β΄. μέλιτος γο β΄. εὐφορβίου οὐγγίας β΄. μύρου κροκίνου οὐγγίας στ΄. μηλίνου οὐγγίας στ΄. στυρακίνου οὐγγίας στ΄. μαλαβαθρίνου οὐγγίας στ΄. δαφνίνου οὐγγίας στ΄. γλευκίνου οὐγγίας στ΄. ἡδυχρόου οὐγγίας στ΄. ἀμαρακίνου γο στ΄. στέατος φώκης γο στ΄. μὴ παρόντος τούτου, χρηστέον μυελῷ ἐλαφείῳ παλαιοτάτῳ, κηροῦ λίτραν α΄. χαλβάνης γο α΄. τερμινθίνης ἡμίλιτρον, ὀποπάνακος οὐγγίας ἥμισυ, τρυγὸς οἴνου Ἰταλικοῦ ξέστην α΄. σκεύαζε καθὼς ἄνω εἴρηται. ταύτῃ τῇ σκευασίᾳ χρηστέον ἐπὶ τῇ Σαβερνίῳ Οὐαλέντι σκευασθείσῃ ποδάρκῃ, ἥτις ἐπιγράφεται
    1022
    Πομπηίου πολυτελής. τὸ διὰ τῆς αἰγείρου, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρετικοῖς, τρομώδεσι, ποιεῖ καὶ πρὸς χρῆσιν καθημερινήν. ♃ αἰγείρου ἀκρεμόνων μνᾶν α΄. σικύου ἀγρίου ῥίζης λίτρας δ΄. κασσίας σύριγγος λίτρας β΄. μύρου κροκίνου λίτρας β΄. κρόκου γο γ΄. οἴνου εὐώδους ξε. ιβ΄. ἐλαίου Σαβίνου ξε. τ΄. σαμψύχου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τοὺς ἀκρέμονας τῆς αἰγείρου κόψας ἐπιμελῶς, ἔχε ἐν ἀγγείῳ διπλῷ μυρεψικῷ καὶ τούτοις ἐπίβαλλε σάμψυχον, ῥίζαν σικύου κόψας παχυμερῶς καὶ τούτοις ἐπίβαλλε τὸν οἶνον καὶ πάντα ἔα βρέχεσθαι ἐπὶ ἡμέρας θ΄. τῇ δ’ ἐπιούσῃ ἐπιβαλὼν τὸ ἔλαιον καὶ ἀνακόψας ἐπιμελῶς ἕψε, πυρὶ χρώμενος μαλακῷ. ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας καὶ τούτῳ ἐπιβαλὼν κηρὸν κατακεκνησμένον καὶ μυελὸν λεανθέντα καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε· ὅταν δὲ τακῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε τὸ κρόκινον, κινῶν συνεχῶς. τὸ δὲ κρόκινον λεάνας, ἀναλάμβανε αἵματι χερσαίας χελώνης, ὥστε ἔχειν ἐλαίου παλαιοῦ τὸ πάχος. σφάζεται δὲ ἡ χελώνη κατὰ τὴν κατακλεῖδα καλάμῳ ἀποξανθέντι ἀμφότερα τὰ μέρη. τὰ δὲ τηκτὰ τῷ
    1023
    κρόκῳ ἐπιβαλὼν καὶ ἀνακόψας, ἀνελόμενος χρῶ. τὸ φάρμακον ἀπαλλάττει τῆς ὅλης διαθέσεως. μᾶλλον δὲ βέλτιον γίνεται, εἰ προσλάβοι τοῦ τῆς χελώνης αἵματος δαψιλῶς. ἄλλο, ποιεῖ πρὸς τὰς ἐκ περιψύξεως ἀηδίας καὶ τὰς ἐκ πληγῶν περιθλάσεις. ♃ αἰγείρου ἀκρεμόνων μνᾶν α΄. σικύου ἀγρίου ῥίζης λίτρας δ΄. κασσίας σύριγγος λίτρας β΄. μυελοῦ ἐλαφείου λίτρας β΄. κρόκου λίτρας γ΄. οἴνου εὐώδους ξε. ιβ΄. ἐλαίου λίτρας ι΄. σαμψύχου λίτρας δ΄. κηροῦ λίτρας δ΄. αἵματος χερσαίας χελώνης ὅσον ἂν βάλῃς, ὠφελήσεις τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. ἄλλο ἄκοπον τὸ διὰ τῶν φρύνων. τούτῳ ἐχρήσατο ἀνὴρ ξυστικὸς καὶ ἀκόπῳ καὶ μαλάγματι καὶ τῆς ὅλης ἀπηλλάγη διαθέσεως. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ ἐλαίου παλαιοῦ Σαβίνου λίτρας γ΄. σικύου ἀγρίου ῥίζης λίτρας γ΄. κηροῦ λίτρας γ΄. ἀποχύματος λίτρας γ΄. στέατος ὑείου παλαιοῦ λίτρας γ΄. βατράχων φρυνίχων τῶν μεγάλων ἀριθμῷ γ΄. ἢ εἰ μή γε, τῶν μικρῶν ε΄. μυελοῦ ἐλαφείου γο γ΄. ἀφρονίτρου γο γ΄. θείου ἀπύρου γο γ΄. ἐλαίου δαφνίνου οὐγγίας γ΄. ἐλαίου ἰρίνου γο γ΄. μύρου μαλαβαθρίνου
    1024
    λίτραν α΄. σαμψύχου λίτραν α΄. τὰς ῥίζας τέμνων εἰς παχέα καὶ βαλὼν σὺν τῷ σαμψύχῳ εἰς τὸ ἔλαιον καὶ θεὶς ἐπ’ ἀνθράκων ἕψε καὶ ὅταν ἀναξηρανθῶσιν αἱ ῥίζαι, ἔκθλιβε τὸ ὑγρὸν καὶ τὰς μὲν ῥίζας καὶ τὸ σάμψυχον ἀπόῥῤιπτε. τοὺς δὲ βατράχους καθεὶς εἰς σπυρίδιον πλεκτὸν καὶ τούτου τὰ χείλη συῤῥάψας καὶ θεὶς εἰς τὸ ἐκθλιβὲν ἔλαιον καὶ πάλιν θεὶς τὸ ἀγγεῖον ἐπὶ τὸ πῦρ, πωμαζόμενον. ἱκανοῦ δὲ διαστήματος γενομένου, ὥστε τοὺς βατράχους ἀποτακῆναι, τὸ σπυρίδιον βαστάσας καὶ τὸ ὑγρὸν ἐκθλίψας ῥῖπτε τὸ σπυρίδιον. τῷ δ’ ὑπολειφθέντι ἐλαίῳ ἐπίβαλλε τὰ τηκτὰ κινῶν συνεχῶς. ἔσχατον ἐπίβαλλε μυελὸν καὶ χαλβάνην καὶ ὅταν διαλυθῇ ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς ἐάσας ψυγῆναι κατάπασσε τὰ ξηρὰ κοπέντα καὶ σησθέντα λεπτοτάτῳ κοσκίνῳ κινῶν συνεχῶς καὶ εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας, ἐπίβαλλε μαλαβαθρίνου μύρου λίτραν α΄ S". καὶ ἀνακόψας, ἀνελόμενος εἰς ἀγγεῖον μολυβδοῦν, ἀδιάπνευστον φύλαττε. χρηστέον δὲ τῷ φαρμάκῳ, ὅτε μὲν ὡς μαλάγματι παρακμῆς γενομένης. ἔστι δ’ ὅτε καὶ συγχρίσματι.
    1025
    λαβόντες γὰρ τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ, διαλύσαντες μύρῳ καὶ ποιήσαντες κηρωτῆς ὑγρᾶς τὸ πάχος χρώμεθα. ἄλλο τὸ τοῦ Ἁλιέως, φάρμακον ἐπιτετευγμένον, ἐν ᾧ Ἁλιεὺς διατρίβων καὶ ὑπὸ τοῦ πάθους συνεχόμενος ἐπὶ τοσοῦτον, ὥστε τὸ σωμάτιον διαστραφῆναι, ἐχρήσατο τῷ φαρμάκῳ καὶ τῆς ὅλης ἀπηλλάγη διαθέσεως. ἐδόθη ἡ σκευασία, Οὐαλερίῳ Παυλίνῳ. ἔχει δὲ οὕτως. ♃ ἐλαίου Σαβίνου λίτρας γ΄. αἰγείρου ἀκρεμόνων λίτραν α΄. μὴ παρόντων τῶν ἀκρεμόνων, χρηστέον σαμψύχῳ, ὥστε εἶναι τῆς σαμψύχου διπλοῦν. ἔχει δὲ καὶ σαμψύχου λίτραν α΄. κυπρίνου λίτραν α΄. ἰρίνου λίτραν α΄. μαστίχης λίτραν α΄. σμύρνης στακτῆς ἡμίλιτρον, κηροῦ λίτρας γ΄. ἀποχύματος λίτρας γ΄. λίπους ὑείου λιπαροῦ λίτρας γ΄. θείου ἀπύρου γο γ΄. νίτρου ἀφροῦ γο γ΄. χαλβάνης λίτρας γ΄. μυελοῦ ἐλαφείου γο δ΄. χελωνῶν χερσαίων ι΄. τὸ αἷμα ἐμβάλλειν χρὴ, σκευασθέντι τῷ φαρμάκῳ καὶ ἤδη τριβομένῳ. σκευάζειν δὲ δεῖ, καθάπερ εἴρηται. ἐν δὲ τῇ χρήσει τοῦ φαρμάκου, αἴροντας χρὴ λίτραν α΄. τούτῳ ἐπιβάλλειν ἡδύσματος χάριν ὀποβαλσάμου γο γ΄.
    1026
    καὶ μύρου μαλαβαθρίνου γο α΄. τοῦτο πρὸς τὰς καθ’ ἡμέρας χρήσεις, οὕτως σκευάζεται. ἄλλο τὸ τοῦ Ἁλιέως. παραπεποιημένον ὑπὸ Οὐαλερίου Παυλίνου. ♃ κηροῦ λίτρας γ΄. σικύου ἀγρίου ῥίζης λίτρας γ΄. ἀποχύματος λίτρας γ΄. στέατος ὑείου λιπαροῦ λίτρας γ΄. ἐλαίου Σαβίνου λίτρας γ΄. κυπρίνου λίτραν α΄. σουσίνου λίτραν α΄. κροκίνου λίτραν α΄. μαστίχης λίτραν α΄. στακτῆς ἡμίλιτρον, μυελοῦ ἐλαφείου λίτραν α΄ S". χαλβάνης λίτραν α΄ S". φρύνους ε΄. σαμψύχου ἢ αἰγείρου ἀκρεμόνων λίτρας γ΄. θείου ἀπύρου γο γ΄. ἀφρονίτρου γο γ΄. χελωνῶν πλειόνων τὸ αἷμα. σκεύαζε καθὰ προείρηται. ἄλλο Φλαβίου Κλήμεντος, φάρμακον ἐπιτετευγμένον. τούτῳ ἴσμεν ἀνθρώπους διεστραμμένους ὅλον τὸ σῶμα ὑπὸ ποδάγρας καὶ χειράγρας χρησαμένους, ἐπὶ τοσοῦτον σωθέντας, ὥστε ἀλωβήτους περιπατῆσαι. ♃ ἐλαίου Σαβίνου λίτρας ιβ΄. σικύου ἀγρίου τῆς ῥίζης λίτρας ιβ΄. κηροῦ λίτραν α΄. τερμινθίνης λίτραν α΄. μυελοῦ ἐλαφείου λίτραν α΄. χαλβάνης λίτραν α΄. βατράχους ἀριθμῷ στ΄. τὸ ἔλαιον διαιροῦμεν καὶ ὅπου μὲν ἑψοῦμεν τοὺς βατράχους, ὅπου δὲ τὰς ῥίζας, ἔπειτα τὸ
    1027
    ὑγρὸν διιλύσαντες, χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, χρώμεθα δὲ τῷ φαρμάκῳ ὡς ἀκόπῳ. τοῦτο τὸ φάρμακον Οὐαλερίῳ Παυλίνῳ τρόπον τοῦτον προσβάλλοντες τῇ γραφῇ, σαμψύχου λίτραν α΄ S". μύρου κροκίνου λίτραν α΄. μαλαβαθρίνου λίτραν α΄. ὀποβαλσάμου γο γ΄. χελωνῶν ι΄. τὸ αἷμα, μυελοῦ ἐλαφείου λίτρας β΄. χαλβάνης λι. β΄. στέατος ὑείου παλαιοῦ λι. γ΄. ἀποχύματος λίτραν α΄. κηροῦ λίτρας γ΄ S". θείου ἀπύρου γο α΄. ἀφρονίτρου γο δ΄. φρύνους γ΄. χελωνῶν ιε΄. τὸ αἷμα καὶ ἀντὶ τοῦ κροκίνου Συριακοῦ λίτραν α΄. σαμψύχου λίτραν α΄ S". σκεύαζε κατὰ τρόπον. ἄλλο Πομπηΐου Σαβίνου, ἐπιγράφεται πολυτελές. ἐσκευάσθη Ἀβουρνίῳ Οὐάλεντι, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ποδαγρικοῖς, τρομώδεσι καὶ πρὸς πᾶσαν νευρικὴν διάθεσιν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ σαμψύχου λίτρας β΄. τήλεως λίτρας β΄. μελιλώτου λίτραν α΄. λιβανωτίδος λίτραν α΄. βράθυος λίτραν α΄ S". κάγχρυος λίτραν α΄. κυπρίνου λίτραν α΄. ἀβροτόνου λίτραν α΄. καρδαμώμου ἡμίλιτρον, δαφνίδων ἡμίλιτρον, οἴνου εὐώδους ξέστας κδ΄. μύρου ἰρίνου λίτρας
    1028
    ιε΄. κυπρίνου λίτρας β΄. δαφνίνου, γλευκίνου, μαλαβαθρίνου ἀνὰ λίτρας β΄. Συριακοῦ λίτρας β΄. κηροῦ λίτρας β΄. τερμινθίνης λίτραν α΄. χαλβάνης γο β΄. ὀποπάνακος γο γ΄. ἀμμωνιακοῦ θυμιάματος κεκαθαρμένου γο δ΄. πεπέρεως μακροῦ, νίτρου ἐρυθροῦ, λίθου Ἀσίου ἄνθους, κολοκυνθίδος ἐντεριώνης, στυπτηρίας σχιστῆς ἀνὰ γο δ΄. λιβάνου γο δ΄. κενταυρίου γο δ΄. μανδραγόρου χυλοῦ, σμύρνης στακτῆς, μέλιτος ἑφθοῦ ἀνὰ γο δ΄. φρύνους βατράχους μεγάλους ἀριθμῷ ἓξ, χελωνῶν χερσαίων ι΄. τὸ αἷμα. τὸ φάρμακον σκευάζεται ποικίλως. τὰ μὲν ἀρωματικὰ καὶ ξηρὰ κόψαντες εἰς παχέα καὶ βαλόντες εἰς ἄγγος διπλοῦν μυρεψικὸν καὶ τούτοις ἐπιβαλόντες οἶνον, ἐῶμεν βρέχεσθαι ἐπὶ ἡμέρας γ΄. τῇ δὲ δ΄. ἄραντες τοῦ οἴνου ὅσον ἐξαρκεῖ, τούτῳ διαβρέχομεν, ἀμμωνιακὸν θυμίαμα, λιβάνον, χαλβάνην, ὀποπάνακα καὶ τοὺς λοιποὺς χυλοὺς, ταῦτα διαλυθέντα λεαίνομεν, λεανθεῖσι τούτοις ἐπιβάλλομεν κεκομμένα καὶ σεσησμένα, στυπτηρίαν, νίτρον ἐρυθρὸν, κολοκυνθίδα, λίθου Ἀσίου ἄνθος, πέπερι καὶ τὰ λοιπὰ τῶν ξηρῶν λεαίνομεν, τούτοις ἐπιβάλλομεν
    1029
    σμύρναν στακτὴν καὶ τὸ μέλι. τούτων οὕτω σκευασθέντων, ἐπιβάλλομεν τοῖς ἐν τῷ οἴνῳ βρεχομένοις, πάντα τὰ ὑγρὰ καὶ θέντες ἐπὶ τὸ πῦρ ἕψομεν, κινοῦντες συνεχῶς. καὶ ὅταν τὸ πολὺ τοῦ οἴνου δαπανηθῇ, ἐκθλίβομεν τὸ ὑγρὸν καὶ εἰς τοῦτο καταθέντες τοὺς βατράχους, καθὼς ἄνω προείρηται, ἕψομεν καὶ τότε τὰ τηκτὰ ἐπιβάλλομεν, τακέντων δὲ τούτων, ἄραντες ἀπὸ τοῦ πυρὸς, ἐπιβάλλομεν τοῖς λεανθεῖσι καὶ ἀνακόψαντες, ἀνελόμενοι χρώμεθα. ἄλλο ἄκοπον μετασυγκριτικόν. ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρέτοις, τρομώδεσιν. ἐχρήσατο Ἰούλιος Σεκοῦνδος. ἀνασκεύαζε τὰς κεχρονισμένας διαθέσεις, ποιεῖ καὶ κεφαλαλγικοῖς. ♃ ἀδάρκης γο β΄. σμύρνης στακτῆς γο β΄. ἀφρονίτρου γο β΄. εὐφορβίου, ὀποβαλσάμου ἀνὰ οὐγγίας β΄. στυρακίνου μύρου λίτραν α΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε καὶ τούτοις ἐπίβαλλε σμύρναν στακτὴν, ὀποβάλσαμον καὶ ἀνακόψας ἀναλάμβανε τῷ στυρακίνῳ καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνειμένῳ τῷ φαρμάκῳ καὶ πέψει συνεργεῖ. ἄλλο, Ὀρφίτῳ συνετέθη. τούτῳ χρώμενος ἀπηλλάγη τῆς περὶ τὸν θώρακα διαθέσεως ὀχληρᾶς καὶ πολυχρονίου
    1030
    γενομένης. ♃ ἀδάρκης γο β΄. σμύρνης στακτῆς γο β΄. ἀφρονίτρου γο γ΄. εὐφορβίου γο S". ἄλλως γο στ΄. μαλαβαθρίνου μύρου λίτραν α΄. φουλιάτου Ῥωμαϊστὶ λεγομένου ἡμίλιτρον, κηροῦ γο β΄. ὀποβαλσάμου γο β΄. σκεύαζε κατὰ τρόπον. ἄλλο τὸ τοῦ Νεαπολίτου, Ἀγρίππᾳ συνετέθη. ♃ ἀδάρκης, ἀφῃρημένων τῶν καλάμων, οὐγγίας γ΄. εὐφορβίου γο γ΄. ἄλλως στ΄. ἀφρονίτρου γο γ΄. στακτῆς οὐγγίας γ΄. ὀποβαλσάμου οὐγγίας γ΄. μύρου μαλαβαθρίνου α΄. λίτραν α΄. φουλιάτου α΄. ἡμίλιτρον, ἡδυχρόου ἡμίλιτρον, κροκίνου ἡμίλιτρον, νάρδου Ἀσιανῆς Θυατειρηνῆς τῆς α΄. ἡμίλιτρον, κηροῦ γο γ΄. σκεύαζε κατὰ τρόπον. ἄλλο μυράκοπον βασιλικὸν πρὸς τὰς κεχρονισμένας διαθέσεις καὶ πέψεις συνεργεῖ. ♃ καλάμου ἀρωματικοῦ γο γ΄. καρποβαλσάμου γο γ΄. ἀμώμου οὐγγίας γ΄. καρδαμώμου γο γ΄. σχοίνου ἄνθους γο γ΄. κασσίας ῥοδιζούσης οὐγγίας γ΄. μελιλώτου γο γ΄. σαμψύχου γο γ΄. βράθυος οὐγγίας γ΄. τήλεως γο γ΄. κυπέρου γο γ΄. νάρδου γο γ΄. πεπέρεως λευκοῦ οὐγγίας γ΄. σμύρνης Τρωγλοδύτιδος ἡμίλιτρον,
    1031
    εὐφορβίου, ἀδάρκης, νίτρου ἀνὰ ἡμίλιτρον, οἴνου Φαλερίνου ξε. ιστ΄. μύρου μαλαβαθρίνου πρώτης σκευασίας λίτρας β΄. νάρδου α΄. συνθέσεως λίτραν α΄. φουλιάτου α΄. λίτραν α΄. ὀποβαλσάμου λίτραν α΄. κροκίνου λίτραν α΄. στυρακίνου α΄. λίτραν α΄. ἀμυγδαλίνου λίτραν α΄. Κομμαγηνοῦ λίτραν α΄. γλευκίνου λίτραν α΄. ἰρίνου λίτραν α΄. ἡδυχρόου λίτρας β΄. ἀμαρακίνου α΄. λίτραν β΄. ἕψε μυρεψικῶς. τὸ φάρμακον σφόδρα ἐστὶ καλὸν, ἐσκευάσθη Κέλερι πριμιπιλαρίῳ, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρέτοις, τρομώδεσι, πρὸς σπάσματα, ῥήγματα καὶ πρὸς τὰς τῶν σπλάγχνων σκιῤῥώδεις διαθέσεις καὶ πέψει συνεργεῖ, ἐπιχριόμενον τῷ στόματι τῆς κοιλίας καὶ τοῖς μεταφρένοις. ἄλλο συνετέθη Ακυλίᾳ Σεκουνδίλλῃ. ♃ εὐφορβίου, ὀποβαλσάμου, σμύρνης στακτῆς ἀνὰ γο β΄. νίτρου ἀφροῦ γο γ΄. κηροῦ γο α΄. μύρου μαλαβαθρίνου λι. α΄. φουλιάτου ἡμίλιτρον, κροκίνου ἡμίλιτρον, νάρδου μύρου ἡμίλιτρον, ἡδυχρόου ἡμίλιτρον, ἀμαρακίνου ἡμίλιτρον, σκεύαζε κατὰ τρόπον. ἤρκει μὲν τὰ προγεγραμμένα. καὶ γὰρ ἐπιμελῶς ὁ Ἀσκληπιάδης τάς τε σκευασίας αὐτῶν
    1032
    ἔγραψε καὶ τὰς χρήσεις, ὁ δὲ Ἀνδρόμαχος ἀμελέστερον, ὡς εἴωθεν, οὐδὲ πρὸς ὅ τι ποιεῖν ἕκαστα αὐτῶν πέφυκεν ἐπισημηνάμενος, ἀλλ’ ἡμῖν ἐπιτρέπων, ὡς πρὸς τεχνίτας γὰρ ἀεὶ πεποίηται τὰς γραφάς. ἐπεὶ δ’ ἔνια τῶν ἀκόπων ἀλλήλοις ὄντα παραπλήσια, κατὰ συμμετρίας διαφέρει, διὰ τοῦτο καὶ ταῦτα προέγραψα, δυναμένων τῶν ἀναγινωσκόντων ἐξ ὧν ὁ Ἀσκληπιάδης ἐδίδαξε καὶ περὶ τούτων λογίσασθαι ποῖα τῶν ἀκόπων πρὸς ποῖα πάθη μάλιστα ἁρμόσει. λέγω δὲ κἀγὼ, μετὰ τὸ διελθεῖν καθόλου τινὰς λόγους περὶ αὐτῶν, ἐξ ὧν μεθοδικώτερον ἐπὶ τὰς χρήσεις αὐτῶν οἱ προσέχοντες τὸν νοῦν τοῖς λεχθησομένοις ἀφίξονται.

    [Τὰ ὑπ’ Ἀνδρομάχου ἄκοπα γεγραμμένα.] Ἄκοπον χλωρὸν τὸ τοῦ Ἁλιέως. ♃ κηροῦ, τερμινθίνης, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν α΄ S". ἀφρονίτρου γο δ΄. χαλβάνης γο γ΄. ἰοῦ ξυστοῦ γο γ΄. ὀποπάνακος γο στ΄. ἀμμωνιακοῦ θυμιάματος γο γ΄. μάννης γο γ΄. ὄξους γο β΄. μηλίνου γο β΄. κυπρίνου γο β΄. ἰρίνου γο β΄. αἰγείου στέατος γο α΄. ἄλλο ἄκοπον καλόν. ♃ κηροῦ λίτρας ιστ΄. ἀφρονίτρου δραχ. η΄.

    1033
    δαφνίδας ἀριθμοῦ η΄. πεπέρεως λευκοῦ δραχ. α΄. κροκομάγματος τὸ ἱκανὸν, μυελοῦ ἐλαφείου δραχ. β΄. σμύρνης δραχ. α΄. κηροῦ δραχ. α΄. οἴνου ῥοδιακοῦ α΄. ὄξους ὀλίγον εἰς τὰ ξηρά. ἄλλο τὸ Βάσσου τοῦ Στωϊκοῦ. ♃ σικύου ἀγρίου ῥίζης λίτραν α΄. καστορίου γο β΄. μυελοῦ ἐλαφείου γο στ΄. ἐλαίου παλαιοῦ λίτρας β΄. κηροῦ λίτραν α΄. ἀφρονίτρου γο γ΄. δαφνίδων ξε. β΄. πηγάνου χλωροῦ δέσμην χειροπληθῆ, λιβανωτίδος ἴσον, ἐλαίου Σαβίνου παλαιοῦ λίτρας ι΄. τῷ ἐλαίῳ αἱ ῥίζαι ἐναφεψοῦνται καὶ αἱ βοτάναι, εἶτα ἐκθλίβονται, εἶτα τὰ τηκτὰ καταχεῖται. ἄλλο. ♃ ὀποπάνακος γο α΄. ῥητίνης γο α΄. ῥητίνης πιτυΐνης λίτρας β΄. κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος γο στ΄. οἰσύπου γο β΄. ἐλαίου παλαιοῦ ξε. α΄ S". ἁλὸς ἄνθους γο β΄. ἄλλο. ♃ κηροῦ λίτραν α΄. μυελοῦ ἐλαφείου γο β΄. μύρου Βαβυλωνίου λίτραν α΄. ἡδυχρόου λίτραν α΄. στακτῆς λίτραν α΄. μαλαβάθρου γο α΄. νάρδου γο α΄. ὀποβαλσάμου γο στ΄. ἐν θαλάσσῃ τὸν μυελὸν τῆκε ἢ ἐν ἅλμῃ, θεραπεύσας τὰ τηκτὰ ὁμοῦ, ἔσχατον ὀποβάλσαμον. ἐὰν δὲ ὑγρὸν ᾖ τὸ ἄκοπον, κηροῦ πλεῖον ἀπόδος. ἄλλο ἄκοπον
    1034
    Κουαδράτου. ♃ ἰρίνου μύρου γο α΄. κηροῦ γο α΄. κυπρίνου γο α΄. δαφνίνου γο α΄. ἐλαίου παλαιοῦ γο γ΄. τερμινθίνης οὐγγίαν α΄. μυελοῦ ἐλαφείου γο α΄. οἰσύπου γο α΄. πεπέρεως γο α΄. νίτρου δραχ. δ΄. θείου ἀπύρου δραχ. δ΄. πυρέθρου δραχ. δ΄. μέλιτος γο α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο τὸ δυσῶδες ἄκοπον. ♃ τερμινθίνης δραχ. νστ΄. κηροῦ δραχ. κη΄. οἰσύπου δραχ. στ΄. μέλιτος δραχ. στ΄. μυελοῦ ἐλαφείου δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. χαλβάνης δραχ. στ΄. ἀφρονίτρου δραχ. στ΄. ἔστιν ὅτε ὀποπάνακος δραχ. στ΄. δαφνίδων δραχ. στ΄. ἐλαίου παλαιοῦ ξέστην α΄. οἴνου κοτύλας β΄. τινὲς καστορίου δραχ. γ΄. ἄλλο τὸ διὰ σαμψύχου. ♃ κηροῦ λίτραν α΄. ἐλαίου ὀμφακίνου ξέστας γ΄. σαμψύχου ξέστην α΄. τήλεως ξέστην α΄. οἴνου παλαιοῦ ξε. δ΄. μαλάχης δέσμην, λινοζώστεως δέσμην, σικύου ἀγρίου ῥίζας. ἄλλο, ὡς Ἀντίμαχος. ♃ σαμψύχου νέου, λιβανωτίδος, ἀσπαλάθου, βράθυος ὅ ἐστιν ἕρβα σαβίνα, τήλεως ἀνὰ ξέστας β΄. κηροῦ λίτραν α΄. οἴνου παλαιοῦ ξέστας γ΄. γλευκίνου ξέστας γ΄. ἄλλο παρὰ Φιλοκλέους. ♃ ἐλαίου
    1035
    ἀφηψημένου ἐπὶ πολὺ, ῥιζῶν σικύου ἀγρίου ξέστας γ΄. κηροῦ μνᾶν μίαν, τερμινθίνης μνᾶν α΄. μυελοῦ ἐλαφείου δραχ. κε΄. χηνείου στέατος δραχ. κε΄. χαλβάνης δραχ. ιβ΄ S". σαμψύχου ξε. α΄. λιβανωτίδος ξέστην α΄. ταῦτα ἔσχατα λεαίνεται σὺν οἴνῳ εὐώδει καὶ συμμίσγεται, γίνεται δὲ μάλαγμα κηροῦ πλείονος μιγέντος. ἄλλο ἄκοπον ἐπιτετευγμένον, ὡς Ἀφροδᾶς. ♃ ἀφρονίτρου δραχ. γ΄. πεπέρεως κόκκους μ΄. καὶ μακροῦ τὸ ἴσον, λιβάνου δραχ. ιστ΄. ταῦτα τρίψας, ἐπίχεε οἴνου εὐώδους Χίου ἢ Ῥοδίου κο. α΄. μέλιτος δραχ. θ΄. εἶτα τῆκε ἐν λοπάδι, κηροῦ Τυῤῥηνικοῦ δραχ. ιβ΄. στέατος ταυρείου δραχ. μβ΄. ἄλλο, ὃ ἦν Ἀσφαλαρτήσιος. ♃ κροκομάγματος δραχ. δ΄. μυελοῦ ἐλαφείου δραχ. ιβ΄. οἰσύπου δραχ. στ΄. στέατος χηνείου ἢ ὑείου δραχ. ιβ΄. τερμινθίνης δραχ. ιβ΄. ἰρίνου δραχ. ιη΄. κυπρίνου, γλευκίνου ἀνὰ δραχ. ιη΄. τῆκε τὸ μέλι, εἶτα μίσγε τοῖς ξηροῖς καὶ συλλεάνας ὁμοῦ τοῖς ἐν τῇ θυείᾳ χρῶ. ἄλλο ἄκοπον τὸ βαρβαρικὸν, δι’ εὐφορβίου πρὸς ἰσχιαδικοὺς καὶ πρὸς ἄλλα πολλά. ♃ ὀποπάνακος γο α΄. Τυῤῥηνικοῦ γο α΄. τερμινθίνης γο β΄. χαλβάνης
    1036
    γο α΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. εὐφορβίου γο β΄. καστορίου γο β΄. πεπέρεως λευκοῦ γο β΄. μυελοῦ ἐλαφείου γο δ΄. οἰσύπου γο δ΄. λιμνηστρίδος γο S". στυρακίνου, δαφνίνου, ἀμαρακίνου ἀνὰ γο γ΄. ἐλαίου παλαιοῦ ξε. β΄. ἡδυχρόου γο στ΄. σκευάσας χρῶ, ποιεῖ πρὸς ἀπηλπισμένας νεύρων διαθέσεις, ἰδίως δὲ καὶ πρὸς ἰσχιαδικούς. ἄλλο ἄκοπον ᾧ Ἀρούντιος Ἀκύλας ἐθεραπεύθη. πρὸς ἰσχιάδα ποιοῦν καὶ πρὸς πᾶσαν νεύρων περίτασιν. ♃ ὀποπάνακος οὐγγίας β΄. χαλβάνης γο α΄. τερμινθίνης οὐγγίας β΄. πεπέρεως λευκοῦ, καστορίου ἀνὰ γο β΄. οἰσύπου γο δ΄. κασσίας γο δ΄. μυελοῦ ἐλαφείου γε δ΄. κηροῦ λίτραν α΄. στυρακίνου οὐγγίας στ΄. ἰρίνου οὐγγίας στ΄. δαφνίνου οὐγγίας στ΄. ἐλαίου παλαιοῦ λίτραν α΄. εὐφορβίου οὐγγίας β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας β΄. τὸ εὐφόρβιον μετ’ ὀλίγου μέλιτος ἀνάμιξον. ἄλλο ἄκοπον τὸ τοῦ Γλυτοῦ, ὡς Φιλόξενος ὁ γραμματικός. ♃ κηροῦ λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. χαλβάνης λίτραν α΄ S". στύρακος λίτραν α΄. βδελλίου λίτραν α΄. σμύρνης γο β΄. λιβάνου γο θ΄. οἰσύπου Ἀττικοῦ λίτραν α΄.
    1037
    προπόλεως λίτραν α΄. ῥητίνης τερμινθίνης λίτραν α΄. ἐλαίου παλαιοῦ λίτρας β΄. κυπρίνου, ἰρίνου μύρου, ἀμυγδαλινοῦ ἀνὰ λίτρας β΄. Συριακοῦ λίτρας γ΄. ὀποπάνακος λίτραν α΄. σκεύαζε. ἄλλο ἄκοπον χλωρὸν, ὡς Κλήμης Σερτώριος ᾧ χρῶμαι. ♃ ἰοῦ ξυστοῦ οὐγγίας στ΄. ῥητίνης φρυκτῆς οὐγγίας δ΄. ἐλαίου μυρσίνου λίτραν α΄. σχινίνου λίτραν α΄. ἐλαίου παλαιοῦ λίτραν α΄. δαφνίνου λίτρας β΄. Συριακοῦ λίτραν α΄. γλευκίνου λίτρας γ΄. στέατος ἀρνείου γο γ΄. κηροῦ Ποντικοῦ λίτρας γ΄. χαλβάνης λίτραν α΄. μυρσίνης ἁπαλῶν φύλλων, πηγάνου φύλλων χλωρῶν, λιβανωτίδος χλωρᾶς, δάφνης φύλλων ἁπαλῶν ἀνὰ οὐγγίας στ΄. βοτάνης σαλβίας ἡμίλιτρον. τὰ χλωρὰ κόπτε καὶ τοῖς ἐλαίοις ἔμβρεχε νύκτα καὶ ἡμέραν, εἶτα ἐφέψε μετὰ τῶν τηκτῶν. ἀπὸ τοῦ πυρὸς ὅταν λάβῃς, τὸν ἰὸν βάλλε καὶ διηθήσας, ἀπόθου, ποιεῖ πρὸς πάντα πόνον νεύρων. ἄλλο ἄκοπον θερμαντικὸν, ὡς Κάστος πρὸς χρονίους διαθέσεις, σπασμούς. ♃ πισσελαίου ξε. α΄. Συριακοῦ μύρου τὸ ἴσον, ἴρεως Ἰλλυρικῆς ἴσον, τερμινθίνης λίτραν α΄. ἀξουγγίου λίτραν α΄. ξύσματος πλοίου οὐγγίαν α΄.
    1038
    κινῶν ἕψε πηγάνῳ χλωρῷ. ἄλλο ἄκοπον, τὸ Ὠρίωνος τοῦ κτενιστοῦ καλόν. ♃ κηροῦ λίτρας στ΄. προπόλεως λίτρας ε΄. ἴρεως Ἰλλυρικῆς λίτρας δ΄. τερμινθίνης λίτρας δ΄. ὀποπάνακος λίτρας γ΄. ἐλαίου παλαιοῦ λίτρας δ΄. χαλβάνης λίτρας β΄. ἐλαίου σχινίνου λίτρας γ΄. μυρσίνου λίτρας γ΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. μυελοῦ ἐλαφείου λίτρας γ΄. οἰσύπου λίτρας στ΄. δαφνίδων λίτραν α΄. στυρακίνου λίτρας γ΄. ἀμυγδαλινοῦ λίτρας γ΄. στέατος μοσχείου λίτρας γ΄. καὶ λεοντείου λίτραν α΄ S". ὀποβαλσάμου λίτραν α΄ S". σκεύαζε ἐπιμελῶς. ἄλλο μυράκοπον καλόν. ♃ μαλαβάθρου, ἡδυχρόου, νάρδου κροκίνου Βαβυλωνίου ἀνὰ ἡμίλιτρον, στακτῆς γο στ΄. ὀποβαλσάμου γο στ΄. κηροῦ γο στ΄. Κομμαγηνοῦ γο στ΄. ἀλόης γο β΄. μέλιτος γο γ΄. σκεύασον. ἄλλο μυράκοπον, ᾧ χρῶμαι. κηροῦ λευκοῦ γο β΄. στέατος χηνείου ἠρωματισμένου γο α΄. στέατος ταυρείου ἠρωματισμένου γο α΄. στέατος λεοντείου ἠρωματισμένου γο β΄. κροκοδείλου ἠρωματισμένου γο α΄. μυελοῦ ἐλαφείου γο α΄. ἁλὸς ἀμμωνιακοῦ γο β΄. πεπέρεως λευκοῦ οὐγγίας β΄. λιβανωτοῦ οὐγγίαν α΄. κινναμώμου οὐγγίας γ΄.
    1039
    ἀφρονίτρου οὐγγίαν α΄. ἴρεως Ἰλλυρικῆς ξέστας β΄. νάρδου μύρου ξε. α΄. μαλαβάθρου Ἀλεξανδρίνου ξέστας β΄. στακτῆς λίτρας β΄. Συριακοῦ κροκίνου λίτρας β΄. μέλιτος λίτρας δ΄. ὀποβαλσάμου ξέστην α΄. Κομμαγηνοῦ λίτρας β΄. σκεύαζε, ὡς οἶδας. ἄλλο μυράκοπον. ♃ κηροῦ Τυῤῥηνικοῦ οὐγγίας στ΄. ἀμμωνιακοῦ οὐγγίας δ΄. εὐφορβίου λίτρας δ΄. πεπέρεως λευκοῦ γο δ΄. λιμνηστρίδος οὐγγίας δ΄. μάγματος μαλαβάθρου οὐγγίας στ΄. ὀποβαλσάμου λίτραν α. μαλαβάθρου λίτραν α΄. στακτῆς γο στ΄. φουλιάτου οὐγγίας στ΄. νάρδου λίτρας γ΄.

    [Γλευκίνου σκευασίαι.] Γλευκίνου σκευασία. ὡς Ἀνδρόμαχος ἐφεξῆς τῶν προγεγραμμένων ἀκόπων, ὁ Ἀνδρόμαχος ἔγραψε γλευκίνου σκευασίαν, οὐ κακῶς ἐπιζεύξας αὐτὴν τοῖς ἀκόποις χρίσμασιν· ἀνωδυνώτατον γάρ ἐστι καὶ ἀκοπώτατον. γράφεται δὲ παρὰ αὐτοῦ κατὰ λέξιν οὕτως. γλευκίνου σκευασία, ᾗ χρῶμαι. ♃ σμύρνης λίτρας β΄. νάρδου Ἰνδικῆς λίτρας β΄. κόστου λίτρας γ΄. στύρακος λίτραν α΄. βδελλίου, σαμψύχου, ξυλοβαλσάμου, σχίνου, καρδαμώμου, σπάθης,

    1040
    ἴρεως Ἰλλυρικῆς, μίσυος, ἀσάρου ἀνὰ λίτρας β΄. μελιλώτου λίτραν α΄. νάρδου Κελτικῆς λίτραν α΄. ἀσπαλάθου, καλάμου ἀνὰ ἡμίλιτρον, ἀριστολοχίας μακρᾶς λι. α΄ S". λιβανωτίδος σπέρματος ξε. β΄. λιβάνου λίτρας γ΄. κασσίας λίτρας γ΄. τήλεως ξε. β΄. σφάγνου λίτρας β΄. ἀμώμου λίτρας β΄. φλοιοῦ λιβάνου λίτραν α΄. ῥόδων ξηρῶν λίτρας β΄. βράθυος γο στ΄. μαράθρου λίτρας β΄. βαλσάμου καρποῦ λίτρας β΄. κρόκου γο γ΄. δαφνίδων λίτραν α΄. πεπέρεως λευκοῦ λίτραν α΄. ὀποβαλσάμου γο γ΄. μαλαβάθρου φύλλων λίτρας δύο, στροβίλους χλωροὺς δύο, πηγάνου χλωροῦ γο β΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. δ΄. νίτρου δραχ. δ΄. οἴνου παλαιοῦ ξε. ιβ΄. γλεύκους καλοῦ κεράμια β΄ S". ἐλαίου παλαιοῦ λίτρας ε΄. σκεύαζε ἡμέρας μ΄. ταῦτα γράψας ὁ Ἀνδρόμαχος, οὐκέτι τὸν τρόπον τῆς σκευασίας, ὥσπερ ὁ Κρίτων ἐποίησεν. ἔτι δὲ καὶ πόσων εἶναι βούλεται λιτρῶν Ἰταλικῶν τὸ κεράμιον ἢ ξεστῶν οὐκ ἐδήλωσεν. γλευκίνου σκευασία, ὡς Κρίτων ἐν τῷ δευτέρῳ τῶν κοσμητικῶν. ὁ Κρίτων ἐν τῷ τέλει τοῦ βιβλίου τὴν σκευασίαν ἔγραψε τοῦ γλευκίνου, κατὰ τήνδε τὴν λέξιν.
    1041
    γλεύκινον δύναμιν ἔχει θερμαντικὴν, ἀνετικήν. ποιεῖ πρὸς τὰς ἐν ὑστέρᾳ διαθέσεις καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν, τούτου δὲ αἱ σκευασίαι πολλαί. ἡ δὲ λεγομένη ἁπλῆ ἔχει οὕτως. ♃ γλεύκους προσφάτου Μαρωνείας σταφυλῆς μετρητὴν βαλὼν εἰς ἀγγεῖον κασσιτερινὸν ἕψε ἐπ’ ἀνθράκων, καὶ ὅταν τρὶς ἢ τετράκις ἀναζέσῃ, ἐξεράσας εἰς ὀστράκινον μετρητὴν, τίθει ἐν ἡλίῳ καὶ ἐπίβαλλε ἐλαίου λευκοῦ ὀμφακίνου χοᾶς στ΄. σχίνου μνᾶς στ΄. οἱ δὲ μνᾶς S". νάρδου τὸ ἴσον, καλάμου τὸ ἴσον, ἀσπαλάθου τὸ ἴσον, ἐλάτης μνᾶν α΄· κυπέρου μνᾶν α΄. καρδαμώμου μνᾶς η΄. ἀμώμου τὸ ἴσον, μελιλώτου γο ε΄. ἔστω δὲ πάντα λεῖα, ἔπειτα συγκινήσας ἐπὶ ἡμέρας η΄. καὶ τὸ γλεῦκος ἀποκαθάρας χρῶ. γλευκίνου σκευασία, ὡς Διοσκορίδης ἐν τῷ α΄. περὶ ὕλης. Διοσκορίδης δ’ οὕτως ἔγραψε. γλεύκινον δὲ σκευάζεται τὸ ἁπλοῦν, ἔκ τε ὀμφακίνου καὶ σχίνου καὶ νάρδου Κελτικῆς καὶ καλάμου καὶ σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους συμπεριτριβομένων μέσων στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ
    1042
    τὸ ἔλαιον, κινεῖται δὲ ἐπὶ ἡμέρας λ΄. δὶς τῆς ἡμέρας, εἶτα ἐκπιεσθὲν ἀποτίθεται. δύναμιν δὲ ἔχει θερμαντικὴν, μαλακτικὴν, ἀνεκτικὴν, ποιοῦσαν πρὸς τὰ ῥίγη καὶ τὰ νευρικὰ πάντα καὶ τὰ ἐν ὑστέρᾳ. παντὸς δὲ ἀκόπου μᾶλλον ὠφελεῖ, μαλακτικὸν ὄν. γλευκίνου σκευασία, ὡς Ἥρας. ἐπεὶ δὲ σαφέστερον αὐτῶν ἔγραψεν ὁ Ἥρας τὴν τοῦ γλευκίνου σκευασίαν, ἐπὶ τῷ τέλει τῆς φαρμακίτιδος βίβλου καὶ τὴν ἐκείνου γραφὴν παραθήσομαι κατὰ λέξιν οὕτως. ἐλαίου γλευκίνου σύνθεσις ποιοῦντος πρός τε τὰς ψύξεις καὶ τὰ νευρικὰ μάλιστα, ὠφελεῖ τοὺς ὀπισθοτονικοὺς καὶ ἔμπροσθοτονικοὺς, θερμὸν δι’ ἐρίου καθαροῦ ἐλαίῳ βεβρεγμένου, ἐπιῤῥιπτομένου τοῖς τόποις. ♃ ἐλαίου Βενεφράνου λίτρας ση΄. ἄλλως σν΄. οἴνου Φαλερίνου παλαιοῦ εὐώδους ξέστας γ΄. γλεύκους ἀμιναίου ξε. ρη΄. ἑλενίου λίτρας ιβ΄. σπάθης λίτρας ε΄. ἀσπαλάθου λίτρας ε΄. ἡδυσάρου λίτρας β΄ S". μητρῴας ἀρτεμισίας λίτρας β΄ S". κυπέρου λίτρας β΄. σμύρνης λίτρας γ΄. οἱ δὲ λίτραν α΄. πεπέρεως λευκοῦ λίτρας β΄. S". σπλάγχνου λίτρας β΄ S". ξυλοβαλσάμου λίτρας β΄ S". ἀριστολοχίας μακρᾶς
    1043
    λίτραν α΄. γο γ΄. μυρσίνης φύλλων ξηρῶν γο α΄. λιβανωτίδος ξηρᾶς γο ε΄. δάφνης φύλλων ξηρῶν γο ιβ΄. βδελλίου λίτρας β΄ S". ἴρεως Ἰλλυρικῆς λίτρας β΄ S". στύρακος λίτραν α΄. γο γ΄. κασσίας ξηρᾶς λίτραν α΄. γο γ΄. λαδάνου λίτραν α΄. γο γ΄. καρδαμώμου λίτραν α΄. γο γ΄. κρόκου λίτραν α΄. γο γ΄ S". βαλσάμου καρποῦ λίτρας β΄ S". λιβάνου λίτρας ε΄. κροκομάγματος λίτρας ε΄. πάνακος λίτραν α΄. γο γ΄. καλάμου ἀρωματικοῦ λίτρας ε΄. ἀσάρου λίτρας β΄ S". κασσίας μελαίνης λίτρας β΄ S". ἀμώμου σταφυλῆς λίτραν α΄. γο γ΄. σχοίνου ἄνθους λίτρας ε΄. κόστου λίτρας ε΄. γο γ΄. νάρδου Κελτικῆς λίτρας ε΄. μελιλώτου λίτραν α΄. γο γ΄. σαμψύχου λίτραν α΄. γο γ΄. ῥόδων ξηρῶν λίτραν α΄. γο γ΄. τήλεως λίτρας S". ἢ λίτρας β΄ S". ὀποβαλσάμου ἀγγεῖα μικρὰ ε΄. μαλαβάθρου μύρου λίτραν α΄. κόψας τὰ ξηρὰ καὶ ἀραιοτέρῳ κοσκίνῳ σήσας βρέχε ἐν οἴνῳ. βδέλλιον καὶ ἂν μὴ ξηρὸν ᾖ καὶ αὐτὸ κόπτε· ἐὰν δὲ λιπαρὸν εἴη, τῷ οἴνῳ αὐτὸ διάλυε ὁλμοκοπῶν. βαλὼν εἰς μικρὸν ἀγγεῖον μυρεψικὸν κασσιτερινὸν, πωμάσας
    1044
    ἐπιμελῶς ἔα ἐπὶ δώδεκα ἡμέρας καὶ δώδεκα νύκτας. συγχρονισάτω δὲ τὸ γλεῦκος καθαρῶς σταφυλῆς ἐκτεθλιμμένης, ἵνα μηδὲν ἔχῃ δρόσου. βαλὼν δὲ τὸ γλεῦκος εἰς μέγα χαλκεῖον, ὥστε καὶ εἰς τὸ ζέμα τοῦ γλεύκους χώραν ἔχειν, ἐπιβάλλειν πάντα ἐν τῷ οἴνῳ βεβρεγμένα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον δὶς τῆς ἡμέρας ἐν σπάθῃ μυρεψικῇ σαλευέσθω ἐπὶ ὥραν. ἡ δὲ σπάθη ἀπομασσέσθω ἐπιμελῶς, ἵνα μὴ τὸ προσμεῖναν ἐν αὐτῇ ὀξῦσαν βλάπτῃ τὸ φάρμακον πάλιν καταθείσης τῆς σπάθης. ἐσκευάσθω δὲ τὸ σκεῦος πώματι καὶ ἄνωθεν κεντρῶσι πλείοσι καὶ περιδείσθω ἐπιμελῶς. ὑποκείσθω δὲ τῷ ἀγγείῳ σπείρα. ὅταν δὲ ἡμέραι ιε΄. διέλθωσι, τὸ ἀμμωνιακὸν καὶ αὐτὸ τὸ ἄμωμον ἀποδιδόσθω, ὁλοσχερέστερον κεκομμένον. λ΄. δὲ ἡμέρας ἐν διπλῷ ἀγγείῳ ἐπ’ ἀνθράκων δύο ἢ τρία ζέματα δεῖ ἐνδιδόναι, τῷ μύρῳ ἀποδιδόντας καὶ τὸ ὀποβάλσαμον. καθελόντας δὲ τὸ ἀγγεῖον καὶ ψύξαντας ἐπὶ ποσὸν ἀποχεῖν τὸ μύρον. τὰ δὲ λοιπὰ σπυριδίοις ὡς ἔστι θερμὰ ἐκθλίβειν, τὸ μὲν πρῶτον διὰ χειρῶν, εἶτα διὰ πιεστῆρος ποιήσαντάς τι διὰ τὸ μύρον ἀποβάλλειν εἰς
    1045
    αὐτὸ τὸ μαλάβαθρον, ἐὰν μύρον βάλωμεν κεχυμένον ἐπὶ θερμοῦ ὕδατος καὶ ἀνακινεῖν τῇ σπάθῃ, ἵνα μιγῇ, εἶτα ἐάσαντας μίαν ἡμέραν καὶ ἀποτίθεσθαι ἐν ὑελίνοις ἀγγείοις ὀστρακίνοις κόμμι κεχρισμένοις.

    [Τὰ ὑπὸ Ἥρα γεγραμμένα ἄκοπα.] Ἄκοπον πρὸς παραλυτικοὺς καὶ καθόλου πρὸς πᾶν ἄλγημα. ♃ πηγάνου χλωροῦ λίτραν α΄. γλήχωνος ξηροῦ λίτραν α΄. κυπέρου λίτραν α΄. νίτρου δραχ. ν΄. τήλεως λίτραν α΄. λινοζώστεως ξηρᾶς λίτραν α΄. πρασίου λίτραν α΄. λιβανωτίδος λίτραν α΄. ἀριστολοχίας λίτραν α΄. ἀμυγδάλων πικρῶν λελεπισμένων μοδίου S". ἴρεως λίτρας β΄. τερμινθίνης λίτρας β΄. δαφνίδων λίτρας β΄. σικύου ἀγρίου ῥίζης λίτρας β΄. ἀμμωνιακοῦ θυμιάματος λίτρας β΄. βράθυος λίτρας β΄. ἐλλεβόρου λευκοῦ λίτρας στ΄. μυρσίνης χλωρᾶς λίτρας γ΄. δάφνης φύλλων ξηρῶν λίτρας γ΄. κηροῦ λίτρας δ΄. βδελλίου λίτρας δ΄. οἴνου κο. β΄. ἐν ἄλλῳ τοῦ οἴνου χοᾶς ιβ΄. ἐλαίου χοεῖς δ΄. κόψας τὰ ὀφείλοντα κοπῆναι ἁδρομερῶς, ἐπίχεε ὕδωρ καὶ ἔμπαλιν τὰ κεκομμένα, προσεπίχεε δὲ καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον

    1046
    καὶ ἔασον ἐννυκτερεῦσθαι καὶ τῇ ἑξῆς ἡμέρᾳ ἕψε, ἕως ταῦτα ἐμπλέοντα καθεψηθῇ καὶ προσλάβῃ τὸ ἔλαιον τὴν ἀπὸ τῶν ἑψημένων ποιότητα. ταῦτα δὲ γίνεται ἅπαντα χρόνῳ. εἶτα ἄρας καὶ θλίψας τὰ σκύβαλα, προσέμβαλε τὸν κηρὸν καὶ τὴν ῥητίνην καὶ τὸ βδέλλιον. ἄλλο χλωράκοπον πρὸς ἰσχιάδας καὶ παραλύσεις. τούτῳ ἐχρησάμην ἐπὶ Φόρτῃ. ♃ ῥητίνης τερμινθίνης λίτραν α΄. μάννης γο δ΄. χαλβάνης γο δ΄. ἀφρονίτρου γο δ΄. ἀμμωνιακοῦ θυμιάματος γο δ΄. ὀποπάνακος γο δ΄. στέατος αἰγείου γο στ΄. ἰοῦ γο ε΄. κυπρίνου κο. α΄. ἰρίνου κο. α΄ S". μηλίνου γο δ΄. Συριακοῦ γο γ΄. πεπέρεως γο γ΄. τινὲς δὲ οὐγγίας δ΄. ἐλαίου παλαιοῦ ξε. α΄ S". ἀδάρκης γο α΄. ὄξους τὸ αὐταρκέστατον. τὸν ἰὸν καὶ τὸν ὀποπάνακα καὶ τὸ ἀφρόνιτρον σὺν τῷ ὄξει λειοτρίβει, τὰ δὲ λοιπὰ τήξας κατάχει. ἄλλο ἄκοπον πρὸς ἰσχιάδας χρονίας, πρὸς ἀγκύλας καὶ παραλύσεις, ἔστι λίαν ἐνεργές. ♃ ἐλαίου παλαιοῦ καὶ ἰρίνου λίτρας στ΄. καὶ δαφνίνου λίτρας στ΄. πυρακείνου λίτρας στ΄. κηροῦ λίτρας στ΄. τερμινθίνης γο β΄. εὐφορβίου
    1047
    γο β΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας γ΄. καστορίου γο β΄. ὀποπάνακος γο β΄. χαλβάνης οὐγγίας β΄. μυελοῦ ἐλαφείου γο β΄. πεπέρεως γο β΄. τὰ τηκτὰ τήξας κατὰ τῶν ξηρῶν κατάχει καὶ ἑνώσας χρῶ. ἄλλο ἄκοπον πρὸς ἰσχιάδας καὶ καθόλου πρὸς πάντα. ♃ σμύρνης μέρος ἓν, πυρέθρου μέρους S". λείοις παράχει γλεύκινον, ὥστε γλοιῶδες γενέσθαι τὸ φάρμακον, ἐπὶ δὲ τῆς χρείας ῥόδινον παραμιγνὺς χρῶ

    [Δαμοκράτους ἀκόπων σκευασίαι.]

  • Ὄντος δὲ πολλοῦ τοῖς φιλιάτροις λόγου
  • Ἀκόπων ἁπάντων χρήσεως καὶ μυρακόπων,
  • Φράσω τίν’ ἐστὶ ταῦτα καὶ πῶς ὠφελεῖ,
  • Πῶς τε καθ’ ἓν αὐτῶν σκευάσαι δεῖ φάρμακον.
  • Ποιεῖ μὲν οὖν ἅπαντα πρὸς νεύρων πόνους,
  • Σαρκός τε πάσης καὶ μυῶν, ὅσους κόπος
  • Καθεῖξεν ἢ ψῦξις ἢ δίχ’ αἰτίας
  • Φανερᾶς ἐγένετο. τοῖς δ’ ὅμοι’ ἀλγήματα
  • Καὶ δυσπαθείας δεῖ φέρειν ταῦτα πολλάκις,
  • 1048
  • Τοῖς εὐαλώτοις ψύξεσίν τε καὶ κόποις,
  • Ἄν χρησάμενός τις πρότερον, οὕτως ἐξίῃ
  • Ἐπὶ τὰς δι’ ἀνάγκην τοῦ βίου λειτουργίας,
  • Σαρκοῖ τ’ ἀτροφοῦντά τινα μέρη τοῦ σώματος
  • Ἄν τις ἀναχρίῃ μετὰ τροφὴν τὰ πεπονθότα,
  • Καὶ δυσαναλήπτοις ἁρμόσει, γέρουσί τε
  • Χειμῶνος αὐτοῖς χρωμένοις εἰς ἑσπέραν.
  • Ὅσα δὲ ποιεῖ τῶν ἀκόπων, δι’ ἑτέρων
  • Ἐροῦμεν, ὑποτάξαντες αὐτῶν ταῖς γραφαῖς
  • Ἢ καὶ προθέντες τῆς γραφῆς τὸ χρήσιμον.
  • Νυνὶ δὲ φήσω πῶς τὸ πρῶτον δεῖ ποιεῖν.
  • Ἀμμωνιακοῦ μὲν γὰρ γο ι΄.
  • Εἴτ’ οὐγγίας ἐθέλει τις εἴτ’ ἄλλον σταθμὸν,
  • Τὸ δ’ αὐτὸ λιβάνου, χαλβάνης δὲ δ΄.
  • Ἐλαφείου μυελοῦ δ΄. καὶ δ΄.
  • Τῆς Ἀττικῆς πέμπουσι ταὐτὸν οἰσύπου,
  • Τερμινθίνης τε τῆς διαυγοῦς δ΄.
  • Μέλιτος καλοῦ τε προσφάτου πάλιν ι΄.
  • 1049
  • Ἴσον τε τούτῳ Ποντικοῦ κηροῦ σταθμὸν,
  • Στέατός τε χηνὸς προσφάτου μαλακοῦ ι΄.
  • Οἴνου Φαλερίνου ε΄. κοτύλας ἢ βραχὺ
  • Ἐλάττονας ἢ καὶ βραχὺ δαψιλεστέρας,
  • Παλαιοῦ τ’ ἐλαίου τοῦ καλοῦ δὶς κ΄.
  • Πειρῶ δὲ τοῦτο μὴ δυσῶδες προσβαλεῖν,
  • Οὕτως γὰρ ἔσται προσφιλὲς τοῖς χρωμένοις.
  • Σκεύαζε δ’ οὕτως. ἐν θυείᾳ μείζονι
  • Λίβανον καταθλάσας εἰς βραχεῖς χόνδρους πάνυ
  • Ἀμμωνιακόν τε παραχέων οἶνον εὐθέως,
  • Ἀφείς τε ταῦτα διαβραχῆναι συμμέτρως,
  • Λέαινε τῷ δοίδυκι καὶ μέλιτος πάχος
  • Ποιῶν, ἀποδίδου τὸ μέλι καὶ τὴν οἴσυπον
  • Καὶ τὸν ἐλάφειον μυελὸν, εἶτα ταῦθ’ ἑνῶν
  • Ἐν τῇ θυείᾳ, τῆκε κηρὸν ἐν χύτρᾳ
  • Καὶ πᾶν ἔλαιον καὶ στέαρ καὶ χαλβάνην
  • Τερμινθίνην τε καὶ τακῆναι πάντ’ ἀφεὶς,
  • Κατὰ τῶν ἐνόντων τῇ θυείᾳ καταχέων,
  • 1050
  • Καὶ μικρὰ δοίδυκι κινήσας, ἵν’ ὑποψυγῇ,
  • Ταῖς χερσὶν ἀνάτριβε τότε ταῦτα πάνθ’ ὁμοῦ,
  • Ἕως ἂν ἑνωθῇ πάντα καὶ μέλιτος λάβῃ
  • Ὑγροῦ καλοῦ τε τὸ πάχος, οὕτως τ’ ἀποτίθου
  • Εἰς κασσιτερινὸν σκεῦος ἢ καὶ πύξινον,
  • Χρώμενος ἐπιμελῶς, ὡς κρατίστῳ φαρμάκῳ.
  • Ἔστιν δὲ καὶ γυναιξὶ συμφορώτατον
  • Ὅσαις ἐγένετο φλεγμονὴ τῆς ὑστέρας
  • Τὰς σκληρίας φέρουσα καὶ σκιῤῥου φόβον,
  • Ἐφ’ ὧν κέλευε πεσσαρίῳ τὸ φάρμακον
  • Ἐγχρισθὲν οὕτως προστιθέναι ταῖς ὑστέραις.
  • Ποιεῖ δὲ τοῦτο καὶ πρὸς ὠτίων πόνους
  • Τοὺς χωρὶς ἕλκους, τοὺς σφοδροὺς δίχα ῥεύματος,
  • Σεργητικοῦ δὲ μῖξον ἰρίνου μύρου
  • Μέρος δ΄. ἢ γ΄. τῷ φαρμάκῳ,
  • Θερμῷ τε δεύσας ἔριον ἔνθες τῷ πόρῳ.
  • Ἄλλο.

  • Καὶ χλωράκοπον τοῦτο δραστικὸν πάνυ,
  • 1051
  • Διὸ ταῖς καταρχαῖς τῶν πόνων μᾶλλον ποιεῖ,
  • Ἀρθριτικοῖς τε καὶ ποδαγρικοῖς συμφέρει,
  • Πρὸ τῶν βαλανείων τριβομένοις τῷ φαρμάκῳ,
  • Πόδας τε καὶ τὰ νεῦρα τὰ πεπαχυσμένα.
  • Οὕτω γὰρ ἔγνων γενομένους ὑγιεῖς τινας.
  • Ἔχει δὲ λιβανωτοῦ καλοῦ λίτραν α΄.
  • Ἀμμωνιακοῦ δὲ θυμιάματος λίτρας β΄.
  • Ἀφρονίτρου τε λευκοτάτου λίτραν α΄.
  • Τὸ δ’ αὐτὸ καθάρας οἰσύπου τῆς Ἀττικῆς,
  • Σμύρνης τε χρηστῆς, χαλβάνης τῆς ἀξύλου,
  • Ὀποπάνακός τε τοῦ καθαροῦ. τούτων καθ’ ἓν
  • Στήσας ἐπιμελῶς γο δὶς δ΄.
  • Εὐφορβίου γο δ΄. τοῦ προσφάτου,
  • Ἴσας τε ταύταις τραχέος λιμνησίου.
  • Καλοῦσι δὲ τοῦτ’ ἀδάρκην, οἱ τὰ μίγματα
  • Ἐν Ἰταλίᾳ πωλοῦντες οἵ τ’ ὠνούμενοι,
  • Κηροῦ σφόδρα καλοῦ Ποντικοῦ λίτρας β΄.
  • Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας β΄ S".
  • 1052
  • Δαφνίνου ἐλαίου καὶ κυπρίνου καὶ γλευκίνου
  • Λίτραν μίαν ἑκάστ’, ἰρίνου Σεργητικοῦ,
  • Παλαιοῦ δ’ ἐλαίου, σχινίνου τε προσφάτου,
  • Τούτων ἑκάστου δύο πάλιν λίτρας σταθμῷ,
  • Ὄξους τὸ μέτριον. τούτῳ καὶ τὰ μίγματα
  • Τὰ ξηρὰ τρίψας ἐπὶ τὸν αὐτάρκη χρόνον,
  • Λείου ἐπιμελῶς προσβαλεῖς, τήξας μύρα,
  • Κηρόν τε, χαλβάνην τε καὶ τερμινθίνην,
  • Ὀπόν τε πάνακος, τἄλλα θ’ ὑγρὰ μίγματα,
  • Καὶ κατακενώσας θερμὰ καὶ ζέοντ’ ἔτι
  • Κατὰ τῆς θυείας. τῶν γ’ ἐν αὐτῷ μιγμάτων
  • Ἀνάτριβε τῷ δοίδυκι χειρί τ’ εὐτόνως,
  • Καὶ πάνθ’ ἑνώσας ἀποτίθου τὸ φάρμακον
  • Εἰς πυξίδ’ οἵαν εἶπον ἔμπροσθεν βραχύ.
  • Θαῤῥῶν δ’ ἐπὶ πάντων κέχρησο τῶν κεχρονισμένων.
  • Ἄλλο.

  • Καὶ τοῦτο δ’ ἄκοπον εὐπόριστον καὶ καλὸν,
  • Καὶ μάλιστα χειμῶνος, ἔν γε ταῖς ὁδοῖς
  • Τοῖς εὐαλώτοισιν βοηθεῖν δυνάμενον.
  • 1053
  • Ἔχει δὲ καθαροῦ χαλβάνου γ΄. γο.
  • Ὀποπάνακος δὲ προσφάτου γο μίαν.
  • Ἄνθους ἁλὸς γ΄. οἰσύπου δὲ. δ΄.
  • Ἀμμωνιακοῦ θυμιάματος τοῦ καλοῦ
  • Λίτρας η΄. κηροῦ λίτραν α΄. πιτυΐνης πεφρυγμένης,
  • Τῆς μὴ δυσώδους γο δὶς δ΄.
  • Λίτραν τ’ ἐλαίου τοῦ Σαβίνου δὶς δ΄.
  • Πλεῖόν τε τοῦ χειμῶνος, ὡς λίτραν βάλ’ εἰς
  • Οἴνου Φαλερίνου μέλανος γο ι΄.
  • Σκεύαζε δ’ οὕτως. ἐν θυείᾳ
  • Ἀμμωνιακὸν κατάθλασον, εἶτ’ οἶνον βαλὼν,
  • Διάβρεξον ὀλίγον καὶ λεάνας ἐπιμελῶς,
  • Πρόσβαλλ’ ἁλὸς ἄνθους καὶ τὸν οἴσυπον τότε,
  • Εἶτ’ ἐκλεαίνων καὶ μέλιτος ποιῶν πάχος,
  • Τὰ τηκτὰ τήξας, ὕστερον τὴν χαλβάνην
  • Καὶ τὸν ὀποπάνακα προσβαλὼν τῆξον πάλιν,
  • Κατάχει τε τῶν ἔμπροσθε λείων γεγονότων
  • Ἐν τῇ θυείᾳ καὶ καλῶς ἡνωμένων,
  • 1054
  • Οὕτω τε μίξας θερμὸν ἔτι τὸ φάρμακον
  • Ταῖς χερσὶν, ἀπόθου εἰς ὑελοῦν ἀγγεῖον.
  • Ἄλλο μυράκοπον.

  • Καὶ μυράκοπον δὲ τοῦτο τῶν ἄγαν καλῶν.
  • Ἡδὺ γὰρ ὑπάρχει καὶ βοηθεῖ δραστικῶς
  • Πρὸς τοὺς πόνους, οὓς εἶπον ἔμπροσθεν βραχύ.
  • Στακτῆς δὲ ἔχει τῆς καλῆς τρεῖς οὐγγίας,
  • Ὀποβαλσάμου γ΄. καὶ μέλιτος γ΄. Ἀττικοῦ,
  • Κηροῦ τε καθαροῦ Ποντικοῦ γ΄. κροκίνου,
  • Μύρου δὲ Συριακοῦ γο δ΄.
  • Ἀμμωνιακοῦ λευκοτάτου, λείου τε ἁλός.
  • Γο β΄. μίαν δὲ καὶ ἓν μέρος
  • Τερμινθίνης λευκῆς τε καὶ κεκαθαρμένης,
  • Τοῦ κινναμώμου δὲ καὶ μαλαβάθρου λίτραν
  • Μίαν προσαπόδος καὶ μέρος λίτρας τρίτον.
  • Ἂν μὴ παρῇ δὲ μαλάβαθρόν σοι κατὰ τύχην,
  • Πρόσβαλλε νάρδου ταὐτὸ τῆς Γαγγίτιδος.
  • Μύρον δὲ τοῦτο τῶν μετρίως ἐστὶν καλῶν,
  • 1055
  • Ἱκανῶς δὲ φαρμακῶδες, ὡς οὐκ ἄλλο τι.
  • Ἢ ταὐτὸν ὁμοίως ἰρίνου Σεργητικοῦ,
  • Ἢ Κυζικηνοῦ, τοῦτο δὲ ἀμαρακίνου.
  • Τούτοις δὲ χρήσει μὴ παρόντος, ὡς ἔφην,
  • Τοῦ μαλαβάθρου. μέτριον γὰρ οἶμαι μυράκοπον,
  • Οὐδὲν ἔλαττον ὠφελοῦν τοὺς χρωμένους.
  • Σκεύαζε δ’ οὕτως. ἀναλεάνας ἐπιμελῶς
  • Πρόσβαλλε τὸ μέλι καὶ λεάνας συμμέτρως,
  • Στακτήν τε μίξας κὠποβάλσαμον, πάλιν
  • Λέαινε ἐπιμελῶς καθαρὰν τερμινθίνην,
  • Κηρόν τε καὶ τὸ κρόκινον εἰς διπλοῦν βαλὼν
  • Ἀγγεῖον ὕδατι τῆκε τὰ προειρημένα,
  • Περὶ δεῖλον ἐν ἑτέρᾳ χύτρᾳ.
  • Τήξας δὲ ταῦτα παρέγχει μαλάβαθρον,
  • Καὶ πάνθ’ ἑνώσας συμμέτρως, ὡς μὴ ζέσαι,
  • Βάσταζε τὸ διπλοῦν σκευάριον ἐκ τῆς χύτρας,
  • Ψύξας τ’ ἐπιμελῶς καὶ ξύσας τὸ φάρμακον,
  • Προσεμβαλών τε τοῖς πρότερον εἰρημένοις
  • Ἐν τῇ θυείᾳ πάλιν λέαιν’ ἕως καλῶς
  • 1056
  • Ἅπαν ἑνωθῇ καὶ γένηθ’ ἓν φάρμακον.
  • Εἰ δ’ αὐτὸ βούλει δραστικώτερον ποιεῖν
  • Πρὸς τὰ νεῦρά τε καὶ τὰ κεχρονισμένα
  • Καὶ τὰς διαθέσεις τάς τε τῶν μυῶν τάσεις,
  • Εὐφορβίου τε καλοῦ καὶ ἔτι προσφάτου
  • Γο β΄. τῷ παντὶ κατάμιξον σταθμῷ,
  • Τοῖς θ’ ἁλσὶ καὶ τῷ μέλιτι τῷ τ’ ὀποβαλσάμῳ
  • Συνεκλεάνας πρότερον αὐτάρκει χρόνῳ.
  • Οὕτως δ’ ἑνώσας πάντα τὰ προειρημένα,
  • Εἰς πυξίδ’ ἀπόθου ἢ εἰς ὑελοῦν ἀγγεῖον,
  • Ἀπὸ τῶν βαλανείων μᾶλλον αὐτῷ χρώμενος.
  • Βασιλεῖ δὲ ποιῶν καὶ Σεβαστῷ μυράκοπον,
  • Σκεύαζε ῥᾷστα τοῦτο καὶ χωρὶς πυρὸς
  • Ἔχον ὀποβαλσάμου μέτρον ὡς γ΄. οὐγγίας.
  • Καὶ τοῦ κρατίστου δὲ μαλαβάθρου γο
  • Ιε΄. κινναμώμου τοῦ καλοῦ ταὐτὸ,
  • Κηροῦ δ’ ἀνόσμου λευκοτάτου δραχμὰς ι΄.
  • 1057
  • Σκεύαζε δ’ αὐτὸ μαλαβάθρου τρίτον μέρος.
  • Καὶ κηρὸν εἰς ἐλάχιστα κατατετμημένον,
  • Εἰς ἀργυρᾶν ἔμβαλε λεπτὴν φιάλην.
  • Τήξας ἐφ’ ὕδατος θερμοτάτου ψύξας ξύσον,
  • Καὶ προσβαλὼν λεῖα ἐν τῷ ὀποβαλσάμῳ
  • Καὶ κινναμώμῳ, τρῖβε πάλιν ἑνῶν ἅπαν,
  • Τότε λοιπὸν αὐτοῖς μαλάβαθρον παρεγχέας,
  • Τρίβων ἕνωσον χερσὶν, οὕτω τ’ ἀποτίθου
  • Εἰς ἀργυροῦν σκευάριον ἢ ὑελοῦν παχὺ,
  • Οὕτως γὰρ ἕξεις ἀσφαλῶς τὸ φάρμακον.
  • Τρίτον δὲ λίτρας προσβαλὼν Γαγγιτικῆς,
  • Νάρδου ποιήσεις γλυκύτερον τὸ φάρμακον.
  • Καὶ κρεῖσσον πρὸς τὰς διαθέσεις τὰς προσφάτους
  • Σύγχρισμα. ἂν μὴ παρῇ δὲ κιννάμωμον, οὐ βαλὼν
  • Ἕξεις ἐλαχίστως μεῖον, ἀλλ’ ὄντως καλὸν,
  • Καὶ παντὸς ἄλλου μυρακόπου κρεῖσσον πολύ.
  • Εἰ δ’ αὐτὸ βούλει δραστικώτερον ποιεῖν
  • 1058
  • Πρὸς ἃς προεῖπον διαθέσεις, Ἀτλαντικοῦ
  • Εὐφορβίου πρόσβαλλε δραχμὰς δ΄.
  • Ἔσται γὰρ οὕτως ἡδὺ καὶ δραστήριον,
  • Κᾂν ᾖ δι’ ὀλίγων μιγμάτων συγκείμενον.
  • Τινὰς δ’ ἐπέγνων στέασι πολλοῖς χρωμένους
  • Μυελοῦ τε πολλοῦ καί τινων ἀρωμάτων,
  • Ὀποῖς τε καὶ μύροισι κἀλαίοις τισὶν,
  • Οἷς πάλιν ἀμέλει χρησάμενος ἔγνων ὅτι
  • Ἀπειροκάλων τοιαῦτα καὶ μὴ κεκρικότων
  • Τὰ μίγματα, τάς τε ἁπλὰς τούτων φύσεις.