De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Κυζικηνὴ τοῦ Ἥρα.] Τῶν ἐνδόξων ἐμπλάστρων ἐστὶ καὶ αὕτη, σχεδὸν ὑπὸ πάντων γεγραμμένη, τὰ πλεῖστα μὲν ἐν τῇ συμμετρίᾳ τῶν ἁπλῶν φαρμάκων ὁμολογούμενα γραψάντων αὐτῶν, ἐνίοις δὲ καὶ διαφωνησάντων,

815
ὡς ἔσται φανερὸν ὑπογραψάντων ἡμῶν ὡς ἕκαστος αὐτῶν ἀξιοῖ συντίθεσθαι. Ἥρας μὲν οὖν οὕτως γράφει περὶ τῆς προκειμένης ἐμπλάστρου κατὰ λέξιν. Κυζικηνὴ, ποιοῦσα πρὸς τὰ πρόσφατα τραύματα καὶ παλαιὰ τὰ ὑπόνομα. διαχεῖ μάλιστα τὰς ἐν μαστοῖς σκληρίας, ἐπισπᾶται, ἀνακαθαίρει, πληροῖ, κολλᾷ, ἐπουλοῖ. ποιεῖ καὶ πρὸς καρκινώδεις σκληρίας, λιποῦργα καὶ ἐφ’ ὧν οὐκ ἔστι σμιλίῳ χρήσασθαι, ὡς ἐπὶ τραχήλου, κολλυρίῳ χρῶ. καὶ τὰ ἐν ἀπειλῇ πραΰνει ἀποστήματα, φύματα διαχεῖ καὶ τὰ γαγγλία, τάς τε συναγωγὰς ἀποκορυφοῖ καὶ ῥήσσει. ἀνάγει καὶ βέλη καὶ ὀστᾶ καὶ σκινδαλμούς. ἐκτινάσσει δ’ ἀλύπως καὶ ἐσχάρας. ἐπὶ τῶν ὑπονόμων μεγάλοις δεῖ χρῆσθαι τοῖς σπληνίοις. διαχεῖ καὶ χοιράδας καὶ αἱμοῤῥοΐδας ἐπέχει καὶ ἐπὶ τῶν περὶ κύστιν ἄκρως ποιεῖ. ἔχει δὲ λιβανωτοῦ δραχ. δ΄. σμύρνης δραχ. δ΄. κρόκου δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. βδελλίου δραχ. δ΄. λεπίδος δραχμὰς ιβ΄. χαλκάνθου δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. στρογγύλης δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. μίσυος δραχ. δ΄. σιδίων ῥοᾶς γλυκείας δραχ. δ΄. ἀριστολοχίας, κηκίδος ὀμφακίτιδος
816
ἀνὰ δραχ. η΄. ἄλλως ιστ΄. χαλκίτιδος δραχ. δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. ἰξοῦ δρυΐνου δραχ. η΄. ὀποπάνακος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἀκακίας δραχ. η΄. ῥόδων ἄνθους δραχ. η΄. τερμινθίνης μνᾶν α΄. οἱ δὲ δραχ. ν΄. ὀποῦ μήκωνος δραχ. στ΄. κηροῦ μνᾶς β΄. οἱ δὲ δραχ. δ΄. στέατος μοσχείου θεραπευομένου μνᾶν α΄. οἱ δὲ ρν΄. ὄξους κοινοῦ κοτύλας β΄. οἴνου εἰς τὰ ξηρά. ταῦτα γραψάντων περὶ τῆς Κυζικηνῆς τοῦ τε Ἥρα καὶ τοῦ Ἀνδρομάχου δόξει μέν τισιν εἶναι διαφωνία μεγίστη, τοῦ μὲν Ἥρα λιβάνου καὶ κρόκου καὶ σμύρνης καὶ τοῦ ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένου βάλλοντος δραχ. δ΄. τοῦ δὲ Ἀνδρομάχου η΄. ἀλλ’ ὅπερ ἤδη καὶ πρόσθεν ἔλεγον ἀναγκαῖον ἡμῖν παραφυλάττειν, τοῦτο καὶ νῦν ἐρῶ· ἐὰν ἅπαντα τὰ ἁπλᾶ φάρμακα, εἰ καὶ διπλάσιά τις ἐμβάλλοι τῶν παρ’ ἑτέροις γεγραμμένων, ἡ αὐτὴ συμμετρία γίνεται, καθάπερ εἰ καὶ τριπλάσια πάντα. καὶ νῦν οὖν σχεδὸν ἅπαντα διπλάσια βέβληκεν ὁ Ἀνδρόμαχος, ἁπλᾶ βεβληκότος αὐτὰ τοῦ Ἥρα. διαφωνεῖ δ’ ἔν τε τῷ ἀλόην ἐμβάλλειν, οὐκ ἐμβεβληκότος
817
αὐτὴν τοῦ Ἥρα, καὶ μέντοι καὶ πάνακος τῆς ῥίζης. ὁ γὰρ Ἥρας ὀποπάνακος μόνον ἔγραψεν; ὁ Ἀνδρόμαχος δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πάνακα. καλοῦσι δὲ οὕτως συνήθως τὴν ῥίζαν τῆς βοτάνης, ἣν ὀνομάζουσι πάνακα. προσεμβέβληκε δὲ καὶ τὸν τοῦ μήκωνος ὀπὸν ὁ Ἀνδρόμαχος ἀνωδυνίας ἕνεκεν, ἀκακίαν δὲ καὶ ῥόδων ἄνθος ὡς στύφοντα. τὴν δὲ ἕψησιν ὁ μὲν Ἥρας ἔγραψεν ὡς ἔθος αὐτῷ, παραλείπει δὲ ὁ Ἀνδρόμαχος, ὡς καὶ τούτῳ πάλιν ἔθος ἐστὶ σπανιάκις γράφοντι τὴν ἕψησιν. ἐκ μέντοι τοῦ προσθεῖναι κατὰ τὸ τέλος ὄξους κοινοῦ κοτύλας β΄. οἶνος εἰς τὰ ξηρὰ, δῆλός ἐστι βουλόμενος λειοῦσθαι τὰ ξηρὰ μετὰ τοῦ οἴνου ἢ τοῦ ὄξους, εἶτα τὰ τηκτὰ τακέντα καταχεῖσθαι τούτων. ὁ δὲ Ἥρας οὔτε ἐμνημόνευσεν ὅλως ὄξους ἢ οἴνου καὶ κατὰ τὸ τέλος τῆς ἑψήσεως οὕτως προσέγραψε. λοιπὸν τὰ ξηρὰ καὶ τὸν ὀποπάνακα ἔμβαλε εἰς τὸν κάκαβον καὶ ἑνώσας κατάχει καὶ μάλασσε, ἰρίνῳ τὰς χεῖρας μολύνων. ἐγὼ δ’ αὐτὴν σκευάζω κατὰ τὸν Ἀνδρομάχου τρόπον, ἐν τῇ θυείᾳ λειῶν τὸν ὀποπάνακα μετὰ τῶν ξηρῶν· εἰ μὲν ἰσχυρότερόν 
818
τε καὶ διαφορητικώτερον τὸ φάρμακον ἐθελήσαιμι ποιῆσαι, μιγνὺς ἐν τῇ λειώσει τὸ ὄξος, εἰ δὲ στυπτικώτερον καὶ ἀποκρουστικώτερον, τὸν οἶνον. ὥσπέρ γε πάλιν καὶ τοῦ αὐτοῦ τοῦ οἴνου ποτὲ μὲν τὸν αὐστηρὸν αἱρούμενος, ποτὲ δὲ τὸν κιῤῥὸν, καὶ ποτὲ μὲν τὸν παλαιὸν, ποτὲ δὲ τὸν μέσον κατὰ τὴν ἡλικίαν. ὁ μὲν γὰρ αὐστηρὸς καὶ μὴ παλαιὸς στυπτικώτερος, ὁ δὲ παλαιὸς καὶ μὴ αὐστηρὸς διαφορητικώτερος.

[Κυζικηνὴ ὡς Ἀσκληπιάδης.] Γέγραπται μὲν ἤδη καὶ κατὰ τὸ τέταρτον ἡ ἔμπλαστρος αὕτη, πάνθ’ ἑξῆς ὅσα πρὸς κακοήθειαν φάρμακα συμβεβούλευκεν ἔχειν ἐν ἐκείνῳ τῷ βιβλίῳ γράψαντός μου. καὶ νῦν δὲ ἐπειδὴ καὶ αὐτὸς διαφωνεῖ τῷ τε Ἥρᾳ καὶ τῷ Ἀνδρομάχῳ, βέλτιον εἶναί μοι δοκεῖ γράψαι πρὸς λέξιν ἃ κατὰ τὸ τρίτον τῶν ἐκτὸς φαρμάκων ἔγραψεν αὐτῇ λέξει τῇδε. Κυζικηνή. ποιεῖ πρὸς κεχρονισμένας διαθέσεις καὶ τὰς τῶν νεύρων διακοπάς. ♃ λιβανωτοῦ ὡς καλλίστου, κηροῦ, σμύρνης, ἀριστολοχίας, χαλκίτιδος, Ἰλλυρικῆς, χαλβάνης ἀνὰ δραχ. δ΄. τερμινθίνης, λιθαργύρου ἀνὰ δραχ. η΄. ἐλαίου κοτύλην α΄. πάντα βαλὼν εἰς

819
ἄγγος χαλκοῦν ἕψε ἐπὶ τέφρας μαλακῆς, κινῶν ἕως ἂν ἀποσταζόμενον εἰς ὕδωρ ψυχρὸν πάχος ἔχῃ μέλιτος. μετὰ δὲ ταῦτα αἶρε κινῶν, τοῦτο ἐγχρίσας εἰς δερμάτιον, ἐπιτίθει καὶ λῦε χειμῶνος μὲν μετὰ τὴν ἑβδόμην ἡμέραν, θέρους δὲ μετὰ τὴν πέμπτην.

[Ἄλλη, ἐκ τῶν Φιλοξένου.] ♃ Λιβάνου, σμύρνης, κρόκου, Ἰλλυρικῆς, βδελλίου, λεπίδος χαλκοῦ, χαλκάνθου, χαλκίτεως, στυπτηρίας στρογγύλης καὶ σχιστῆς, μίσυος ξενικοῦ, ἀμμωνιακοῦ θυμιάματος, προπόλεως, ἰξοῦ δρυΐνου, ὀποπάνακος, σιδίων μεμυκότων ἀνὰ δραχ. δ΄. ἀριστολοχίας δραχμὰς η΄. κηροῦ, στέατος ταυρείου ἀνὰ δραχμὰς ρ΄. ἃ μνᾶν ἐπιγράφει. ῥητίνης τερμινθίνης δραχ. ιε΄. ὃ τρία τέταρτα ἐπιγράφει, τὴν ῥητίνην βαλὼν εἰς λοπάδα ὀστρακίνην, ἕψε ἕως ἄνοσμα γένηται, εἶτα τὸ στέαρ καὶ τὸν κηρὸν κατακνήσας, ἐπέμβαλε καὶ τῆκε. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα καθελὼν ἀπὸ τοῦ πυρὸς τὰ τηκτὰ καὶ ποσῶς ἐάσας ψυγῆναι τούτων κατάπασσε τὰ ξηρὰ καὶ κίνει ἐπιμελῶς. ἔχειν δὲ δεῖ μετ’ ὄξους τετριμμένα σμύρναν, λίβανον,

820
βδέλλιον, ὀποπάνακα. τούτοις ἐπίβαλλε τὰ ἐν τῇ λοπάδι καὶ τρῖβε ὥστε ἐγκηρίδας μὴ γενέσθαι. ὅταν δὲ καλῶς ἔχῃ, ἀνελοῦ εἰς πυξίδα ξυλίνην, προσεγχρίσας ἰρίνῳ μύρῳ.

[Ἡ διὰ δυοῖν ἀριστολοχιῶν, ὡς Ἀνδρόμαχος.] Περὶ ταύτης ὁ Ἀνδρόμαχος κατὰ λέξιν οὕτως γράφει. ἡ διὰ δυοῖν ἀριστολοχιῶν. ♃ ῥητίνης φρυκτῆς λίτραν α΄. κηροῦ λίτραν α΄. πίσσης λίτραν α΄. κίκεως ἢ ἐλαίου παλαιοῦ κοτύλην μίαν, κυάθους δύο, ψιμυθίου οὐγγίας στ΄. ἰοῦ οὐγγίας στ΄. χαλκάνθου οὐγγίας δ΄. μάννης οὐγγίας στ΄. ἀριστολοχίας μακρᾶς οὐγγίας δ΄. καὶ στρογγύλης οὐγγίας δ΄. ἐρετριάδος οὐγγίας στ΄. Ἰλλυρικῆς οὐγγίας δ΄. κηκίδος οὐγγίας β΄. ὄξους κοτύλην α΄. ἐγὼ πλέον, σιδίων οὐγγίας β΄. λείου σὺν ὄξει τὰ ξηρὰ, εἶτα τὰ τηκτά.

[Ἡ διὰ δικτάμνου ὡς Δαμοκράτης.] Εἴρηταί μοι πολλάκις ὡς οὐ μόνον εἰς μνήμην αἱ ἔμμετροι γραφαὶ χρησιμώτεροι τῶν πεζῇ γεγραμμένων εἰσὶν, ἀλλὰ καὶ εἰς τὴν τῆς συμμετρίας τῶν μιγνυμένων ἀκρίβειαν. διὰ τοῦτ’

821
οὖν καὶ νῦν τὴν διὰ δικτάμνου προσέγραψε συμμετρίαν ἀκριβῆ διασώζουσαν ἐν τῇ Δαμοκράτου γραφῇ.

  • Τῶν περιβοήτων δ’ ἐστὶν ἐμπλάστρων μία,
  • Μόνη τ’ ἔχουσα Κρητικὸν τὸ καλούμενον
  • Δίκταμνον, ἰᾶται δὲ τὰς τῶν ἑρπετῶν,
  • Ἰοβόλων πληγάς τε καὶ τὰ δήγματα
  • Πάντων τετραπόδων, κᾂν λελυσσήκῃ τινὰ,
  • Τετυλωμένα θ’ ἕλκη, τάς τε τῶν νεύρων φθοράς.
  • Μυῶν τε καὶ τῶν ὀστέοις ἐπικειμένων
  • Χόνδρων, ἐχόντων διὰ βάθους ἤδη φθοράν.
  • Τά τε περὶ μαστοὺς καὶ τράχηλον καὶ ῥάχιν
  • Ἕλκη θεραπεύει, κᾂν χρόνους πολλοὺς ἔχῃ·
  • Καὶ πάνθ’ ὅσ’ εἶπον τὴν καλουμένην ποιεῖν
  • Αἰγυπτίαν ἔμπλαστρον ἔμπροσθεν βραχύ.
  • Ταύτην ἀγαθὴν σφόδρ’ οὖσαν ἔνιοι καὶ μόνην
  • Δοκοῦσι πασῶν τῶν καλῶν βελτίονα,
  • Πολλῶν διὰ πείρας οὐκ ἔχοντες φαρμάκων.
  • Ἔχει δὲ λιθάργυρον δὶς ἑκατὸν δραχμὰς,
  • 822
  • Λίτρας δ’ ἐλαίου τοῦ παλαιοῦ τέταρτον.
  • Τινὲς δὲ κοτύλης φασὶ μᾶλλον τέταρτον.
  • Δὶς δ’ εἴκοσι πέντε Ποντικοῦ κηροῦ δραχμὰς,
  • Κολοφωνίας δὲ τῆς καλῆς, κηροῦ διπλοῦν,
  • Τινὲς δὲ μᾶλλον, ταὐτὸ τῆς τερμινθίνης.
  • Ἰοῦ δὲ χαλκοῦ καὶ ἀλόης Ἰνδικῆς,
  • Χαλκοῦ τε κεκαυμένου καὶ διφρυγοῦς καλοῦ
  • Ἑκκαίδεχ’ ἥμισυ ἐξ ἑκάστου μίγματος,
  • Εἴκοσι δραχμὰς δὲ χαλβάνης καὶ δ΄.
  • Μάννης, λιβάνου τε τὰς ἴσας δὶς ιβ΄.
  • Ἀμμωνιακοῦ δὶς ε΄. καὶ δὶς κ΄.
  • Ἑκκαίδεκα δραχμὰς προπόλεως τῆς Ἀττικῆς,
  • Ἀριστολοχίας τῆς μακρᾶς δὶς ι΄. δραχμὰς
  • Δὶς στ΄. λεπίδος, τοῦ Κυπρίου χαλκοῦ δραχμὰς
  • Καὶ γεντιανῆς ξηροτάτης ῥίζης ἴσον.
  • Τούτοις προσαπόδος πᾶσι δικτάμνου πόας
  • Ξηρᾶς ἐχούσης ἄνθος ὁλκὰς κ΄.
  • Λείας. λιθάργυρον δὲ μετ’ ἐλαίου βαλὼν,
  • 823
  • Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον,
  • Ἕψε πυρὶ κούφῳ καὶ μαλακῷ, κινῶν σπάθῃ
  • Ἕως γένηται μέλιτος Ἀττικοῦ πάχος.
  • Ἴσον δὲ καὶ τῆς λεπίδος προσβαλὼν πάλιν
  • Ἕψε λαβρότερον, εἶτα κιῤῥοῦ γενομένου
  • Τοῦ φαρμάκου, πρόσβαλε χαλκὸν καὶ διφρυγὲς,
  • Ποιῶν τ’ ἀμόλυντον καὶ πεπηγὸς φάρμακον
  • Πρόσβαλλε κηρὸν τήν τε ῥητίνην ἅμα.
  • Ὧν συντακέντων, ὅταν ἴδῃς κεκραμένην
  • Ἔμπλαστρον, αἴρεις τὴν χύτραν ἀπὸ τοῦ πυρὸς
  • Καὶ προσβαλὼν προπόλεώς τε καὶ χαλβάνην,
  • Ἀμμωνιακὸν, μάνναν τε καὶ ἀλόην, τότε
  • Ψύξας τὸ πυρῶδες καὶ ζέον τοῦ φαρμάκου,
  • Ἀριστολοχίαν λειοτάτην προσεμπάσεις
  • Καὶ γεντιανὴν, τήν τε δίκταμνον πόαν
  • Καὶ προσανακόψας τῇ σπάθῃ τὸ φάρμακον
  • Χερσὶ καὶ μαγδαλιὰς ποιῶν, ἔχε,
  • Εἰς ἃς προεῖπον χρώμενος περιστάσεις.
  • 824

    [Περὶ τροχίσκων Ἀσκληπιάδου.] Ὥσπερ δ’ ἐμπλάστρους ἀπὸ τῆς χρόας, ἀλλ’ οὐκ ἀπὸ τῆς κατὰ δύναμιν ἐπαγγελίας, ὠνόμασαν ἔνιοι τῶν ἰατρῶν μηλίνας καὶ λευκὰς καὶ φαιὰς καὶ κιῤῥὰς, οὕτως ἀπὸ τοῦ κατὰ τὴν ἀνάπλασιν σχήματος ὀνομάζουσι τροχίσκους οὐ πρὸς ἓν πάθος, ἀλλὰ πρὸς πάνυ πολλὰ διαφέροντας. ἀκολουθήσαντες οὖν αὐτοῖς καὶ ἡμεῖς ἐφεξῆς γράψομεν πάντας· τούς γε δοκίμους, εἴτε κυκλίσκους, εἴτε τροχίσκους, ἑκατέρως γὰρ αὐτοὺς ὀνομάζουσι. καλῶς δὲ ποιοῦντες ἐφ’ ἑκάστου τὴν ἐπαγγελίαν προέγραψαν, καὶ μάλιστα ὁ Ἀσκληπιάδης, οὗ καὶ πρώτου τὰ κατὰ τὸ τρίτον πρὸς τὰ ἐκτὸς γεγραμμένα φάρμακα παραθήσομαι. Τροχίσκοι Ἀσκληπιάδου. τροχίσκοι πολύχρηστοι Ἀριστάρχου Ταρσέως. ποιεῖ πρὸς ἕλκη πρόσφατα καὶ παλαιὰ, ποιεῖ καὶ πρὸς τερηδόνας, κηρία, ποιεῖ πρὸς σύριγγας, ὦτα πυοῤῥοοῦντα, ὀστᾶ ἐφθορότα, ποιεῖ πρὸς νομὰς, καταστέλλει πᾶσαν ὑπεροχὴν, αἴρει πτερύγια, ποιεῖ πρὸς τὰς περὶ μήτραν διαθέσεις, πρὸς ὀζαίνας, φαγεδαίνας, κονδυλώματα, ποιεῖ πρὸς τὰ κεχρονισμένα καὶ δυσαλθῆ, ποιεῖ

    825
    ἀρχομένοις φθισικοῖς, σπληνικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ὁλκῆς τριώβολον διδόμενος μετὰ τοῦ οἰκείου πόματος. ὠφελεῖ καὶ συναγχικοὺς καὶ τὰς τῶν οὔλων νομὰς, καὶ καθόλου ἐστὶν εὔθετος πρὸς τὰς τῶν ἐκτὸς καὶ τῶν ἐντὸς διαθέσεις. ♃ σμύρνης δραχμὰς στ΄. κρόκου δραχμὰς γ΄. κροκομάγματος δραχ. γ΄. κυτίνων δραχ. στ΄. χαλκάνθου δραχ. στ΄. στυπτηρίας σχιστῆς δραχ. στ΄. ἀλόης δραχ. στ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐπὶ δὲ τῆς χρήσεως ἄνιε καταλλήλως ὑγρῷ πρὸς τὰς ὑποκειμένας διαθέσεις. ὁ τοῦ Νεαπολίτου. ♃ σμύρνης δραχ. στ΄. λιβάνου δραχ. στ΄. κηκίδων δραχ. η΄. λυκίου δραχ. η΄. στυπτηρίας δραχ. η΄. κροκομάγματος δραχ. η΄. ἀλόης δραχ. η΄. κυτίνων δραχ. ιβ΄. χαλκοῦ δραχ. η΄. οἴνῳ Φαλερίνῳ. Ἀνδρώνιος ἐπιγεγραμμένος. ♃ κυτίνων δραχ. ι΄. σχιστῆς δραχ. δ΄. χαλκάνθου δραχ. ιβ΄. σμύρνης δραχ. δ΄. λιβάνου δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. κυκίδων δραχ. η΄. γλυκέος κοτύλας β΄. παρὰ δὲ τῷ Ἡρακλείδῃ οὕτως ἔχει. ♃ σιδίων δραχ. ι΄. ἀριστολοχίας δραχ. η΄. κηκίδων δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. δ΄. λιβάνου δραχ. δ΄. σχιστῆς δραχ. δ΄. χαλκάνθους δραχ. β΄. σμύρνης δραχ. δ΄.
    826
    γλυκεῖ ἀναλάμβανε. Πολυείδου σφραγίς, ♃ σιδίων δραχ. στ΄. σμύρνης δραχ. η΄. στυπτηρίας σχιστῆς δραχ. ε΄. λιβάνου δραχ. δ΄. ἀλόης δραχ. η΄. χαλκάνθου δραχ. γ΄. χολῆς ταυρείας δραχ. στ΄. οἴνῳ γλυκεῖ ἀναλάμβανε. ἡ κορακίνη σφραγίς. ποιεῖ πρὸς παρισθμίων φλεγμονὰς καὶ κεχαλασμένας κιονίδας, οὖλα μυδῶντα, ποιεῖ πρὸς νομάς. ποιεῖ πρὸς τὰς περὶ τὴν ἕδραν διαθέσεις καὶ σύριγγας ἐκτυλοῖ. ♃ ἀριστολοχίας Κρητικῆς στρογγύλης, κυτίνων, χαλκίτεως ὀπτῆς, λιβάνου, σμύρνης, χαλκάνθου, κροκομάγματος, ἀλόης Ἰνδικῆς, χολῆς ταυρείας ἀνὰ δραχ. η΄. γλυκέος τὸ αὔταρκες. τροχίσκος πρὸς νομάς. ♃ βράθυος δραχ. ν΄. σμύρνης δραχ. γ΄. σώρεως δραχ. β΄. κυπέρου δραχ. β΄. χαλκάνθου δραχ. β΄. λιβάνου δραχ. β΄. οἴνῳ ἀναλάμβανε. ἐν ἄλλαις γραφαῖς ἐλαίας φύλλων δραχ. β΄. μυρσίνης ξηρᾶς δραχ. δ΄. ὄρχεως βοτάνης δραχ. δ΄. ἀρσενικοῦ δραχ. α΄. σμύρνης δραχ. δ΄. ἐκ τῶν Ἡρακλείδου. ♃ ὄρχεως δραχ. β΄. ἀρσενικοῦ δραχ. δ΄. κηκίδων δραχ. η΄. λεπίδος δραχ. η΄. λεπίδος δραχ. στ΄. σώρεως δραχ. η΄. σμύρνης δραχ. β΄. λιβάνου δραχ. β΄. ἀκακίας χυλίσματος δραχ. β΄. οἴνῳ ἀναλάμβανε. ὁ διὰ
    827
    τῶν φυτῶν ἐπιγραφόμενος. ♃ σιδίων δραχ. η΄. μυρσίνης φύλλων δραχ. η΄. καρύων λεπύρων ξηρῶν δραχ. η΄. ἀκάνθης καρποῦ δραχ. η΄. κηκίδων δραχ. δ΄. ἁλῶν ὀρυκτῶν δραχ. η΄. ἅπαντα θραύεται, εἶτα ὄξει φυρᾶται καὶ βάλλεται εἰς ἀγγεῖον κεραμοῦν, εἶτα ὀπτᾶται καὶ λεαίνεται μετὰ ὄξους. καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλλε σμύρνης δραχ. δ΄. λιβάνου δραχ. β΄. καὶ ἀνάπλαττε τροχίσκους, ἡ χρῆσις μετὰ ὄξους. παρὰ Τερεντίου ἐπιγράφεται στυπτική. ποιεῖ πρὸς πᾶσαν νομὴν καὶ τὰς περὶ δακτύλιον διαθέσεις. ♃ σανδαράχης, μίσυος, χαλκάνθου, στυπτηρίας σχιστῆς ἀνὰ δραχ. δύο, σμύρνης, λεπίδος χαλκοῦ, ἀλόης, χαλκίτεως ἀνὰ δραχ. γ΄. κυτίνων ῥοᾶς, ῥόδων ἄνθους, κηκίδων ἀνὰ δραχ. δ΄. ἀκακίας χυλοῦ δραχ. η΄. σιδίων ῥοᾶς δραχ. η΄. ἀναλάμβανε μύρτων ἀφεψήματι, εἰς τὸ ἥμισυ ἀφεψημένων. τροχίσκος πρὸς ἑρπηστικά. Ἀρείου πρὸς ἕρπητας. ♃ γῆς κιμωλίας δραχ. η΄. μίσυος ὀπτοῦ δραχ. ιστ΄. μίλτου Σινωπίδος δραχ. γ΄. τρῖβε ἕκαστον κατ’ ἰδίαν μετὰ ὕδατος, εἶθ’ ὁμοῦ μίξας, ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις δι’ ὄξους. ἄλλος ὁ δι’ ὀριγάνου. ♃ ὀριγάνου δραχ. β΄. ἐλαίας φύλλων δραχ. β΄. ἀκακίας δραχ. β΄. χαλκάνθου 
    828
    δραχ. β΄. ἁλὸς Σπανοῦ δραχ. β΄. ὄξει ἀναλάμβανε. ἐκ τῶν Λάργου φάρμακον ἐπιτετευγμένον. ♃ λιθαργύρου ἢ ψιμυθίου δραχ. λη΄. στυπτηρίας σχιστῆς δραχ. ιβ΄. ἀκακίας δραχ. η΄. κρόκου, λιβάνου, διφρυγοῦς, ὀπίου ἀνὰ δραχ. β΄. τρῖβε μεθ’ ὕδατος καὶ ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις μεθ’ ὕδατος. ἄλλο σφόδρα γενναῖον. ♃ στυπτηρίας στρογγύλης, χαλκίτεως, μελαντηρίας ἢ σώρεως ἀνὰ δραχ. β΄. μίσυος, σιδίων ἀνὰ δραχ. δ΄. ἀσβέστου δραχ. ιστ΄. ὄξους ξέστην α΄. ἕψε τὰ σίδια μετ’ ὄξους. καὶ ὅταν διαλυθῆ, τρῖβε μετὰ τῆς ἀκακίας καὶ τοῖς λοιποῖς ἐπίβαλλε, καὶ ὅταν εὖ ἔχῃ, ἀνάπλαττε τροχίσκους. ἡ χρῆσις δι’ ὕδατος. ὡς Θρεπτὸς πρὸς ἑρπυστικὰ καὶ ὅπου νομὴν δεῖ στῆσαι. ποιεῖ καὶ πρὸς τὰς ἐν στόματι διαθέσεις, πρὸς ὦτα πυοῤῥοοῦντα, πρὸς ἐξανθήματα, σαρκῶν ἐπαναστάσεις καὶ τὰ ἐν μυκτῆρσιν ἕλκη, πρὸς τὰς περὶ τὴν ἕδραν διαθέσεις. ♃ σιδίων δραχ. ι΄. κηκίδος ὀμφακίτιδος δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. ἀλόης δραχ. δ΄. σμύρνης δραχμὰς η΄. σχιστῆς δραχμὰς β΄. λιβάνου δραχμὰς δ΄. χαλκάνθου δραχ. δ΄. ἀναλάμβανε γλυκεῖ.

    829

    [Τροχίσκοι κιῤῥοὶ Ἱέρακος Θηβαίου, ἡ διὰ τῶν ἁλικακάβων.] Ποιεῖ πρὸς ψύδρακας, ἐπινυκτίδας, τὰ ἐν μυκτῆρσιν ἕλκη. ποιεῖ πρὸς ῥαγάδας καὶ ὅσα βούλει χωρὶς ὀδύνης ἐπουλῶσαι. ♃ ψιμυθίου λίτραν μίαν, λιθαργύρου λίτρας ι΄. στυπτηρίας σχιστῆς, ἁλικακάβου φλοιοῦ, χαλκάνθου, Σινωπίδος ἀνὰ λίτρας ἥμισυ, ὄξει ἀναλάμβανε. Λευκίου Καθηγητοῦ, φάρμακον ἐπετετευγμένον. ♃ στυπτηρίας, ἰοῦ Κορινθίου, μίλτου Σινωπίδος, κοτύλης μέτρῳ τὸ ἴσον ἀναλάμβανε ὄξει. ἐκ τῶν Ἀρείου. πρὸς ψώρας νεμομένας ἑρπηστικὰ, σαρκῶν ὑπεροχὰς, πτερύγια, ὦτα πυοῤῥοοῦντα, ἕλκη δυσαλθῆ. ποιεῖ πρὸς ῥαγάδας, κονδυλώματα. ♃ σχιστῆς, μίλτου Σινωπίδος, ἰοῦ ξυστοῦ, κόμμεως, κηκίδων, κυτίνων, ἑκάστου τὸ ἴσον ὄξει ἀναλάμβανε. ὡς δὲ Μάγνος ὁ Φιλαδελφεὺς πρὸς τὰς εἰρημένας διαθέσεις ἐχρήσατο. ♃ σχιστῆς στυπτηρίας, ἰοῦ Κορινθίου, χαλκίτεως, μίλτου Σινωπίδος, κόμμεως, μέτρῳ τὸ ἴσον ὄξει ἀναλάμβανε. πρὸς ἐρυσιπέλατα τροχίσκος. ♃ κρόκου δραχμὴν α΄. ὀπίου δραχ. α΄. ψιμυθίου

    830
    δραχ. β΄. γλυκεῖ ἀναλάμβανε. ἐν ἄλλαις ἔχει γλαυκίου δραχμὰς η΄. Ἀνδρομάχου κροκώδης, φάρμακον ἐπιτετευγμένον. ♃ λιθαργύρου δραχμὰς δ΄· τουτέστιν οὐγγίας S". ψιμυθίου οὐγγίας δ΄. θείου ἀπύρου οὐγγίαν α΄. κρόκου, ὀπίου ἀνὰ οὐγγίαν α΄. χυλῷ στρύχνου ἀναλάμβανε. ἐπὶ τῆς χρήσεως ἄνιε γλυκεῖ. Γαΐου Νεαπολίτου. ♃ ψιμυθίου, ἀκακίας, γλαυκίου, ὀπίου, ἑκάστου τὸ ἴσον. γλυκεῖ ἀναλάμβανε, κατάχριε συνεχῶς. ἄλλο. ♃ ψιμυθίου δραχ. η΄. ἀκακίας δραχμὰς η΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. κρόκου δραχμὰς β΄. ὀπίου δραχ. β΄. χυλοῦ πολυγόνου ἢ σέρεως ἢ στρύχνου ἢ κυνογλώσσου. ἐκ τῶν Ἀγαθίνου. ♃ ψιμυθίου δραχμὰς στ΄. μάννης, λιβάνου ἀνὰ δραχμὴν α΄. κροκομάγματος δραχ. β΄. θείου ἀπύρου δραχμὰς β΄. ὠῶν ἑφθῶν λεκίθων δραχ. στ΄. γλυκεῖ ἀναλάμβανε. πρὸς ῥαγάδας καὶ κονδυλώματα. Μενεσθέως πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας, ποιεῖ πρὸς νομάς. ♃ ἀλόης οὐγγίας στ΄. κρόκου οὐγγίας γ΄. στυπτηρίας σχιστῆς οὐγγίας γ΄. οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ἔστω τὸ
    831
    ὑγρὸν κατάλληλον τῇ διαθέσει. Ἀπολλοφάνους πρὸς ῥαγάδας καὶ κονδυλώματα. ♃ στίμμεως δραχ. η΄. ἀκακίας δραχ. στ΄. ἰοῦ δραχμὴν α΄. ὀπίου δραχ. β΄. λιβάνου δραχμὴν α S". σμύρνης δραχ. β΄. κόμμεως δραχ. δ΄. οἴνῳ ἀθαλάσσῳ ἀνάπλαττε τροχίσκους. ὡς δὲ Νικόλαος. ♃ στίμμεως δραχ. η΄. ἀκακίας δραχ. η΄. ἰοῦ δραχμὴν μίαν, ὀπίου δραχ. γ΄. σμύρνης δραχ. δ΄. κόμμεως δραχ. δ΄. οἴνῳ ἀνάπλασσε. ἐκ τῶν Μάγνου πρὸς ῥαγάδας καὶ κονδυλώματα ἵστησι νομάς. ♃ ἀλόης δραχ. η΄. ἀκακίας δραχ. δ΄. κηκίδος δραχ. β΄. κρόκου δραχ. β΄. λιβάνου δραχμὴν α΄. σμύρνης δραχμὴν α΄. οἴνῳ ἀναλάμβανε. ὁ διὰ τῶν χυλῶν ἐπιγραφόμενος πρὸς νομὰς καὶ ψωρώδεις διαθέσεις. ♃ λυκίου Ἰνδικοῦ, ἀλόης Ἰνδικῆς, σμύρνης, χαλκοῦ, στυπτηρίας σχιστῆς, χαλκάνθου, κυτίνων, λιβάνων ἀνὰ δραχ. δ΄. χυλοῦ μύρτων κοτύλης ἥμισυ, συντίθει καὶ ἀνάπλαττε τροχίσκους. Πετρωνίου ἡ ἀρετὴ, φάρμακον ἐπιτετευγμένον πρὸς ῥαγάδας καὶ κονδυλώματα, ἐν ταῖς μεγίσταις περιωδυνίαις καὶ ταχέως ἀπαλλάττει. ♃ στίμμεως, ἀκακίας, μολύβδου κεκαυμένου καὶ πεπλυμένου
    832
    ἀνὰ δραχ. ιστ΄. σποδοῦ κυπρίας, ἐρείκης καρποῦ, στυπτηρίας σχιστῆς, λιβάνου, χαλκάνθου, σμύρνης, ὀπίου ἀνὰ δραχ. η΄. οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ἄνιε γλυκεῖ.

    [Οἱ ὐπ’ Ἀνδρομάχου γεγραμμένοι τροχίσκοι ἐν τῷ τῶν ἐκτός.] Τροχίσκος Δαρείου ἑδρικός. ♃ στίμμεως δραχ. ιστ΄. ἀκακίας δραχ. ιστ΄. οἱ δὲ η΄. ἰοῦ δραχ. μ΄. ὀποῦ μήκωνος δραχ. γ΄. οἱ δὲ δραχ. β΄. κόμμεως δραχ. δ΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχ. γ΄. οἱ δὲ δραχ. β΄. οἶνον, οἱ δὲ ὕδωρ. πολύχρηστος καὶ πυοποιὸς καὶ χαλαστικός. ♃ φλοιοῦ λιβάνου δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. δ΄. σὺν οἴνῳ ἀνάπλασσε, ἄνιε σύν μέλιτι. τὸ Μούσα ἰατρεῖον. ♃ σχιστῆς, ἀλόης, σμύρνης, χαλκάνθου, ἀνὰ δραχ. στ΄. κρόκου δραχ. γ΄. κροκομάγματος δραχ. γ΄. κυτίνων δραχ. δ΄. σὺν οἰνομέλιτι ἀναλάμβανε ἐκ Φαλερίνου οἴνου. πρὸς ἐρυσιπέλατα ἐκ τοῦ Ἀγαθοκλέους. ♃ ψιμυθίου δραχ. η΄. στυπτηρίας στρογγύλης δραχ. β΄. κροκομάγματος δραχ. β΄. θείου ἀπύρου δραχ. β΄. λείοις παραχεῖται στρύχνου χυλὸς καὶ ἀνάπλασσε 

    833
    τροχίσκους ἐπὶ τῆς χρείας οἴνῳ αὐστηρῷ. Ἰσιδώρου πρὸς νομάς. ♃ οἰσυπηρῶν ἐρίων δραχμὰς μ΄. μολύβδου ῥινίσματος δραχμὰς ι΄. λεπίδος δραχ. ι΄. ἀσφάλτου δραχμὰς ι΄. στυπτηρίας σχιστῆς δραχ. ε΄. καὶ στρογγύλης ε΄. σιδίων δραχμὰς ε΄. κηκίδων δραχ. ε΄. μίσυος δραχμὰς ε΄. χαλκίτεως δραχ. ε΄. λιβάνου δραχ. ε΄. σμύρνης δραχ. β΄. ἀμόργης κοτύλας η΄. ἢ ξηρᾶς ε΄. τροχίσκος μέλας ᾧ χρῶμαι. ♃ σιδίων δραχ. ι΄. ἀριστολοχίας δραχ. η΄. κηκίδος δραχ. η΄. σχιστῆς δραχ. δ΄. ἀλόης δραχ. δ΄. σμύρνης δραχ. β΄. χαλκάνθου δραχ. β΄. λιβάνου δραχ. δ΄. οἴνῳ ἀναλάμβανε. ἡ χρῆσις οἴνῳ γλυκεῖ. τροχίσκος δι’ ἁλικακάβων. ♃ λιθαργύρου δραχ. κδ΄. ψιμυθίου δραχ. ιβ΄. ἢ κδ΄. ἁλικακάβου ῥίζης δραχ. η΄. χαλκάνθου δραχ. δ΄. σχιστῆς δραχ. δ΄. μίλτου ὥστε χρῶσαι, σὺν ὕδατι ἀναλάμβανε. τροχίσκος δι’ ὀριγάνου. ♃ ἐλαίας φύλλων χλωρῶν δραχ. η΄. σιδίων δραχ. στ΄. ὀριγάνου δραχ. δ΄. ἀκακίας δραχ. ιβ΄. χαλκίτεως δραχ. δ΄. σχιστῆς δραχ. δ΄. μίσυος δραχ. δ΄. οἴνου αὐστηροῦ. τροχίσκος ὁ διὰ τοῦ ῥοῦ. ♃ κηκίδος δραχ. γ΄. ἀκακίας δραχ. δ΄. χαλκάνθου δραχ. ε΄. χαλκίτεως δραχμῆς ἥμισυ, σχιστῆς
    834
    δραχ. η΄. στρογγύλης δραχ. δ΄. μίσυος δραχ. γ΄. σιδίων δραχ. ε΄. λεπίδος δραχ. δ΄. σμύρνης δραχ. β΄. ἀλόης δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. λιβάνου φλοιοῦ δραχ. δ΄. ταυροκόλλης δραχ. γ΄. ῥοῦ βυρσοδεψικοῦ χοίνικος τὸ τέταρτον. οἱ δὲ χοίνικος ἥμισυ, ὄξους κοτύλην α΄ S". εἰς τὸ ἀποβρέξαι καὶ λεᾶναι τὸν ῥοῦν. Πολυείδου σφραγίς. στυπτηρίας σχιστῆς δραχ. γ΄. λιβάνου δραχ. δ΄. σμύρνης δραχ. δ΄. ἢ σμύρνης δραχ. η΄. χαλκάνθου δραχ. β΄. κυτίνων δραχ. ιβ΄. χολῆς ταυρείας δραχ. στ΄. ἀλόης δραχ. η΄. οἴνῳ αὐστηρῷ ἀναλάμβανε. τροχίσκος Ἀνδρώνιος. ♃ κυτίνων δραχ. ι΄. κηκίδος δραχ. η΄. σμύρνης δραχ. δ΄. οἱ δὲ δραχ. ιη΄. ἄλλ. κη΄. ἀριστολοχίας δραχ. δ΄. χαλκάνθου δραχ. β΄. σχιστῆς δραχ. β΄. οἱ δὲ δραχ. δ΄. μίσυος Κυπρίου δραχ. β΄. γλυκεῖ ἀναλάμβανε. χρῶ πρὸς πολλὰ πολυχρήστῳ φαρμάκῳ. τροχίσκος Ἀχιλλᾶ. ♃ λεπίδος, μίσυος, ἀλόης ἀνὰ δραχ. β΄. ἀριστολοχίας δραχ. η΄. σχιστῆς δραχ. δ΄. σμύρνης δραχ. β΄. λιβάνου δραχ. δ΄. κηκίδος δραχ. η΄. χαλκάνθου δραχ. β΄. σιδίων δραχ. η΄. χολῆς ταυρείας δραχ. β΄. ὄξει ἀναλάμβανε. τροχίσκος πρὸς νομὰς Ἰσιδώρου γνωρίμου. ♃ μάννης, λιβάνου ἀνὰ δραχ. λ΄. κυτίνων
    835
    δραχ. η΄. σχιστῆς δραχ. η΄. κηκίδων δραχ. η΄. χαλκάνθου, ἀριστολοχίας, σμύρνης, μίσυος Κυπρίου, ἀσβέστου ἀνὰ δραχ. ι΄. ἀκακίας δραχ. η΄. ἀναλάμβανε οἴνῳ ἢ ὄξει καὶ λεάνας χρῶ. τροχίσκος ἄλλος πολύχρηστος. ♃ κηκίδος δραχ. η΄. κυτίνων δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. ἰοῦ δραχ. στ΄. σχιστῆς δραχ. η΄. χαλκάνθου, ἀκακίας, χολῆς ταυρείας, λιβάνου, ἀλόης, λυκίου, σμύρνης, ἐν ἄλλῳ καὶ μίσυος ἀνὰ δραχ. η΄. λείου, τοῖς ὑπὸ κύνα καύμασι πολλῷ ὄξει. τροχίσκος Ἀπολλωνίου Ἀρχιστράτορος σμίλινος, ὡς Ἀλκιμίων πολύχρηστος. ♃ ψιμυθίου δραχ. ι΄. λιθαργύρου δραχ. ε΄. ἀλόης δραχ. ν΄. σχιστῆς δραχ. δ΄. λιβάνου δραχ. δ΄. σμύρνης δραχμὴν α΄. οἱ δὲ δραχ. β΄. κιμωλίας δραχ. κε΄. ἀναλάμβανε οἴνῳ, χρῶ ἐνίοτε σὺν οἴνῳ καὶ ῥοδίνῳ. πρὸς ἐρυσιπέλατα ᾧ χρῶμαι. ♃ λιθαργύρου λίτρας ζ΄. ψιμυθίου δραχμὴν α΄. ὀπίου γο γ΄. θείου ἀπύρου οὐγγίας γ΄. κρόκου οὐγγίας γ΄. σὺν γλυκεῖ ἀναλάμβανε, χρῶ σὺν γλυκεῖ. Γλαυκίου πολύχρηστος. ♃ στυπτηρίας ὑγρᾶς δραχ. ρ΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. η΄. σὺν γλυκεῖ ἀναλάμβανε. πρὸς ἐρυσιπέλατα καλός. ♃ ἀκακίας
    836
    δραχ. η΄. μίσυος δραχ. δ΄. ὀπίου δραχ. β΄. λιβάνου δραχ. δ΄. σὺν ὄξει ἀναλάμβανε. ποιεῖ καὶ πρὸς ἕρπητας. ἄλλος πρὸς τὰ αὐτὰ ποιῶν. ♃ ὀπίου δραχ. δ΄. ἀκακίας δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. σχιστῆς δραχ. δ΄. ἀναλάμβανε σὺν ὕδατι, χρῶ σὺν ὄξει. ἄλλος πρὸς ἐρυσιπέλατα. ♃ ψιμυθίου δραχ. η΄. θείου ἀπύρου δραχ. δ΄. μηκωνείου δραχ. β΄. πηγάνου φύλλων δραχ. β΄. σχιστῆς δραχ. δ΄. κιμωλίας δραχ. β΄. ἀμύλου δραχ. β΄. μέλι καὶ ὄξος. πρὸς ἕρπητας ὁ Τιβερίου Καίσαρος. ♃ διφρυγοῦς, μηκωνείου, σχιστῆς, ἀκακίας ἀνὰ οὐγγίας γ΄. ὄξει ἢ ὕδατι ἀναλαμβάνων χρῶ. ἡ κερανίτος πολύχρηστος. ♃ ἀῤῥενικοῦ δραχ. λβ΄. ἀριστολοχίας δραχ. λβ΄. οἱ δὲ η΄. ἴρεως δραχ. λβ΄. κηκίδος δραχ. ιστ΄. οἱ δὲ δραχ. η΄. στυπτηρίας στρογγύλης δραχ. στ΄. χαλκίτεως δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. ιστ΄. χαλκάνθου δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. η΄. ὄξους χοᾶς δ΄. λείου, τοῖς ὑπὸ κύνα καύμασι, χαλκῇ θυείᾳ καὶ δοίδυκι. ἐὰν δὲ μὴ ἔχῃς θυείαν χαλκῆν, λεπίδος βάλλε μνᾶν α΄. ὅ ἐστι δραχ. ρ΄. τροχίσκος Βιθυνὸς καλούμενος κατεσκευασμένος ἐν Σικελίᾳ. πρὸς νομὰς, σύριγγας, πτερύγια, σὺν κηρωτῇ διπλῇ
    837
    πρὸς ἕρπητας, ἐρυσιπέλατα καὶ ἄλλα. ♃ σιδίων δραχ. στ΄. κηκίδος δραχ. στ΄. ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. ἀριστολοχίας δραχ. στ΄. χαλκάνθου δραχ. γ΄. στυπτηρίας σχιστῆς δραχ. στ΄. χαλκίτεως δραχ. στ΄. μίσυος δραχ. γ΄. νίτρου δραχ. β΄. λιβάνου δραχ. β΄. καδμείας δραχ. στ΄. λεπίδος χαλκοῦ δραχμὰς δ΄. χρυσοκόλλης δραχ. β΄. ὄξους, τοῖς ὑπὸ κύνα σκεύαζε. τροχίσκος πρὸς κονδυλώματα καὶ τὰς ἐν δακτύλῳ φλεγμονὰς καὶ πτερύγια. ♃ λιβάνου, ἀκακίας, στίμμεως ἑκάστου ἀνὰ δραχ. β΄. ἰοῦ, σμύρνης, ὀπίου, μήκωνος, κόμμεως, νάρδου Κελτικῆς ἑκάστου ἀνὰ δραχ. β΄. μετὰ οἴνου αὐστηροῦ λεαίνων περίχριε.

    [Ξηρὰ πολυειδὴς διὰ τῶν προγραφέντων δηλουμένη πρὸς τί ἕκαστον ἁρμόττει. τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα κατὰ τὸ τέλος τῶν ἐκτός.] Ξηρὸν σηπτὸν, ἄδηκτον. ♃ σανδαράχης δραχ. β΄. ἀῤῥενικοῦ δραχ. β΄. ἀσβέστου δραχ. δ΄. μάννης δραχ. δ΄. λείοις χρῶ. ἴσχαιμος. ᾗ χρῶμαι. ♃ χαλκίτεως, μίσυος, μάννης ἀνὰ δραχ. δ΄. οἱ δὲ δύο, λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. ♃ χαλκίτεως δραχ. ρ΄. χαλκάνθου δραχ. ν΄. μίσυος ὀπτοῦ 

    838
    δραχ. κε΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄ S". λείοις χρῶ. ἴσχαιμος μεγάλη. ♃ μίσυος Κυπρίου δραχ. ζ΄. χαλκάνθου δραχ. ζ΄. φλοιοῦ πίτυος δραχ. δ΄. μάννης, λιβάνου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. ιε΄. χαλκίτεως δραχ. ιε΄. ἀσβέστου δραχ. η΄. οἱ δὲ δραχ. μ΄. γύψου πεφωγμένου. δραχ. δ΄. οἱ δὲ ε΄. λείοις χρῶ. ἴσχαιμος Ἀφροδᾶ. ♃ χαλκίτεως δραχ. στ΄. μάννης λιβάνου δραχ. β΄. ῥητίνης τερμινθίνης φρυκτῆς ἀνὰ δραχ. δ΄. χρῶ λείοις πρὸς αἱμοῤῥοΐδας. ἄλλο, ὡς Ἁρπόκρας. ♃ σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχ. δ΄. ἀσβέστου δραχ. η΄. τροχίσκους ποίει λεαίνων σὺν ὕδατι ἡμέρας μ΄. καὶ οὕτως περίχριε. πρὸς αἱμοῤῥοΐδας ᾗ χρῶμαι. ♃ ἀρσενικοῦ δραχ. η΄. σανδαράχης δραχ. η΄. ἐλατηρίου δραχ. δ΄. θαψίας δραχ. β΄. χρυσοκόλλης δραχ. δ΄. ἀσβέστου δραχ. δ΄. λείοις χρῶ. ξηρὸν ἐκ τῶν Γάλλου, πολύχρηστον πρὸς πτερύγια. ♃ λιθαργύρου δραχ. η΄. ἰοῦ δραχ. ι΄. λείοις χρῶ, ἐπαινεῖται. πρὸς πτερύγια καλή. ♃ χαλκίτεως, ἰσχάδων κεκαυμένων, σιδίων ῥοᾶς, λεπίδος χαλκοῦ, ἴσον ἑκάστου. ἐπὶ τῆς χρήσεως μίσγε μέλι ἑφθὸν, ἐμπλαστρῶδες ποιῶν ἐπίθες. παρ’ ἡμέραν λῦε περιμάσσων καὶ μὴ καταντλῶν, μηδὲ καταπάσσων.
    839
    ἀνθηρὰ ᾗ χρῶμαι. ♃ σανδαράχης δραχ. λβ΄. οἱ δὲ ιστ΄. σχιστῆς, σμύρνης, μάγματος κρόκου ἀνὰ δραχ. ιστ΄. ἴρεως δραχμὰς ιστ΄. κυπέρου δραχ. ξστ΄. ἀνθηρὰ παρὰ Μάγνου. ♃ κασσίας δραχ. κδ΄. σχιστῆς δραχ. δ΄. κηκίδος δραχ. δ΄. σώρεως δραχ. δ΄. μίσυος δραχ. δ΄. σανδαράχης δραχμὰς η΄. σιδίων δραχμὴν α΄. σμύρνης ὀβολοὺς δ΄. κινναμώμου ὀβολοὺς δ΄. κρόκου δραχ. β΄. μυρίκης καρποῦ δραχ. β΄. λείοις χρῶ. ξηρὸν κεφαλικόν. ♃ ἴρεως δραχ. δ΄. λιβάνου δραχ. β΄. πάνακος δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἐπουλοῦν ξηρόν. ♃ ὀστρέων κεκαυμένων δραχ. β΄. μάννης δραχμὴν α΄. καδμείας ὀβολοὺς γ΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἄλλο ἐπουλοῦν ξηρόν. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. μάννης δραχ. στ΄. ἀριστολοχίας δραχ. στ΄. κισσήρεως δραχ. δ΄. ῥητίνης δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιβ΄. λείοις χρῶ. ἄλλο ἐπουλοῦν καὶ πρὸς κακοήθη. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. καδμείας δραχ. κβ΄. ψιμυθίου δραχ. δ΄. μάννης δραχ. δ΄. ἰοῦ ξυστοῦ δραχ. β΄. λείοις χρῶ.
    840
    ἄλλο. ♃ κηκίδων δραχ. δ΄. ψιμυθίου δραχ. η΄. σμύρνης δραχ. δ΄. λιθαργύρου δραχ. η΄. σκωρίας μολύβδου δραχ. δ΄. λείοις χρῶ. τὸ τῆς Μαίας καλὸν πρὸς κονδυλώματα καὶ ῥαγάδας. ♃ κηκίδος δραχ. η΄. μολυβδαίνης δραχ. η΄. σμύρνης δραχ. δ΄. ψιμυθίου δραχ. δ΄. λείοις χρῶ. ὀνήτωρ εἰς ἅπαντα. ♃ ἴρεως δὲ ἀντὶ τῆς μολυβδαίνης, λιθαργύρου δύο μέρη ἔμβαλλε, τῶν λοιπῶν δὲ ἀνὰ μέρος ἕν. ξηρὸν σηπτὸν Λεκανίου Ἀρείου. ♃ ἀρσενικοῦ λίτραν α΄. ἀσβέστου δραχ. β΄. ἐν ὕδατι τρῖβε ἐπὶ ἡμέρας λ΄. ἀλλάσσων δὶς τῆς ἡμέρας τὸ ὕδωρ ἐν ἡλίῳ, εἶτα ἀναξηράνας χρῶ. ἐγκάθισμα πρὸς αἱμοῤῥοΐδας τὸ Φανίου. χαλκάνθου, στυπτηρίας σχιστῆς, χαλκίτεως, μίσυος ὠμοῦ, σανδαράχης ἀνὰ δραχμὰς δ΄. λεῖα πάντα ἔχε. ἐπὶ τῆς χρήσεως οὖρον παλαιὸν ταριχηρὸν ἀνδρὸς ἑνὸς, μέτρῳ ξε. β΄. βάλε εἰς ὀστρακίνην λεκάνην, τοῦ δὲ φαρμάκου δραχ. ιβ΄. προσέγχεον τοῦ οὔρου, ὥστε ἀεὶ τοὺς δύο ξέστας τηρεῖσθαι. τούτῳ χρῶ ἐγκαθίζων ἐπὶ ἡμέρας ζ΄. ἐν ταύταις γὰρ ἐνεργεῖ. ὅταν δὲ γλοιῶδες γένηται τῇ ὑποστάθμῃ, περίχριε τὸ δακτύλιον. ξηρὸν σάρκας ἐπουλοῦν, ἄδηκτον, ὡς Ἁρπόκρας.
    841
    ♃ σανδαράχης, χρυσοκόλλης, ἀρσενικοῦ τὸ ἴσον ἑκάστου καὶ πρὸς κακοήθη ποιεῖ. πρὸς νομὰς ὁ Ἀσκληπιὸς λεγόμενος. ♃ χαλκίτεως, ἀρσενικοῦ τὸ ἴσον, ἀσβέστου τὸ διπλοῦν. ἔχει δὲ καὶ σανδαράχης ἴσην πρὸς τὰ ἄλλα. πρὸς τὰ ἐν δακτυλίῳ, στυπτηρίας ὑγρᾶς ἡλίκον κάρυον, σὺν μέλιτος κυάθοις δυσὶν ἑψήσας χρῶ. ξηρὸν πρὸς νομὰς ᾧ χρῶμαι. ♃ λεπίδος, ἀῤῥενικοῦ, χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. ε΄. λεάνας χρῶ. ἄλλως. ♃ λεπίδος, ἀρσενικοῦ, θείου, μολύβδου κεκαυμένου, χαλκοῦ ἀνὰ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. ἰοῦ δραχμὴν α΄. χάρτου κεκαυμένου δραχ. δ΄. χρῶ σὺν ῥοδίνῳ ἢ μέλιτι. Κρίσπου τὸ εὐῶδες πρὸς νομάς. ♃ λεπίδος δραχ. β΄. ἀῤῥενικοῦ δραχ. β΄. σανδαράχης δραχ. β΄. κηκίδος δραχ. δ΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου δραχ. β΄. χάρτου κεκαυμένου δραχ. δ΄. λείοις χρῶ. πρὸς νομὰς Ἀντιπάτρου. ♃ χρυσοκόλλης οὐγγίας στ΄. ἀῤῥενικοῦ οὐγγίας στ΄. ξηρῷ καὶ σὺν ῥοδίνῳ. ἄλλο, ὡς Ἀλκιμίων. ♃ ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. γ΄. χρυσοκόλλης δραχμὴν α΄. ξηρῷ
    842
    καὶ σὺν ῥοδίνῳ. ὑδαρὲς, ἐπουλοῖ σὺν κηρωτῇ ῥοδίνῃ. ἄλλο Πουπλίου πρὸς νομάς. ♃ ἀσβέστου δραχ. δ΄. ἀρσενικοῦ, λεπίδος, χαλκίτεως, σανδαράχης ἀνὰ δραχμὴν α΄. λείοις χρῶ. ἔνιοι σανδαράχης δραχμὴν α΄. τὸ διὰ τῶν φυτῶν πρὸς νομὰς καλόν. ♃ σιδίων, χρυσοκόλλης, ἀλόης ἀνὰ δραχ. δ΄. ἀῤῥενικοῦ, σανδαράχης ἀνὰ δραχ. β΄. σχιστῆς δραχ. δ΄. χαλκίτεως δραχμὰς δ΄. σμύρνης ξηρᾶς δραχ. η΄. ἐλαίας ξηρᾶς φύλλων δραχ. η΄. λεπίδος δραχ. η΄. λείοις χρῶ. ἄλλο Ἀλκιμίωνος. ♃ ὀξυμυρσίνης δραχ. η΄. σιδίων δραχ. ιβ΄. ἐλαίας φύλλων δραχ. ιβ΄. μύρτων μελάνων δραχ. ιβ΄. καὶ τῶν λεπύρων δραχ. ιβ΄. ἀκανθίνης σποδοῦ δραχ. η΄. σικυΐνης σποδοῦ δραχ. ιστ΄. ὄρχεως βοτάνης δραχ. η΄. ξηρῷ σὺν μέλιτι. τὸ χρυσοῦν ᾧ χρῶμαι. ♃ σιδίων δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ι΄. χαλκάνθου δραχ. η΄. μίσυος δραχ. η΄. λεπίδος δραχ. ιστ΄. κηκίδος δραχ. ιε΄. μελαντηρίας τῆς ἀπὸ ἥλων ἐσκευασμένης δραχ. ε΄. χαλκίτεως δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. λείοις χρῶ, ἐπὶ πολὺ λεάνας σὺν ὄξει. πρόσφατον πρακτικώτερόν ἐστι πρὸς νομὰς, ὡς Φιλῖνος, μεταβλητικὸν, πυοποιόν. ♃ ἀφρονίτρου 
    843
    λίτρας β΄. μέλιτος λίτρας β΄. φυράσας τὸ ἀφρόνιτρον, τῷ μέλιτι καῦσον, εἶτα λεάνας πρόσμισγε. ἴρεως Ἰλλυρικῆς οὐγγίας στ΄. λεάνας χρῶ καὶ σὺν μέλιτι. ξηρὸν σηπτόν. ♃ ἀρσενικοῦ, σανδαράχης ἀνὰ δραχ. β΄. ἀσβέστου δραχ. δ΄. οἱ δὲ γ΄. λείοις χρῶ. ἄλλο. ♃ ἀσβέστου, ἀρσενικοῦ, χαλκάνθου ἀνὰ δραχ. δ΄. λέαινε σὺν ὕδατι θερμῷ ἐπὶ πλεῖστον καὶ ἀναξηράνας καὶ λεάνας χρῶ. ξηρὸν σηπτὸν τὸ Μελίτωνος. ♃ ἀρσενικοῦ, σανδαράχης, ἀσβέστου, κισσήρεως ἀνὰ δραχ. δ΄. τρῖβε ἐν ὕδατι ἐπὶ ἡμέρας λ΄. ἀλλασσομένου τοῦ ὕδατος, πάσῃ ἡμέρᾳ ξηράνας, λείοις χρῶ. ξηρὸν πρὸς αἱμοῤῥοΐδας, ὡς Ἀπολλώνιος Ταρσεὺς γνώριμος, καλόν. ♃ χαλκίτεως κεκαυμένης, λεπίδος, ἀρσενικοῦ κεκαυμένου, χαλκάνθου ἀνὰ δραχ. δ΄. διφρυγοῦς δραχ. β΄. σώρεως κεκαυμένης ὀβολοὺς τέσσαρας, λιθαργύρου κεκαυμένης ὀβολοὺς δ΄. σχιστῆς δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. λείοις χρῶ.

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ κατὰ τὸ ε΄. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ὁ μὲν Ἀνδρόμαχος

    844
    ἀνέμιξε τὰ κατὰ πάθος ἁρμόττοντα ξηρὰ τοῖς κατὰ τὰ πεπονθότα. διωρισμένως δ’ ὑπ’ Ἀσκληπιάδου γέγραπται κατὰ τὸ ε΄. ἰδίαις μὲν προγραφαῖς δηλούμενα τὰ κατὰ πάθος, ἰδίαις δὲ καὶ τὰ μετὰ τόπου πεπονθότος. ἄνευ μὲν γὰρ τόπου γέγραπται πρὸς αὐτοῦ τὰ ἐπουλωτικὰ καὶ τὰ ἐσχαρωτικὰ καὶ τὰ πρὸς νομὰς ἁρμόττοντα καὶ ἄνθρακας καὶ τὰ καλούμενα ἴσχαιμα. μετὰ τόπου δὲ πεπονθότος, ὅσα πρὸς πολύποδα καὶ ὀζαίνας καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας καὶ τὰς ἐν στόματι νομὰς καὶ οὖλα πλαδῶντα καὶ τὰς ἐπὶ τῶν γενείων ὀχθώδεις ἐπαναστάσεις καὶ πρὸς παρωνυχίας καὶ πτερύγια καὶ πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ πρὸς τὰς αἱμοῤῥοΐδας. ἔνια δὲ καὶ τὴν ὁμωνυμίαν ἔσχηκεν ἀπὸ τοῦ πεπονθότος. ἁρμόττει δὲ καὶ τοῖς ἄλλοις μέρεσιν, ὁποῖα καὶ τὰ κεφαλικὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐστιν, ἁρμόττοντα μὲν ἐξαιρέτως ἐν τοῖς ὀστοῖς, δυνάμενα δὲ καὶ τὰς ἐν ὅλῳ τῷ σώματι γιγνομένας ἑλκώσεις σαρκοῦν. ἐπὶ γὰρ τῆς κεφαλῆς οὐχ ὡς κεφαλῆς ἁρμόττειν μάλιστα πέφυκεν. ἀμέλει καὶ χωρὶς τοῦ γεγυμνῶσθαι τὸ ὀστοῦν, οὐδὲν αὐτῶν χρῄζομεν, ἀλλ’ ἐπὶ τῶν γεγυμνωμένων,
    845
    ἐπειδὴ τὴν τῶν λιπαινόντων φαρμάκων χρῆσιν εὐλαβούμεθα, τοῖς ξηροῖς μόνοις χρώμεθα, φεύγοντες τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἔμμοτα, διὰ μοτῶν ἐγχριομένων προσφερόμενα. καθάπερ δὲ ἐπὶ τῆς κεφαλῆς γεγυμνωμένων τῶν ὀστῶν ἡ χρῆσις αὐτῶν ἐπιτήδειός ἐστι μάλιστα, κατὰ τοῦτο κᾀπὶ τῶν ἄλλων ἁπάντων ὀστῶν τῶν γεγυμνωμένων εἴτε βραχίων εἴτε πῆχυς εἴτε κερκὶς εἴτε μηρὸς εἴτε κνήμη τύχοι. διὸ κᾀγὼ τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ μέλλων ἐφεξῆς γράφειν, εὑρὼν αὐτὸν ἁπάντων πρῶτα γεγραφότα τὰ κεφαλικὰ καὶ αὐτὸς γράψω πρῶτα διὰ τὸ μὴ μόνον ἐπὶ τῶν ἐν τῇ κεφαλῇ γεγυμνωμένων ὀστῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως πεπονθότων, ὑπάρχειν αὐτὰ χρήσιμα. δεύτερα δ’ ἐπ’ αὐτοῖς γράψω τὰ ἐπουλωτικὰ, τὰ μεταξὺ πάνθ’ ὑπερβὰς, ὅσα τόπου πεπονθότος ἐφάπτεται. μετὰ δὲ τὰ ἐπουλωτικὰ τὰ ἐφεξῆς ἅπαντα κατὰ τὴν προειρημένην ἄρτι μοι τάξιν. ἔνια μέντοι τῶν ξηρῶν τούτων φαρμάκων διττὴν ἔχει χρῆσιν, ὡς καὶ ξηροῖς αὐτοῖς δύνασθαι χρῆσθαι καὶ μιγνυμένοις ἑτέροις τισὶν, ὡς καὶ αὐτὸς Ἀσκληπιάδης ἐπισημαίνεται.

    846

    [Ξηρὰ κεφαλικά.] Ξηρὸν κεφαλικὸν ᾧ ἐχρήσατο Λεύκιος ὁ καθηγητής. ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ ἐφθορότα καὶ τὰ κοῖλα σαρκοῖ. τὸ φάρμακόν ἐστιν ἀλιπές. ♃ ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. πάνακος δραχ. δ΄. ἀριστολοχίας δραχ. β΄. μάννης δραχ. β΄. ἄλλοι χωρὶς ἀριστολοχίας. ἅπαντα κόπτε καὶ σῆθε, χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος. τὸ διὰ τοῦ σιλφίου. τὰ τετυλωμένα ὑπεκτήκει καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει καὶ τὰ κοῖλα πληροῖ τῶν ἑλκῶν, τοὺς ὑπολειπομένους χιτωνίσκους ὑπεκτήκει. ♃ ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιβ΄. κισσήρεως ἢ σώρεως ὀπτῆς κατεσβεσμένης οἴνῳ δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. σιλφίου δραχ. ν΄. χαλκοῦ λεπίδος δραχ. β΄. λιβάνου δραχ. δ΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς σίλφιον οὐκ ἔχει. τὸ διὰ τῶν ὀρόβων Ξενοκράτους. ♃ ὀρόβων κιῤῥῶν ἀλεύρου δραχ. η΄. Ἰλλυρικῆς δραχ. ι΄. μάννης δραχ. ε΄. ἀριστολοχίας δραχ. ε΄. λεπίδος δραχ. ε΄. λείοις χρῶ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς βρυωνίας ῥίζης δραχ. η΄. μάννης δραχ. ιβ΄. λεπίδος δραχ. ιβ΄. ἴρεως δραχ. ιβ΄. ὀρόβου δραχ. ι΄. ἀριστολοχίας μακρᾶς

    847
    δραχ. ιε΄. τὸ διὰ τῆς Σεραπιάδος ἐπιγραφόμενον, ἀφίστησι λεπίδας καὶ σαρκοποιεῖ, τῶν ἄγαν ἐστὶν ἀναξηραντικῶν. Σεραπιάδος τῆς ὄρχεως δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. πρασίου ξηροῦ δραχ. η΄. ὀρόβου ἀλεύρου δραχ. ι΄. ἀριστολοχίας δραχ. ν΄. ξηρῷ καὶ μετὰ μέλιτος. Τρύφωνος κεφαλικόν. ἀφίστησι λεπίδας. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. στ΄. κισσήρεως κεκαυμένης δραχ. στ΄. μάννης λιβάνου, ἀριστολοχίας, ἴρεως Ἰλλυρικῆς, ῥητίνης πιτυΐνης ἀνὰ δραχ. δ΄. σμύρνης, ἀλόης ἀνὰ δραχ. β΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν δὲ ταῖς Ἀθηναίου γραφαῖς χωρὶς πίτυος φλοιοῦ ἔστι τὸ φάρμακον. ἔχει δὲ καὶ κηκίδος τὸ ἴσον ἐν τῷ μαννίνῳ.

    [Ξηρὰ ἐπουλωτική.] Περὶ πάντων ἑλκῶν προσφάτων, παλαιῶν, εὐθεραπεύτων, δυσθεραπεύτων ἔν τε τοῖς τῆς θεραπευτικῆς μεθόδου βιβλίοις εἴρηται κατὰ τὸ γ΄ καὶ δ΄ καὶ ε΄. ὑπόμνημα καὶ κατὰ ταύτην τὴν πραγματείαν ἐν τοῖς ἔμπροσθεν, ἐπιδεικνύντος μου τῶν μὲν ἄνευ περιστάσεως ἁπάσης ἑλκῶν κοίλων τὰ σαρκωτικὰ φάρμακα δυνάμεως εἶναι 

    848
    ῥυπτικῆς ἀδήκτου. τὰ δ’ ἐπουλωτικὰ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἀδήκτως, τὰ καθαιρετικὰ τῶν ὑπερσαρκούντων θερμὰ καὶ δριμέα. καὶ μέντοι καὶ τίνα κάλλιστα νομίζω τῶν ἐπουλωτικῶν εἶναι, προείρηταί μοι διὰ τῆς θεραπευτικῆς μεθόδου, καθ’ ἣν ἁπάντων παθῶν τῆς ἰάσεως αἱ μέθοδοι δελήλωνται καὶ τῶν εἰς ἕλκη διαφερουσῶν ἔμπροσθεν ἐν τῇδε τῇ νῦν προκειμένῃ. ὁ δ’ Ἀσκληπιάδης ἔγραψε φάρμακα, καθάπερ καὶ ὁ Ἀνδρόμαχος ἐπουλωτικὰ, μὴ προσδιορισάμενος πότερον ἀπεριστάτων ἑλκῶν ἢ τῶν ἰδίως δυσεπουλώτων λεγομένων, ἃ διαφέρειν ἀλλήλων ἐδείχθη πλείοσι διαφοραῖς, ἴδιον ἑκάστης ἐχούσης σκοπὸν τῆς θεραπείας. ἔν τισι μέντοι προσγεγράφασιν ὅτι καὶ πρὸς κακοήθη, ἢ πάλιν, ὅτι πρὸς κονδυλώματα καὶ ῥαγάδας. ὁ δ’ Ἀσκληπιάδης καίτοι μᾶλλον τοῦ Ἀνδρομάχου τοὺς ὁρισμοὺς εἰωθὼς προστιθέναι, παρέλιπεν ἐπὶ τῶν ἐπουλωτικῶν. ἀλλ’ ἐξ ὧν ἐγὼ διῆλθον, ἔν τε τῇ θεραπευτικῇ πραγματείᾳ καὶ τῇ νῦν ἐνεστώσῃ δῆλον ἔσται τοῖς προσέχουσι τὸν νοῦν, ὅπως ἑκάστῳ τῶν γεγραμμένων χρηστέον. ξηρὰ ἐπουλωτική.

    849

    [Ἀσκληπιάδου σποδοειδὴς ἐκ τῶν Μάγνου.] ♃ Ἀσβέστου δραχ. στ΄. μάννης λιβάνου δραχ. δ΄. λεπίδος δραχ. δ΄. ἄλλως. ἀσβέστου δραχ. ιβ΄. λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. ὡς δὲ Ἀρχίβιος. ♃ λεπίδος δραχ. η΄. καὶ μάννης δραχ. η΄. ἢ δραχ. δ΄. ἐν ἄλλαις γραφαῖς δραχ. η΄. ἀσβέστου. ὡς δὲ Ἡλιόδωρος, ἀσβέστου δραχ. η΄. μάννης λιβάνου δραχ. η΄. λεπίδος δραχ. δ΄. κιῤῥὸν ἐπουλωτικόν. ♃ μίσυος ὀπτοῦ δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. ι΄. μάννης δραχ. στ΄. λείοις χρῶ.

    [Μάγνου ἐπουλωτικόν.] ♃ Διφρυγοῦς δραχ. δ΄. λεπίδος δραχ. δ΄. Ἰλλυρίδος δραχ. β΄. μάννης δραχμὰς β΄. λείοις χρῶ. τὸ διὰ τῆς κισσήρεως. ♃ κισσήρεως ὀπτῆς οἴνῳ κατεσβεσμένης δραχμὰς η΄. λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. ἴρεως δραχμὰς δ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. δ΄. λείοις χρῶ. ἄλλη Πτολεμαίου γνωρίμου, ποιεῖ καὶ πρὸς τὰ δυσαλθῆ. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. καδμείας ὀπτῆς δραχμὰς η΄. λεπίδος δραχμὰς δ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. μάννης δραχμὰς δ΄. λείοις χρῶ. ἐν ἄλλαις γραφαῖς ἔχει, μολύβδου κεκαυμένου καὶ πεπλυμένου

    850
    δραχμὰς δ΄. μολυβδαίνης δραχ. η΄. ξηρὰ ἐσχαρωτική. λέλεκται. καὶ περὶ τούτων ὅτι δριμείας εἰσὶ καὶ καυστικῆς δυνάμεως, ὥστε καὶ ἡ χρῆσις αὐτῶν ἐπί τε τῶν δι’ ὑπερβάλλουσαν ὑγρότητα καὶ δυσκρασίαν τοῦ πεπονθότος μορίου γίνεται καὶ διὰ τὰς ἐγγιγνομένας ἐνίοις μέρεσι σηπεδόνας. ἐσχαρωτικὰ Ἀσκληπιάδου. μήλινον Λευκίου καθηγητοῦ, ἐσχαρωτικὸν καὶ τύλων ἐκκοπτικὸν, καταπασσόμενον καὶ προσθλιβόμενον ἐν πυρῆνι μύλης. ἔστι δὲ κατασταλτικὸν καὶ τῶν δυσαλθῶν ἐπουλωτικὸν, εἴ τις ἐπὶ λεπτῶν χρήσαιτο τῷ φαρμάκῳ, τῷ δὴ λεγομένῳ χνοῒ χρώμενος. ♃ χαλκίτεως ὠμῆς δραχ. η΄. καδμείας δραχ. δ΄. νῆστις σιέλῳ ἀναλάμβανε ἐπὶ τοσοῦτον, ὥστε αὐτὸ μόνον νοτίσαι τὸ φάρμακον, εἶτα συνάγαγε καὶ πωμάσας ἔα μήλινον γενέσθαι, καὶ ξηράνας ἐν σκιᾷ κούφως περιφέρων τὸν τριβέα ἀναλάμβανε καθὼς προείρηται. παρ’ ἄλλοις καλεῖται τὸ φάρμακον φαιόν. ἀναλαμβάνεται δὲ ὄξει δριμυτάτῳ καὶ ξηραίνεται καὶ λεαίνεται. ἐν ἄλλαις γραφαῖς, ὥσπερ Εὔνομος ὁ Ἀσκληπιάδης ἐχρήσατο,
    851
    ἔχει δὲ οὕτως. ♃ χαλκίτεως δραχ. ιβ΄. καδμείας δραχ. στ΄. σανδαράχης δραχ. στ΄. ὄξει ἀναλαμβάνεται. ἄλλο. ♃ χαλκίτιδος ὀπτῆς, χαλκάνθης ὀπτῆς, καδμείας ὀπτῆς, ἑκάστου τὸ ἴσον καὶ νῆστις ἀναλάμβανε σιέλῳ. εὔτονον ἐπιγραφόμενον. ♃ χαλκίτεως ὀπτῆς δραχ. η΄. χαλκάνθου δραχ. η΄. σανδαράχης δραχ. η΄. καδμείας δραχ. η΄. ξηρῷ κατάπασσε. τὸ διὰ τῶν δ΄. ♃ χαλκίτεως ὀπτῆς δραχ. δ΄. μίσυος ὀπτῆς δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. χαλκάνθης ὀπτῆς δραχ. δ΄. χρῶ. ἐσχαρωτικὸν σφόδρα γενναῖον. ♃ στυπτηρίας σχιστῆς δραχ. ιστ΄. χαλκάνθου δραχ. ιστ΄. κηκίδων δραχ. ιστ΄. μίσυος Κυπρίου δραχ. ιστ΄. σώρεως δραχ. δ΄. λείοις χρῶ.

    [Ἐπιτετευγμένον, ὡς Εὔνομος.] ♃ Μίσυος ξενικοῦ δραχ. ιστ΄. σώρεως δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. λίθου σχιστοῦ κεκαυμένου δραχ. η΄. χαλκάνθου δραχ. δ΄. σανδαράχης δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. λείοις χρῶ καταπάσσων καὶ προσθλίβων τῷ πυρῆνι. πρὸς νομάς. τὰ σηπεδονώδη τῶν ἑλκῶν, ὅταν ἐπινέμηται τοὺς πέριξ τόπους, ὀνομάζουσιν ἰδίως νομὰς, καὶ δῆλον ὅτι τῶν σφοδροτάτων φαρμάκων αἱ τοιαῦται

    852
    δέονται διαθέσεις, ἀμέλει καὶ καυστηρίοις ἐπ’ αὐτῶν χρώμεθα πολλάκις. πρὸς νομὰς Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ πρὸς νομάς. ♃ θείου ἀπύρου δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. χαλκοῦ κεκαυμένου, ὥστε χρῶσαι, ξηρῷ καὶ μετὰ μέλιτος.

    [Πουπλίου τοῦ καθηγητοῦ.] ♃ Ἀρσενικοῦ δραχ. δ΄. λεπίδος δραχ. β΄. ἐλατηρίου δραχ. α΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Εὔνομος ἐχρήσατο. ♃ ἀρσενικοῦ δραχ. δ΄. λεπίδος δραχ. δ΄. θείου ἀπύρου δραχ. β΄. ἐλατηρίου δραχ. β΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ἐν ἄλλαις γραφαῖς, σανδαράχης δραχ. δ΄. λεπίδος δραχ. στ΄. ἀῤῥενικῆς δραχ. δ΄. ἐλατηρίου δραχ. β΄. χάρτου κεκαυμένου δραχ. δ΄. ἐκ τῶν Ἀρείου πρὸς νομὰς, ἥτις καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει χωρὶς δήξεως ἀνιεμένη ῥοδίνῳ. ποιεῖ καὶ πρὸς τὰς ἐν μήτρᾳ ἀναβρώσεις. ἔδωκε Θεότροπος. ♃ ἀρσενικοῦ δραχ. δ΄. χάρτου κεκαυμένου δραχ. δ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. ἕκαστον τρῖβε κατ’ ἰδίαν, εἶθ’ ὁμοῦ μίξας χρῶ πρὸς τὰς προειρημένας διαθέσεις. ὡς 

    853
    δὲ Πτολεμαῖος ἐχρήσατο. ♃ μολύβδου κεκαυμένου, ἀρσενικοῦ, λεπίδος, χάρτου κεκαυμένου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. β΄. λείοις χρῶ. ὡς δὲ Ἀπελλῆς. φάρμακον ἐπιτετευγμένον διὰ χάρτου ἐπιγραφόμενον πρὸς νομάς. οὐ μόνον δὲ ἵστησιν, ἀλλὰ καὶ κωλύει ἀρχομένην. ποιεῖ δὲ καὶ δυσεντερικοῖς ἐγχυματιζόμενον διὰ ῥοδίνου. ἐπειδὰν δὲ, φησὶν, ἐγχυματιζόμενον δυσεντερικοῖς ἀναδάκνηται, ὕποπτον εἶναι τὴν νομήν. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτως. ♃ χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου καὶ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου, ἀρσενικοῦ, λεπίδος στομώματος ἑκάστου ἴσον, θείου ἀπύρου τὸ ἥμισυ, λείοις χρῶ ἢ μετὰ μέλιτος ἢ ῥοδίνου Μοσχίωνος πρὸς νομάς. ♃ ἐλατηρίου δραχμὰς β΄. χάρτου κεκαυμένου δραχμὰς β΄. λεπίδος χαλκοῦ δραχμὰς δύο, ἀρσενικοῦ δραχμὰς δ΄. ἰοῦ σκώληκος δραχμὴν α΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὴν μίαν, λείοις χρῶ μετὰ ῥοδίνου.

    [Εὐῶδες Λευκίου καθηγητοῦ.] ♃ Λεπίδος δραχ. δ΄. κηκίδος δραχμὰς δ΄. σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχμὰς β΄. σμύρνης δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λιβάνου

    854
    δραχ. β΄. ἐλατηρίου δραχ. α΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ὡς δὲ ἡμεῖς. ♃ λεπίδος δραχ. η΄. κηκίδος δραχ. η΄. σμύρνης δραχ. η΄. σανδαράχης δραχ. δ΄. ἀρσενικοῦ δραχ. δ΄. ἐλατηρίου δραχ. δ΄. λιβάνου δραχ. γ΄. χαλκάνθου δραχ. γ΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Πρασίων. ♃ ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. χαλκάνθου δραχμὴν α΄. σανδαράχης δραχ. β΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχ. α΄. κηκίδων δραχμὴν α΄. χάρτου δραχ. δ΄. λείοις καὶ μετὰ ῥοδίνου. Ἡρακλείδης δὲ ταύτην εἶχε τὴν γραφήν. ♃ κηκίδων δραχ. στ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. λεπίδος δραχ. δ΄. λιβάνου δραχ. γ΄. χαλκάνθου δραχ. γ΄. σμύρνης μιναίας δραχ. β΄. χάρτου δραχ. η΄. ὡς δὲ Κλεόβουλος. ♃ λεπίδος δραχ. β΄. σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. κηκίδος δραχ. α΄. χάρτου ὥστε χρῶσαι.

    [Πρὸς ἄνθρακας.] Ὁ ἄνθραξ ἕλκος ἐστὶν, ἐσχάραν ταχὺ ποιοῦν, μετὰ φλεγμονῆς ἰσχυρᾶς τοῦ πέριξ μορίου παντὸς, ὥστε καὶ πυρετοὺς ἐπιφέρεσθαι σφοδροὺς

    855
    καὶ κινδύνους ἐσχάτους, ὥστε χρὴ κατ’ αὐτῆς μὲν τῆς ἐσχάρας ἰσχυρὸν τιθέναι φάρμακον, καὶ τούτων γε ὁποῖα πρὸς νομὰς ἁρμόζειν εἴρηται, τὰ δὲ πέριξ καταπλάσσειν καταπλάσμασιν ὁμαλὴν ἔχουσι δύναμιν, ὡς ἀποκρούεσθαί τε καὶ μετρίως ἐμψύχειν καὶ διαφορεῖν. ἀλλὰ περὶ μὲν τῶν καταπλασμάτων ἐν τῇ περὶ τούτων πραγματείᾳ λέλεκται· νυνὶ δὲ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων μνημονεύσομεν. πρὸς ἄνθρακας τὰ ὑπ’ Ἀσκληπιάδου. ἡ τοῦ Μασσαλιώτου. ταύτην ἐξέθηκε τῇ πόλει πρὸς τὴν δύναμιν, διὰ τὸ τοὺς ἄνθρακας ἐπιπολάζειν καὶ πολλοὺς ἀφαιρεῖσθαι. ♃ χρυσοκόλλης δραχ. δ΄. νίτρου ὀπτῆς δραχ. δ΄. λίθου Ἀσίου δραχ. δ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. μίσυος ὀπτοῦ δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. τρίψαντες καθ’ ἓν καὶ ὁμοῦ ἀποτιθέμεθα εἰς ἀγγεῖον χαλκοῦν Κύπριον. ἐπὶ δὲ τῆς χρήσεως ἐπιτίθεμεν προσθλίβοντες τῷ πλάτει τῆς μήλης, ἕως μελανθῇ ὁ ἄνθραξ, εἶτ’ ἐπιτίθεμεν ἐπάνω τὴν ὑπογεγραμμένην χλωράν. ἔστι δὲ αὕτη. ♃ λιβάνου δραχ. α΄. ἰοῦ ξυστοῦ δραχμὴν α΄. λεπίδος χαλκοῦ δραχμὴν
    856
    μίαν, στυπτηρίας σχιστῆς ὀβολοὺς τέσσαρας, ἁλὸς ἀμμωνιακοῦ ὀβολοὺς τέσσαρας, κηροῦ δραχμὰς ζ΄. ὀβολοὺς τρεῖς, ῥητίνης πιτυΐνης ξηρᾶς δραχμὰς ιε΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. τὰ ξηρὰ τρῖβε ἐν ἡλίῳ μετὰ ὄξους. τὰ δὲ τηκτὰ τῆκε καὶ κατέρα καὶ ἀνακόψας ἀνελόμενος χρῶ. παρὰ Δημοσθένει τῷ Μασσαλιώτῃ τῷ τε φάρμακον συντιθέντι ἐλαίου ἔχει κοτύλας δύο.

    [Ἀπίωνος πρὸς ἄνθρακας.] ♃ Νίτρου ἐρυθροῦ, ἀρσενικοῦ, σανδαράχης, χαλκίτεως, χαλκάνθου, διφρυγοῦς, ἑκάστου τὸ ἴσον, ὄξει λειοτριβῶν καὶ ξηράνας καὶ πάλιν τρίψας χρῶ. Ἀπολλωνίου ὀργανικοῦ. ♃ χρυσοκόλλης δραχμὴν μίαν, στυπτηρίας σχιστῆς δραχμὴν α΄. καὶ στρογγύλης δραχμὴν μίαν, σανδαράχης δραχμὴν μίαν, ὤχρας δραχμὴν α΄. μίσυος ὠμοῦ δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λείοις χρῶ. ἡ ἀνθίζουσα Μάγνου πρὸς σηπεδόνας, νομὰς, ἄνθρακας, πτερύγια, ὦτα πυοῤῥοοῦντα, ποιεῖ καὶ πρὸς τὰς ἐν τῷ στόματι νομάς. ♃ στυπτηρίας σχιστῆς δραχ. η΄. χαλκίτεως δραχ. στ΄. σανδαράχης δραχ. γ΄. σιδίων ῥοᾶς ξηρῶν δραχ. β΄. χαλκάνθου δραχ. α΄.

    857
    μίσυος δραχ. β΄. νίτρου δραχ. β΄. ὀμφακίνου ξηροῦ δραχ. β΄. χρῶ ξηρῷ καὶ μετὰ μέλιτος. ἄλλο Διοδώρου. ♃ κηκίδος ὀμφακίνης δραχ. δ΄. μίσυος δραχ. β΄. χαλκίτεως δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. σανδαράχης δραχ. β΄. στυπτηρίας σχιστῆς, χαλκάνθου, λίθου Ἀσίου, διφρυγοῦς, νίτρου ἐρυθροῦ ἀνὰ δραχ. α΄. λείοις κατάπασσε παραπτόμενος πυρῆνι μήλῃ. ἴσχαιμος Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ φάρμακον ἐπιτετευγμένον. ♃ χαλκίτεως δραχ. ιστ΄. μάννης δραχ. ιβ΄. τερμινθίνης ὄξει πεφυρμένης, ξηροῖς κατάπασσε τοὺς αἱμοῤῥαγοῦντας τόπους. ἐν ἄλλαις δύο εὑρήκαμεν γραφαῖς μᾶλλον. ♃ χαλκίτεως δραχ. η΄. μάννης δραχ. ιστ΄. τερμινθίνης πεφρυγμένης δραχ. ιστ΄. ὡς δὲ Διοσκορίδης ὁ Ταρσεὺς ἔδωκεν Ἀρείῳ τῷ Ἀσκληπιαδείῳ θαυμαστῶς κατέχον τὰς αἱμοῤῥαγίας. ♃ χαλκίτεως δραχ. η΄. μάννης δραχ. ιστ΄. ῥητίνης ξηρᾶς δραχ. η΄. γύψου δραχ. η΄. τὰ μὲν ἄλλα κόπτεται καὶ σήθεται καὶ μίγνυται καὶ ἀποτίθεται εἰς χαλκῆν πυξίδα. ἐπὶ δὲ τῆς χρήσεως ἴσον τοῦ φαρμάκου τῇ γύψῳ μίγνυται. ἐκ τῶν Ἡρακλείδου πρὸς αἱμοῤῥοΐδας. τούτῳ ἐχρήσατο πρὸς
    858
    τὰς τῶν μυκτήρων αἱμοῤῥαγίας, ἔριον καταβάπτων καὶ συστρέφων ὥσπερ ἐλλύχνιον. ♃ σιδίων ὀξείας ῥοιᾶς οὐγγίας γ΄. στυπτηρίας Αἰγυπτίας οὐγγίας δ΄. χαλκίτεως γο α΄. λείοις χρῶ. ἐπὶ δὲ τῶν μυκτήρων ἔριον πληρώσας τοῦ φαρμάκου ἐντίθει. ὁ λεγόμενος Ἡρακλῆς πρὸς αἱμοῤῥαγίας. τούτῳ ἀντὶ καυτηρίου ἐχρήσατο, ἔστι δὲ ἐσχαρωτικόν. ποιεῖ καὶ πρὸς πτερύγια, καταστέλλει πᾶσαν ἐξοχὴν, ὀστᾶ ἀνάγει, ἀφίστησι λεπίδας. ♃ σώρεως δραχ. δ΄. χαλκάνθου δραχ. δ΄. χαλκίτεως κεκαυμένης δραχ. δ΄. ῥοὸς βυρσοδεψικοῦ δραχ. δ΄. λείοις χρῶ. ἴσχαιμον ἐπιτετευγμένον. ♃ μίσυος ξενικοῦ δραχ. στ΄. χαλκάνθου δραχ. στ΄. πίτυος φλοιοῦ δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. μάννης δραχ. δ΄. ἄλλοι κ΄. γυψοῦ δραχ. δ΄. λείοις χρῶ. ἄλλο. ♃ λιβάνου γο α΄. μίσυος ξενικοῦ δραχ. δ΄. κηκίδων ὀμφακίνων δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. φελλῶν κεκαυμένων δραχ. η΄. ῥοῦς βυρσοδεψικῆς δραχ. δ΄. λείοις χρῶ.

    859

    Τὰς πολυχρήστους ὀνομαζομένας ἐμπλάστρους, ἐπειδὴ πολλαῖς διαθέσεσιν ἁρμόττουσι, διελόμενος, ἐν μὲν τῷ πρὸ τούτου γράμματι τὰς δυναμένας ἅμα τοῖς ἄλλοις οἷς ἐπαγγέλλονται καὶ τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰᾶσθαι, συνήθροισα. νυνὶ δ’ ἐφ’ ἕτερον γένος τῶν πολυχρήστων ἐμπλάστρων μεταβήσομαι πρὸς ἄλλα τε πολλὰ ποιούσης ἑκάστης καὶ μέντοι καὶ πρὸς τὰ σηπόμενα τῶν μορίων,

    860
    ἑτέρας ὄντα διαθέσεως, ταῦτα τῶν ἰδίως δυσθεραπεύτων ὀνομαζομένων ἑλκῶν. ἐπὶ μὲν γὰρ τούτων ἡ σηπεδὼν ἐπινέμεται καὶ διὰ τοῦτο καλοῦσι τὰς διαθέσεις ταύτας οἱ πολλοὶ τῶν ἰατρῶν νομὰς, ἐπ’ ἐκείνων δὲ περιγέγραπται καθ’ ἓν χωρίον ἄνευ σηπεδόνος, ὥστε καὶ τὰς φαγεδαίνας ὀνομαζομένας ἀνεσθίειν μὲν τὰ συνεχῆ, χωρὶς μέντοι τοῦ σήπειν αὐτὰ καὶ πυρετοὺς ἐπιφέρειν, ὅπερ εἴωθεν ἀκολουθεῖν τοῖς μετὰ σηπεδόνος νομώδεσι. κεφάλαιον δὲ τῆς ἰάσεως ἦν, ἐπὶ μὲν τοῦ προειρημένου γένους τῶν δυσθεραπεύτων ἑλκῶν, ἃ καὶ χειρώνεια καλοῦσιν, εὑρεῖν φάρμακα, καθόσον οἷόν τε μὴ δάκνοντα μὲν, ἰσχυρῶς δὲ ξηραίνοντα. ταυτὶ δὲ τὰ νῦν γραφησόμενα δακνώδη πάντ’ ἐστὶν, εἴ τις αὐτοῖς ἀκράτοις ἄνευ τοῦ μιχθῆναι κηρωτῇ χρῷτο. μιγνύμενα δὲ κηρωτῇ καθῇραι μὲν ἕλκος ῥυπαρὸν καὶ σαρκῶσαι δύναται καί τινα καὶ διαφορῆσαι σκληρότητα καὶ τάσιν, οὐ μὴν τὰ δυσθεράπευτά γε ἰᾶσθαι. δηλοῖ δ’ αὐτῶν τὴν δύναμιν τὰ πάθη πρὸς ἃ πεπίστευται παραλαμβάνεσθαι καλῶς· ὃ καὶ κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον καὶ νῦν ἐρῶ, μεμνῆσθαι
    861
    χρὴ τῶν γεγραμμένων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, κατὰ μὲν τὰ πρῶτα βιβλία τὴν μέθοδον εἰπόντος μου, καθ’ ἣν εὑρίσκονται τῶν φαρμάκων αἱ δυνάμεις, μετὰ τοῦ καὶ γυμνάσασθαι κατ’ αὐτὴν ἐπὶ παραδειγμάτων πλειόνων, ἐν δὲ τοῖς ἑξῆς ἑκάστου κατ’ ὄνομα μνημονεύσαντος. ὁ γὰρ ἐκείνων μεμνημένος εὐκόλως παρακολουθήσει τῷ λογισμῷ τῶν συνθέντων ταυτὶ τὰ φάρμακα τὰ νῦν ἡμῖν προκείμενα καὶ δηλονότι καὶ αὐτὸς ἕτερα συνθήσει, καθ’ ὃν ἂν χρόνον ἀπορῇ τῶν ἤδη προπεπειραμένων. πολλὰ γὰρ τοιαῦτα συμβαίνει πολλοῖς ἐν ἀποδημίαις, ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς κατὰ πλοῦν, ὅπου γε καὶ κατὰ χώραν μενόντων ἀπώλετό τινων ἡ παρασκευὴ τῶν φαρμάκων, ἐξ ὧν ἐθεράπευον τοὺς δεομένους, ὥσθ’ ὑπὸ λύπης αὐτοὺς συντακέντας ἀποθανεῖν. ἄριστον μὲν οὖν ἤδη τοῖς πεῖραν δεδωκόσι φαρμάκοις χρῆσθαι κατὰ τὴν εἰρημένην μέθοδον. εἰ δ’, ὡς ἔφην, ἀπορήσαιμέν ποτε τούτων, ἕξιν ἔχειν αὐτοὺς τοιαύτην, ὡς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἤδη δεδωκόσιν ἱκανὴν πεῖραν, ὥσπερ πολλάκις κᾀμὲ ὁρᾶτε πράττοντα
    862
    κατά γε τὰς ἀποδημίας καὶ ἄλλως. ἔνια γοῦν τῶν αὐτοσχεδιασθέντων ἐν τοιαύταις περιστάσεσι βασανισθέντα τῇ πείρᾳ τῶν ἐνδοξοτάτων οὐδὲν ἐφάνη χείρω. τὴν μὲν γὰρ πρώτην αὐτῶν σύνθεσιν ἐκ στοχασμοῦ τεχνικοῦ ποιούμεθα, μετὰ ταῦτα δὲ ἀπὸ τῆς πείρας, ἐνίων μὲν φανέντων δοκιμωτάτων, ἐνίων δ’ ἀπολειπομένων τοῦ σκοποῦ, δευτέρα πάλιν ἐπανόρθωσις γίνεται. καὶ τρίτη δ’ ἐνίοτε πρὸς τὸ τέλειον ἄγουσα τῆς ἐπαγγελίας αὐτά. χωρὶς δὲ τῆς εἰρημένης μεθόδου κατά τε τὰ πρόσθεν ὑπομνήματα καὶ κατὰ τῆς θεραπευτικῆς πραγματείας, χρήσασθαί τε τοῖς ἔμπροσθεν εἰρημένοις ὀρθῶς ἀδύνατον, αὐτόν τε συνθεῖναι παραπλησίως ἐκείνοις ἔτι γε ἀδυνατώτερον. ἤδη τοίνυν ἄρξομαι τῶν τοιούτων ἐμπλάστρων. τὴν διὰ βοτανῶν γεγράφασιν ἅπαντες σχεδὸν οἱ τὰς ἐνδόξους ἐμπλάστρους ἀθροίσαντες ἐν γραφαῖς βίβλου μιᾶς ἢ πλειόνων, οὐ πολὺ διαφερόμενοι τῇ συμμετρίᾳ τῶν μιγνυμένων φαρμάκων ἁπλῶν. ἄρξομαι δὴ κᾀνταῦθα τῶν τῷ Κρίτωνι γεγραμμένων, πρῶτον μνημονεύων ἃν Κρίτων ἔγραψεν ἐμπλάστρους ἐν τῷ δ΄. περὶ τῶν ἁπλῶν φαρμάκων αὐτῇ λέξει.

    863

    [Ἡ διὰ βοτανῶν Κρίτωνος.] Ἡ διὰ βοτανῶν, ᾗ χρῶμαι, ποιεῖ πρὸς καρκινώματα, σηπεδόνας· χοιράδας εἰς διαπύησιν ἄγουσα καὶ ἐξιποῦσα λέπρας ἀφίστησι καὶ δοθιῆνας διαλύει, ποδαγρικοῖς ἁρμόζει, πώρους διαλύει, ἡ αὐτὴ κεφαλικὴ ἄνευ ἀνατρήσεως λεπίδας ἀφίστησιν, ἀνάγει ὀστᾶ, ἐπιξύει δὲ τὰ ὀστᾶ ἐπὶ ποσὸν, ἡ αὐτὴ πρὸς τὰ νεότρωτα πρὸς νομὰς ἔμμοτος ἀνακαθαίρει, πληροῖ σὺν ῥοδίνῃ κηρωτῇ ἑνὸς μέρους πρὸς δύο κηρωτῆς μέρη, ἐνίοτε δὲ γ΄ ἢ δ΄. μιγνυμένου. σὺν δὲ μυρσίνῃ κηρωτῇ δυσὶ μέρεσιν ἣ τρισὶν ἐπουλοῖ. ♃ βοτανῶν ἐξ ἀνύδρων τόπων παραθαλασσίων, ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης δραχ. νστ΄. μήκωνος κερατίτιδος δραχ. νστ΄. πρασίου δραχ. νστ΄. ὑοσκυάμου φύλλων ἁπαλῶν δραχ. νστ΄. ταύτας εἰς ὅλμον βαλὼν, κόπτε ἕως θλασθῇ καὶ διαλυθῇ, μόνον μὴ τὸν χυλὸν αὐτῶν δαπανήσῃς, ἔπειτα βαλὼν εἰς θυείαν τρῖβε. ἐν ἄλλῃ δὲ θυείᾳ ἔχε λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. κε΄. μάννης δραχ. η΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. ιστ΄. σχιστῆς δραχ. δ΄. 

    864
    στρογγύλης δραχ. δ΄. ταῦτα λέαινε ἐν ἡλίῳ ὥστε γλοιοῦ πάχος ἔχειν σὺν ὄξει, ἔπειτα μίξας τὰς βοτάνας τρῖβε μέχρις ὅταν καλῶς ἑνωθῇ, εἶτα κηρωτὴν ποίησον ἐκ Χίου κηροῦ δραχ. ρ΄. οἱ δὲ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ζέσας μίσγε. Ἥρας οὕτως. τινὲς δὲ τὰς δύο ἀναγαλλίδας βάλλουσι, τινὲς δὲ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ, σχιστοῦ ἀνὰ δραχ. δ΄. ἃ δὲ περὶ τῆς ἐμπλάστρου ταύτης Ἀσκληπιάδης γέγραφε καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται, παραπλήσιά πως ὄντα τούτοις, διὸ καὶ περιττὸν ἔδοξέ μοι γράφειν αὖθις αὐτὰ, μέλλοντί γε τὸν κοινὸν λόγον ὑπὲρ αὐτῶν διέρχεσθαι νῦν. ὁ γάρ τοι πρῶτος συνθεὶς τὸ φάρμακον τοῦτο, βοτάναις ἐχρήσατο δριμείαις εἰς τὸ διαφορῆσαι σφοδρῶς τοὺς ἐν τοῖς πεπονθόσι μέρεσι μοχθηροὺς χυμοὺς, διὰ τοῦτο γοῦν καὶ ἐξ ἀνύδρων καὶ παραθαλασσίων τόπων εἶναι κελεύει, ἐναντίας δ’ αὐταῖς ἄλλας ψυχρᾶς δυνάμεως, ἕνεκα τοῦ παρηγορῆσαι τὸ σφοδρὸν τῶν δριμέων, οἷαί πέρ εἰσιν ὅ τε ὑοσκύαμος καὶ ἡ μήκων. ἔχουσι γάρ τι καὶ πραϋντικὸν ὀδυνῶν, ναρκώδη ψύξιν ἐντιθεῖσαι
    865
    τοῖς πλησιάζουσι. νάρκη δὲ μετρίη ὀδύνης λυτικὴ, φησὶν Ἱπποκράτης. προσέθηκε δὲ καὶ τῶν μεταλλικῶν τήν τε λεπίδα τοῦ χαλκοῦ καὶ τὴν σχιστὴν στυπτηρίαν, ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, ὅπερ ἑκάτερον τῶν φαρμάκων ἁρμόττει κακοήθεσιν ἕλκεσιν. ἀλόην δ’ ἐκ τῶν στυφόντων καὶ ξηραινόντων ἀδήκτως φαρμάκων ἔμιξε καὶ τὴν μάνναν τῶν πεσσόντων τε καὶ παρηγορούντων καὶ διαπυϊσκόντων. τὴν δὲ πιτυΐνην ὡς ὕλην εἰς ἐμπλάστρου γένεσιν, ὥσπερ γε καὶ τὸν κηρὸν καὶ τὸ ἔλαιον, ἅμα δὲ καὶ τούτῳ συμβαίνει πραΰνεσθαι δι’ αὐτῶν τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων. ἥ γε μὴν πιτυΐνη ῥητίνη καὶ τὸ ξηραίνειν ἔχει καὶ ὅσῳ περ ἂν ξηροτέρα τοσούτῳ μᾶλλον οἵαν περ ἀξιοῖ βάλλειν. ἐνίους δέ φησι μεμιχέναι τῷ φαρμάκῳ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος, ἀμφοτέρων τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰωμένων. ἔμπαλιν δὲ τούτοις ἅλες ἀμμωνιακοὶ καὶ τὸ καλούμενον ἀρσενικὸν ἐρεθίζειν ἕλκη πέφυκεν ὑπὸ δριμύτητος, ἀλλὰ καὶ τοῖς σηπεδονώδεσιν ἁρμόττει. καὶ διὰ τοῦτο πρὸς μὲν τὰ χειρώνεια τῶν ἑλκῶν οὐ πάνυ τι χρήσιμόν ἐστι τὸ προκείμενον
    866
    ἐν τῷ λόγῳ φάρμακον. ἐφ’ ὧν δὲ σηπεδών τις ὑπάρχει, παῦσαι ταύτην ἐπιτήδειόν ἐστι, διαφοροῦν τοὺς ἐργαζομένους αὐτὴν ἰσχῶρας. ἡ δ’ αὐτὴ δύναμις τοῦ φαρμάκου καὶ τὰς χοιράδας ἰᾶται. ἐπεὶ δὲ ῥυπτικά τινα τῶν ἐμβεβλημένων ἐστὶν ἐν αὐτῷ, διὰ τοῦτο καὶ λέπρας καθαίρει. σκοπὸς μὲν γὰρ ἐπὶ τοῦ παθήματος τούτου τὸ οἷον ἀπολεπίσαι τὸ κατεσκληρυσμένον τοῦ δέρματος. ἐργάζεται δὲ τοῦτο τὰ ὑπερξηραίνοντα μετὰ τοῦ ῥύπτειν. εἰ μὲν γὰρ εἰς τὸ κατὰ φύσιν ἐπανελθεῖν ἠδύνατο τοῦ δέρματος ἡ διάθεσις, οὐκ ἄν τις τὸ κατεξηρασμένον ὑπερεξήραινεν. ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστι τὸ ἤδη λεπρῶδες ἰαθῆναι, δεύτερος ἂν εἴη σκοπὸς, ὅσπερ ἐπὶ πάντων τῶν ἀνιάτων ἐστὶ κοινὸς, ἐκκόψαι. τοῦ σώματος τὸ ἀνίατον. ἐκκόπτεται δὲ ποτὲ μὲν σιδήρῳ, ποτὲ δὲ πυρὶ, ποτὲ δὲ φαρμάκῳ ἤτοι καυστικοῖς ἢ διαφορητικοῖς τε ἅμα καὶ ῥυπτικοῖς, ὁποῖόν ἐστι τὸ προκείμενον νῦν. ὥσπερ οὖν οὗτος ὁ λόγος κοινός ἐστιν ἐπὶ πάσης λέπρας, οὕτως καὶ ὁ περὶ τῆς σαρκώσεως. ἐπεὶ γὰρ, ὡς ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου δέδεικται, τὰ σαρκωτικὰ καλούμενα φάρμακα δυνάμεώς ἐστιν ἀδήκτου
    867
    ῥυπτικῆς. ὅσα δὲ τῆς ὕλης ταύτης ἐστὶν, εἰς τουτὶ τὸ νῦν ἡμῖν προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἔχει μὲν τὸ ῥυπτικὸν, οὐκ ἔχει δὲ τὸ ἄδηκτον· διὰ τοῦτο μίγνυμεν αὐτοῖς ὑγρὰν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης συγκειμένην τετηκότων ἐν ἐλαίῳ. ὁ μὲν γὰρ κηρὸς καὶ τὸ ἔλαιον ὥσπερ ἀμβλυτικὰ δριμυτήτων ἐστὶν, οὕτως ἐμπλαστικὰ καὶ διὰ τοῦτο ῥύπου γεννητικά. ἡ ῥητίνη δὲ τὸ ἄδηκτον ἔχουσα τὸ ἐμπλαστικὸν οὐκ ἔχει, ῥυπτικῆς οὖσα δυνάμεως ἕλκεσι μὲν ἤδη δακνώδους, τοῖς δὲ ἀνελκώτοις ἀδήκτου. τὴν δ’ ἐν τῇ μίξει συμμετρίαν στοχαστικῶς μὲν πρὸ τῆς πείρας, ἐπιστημονικῶς δὲ μετὰ τὴν πεῖραν εὑρήσομεν ἅμα τῷ γινώσκειν, ὅτι τὸ μὲν καθαρὸν ἕλκος ἀκριβῶς ἀδήκτου δεῖται δυνάμεως τοῦ ῥυπτικοῦ, τὸ δὲ ῥυπαρὸν ἰσχυροτέρου. τούτου γὰρ ὁ ῥύπος ἐστὶ πρόβλημα, τὸ καθαρὸν δὲ γυμνὸν ὁμιλεῖ τῷ ψαύοντι. καὶ μέντοι καὶ τῶν σωμάτων αὐτῶν τὰ μὲν αἰσθητικωτέραν ἔχει τὴν οὐσίαν τὰ δὲ δυσαισθητικωτέραν, καὶ τὰ μὲν μαλακωτέραν, τὰ δὲ σκληροτέραν. διὰ τοῦτο οὖν καὶ ὁ Κρίτων ἐπὶ τοῦ προκειμένου φαρμάκου πρὸς ἓν μέρος
    868
    αὐτοῦ ποτὲ μὲν δύο μέρη τῆς κηρωτῆς, ἐνίοτε δὲ τρία ἢ τέτταρα κελεύει μιγνύειν, οὐ μὴν διωρίσατο πότε μὲν τὰ δύο μέρη, πότε δὲ τὰ πλείω χρὴ μιγνύειν, ὡς τοῦ χρησομένου τῷ φαρμάκῳ τριβήν τινα ἔχοντος ἤδη κατὰ τὴν τέχνην καὶ λογίσασθαι δυναμένου τὰ λεγόμενα νῦν ὑπ’ ἐμοῦ. διὰ ῥοδίνου μέντοι ἐσκευάσθαι τὴν κηρωτὴν βέλτιον, οὐ μὴν πολλή γε ἡ ὑπεροχὴ κατὰ τὰ τοιαῦτα τῶν ἑλκῶν ἐστιν, εἰ καὶ δι’ ἐλαίου τακείη. τὸ γάρ τοι ῥόδινον ἐπὶ τῶν ἐχόντων τι φλεγμονῶδες, ἄμεινον ἐλαίου. τὰ σαρκωθησόμενα δὲ πάντως ἐστὶν ἀφλέγμαντα. καλῶς δὲ προσεγράψατο ὁ Κρίτων ἐπὶ τῶν ἐπουλώσεως δεομένων ἑλκῶν διὰ μυρσίνου χρῆναι τὴν κηρωτὴν ἐσκευάσθαι, στύψεως γάρ ἐστιν ἐκείνοις χρεία. ταῦτ’ ἀρκεῖ κατά γε τὸ παρὸν εἰρῆσθαι περί τε τῶν σαρκωτικῶν καὶ τῶν ἐπουλωτικῶν φαρμάκων. ἡ μὲν γὰρ τῆς χρήσεώς τε καὶ συνθέσεως αὐτῶν μέθοδος ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται· ἡ δὲ ἐπὶ τῶν κατὰ μέρος ὑλῶν γυμνασία τῆς νῦν οὖσα πραγματείας κατὰ τὸ μετὰ τοῦτο βιβλίον εἰρήσεται.

    869

    [Ἔμπλαστρος διὰ σκίλλης.] Ἄλλην ἐφεξῆς τῇδε τῆς αὐτῆς κατὰ γένος δυνάμεως ἔγραψεν ὁ Κρίτων ἔμπλαστρον αὐτοῖς ὀνόμασιν ὧδε. ♃ χαλκίτεως, ἀριστολοχίας στρογγύλης ἀνὰ δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. ἴρεως δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. πιτυΐνης ξηρᾶς δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. ἀμμωνιακοῦ δραχ. ιε΄. σμύρνης δραχ. ιε΄. στύρακος δραχ. ιε΄. λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. ιε΄. σκίλλης ὀπτῆς δραχ. ρη΄. ὄξος δριμύτατον τρῖβε ἐπὶ ἡμέρας μ΄. τοῖς ὑπὸ κύνα καύμασι. τὴν δὲ λεπίδα πρῶτον καὶ τὸν στύρακα κατ’ ὀλίγον ἐξ ἑκατέρου αὐτῶν, εἶτα ἀμμωνιακὸν καὶ χαλκὸν καὶ τὴν σκίλλαν ἐπιβαλὼν, ἵνα κατεργασθῇ, εἶτα τὴν ῥητίνην κατ’ ὀλίγον, μετὰ ταῦτα τὴν σμύρναν, εἶθ’ ὅταν ταῦτα λεῖα ᾖ, τὰ λοιπὰ ξηρά. ἐκπληρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. κηροῦ λίτρας ε΄. οἱ δὲ δραχ. σμ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ δραχ. λ΄. ἐλαίου ξέστας β΄ S". οἱ δὲ κοτύλας στ΄. χαλβάνης δραχ. λ΄. πίσσης ὑγρᾶς δραχ. λ΄. ἐσχάτην ἀποδίδου τὴν χαλβάνην, εἶτα ψύξας ἀναλάμβανε ἐπιμελῶς. αὕτη μὲν ἡ σύνθεσις τοῦ φαρμάκου. περὶ δὲ τῆς χρήσεως αὐτοῦ τάδε

    870
    γράφει κατὰ λέξιν ὁ Κρίτων. ἐν τῇ χρήσει ἀκράτῳ μὲν χρῶ τῷ φαρμάκῳ, ἐπὶ καταγμάτων ἐν κεφαλῇ καὶ συρίγγων καὶ νομῶν καὶ ὑπερσαρκωμάτων καὶ πρὸς ἀνευρυσμὸν στομίων καὶ πρὸς ὑποφοράν. ἀνιεμένην δὲ θέλων αὐτὴν ποιῆσαι, ἵνα γένηται σαρκωτική τε καὶ ἐπουλωτικὴ, μέρει ἑνὶ τοῦ φαρμάκου ιβ΄. μέρη πρόσβαλε κηρωτῆς ῥοδίνης. ἐπὶ δὲ τῶν πυρικαύτων ἑνὶ μέρει η΄. πρόσβαλε. ταῦτα δὲ περὶ τῆς χρήσεως τοῦ φαρμάκου καλῶς ἔγραψεν ὁ Κρίτων, ὡς δριμεῖ μὲν αὐτῷ καὶ ἀναστομωτικῷ καὶ διαφορητικῷ καὶ διὰ τοῦτο καὶ ξηραντικῷ χρησάμενος ἐπὶ συρίγγων καὶ ὑπερσαρκωμάτων καὶ ἐπὶ σηπεδόνων, τουτέστι νομῶν, καὶ πρὸς ἀνευρυσμὸν στομίων, ὥσπερ ἐστὶν ἐπὶ κόλπων τῶν στενοστόμων. ἐπὶ δὲ τῶν ἐν κεφαλῇ καταγμάτων, ὅταν χωρὶς ἀνατρήσεως ἐπιχειρῶμεν αὐτὰ θεραπεύειν, ἔστι δὲ τὰ τοιαῦτα μὴ διασχόντα μέχρι μηνίγγων. ἕνεκα δὲ τοῦ σαρκῶσαι μιγνὺς τῆς ῥοδίνης κηρωτῆς μέρη ιδ΄. μέχρι συνουλώσεως. ἄμεινον δὲ εἰπεῖν μέχρι πληρώσεως τῆς ἐν τοῖς ἕλκεσι κοιλότητος. ἐξ ἀνάγκης γὰρ τὰ νομώδη τῶν ἑλκῶν, ὅπερ ἔφην εἶναι ταὐτὸν ἐν τῷ σηπεδονώδει, θεραπευόμενα πρὸς τῶν ἰσχυρῶν
    871
    φαρμάκων ἐστὶν, ὁποῖον καὶ τὸ προκείμενον, πρῶτον μὲν ἀποῤῥύπτει τὰ σηπόμενα μόρια καὶ κατὰ τοῦτο γίνεται κοῖλα. μετὰ δὲ τὸ παύσασθαι τὴν σηπεδόνα καθάρσεώς τε καὶ πληρώσεως δεῖται, κᾀπειδὰν πληρωθῇ, τηνικαῦτα καὶ τῶν ἐπουλούντων. αὐτὸ δὲ τὸ φάρμακον, ὅταν μήπω κηρωτῇ μιχθῇ, δριμὺ τυγχάνον, οὐ μόνον ἀδύνατόν ἐστι σαρκοῦν, ἀλλὰ καὶ καθαίρει τὰ ὑπερσαρκοῦντα, καθάπερ αὐτὸς ὁ Κρίτων ἔφη. καὶ τούτου γε μάλιστα μεμνῆσθαι προσήκει λελεγμένου καὶ κατὰ τὴν πρὸ ταύτης ἔμπλαστρον, ἣν διὰ τῶν βοτανῶν ὠνόμασεν, ὅτι πάντα τὰ ἐκ τῶν θερμαινόντων καὶ τῶν ῥυπτικῶν συγκείμενα, κᾂν ἰσχυρῶς ᾖ δριμέα, κηρωτῇ μιγνύμενα σαρκωτικὰ γίνεται. τινὲς δὲ ἀπογινώσκουσιν αὐτῶν, ὅταν ἤτοι διπλασία τὴν κηρωτὴν μίξαντες ὁρῶσιν ἔτι δάκνουσαν οὕτως, ὡς μὴ δύνασθαι σαρκοῦν, ὥσπερ ἐπὶ ταύτης ἔχει τῆς ἐμπλάστρου. πολὺ γὰρ οὖσα δριμυτέρα τε καὶ δακνωδεστέρα τῆς διὰ βοτανῶν ἄχρηστος εἰς τὰς σαρκώσεις ἐστὶ, κᾂν τετραπλάσιον μιχθῇ τῇ κηρωτῇ. συνετοῦ μὲν τοίνυν ἐστὶ χρεία καὶ τετριμμένου περὶ τὴν τῶν
    872
    τοιούτων φαρμάκων χρῆσιν, ἐν ἀρχῇ μὲν εὐθέως ἐπινοοῦντος ποσαπλὰ δεῖται μίγνυσθαι τῇ κηρωτῇ, μετὰ δὲ τὴν πρώτην χρῆσιν ἔτι δριμυτέρου τοῦ φαρμάκου φανέντος ἢ ὥστε σαρκοῦν δύνασθαι, στοχάσασθαι πόσον ἔτι προσθεῖναι δεῖ τῆς κηρωτῆς, ὥσπερ ἐπὶ τῆς προκειμένης ὁ Κρίτων ἐποίησε. μὴ γάρ τοι δόκει κατὰ πρῶτον εὐθέως στοχασμὸν εὑρεῖν αὐτὸν ὡς χρὴ δωδεκαπλάσιον μίγνυσθαι τὴν κηρωτὴν, ἀλλ’ ὅτι πλέονα μὲν τῆς μιγνυμένης τῇ διὰ τῶν βοτανῶν ἔγνω, τὸ δ’ ὅσον πλέονα μετὰ τὸν πρῶτον στοχασμὸν εὗρεν. εἰ γὰρ ὀκταπλασίου μιχθείσης ἔτι δακνῶδες ἐφαίνετο, δεκαπλασίως ἐνέμιξεν, ὥσπερ γε εἰ καὶ δεκαπλάσιον, ἐπὶ τὴν δωδεκαπλάσιον ἧκεν. ἐπεὶ δ’, ὡς ἔφην, παρά τε τὸ πλῆθος τοῦ ῥύπου καὶ τὴν ὑγρότητα τοῦ ἕλκους τό τε εὐαίσθητον καὶ δυσαίσθητον τῶν συμπασχόντων, ἔτι τε τὴν μαλακότητα καὶ τὴν σκληρότητα τῆς τοὐ σώματος ἕξεως, ὑπαλλάττεσθαι χρὴ τὴν ποσότητα τῆς μιγνυμένης κηρωτῆς, ὅπερ εἴρηται πολλάκις, ἐννοεῖν ἡμᾶς δεῖ μεμνημένους τὴν ποσότητα τῆς χρήσεως ἐν τοῖς τοιούτοις γράφεσθαι, πᾶσιν εὐπετοῦς ἐφ’ ἑκάτερα
    873
    τῆς ἐντεῦθεν ὁδοῦ πρὸς τὰ ἄλλα γιγνομένης ἄχρι τῶν ἄκρων. ἄκρα δὲ λέγω τὰ πρὸς ἁπάντων τῶν ὁμογενῶν σκοπῶν συμπληρώματα, περὶ ὧν ἓν εἰπόντος μου παράδειγμα νῦν ὑμᾶς χρὴ διὰ παντὸς αὐτοῦ μεμνημένους, μηκέτι ἀξιοῦν πολλάκις ἀκούειν ὑπὲρ αὐτοῦ. φημὶ δὴ σκοποὺς ὁμογενεῖς εἶναι τοῦ μὲν πλείστην μίγνυσθαι τὴν κηρωτὴν τό τε καθαρὸν εἷναι καὶ ξηρὸν τὸ ἕλκος, εὐαίσθητόν τε τὸ τοῦ θεραπευομένου σῶμα καὶ μαλακόν. τοῦ δὲ ἐλαχίστην ὑγρότητά τε πολλὴν κατὰ τὸ ἕλκος καὶ ῥύπον καὶ σκληρὸν καὶ δυσαίσθητον τὸ τοῦ κάμνοντος σῶμα. καλῶς μέντοι πᾶσι τοῖς συντεθεῖσιν αὐτὸ διαφορητικοῖς οὖσιν ἡ τοῦ χαλκοῦ λεπὶς ἐμίχθη ξηραντικὸν οὖσα φάρμακον, ἔχουσα δ’ οὐκ ὀλίγον ἐν αὐτῇ στύψεως. οὐ μόνον δὲ ἐπὶ ταύτης τῆς ἐμπλάστρου γινώσκειν ὑμᾶς χρὴ διὰ μίξεως πολλῆς κηρωτῆς σαρκωτικήν τε τὴν ἔμπλαστρον καὶ ἐπουλωτικὴν τῶν μὴ κακοήθων ἑλκῶν γινομένην, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι τῆς αὐτῆς εἰσι δυνάμεως, ἐφεξῆς δ’ αὐταῖς ἔγραψεν ὁ Κρίτων, τήν γε δι’ ἀκόνης ᾗ χρῆσθαί φησιν αὐτὸς καὶ οὕτως ἐκέλευσε συντιθέναι.

    874

    [Ἡ δι’ ἀκόνης.] Ἡ δι’ ἀκόνης ἐν χρήσει ἡμῖν οὖσα ποιεῖ πρὸς τὰ χρόνια πάντα καὶ ἰδίως πρὸς κεφαλαλγίαν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη καὶ πρὸς πλευροῦ ἀλγήματα χρόνια, πρὸς ποδαγρικοὺς, ἰσχιαδικοὺς, ὤμων πόνους, ὀδονταλγίας, τοῖς τετριμμένοις μέρεσιν ἐντιθεμένη. κατασπᾷ καὶ ἔμμηνα ἐπάνω τοῦ κτενὸς ἐπιτιθεμένη. βοηθεῖ δὲ καὶ τοῖς τὸν στόμαχον ἀλγοῦσι καὶ ῥευματιζομένοις καὶ τροφὴν μὴ κρατοῦσιν, ἔστι δὲ καὶ πάγχρηστος χωρὶς κατακαύματος καὶ τῶν μὴ ἀνεχομένων δριμέος φαρμάκου· ἁρμόζει καὶ πρὸς σκληρίαν ἥπατος καὶ σπληνὸς καὶ πρὸς χοιράδας καὶ πρὸς ἰσχιαδικούς. ἰδίως δὴ χρῆσις ἐπ’ αὐτῶν γιγνέσθω ἡμέραις ἑπτά. ἐὰν δὲ τρυφεροὶ ὦσι, πέντε, ὕδατος τὸ μέρος ἢ ἐλαίου μὴ ἁπτέσθω, ἕως οὗ ψυδρακώσῃ καὶ ἰχῶρας ἐπισπάσηται παχεῖς, εἶτα λύσας τῇ λευκῇ κηρωτῇ δι’ ὕδατος χρῶ, ἐὰν δὲ πρακτικώτερον ἐθέλῃς, τῇ διὰ πεπέρεως ἀκόνῃ. ♃ κηροῦ, χαλβάνης, τερμινθίνης, πιτυΐνης φρυκτῆς, ἐλαίου δαφνίνου, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν α΄. λεπίδος χαλκοῦ λίτραν α΄ S".

    875
    ἰοῦ γο στ΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. νάπυος, ἀδάρκης, θείου ἀνὰ γο α΄. ἀβροτόνου, κενταυρίου, χαλκάνθου, ἁλὸς ἀμμωνιακοῦ, λιβάνου, ἁλὸς κοινοῦ, στυπτηρίας στρογγύλης, λιθαργύρου, προπόλεως, κόκκου Κνιδίου ἀνὰ γο γ΄. πάντα ὁμοῦ κόψας καὶ σήσας ἀναλάμβανε τοῖς στυπτικοῖς μετὰ τῶν ἐλαιῶν. αὕτη μὲν ἡ τῆς προκειμένης ἐμπλάστρου σύνθεσις οὐ μικρῶς διαφέρουσα τῆς προγεγραμμένης θερμότητι. νᾶπυ γοῦν ἔχει καὶ ἀδάρκην, θεῖόν τε καὶ κόκκον Κνίδιον εἰς τοσοῦτον ἥκοντα θερμότητος, ὡς ἑλκοῦν οἷς ἂν ἐπὶ πλέον ὁμιλήσῃ. καὶ δάφνινον δὲ τῶν ἱκανῶς θερμαινόντων ἐστὶ καὶ μετὰ ταῦτα χάλκανθός τε καὶ οἱ ἅλες. ἐμάθετε δὲ ὅτι καὶ στύψεως ταῦτα μετέχει, βραχείας μὲν οἱ ἅλες, πολλῆς δὲ ὁ χάλκανθος. ἀλλὰ καὶ περὶ τῆς μίξεως τῶν στυφόντων φαρμάκων τοῖς διαφορητικοῖς εἴρηται πρόσθεν ἐπὶ τῶν πολυχρήστων ἐμπλάστρων. ὅλως γὰρ οὐδὲν δύναται γενέσθαι πολύχρηστον, εἰ μὴ καὶ τῆς ἐναντίας δυνάμεως μετέχει. ἄν τε γὰρ ἁπλῶς διαφορητικὴ δύναμις ᾖ μόνη, πρὸς ἓν εἶδος ἁρμόσει παθῶν, ὃ διαφορεῖσθαι προσῆκεν, ἄν τε
    876
    στυπτικῆς, πρὸς ἓν ἕτερον, ἐφ’ οὗ τὸ ἐπιῤῥέον ἀναστέλλειν προσήκει. διὸ τὰ μὲν στύφοντα τοῖς ἀρχομένοις ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεννᾶσθαι πάθεσιν ἁρμόττει. τὰ δὲ διαφοροῦντα χωρὶς τῆς τῶν στυφόντων μίξεως, ἐφ’ ὧν σωμάτων οὐδὲν ἐπιῤῥυῆναι δύναται διὰ τὸ προκεκενῶσθαι, ὡς ἐάν γε περιουσία τις ᾖ χυμῶν, οὐ μόνον διαφορεῖται τὸ περιεχόμενον ὑγρὸν ἐν τοῖς πεπονθόσιν, ἀλλὰ καὶ παραγίνεται πρὸς αὐτὰ τῶν διαφορούντων ἕλκειν πεφυκότων ὑφ’ ἑαυτὰ, καθάπερ τὰ περιεχόμενα ψαύοντα τῶν ὑγρῶν, οὕτως καὶ τὰ κατὰ βάθος ὄντα τοῦ σώματος. εὐλόγως δὴ μίγνυται τοῖς διαφορητικοῖς, τά τε σταλτικὰ καὶ ἀποκρουστικὰ προσαγορευόμενα, τοῦ μὲν ἐπὶ τὴν σύνθεσιν αὐτῶν ἀφικομένου τῷ λογισμῷ τούτῳ χρησαμένου, τῆς πείρας δὲ μαρτυρούσης τῷ λογισμῷ. εἰκότως οὖν κατὰ τὸ προκείμενον φάρμακον, καίτοι σκοπὸν ἔχοντος θερμῆναί τε καὶ ξηρᾶναι καὶ διὰ τοῦτο καὶ ψύδρακας ποιεῖν, ἐμίχθη τι καὶ τῶν στυφόντων, ἀλλ’ οὐχ ἱκανά γε πρὸς πολλὰ θερμαίνοντα σφοδρῶς φάρμακα, δύο ταῦτα χάλκανθος καὶ ἅλες, ἀλλὰ καὶ λεπὶς χαλκοῦ κατὰ τὸν αὐτὸν
    877
    τὸν ἐμίχθη λογισμὸν ἥ τε στυπτηρία, διὰ τὸ σφοδρῶς στύφειν καὶ τοὔνομα λαβοῦσα τοῦτο. ἄλλη. ἄλλην ἔμπλαστρον ἔγραψεν ὁ Κρίτων ἐνδοξοτάτην, ἣν ὀνομάζει Μεσιανὴν, ἕτερον ὕλης ἔχουσα γένος τῆς προγεγραμμένης καὶ τῆς μελλούσης ὑπ’ ἐμοῦ γραφήσεσθαι νῦν ἐφεξῆς, ἣν αὐτὸς ὁ Κρίτων ἀνίκητον ὀνομάζει, συγκειμένην ἐκ δριμέων τῶν πλείστων φαρμάκων, οὐκ οὔσης τῆς Μεσιανῆς τοιαύτης, ὡς μετὰ ταῦτα δειχθήσεται κατὰ τὸν οἰκεῖον αὐτῆς καιρόν. καὶ μέντοι καὶ κεφαλικὰς ἄλλας ὀνομάζων, ὧν ἡ καθόλου δύναμις ὀλίγον ὕστερον εἰρήσεται, γράψας ἐφεξῆς τῇ Μεσιανῇ τὴν καλουμένην, μετὰ ταῦτα ἀνίκητον ὑφ’ ἑαυτοῦ γράφει, παραπλησίας δυνάμεως οὖσαν τῇ προγεγραμμένῃ, ἣν δι’ ἀκόνης ἐκάλει. ἔχει δὲ ἡ περὶ αὐτῆς λέξις τοῦ Κρίτωνος ὧδέ πως αὐτοῖς ὀνόμασιν. ἡ ἀνίκητος ἐν χρήσει ἡμῖν οὖσα. ἔστι δὲ πάγχρηστος, ἐπισπᾶται, ῥήσσει, ἀνακαθαίρει, κολλᾷ, ἐξιποῖ, διὰ σπληνίου καὶ παραθέσεως σωλήνων καὶ ἀνιεμένη ἔχουσα πάντοτε πηλὸν δι’ ὀξελαίου. διαχεῖ δὲ καὶ τὰς σκληρίας καὶ ταῖς συνολκαῖς τῶν νεύρων βοηθεῖ, ἐπιτιθεμένη χωρὶς
    878
    ἐμβροχῆς, ἵνα μὴ περιψύχωνται. καὶ ἐν μέρει ἀλείμματος ποιεῖ ἀνιεμένη ὡς ἄκοπος. παύει γὰρ καὶ τοὺς ἐν ἀρχαῖς τῶν νόσων κόπους καὶ τοὺς ἐξ ἀδήλης αἰτίας. ἔστι δὲ καὶ μάλαγμα ἐπὶ τῶν ἀκρωτηρίων ἐν μεγάλοις σπληνίοις ἐπιτιθεμένη. ἔστι δὲ καὶ ἐναίμων κολλητικὴ, ἐπειδὰν ῥαφῇ ἢ ἀγκτηριασθῇ, πτύγματος ἐκ μόνου ὄξους προσεπιτιθεμένου τῷ σπληνίῳ, θέρους μὲν ψυχροῦ, χειμῶνος δὲ θερμοῦ. ποιεῖ καὶ πρὸς τὰ ἐν τοῖς πέλμασι καὶ πρὸς κόμματα, σηπεδόνας τε καὶ περὶ δακτύλους διαθέσεις καὶ τὰ σὺν τραύμασι κατάγματα. ἔνεστι μήτε σαρκωτικῷ μήτε ἐπουλωτικῷ ἑτέρῳ χρῆσθαι, ἀλλὰ μόνῃ πιστεύειν. ποιεῖ καὶ πρὸς ἀνθρωπόδηκτα καὶ κυνόδηκτα καὶ θηριόδηκτα. μέγιστον δ’ ἐστὶν αὐτῆς ἐπάγγελμα τὸ τὰ ἐν κατακαλύψει ἀποστήματα ἐν κώλῳ καὶ περιτοναίῳ μὴ ἐᾷν γίνεσθαι, ὅταν γε μὴ φθάσῃ πυωθῆναι ἢ γενόμενα λεπτοποιῆσαι καὶ εἰς ἔντερα συῤῥῆξαι. ἐπιτίθεσθαι δὲ δεῖ τῷ τόπῳ σπλήνιον καὶ ἐπάνω πίλημα ἐξ ὀξελαίου θερμοῦ καὶ ἐμβρέχειν δὶς τῆς ἡμέρας. μὴ λῦε δὲ εἰ μὴ διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν, εἶτα μετὰ τὸ πυριᾶσαι, 
    879
    ἀτμίδα πάλιν ἐπιτίθει. ἐπεκλήθη δὲ ἀνίκητος διὰ τὰ θαυμαστὰ καὶ πολλὰ αὐτῆς ἔργα. ♃ λεπίδος χαλκοῦ δραχ. νη΄. πυρέθρου, σταφίδος ἀγρίας, κόκκου κνιδείου, νάπυος σπέρματος, κάγχρυος, περιστερᾶς κόπρου, ἀριστολοχίας λεπτῆς, ἰοῦ, κυπέρου, εὐζώμου σπέρματος, κυμίνου ἀνὰ δραχ. ιστ΄. νίτρου δραχ. λβ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. λβ΄. δαφνίδων δραχ. ρκ΄. μάννης δραχ. ρκ΄. ἴρεως δραχ. ρκ΄. ὄξους δριμέος ξε. ιστ΄. ἑψήματος ἰσχάδων κυάθους δ΄ S" . κόψας καὶ σήσας ἅπαντα ὁμοῦ λειοτρίβει σὺν τῷ ὄξει ἐν τοῖς ὑπὸ κύνα καύμασιν. ξηροῦ δὲ καὶ χλωροῦ γενομένου πρόσβαλε τὶ τῶν σύκων ἀφέψημα, καὶ συμμαλάξας ἀναιροῦ καὶ ἀποτίθει εἰς χύτραν χαλκῆν ἐρυθροῦ χαλκοῦ. τὸ δ’ ἕψημα τῶν ἰσχάδων ἔχει οὕτως. ♃ ἰσχάδων λιπαρῶν λι. ε΄. ὕδατος ξε. στ΄. ἕψε ἕως ἂν περιλειφθῶσι ξε. β΄. ἡ δὲ χρῆσίς ἐστιν ἓν μέρος τοῦ φαρμάκου ὄξει ἀνιεμένου, ὡς γλοιῶδες γενέσθαι πρὸς ἕξ τοῦ ῥητινοκήρου. ἔστι δὲ τὸ μὲν ἄκρατον ῥητινόκηρον κηροῦ μέρος ἓν, ῥητίνης φρυκτῆς μέρη τρία σὺν ἐλαίῳ ὀλίγῳ τετηκότα· τὸ δὲ μέσον
    880
    κηροῦ μέρος ἓν, ῥητίνης μέρη δύο· τὸ δ’ ἀνειμένον καὶ εὔκρατον κηροῦ μέρος ἓν, ῥητίνης μέρος ἓν· τὸ δ’ ἐκλελυμένον κηροῦ μέρη δύο, ῥητίνης μέρος ἕν· τὸ δ’ ὑπερανειμένον κηροῦ μέρη τρία, ῥητίνης μέρος ἓν. ἱστορεῖται καὶ ἐπ’ ἀγρίου λειχῆνος ἡρμοκέναι ἄκρατον ἐπιῤῥιφέν. ταῦτα μὲν ὁ Κρίτων ἔγραψεν αὐτοῖς ὀνόμασιν. ἐγὼ δὲ ἀπὸ τοῦ τελευταίου τῶν εἰρημένων αὐτῷ τὴν ἀρχὴν ποιήσομαι τοῦ λόγου. τοὺς ἀγρίους λειχῆνας ὀνομάζουσιν, ὅταν ὑπὸ μὲν τῶν ἀσθενῶς ξηραινόντων φαρμάκων ὁρῶσιν αὐτοὺς μηδὲν ὠφελουμένους, ὑπὸ δὲ τῶν ἰσχυρῶς ἐρεθιζομένους. χρεία τοίνυν ἐπ’ αὐτῶν ἐστι φαρμάκου δραστηρίου μὲν ἱκανῶς, οὐ μὴν δακνώδους σφοδρῶς, ὅπερ, ὡς ἔφην, ἐκ στοχασμοῦ τεχνικοῦ συντεθὲν ὑπὸ τῆς πείρας βασανίζεται. σύγκειται δὲ τὸ προκείμενον φάρμακον ἐκ πολλῶν δριμέων λεπτομερῶν τε καὶ διαφορητικῶν. ἔχει δέ τινα καὶ τῶν ἀδήκτως ῥυπτικῶν καὶ τινα τῶν ἐπ’ ὀλίγον στυφόντων. τὰ μὲν οὖν δριμέα τῶν ἐν αὐτῷ πύρεθρόν τε καὶ νᾶπυ καὶ κόκκος κνίδειος καὶ ἡ τῆς περιστερᾶς κόπρος, ἰός τε καὶ δαφνὶς καὶ νίτρον, εἶθ’ ἅλες ἀμμωνιακοὶ
    881
    καλούμενοι καὶ πρὸς αὐτοῖς ὄξος τὸ δριμύ. τοιοῦτον γὰρ ἀξιοῖ βάλλειν. τὰ δὲ ῥυπτικὰ τελέως μὲν ἄδηκτά ἐστιν ἴρις τε καὶ ἀριστολοχία καὶ τούτων ἔτι μᾶλλον, ὡς ἐκ τοῦ γένους τῶν ἤδη πεπτικῶν εἶναι, μάννα, γενναιότερον δὲ κάγχρυ καὶ σταφὶς ἀγρία. τούτων δ’ ἔτι γενναιότερον κύμινόν τε καὶ τὸ τοῦ εὐζώμου σπέρμα. τὸ δὲ κύπερον ἔστι μὲν ἀδήκτως ξηραντικὸν, ἔχει δέ τι καὶ στυπτικὸν, ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ἰσχυρὸν οὖσα φάρμακον. ἔδει γὰρ, ὡς πρόσθεν ἐδείχθη, μετέχειν τι καὶ τῆς στυπτικῆς δυνάμεως τὸ φάρμακον τοῦτο, καὶ διὰ τοῦτό γε λεπὶς ἐμίχθη δαψιλής. εἰ δὲ καὶ ἡ μάννα ὄντως εἴη μάννα καὶ μὴ λιβανωτὸς, εἴη ἂν καὶ αὕτη στυπτικὸν ἔχουσά τι. βέβληται δὲ καὶ αὕτη δαψιλεστέρα πολὺ τῆς λεπίδος, εἰκότως, ἵνα πραΰνῃ τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων, μετὰ τοῦ πέττειν τὰ κατὰ τὸν πεπονθότα τόπον ὑγρά. πραϋντικώτατον δὲ καὶ πεπτικώτατον ἅμα τῷ διαφορεῖν πώς ἐστι τὸ τῶν ἰσχάδων ἀφέψημα. ταῦτ’ οὖν ἅπαντα μιχθέντα πολύχρηστον εἰκότως εἰργάσατο τὸ φάρμακον. εἰς δὲ τὸ δραστήριον αὐτῶν μέγιστα
    882
    συντελεῖ τὸ ὄξος, ἐν ᾧ κελεύει λειοῦσθαι τὰ φάρμακα κατὰ τὸν θερινὸν ἥλιον. πάντα γὰρ τὰ οὕτω σκευασθέντα λεπτομερῆ γίγνεται καὶ διὰ τοῦτο μέχρι τοῦ βάθους τῶν σωμάτων ἡ δύναμις αὐτῶν καταδύεται.

    [Περὶ τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Τὴν μὲν διὰ τῶν βοτανῶν, ἣν ὅπως ὁ Κρίτων σκευάζει προὔγραψα, καὶ αὐτὸς ὁ Ἥρας ὁμοίως σκευάζει, καθότι καὶ ὁ Κρίτων ἐμνημόνευσεν αὐτοῦ. διαφέρεται δὲ ἐν τῇ διὰ σκίλλης σκευασίᾳ. τοῦ μὲν γὰρ ἀμμωνιακοῦ καὶ τῆς σμύρνης καὶ τῆς πιτυΐνης ῥητίνης καὶ τοῦ στύρακος καὶ τῆς λεπίδος καὶ τῆς σκίλλης τοσοῦτον μιγνύει τοῖς ἄλλοις ὁ Κρίτων ὅσον ὁ Ἥρας. ἐπὶ δὲ τῆς ἀριστολοχίας καὶ τῆς ἴρεως διαφέρεται. γράψαντος γὰρ τοῦ Ἥρα ἀριστολοχίας στρογγύλης δραχ. λ΄. ἴρεως ξηρᾶς δραχ. λ΄. οἱ δὲ ι΄. καὶ μετὰ ταῦτα πάλιν ὁ Κρίτων οὕτως ἔγραψεν. ♃ ἀριστολοχίας δραχ. λ΄. ἴρεως δραχ. λ΄. ἄλλοι μ΄. ἐπὶ τῷ τέλει τῆς σκευασίας τοῦ Ἥρα γράψαντος. ἐκπλρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. ♃ κηροῦ λίτρας ε΄. οἱ δὲ δραχ. μ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ δραχ. λ΄. ἐλαίου παλαιοῦ

    883
    ξέστας β΄ S" . οἱ δὲ κοτύλας στ΄. ἐμοὶ δ’ οὐκ ἀρέσκει ἀντὶ τῶν ε΄. λιτρῶν τοῦ κηροῦ μιγνύναι τῷ φαρμάκῳ δραχ. σμ΄. ποτὲ μὲν γὰρ ἀντὶ τῆς λίτρας δραχ. ρ΄. γράφουσιν αὐτοὶ, ποτὲ δὲ ἀντὶ τῆς μνᾶς, οὐδέποτε δὲ λίτραν οὕτως μικρὰν οὐδεὶς ἔγραψεν, ὡς δραχ. μη΄. εἶναι. τοῦτο γὰρ συμβαίνει βαλλομένων δραχ. σμ΄. ἀντὶ τῶν ε΄. λιτρῶν. ὡσαύτως δὲ οὐδὲ ἀντὶ τῆς λίτρας τῆς τερμινθίνης δραχ. λ΄.

    [Ἡ Σεραπίωνος.] Καὶ ταύτην ἔγραψεν ὁ Κρίτων ἐν τῇ φαρμακίτιδι βίβλῳ κατὰ τήνδε τὴν λέξιν. ἡ Σεραπίωνος, ἣν τινες Αἰγυπτίαν, οἱ δὲ Ἀφροδίτην καλοῦσι. ποιεῖ δὲ πρὸς πᾶν τραῦμα καὶ δεῖ αὐτῇ ἐπιμένειν μὴ ἀπελπίζοντας. ποιεῖ πρὸς νύγματα καὶ σκόλοπας καὶ παρωτίδας, κατατίτρησίν τε καὶ φύματα καὶ ἐξιποῦσα παρακολλᾷ, ποιεῖ καὶ πρὸς πᾶσαν σκληρίαν καὶ πρὸς ἐπινυκτίδας καὶ πρὸς ἐπιφορὰν τῶν ἄρθρων καὶ πρὸς τὰ θλάσματα τῶν ὤτων, ποιεῖ καὶ πρὸς τὰ πρεσβυτικὰ καὶ χειρώνεια καὶ παχύχειλα ἕλκη. ♃ ἐλαίου παλαιοῦ κο. γ΄. λιθαργύρου δραχ. σ΄. ἀμμωνιακοῦ 

    884
    θυμιάματος δραχ. ρξη΄. ῥητίνης κολοφωνίας, πιτυΐνης δραχ. ξη΄. κηροῦ δραχ. ρξη΄. χαλβάνης δραχ. κ΄. ἰοῦ δραχ. ν΄. οἱ δὲ δραχ. κ΄. σμύρνης δραχ. δ΄. οἱ δὲ δραχ. η΄. ἕψε λιθάργυρον, ἔλαιον ἕως μετρίως δοκῇ συνεστράφθαι, εἶτ’ ἄρας τὴν λοπάδα προσέμβαλλε ἀμμωνιακὸν, εἶτα ῥητίνην, εἶτα κηρόν. τήξας δὲ ἓν ἕκαστον αὐτῶν προσεχόντως, ἵνα μὴ προσκαῇ, ἄρας πάλιν χαλβάνην ἀποδίδοθι καὶ ἰὸν, εἶτα ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕως μηλίνη γένηται καὶ εὐσύστατος, ἕψε. ἔσχατον δὲ ἄρας τὴν σμύρναν ἀποδίδου καὶ κινήσας κατάχεε, ἀναλαμβάνων ἐν δέρματι ἀποτίθεσο.

    [Ὡς Ἀνδρόμαχος ἔγραψε τὰς προειρημένας ἐμπλάστρους.] Τρεῖς συνθέσεις ἔγραψεν ὁ Ἀνδρόμαχος ταύτης τῆς ἐμπλάστρου, τὴν πρώτην μὲν βραχὺ διαφωνοῦσαν τῇ προγεγραμμένῃ Κρίτωνος, ἐφεξῆς δ’ ἄλλας β΄. πλέονα διαφωνίαν ἐχούσας. ἡ δὲ ἐπαγγελία τοῦ φαρμάκου καὶ ἡ σκευασία γέγραπται καλῶς ἔμπροσθεν ὑπὸ τοῦ Κρίτωνος· ὁ δ’ οὖν Ἀνδρόμαχος οὕτως ἔγραψε περὶ αὐτῆς. ἡ διὰ τῶν βοτανῶν.

    885
    ♃ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης δραχ. νστ΄. πρασίου δραχ. νστ΄. μήκωνος ἀγρίου δραχ. νστ΄. ὑοσκυάμου χλωροῦ δραχ. νστ΄. λεπίδος δραχ. κε΄. λιβάνου δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. ιστ΄. σχιστῆς δραχ. δ΄. κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὄξους. πολλοὶ μὲν τῶν δύο ἀναγαλλίδων ἔβαλλον εἰς τὴν διὰ τῶν βοτανῶν, Θεόκριτος δὲ καὶ γῆς Ἐρετριάδος καὶ χρυσοκόλλης καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ ἀνὰ δραχ. δ΄.