De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Ξηρὰ πολυειδὴς διὰ τῶν προγραφέντων δηλουμένη πρὸς τί ἕκαστον ἁρμόττει. τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα κατὰ τὸ τέλος τῶν ἐκτός.] Ξηρὸν σηπτὸν, ἄδηκτον. ♃ σανδαράχης δραχ. β΄. ἀῤῥενικοῦ δραχ. β΄. ἀσβέστου δραχ. δ΄. μάννης δραχ. δ΄. λείοις χρῶ. ἴσχαιμος. ᾗ χρῶμαι. ♃ χαλκίτεως, μίσυος, μάννης ἀνὰ δραχ. δ΄. οἱ δὲ δύο, λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. ♃ χαλκίτεως δραχ. ρ΄. χαλκάνθου δραχ. ν΄. μίσυος ὀπτοῦ 

838
δραχ. κε΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄ S". λείοις χρῶ. ἴσχαιμος μεγάλη. ♃ μίσυος Κυπρίου δραχ. ζ΄. χαλκάνθου δραχ. ζ΄. φλοιοῦ πίτυος δραχ. δ΄. μάννης, λιβάνου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. ιε΄. χαλκίτεως δραχ. ιε΄. ἀσβέστου δραχ. η΄. οἱ δὲ δραχ. μ΄. γύψου πεφωγμένου. δραχ. δ΄. οἱ δὲ ε΄. λείοις χρῶ. ἴσχαιμος Ἀφροδᾶ. ♃ χαλκίτεως δραχ. στ΄. μάννης λιβάνου δραχ. β΄. ῥητίνης τερμινθίνης φρυκτῆς ἀνὰ δραχ. δ΄. χρῶ λείοις πρὸς αἱμοῤῥοΐδας. ἄλλο, ὡς Ἁρπόκρας. ♃ σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχ. δ΄. ἀσβέστου δραχ. η΄. τροχίσκους ποίει λεαίνων σὺν ὕδατι ἡμέρας μ΄. καὶ οὕτως περίχριε. πρὸς αἱμοῤῥοΐδας ᾗ χρῶμαι. ♃ ἀρσενικοῦ δραχ. η΄. σανδαράχης δραχ. η΄. ἐλατηρίου δραχ. δ΄. θαψίας δραχ. β΄. χρυσοκόλλης δραχ. δ΄. ἀσβέστου δραχ. δ΄. λείοις χρῶ. ξηρὸν ἐκ τῶν Γάλλου, πολύχρηστον πρὸς πτερύγια. ♃ λιθαργύρου δραχ. η΄. ἰοῦ δραχ. ι΄. λείοις χρῶ, ἐπαινεῖται. πρὸς πτερύγια καλή. ♃ χαλκίτεως, ἰσχάδων κεκαυμένων, σιδίων ῥοᾶς, λεπίδος χαλκοῦ, ἴσον ἑκάστου. ἐπὶ τῆς χρήσεως μίσγε μέλι ἑφθὸν, ἐμπλαστρῶδες ποιῶν ἐπίθες. παρ’ ἡμέραν λῦε περιμάσσων καὶ μὴ καταντλῶν, μηδὲ καταπάσσων.
839
ἀνθηρὰ ᾗ χρῶμαι. ♃ σανδαράχης δραχ. λβ΄. οἱ δὲ ιστ΄. σχιστῆς, σμύρνης, μάγματος κρόκου ἀνὰ δραχ. ιστ΄. ἴρεως δραχμὰς ιστ΄. κυπέρου δραχ. ξστ΄. ἀνθηρὰ παρὰ Μάγνου. ♃ κασσίας δραχ. κδ΄. σχιστῆς δραχ. δ΄. κηκίδος δραχ. δ΄. σώρεως δραχ. δ΄. μίσυος δραχ. δ΄. σανδαράχης δραχμὰς η΄. σιδίων δραχμὴν α΄. σμύρνης ὀβολοὺς δ΄. κινναμώμου ὀβολοὺς δ΄. κρόκου δραχ. β΄. μυρίκης καρποῦ δραχ. β΄. λείοις χρῶ. ξηρὸν κεφαλικόν. ♃ ἴρεως δραχ. δ΄. λιβάνου δραχ. β΄. πάνακος δραχ. β΄. ἀριστολοχίας δραχ. β΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἐπουλοῦν ξηρόν. ♃ ὀστρέων κεκαυμένων δραχ. β΄. μάννης δραχμὴν α΄. καδμείας ὀβολοὺς γ΄. λείοις χρῶ καὶ πρὸς νομάς. ἄλλο ἐπουλοῦν ξηρόν. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. μάννης δραχ. στ΄. ἀριστολοχίας δραχ. στ΄. κισσήρεως δραχ. δ΄. ῥητίνης δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. ιβ΄. λείοις χρῶ. ἄλλο ἐπουλοῦν καὶ πρὸς κακοήθη. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. καδμείας δραχ. κβ΄. ψιμυθίου δραχ. δ΄. μάννης δραχ. δ΄. ἰοῦ ξυστοῦ δραχ. β΄. λείοις χρῶ.
840
ἄλλο. ♃ κηκίδων δραχ. δ΄. ψιμυθίου δραχ. η΄. σμύρνης δραχ. δ΄. λιθαργύρου δραχ. η΄. σκωρίας μολύβδου δραχ. δ΄. λείοις χρῶ. τὸ τῆς Μαίας καλὸν πρὸς κονδυλώματα καὶ ῥαγάδας. ♃ κηκίδος δραχ. η΄. μολυβδαίνης δραχ. η΄. σμύρνης δραχ. δ΄. ψιμυθίου δραχ. δ΄. λείοις χρῶ. ὀνήτωρ εἰς ἅπαντα. ♃ ἴρεως δὲ ἀντὶ τῆς μολυβδαίνης, λιθαργύρου δύο μέρη ἔμβαλλε, τῶν λοιπῶν δὲ ἀνὰ μέρος ἕν. ξηρὸν σηπτὸν Λεκανίου Ἀρείου. ♃ ἀρσενικοῦ λίτραν α΄. ἀσβέστου δραχ. β΄. ἐν ὕδατι τρῖβε ἐπὶ ἡμέρας λ΄. ἀλλάσσων δὶς τῆς ἡμέρας τὸ ὕδωρ ἐν ἡλίῳ, εἶτα ἀναξηράνας χρῶ. ἐγκάθισμα πρὸς αἱμοῤῥοΐδας τὸ Φανίου. χαλκάνθου, στυπτηρίας σχιστῆς, χαλκίτεως, μίσυος ὠμοῦ, σανδαράχης ἀνὰ δραχμὰς δ΄. λεῖα πάντα ἔχε. ἐπὶ τῆς χρήσεως οὖρον παλαιὸν ταριχηρὸν ἀνδρὸς ἑνὸς, μέτρῳ ξε. β΄. βάλε εἰς ὀστρακίνην λεκάνην, τοῦ δὲ φαρμάκου δραχ. ιβ΄. προσέγχεον τοῦ οὔρου, ὥστε ἀεὶ τοὺς δύο ξέστας τηρεῖσθαι. τούτῳ χρῶ ἐγκαθίζων ἐπὶ ἡμέρας ζ΄. ἐν ταύταις γὰρ ἐνεργεῖ. ὅταν δὲ γλοιῶδες γένηται τῇ ὑποστάθμῃ, περίχριε τὸ δακτύλιον. ξηρὸν σάρκας ἐπουλοῦν, ἄδηκτον, ὡς Ἁρπόκρας.
841
♃ σανδαράχης, χρυσοκόλλης, ἀρσενικοῦ τὸ ἴσον ἑκάστου καὶ πρὸς κακοήθη ποιεῖ. πρὸς νομὰς ὁ Ἀσκληπιὸς λεγόμενος. ♃ χαλκίτεως, ἀρσενικοῦ τὸ ἴσον, ἀσβέστου τὸ διπλοῦν. ἔχει δὲ καὶ σανδαράχης ἴσην πρὸς τὰ ἄλλα. πρὸς τὰ ἐν δακτυλίῳ, στυπτηρίας ὑγρᾶς ἡλίκον κάρυον, σὺν μέλιτος κυάθοις δυσὶν ἑψήσας χρῶ. ξηρὸν πρὸς νομὰς ᾧ χρῶμαι. ♃ λεπίδος, ἀῤῥενικοῦ, χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. ε΄. λεάνας χρῶ. ἄλλως. ♃ λεπίδος, ἀρσενικοῦ, θείου, μολύβδου κεκαυμένου, χαλκοῦ ἀνὰ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. ἰοῦ δραχμὴν α΄. χάρτου κεκαυμένου δραχ. δ΄. χρῶ σὺν ῥοδίνῳ ἢ μέλιτι. Κρίσπου τὸ εὐῶδες πρὸς νομάς. ♃ λεπίδος δραχ. β΄. ἀῤῥενικοῦ δραχ. β΄. σανδαράχης δραχ. β΄. κηκίδος δραχ. δ΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου δραχ. β΄. χάρτου κεκαυμένου δραχ. δ΄. λείοις χρῶ. πρὸς νομὰς Ἀντιπάτρου. ♃ χρυσοκόλλης οὐγγίας στ΄. ἀῤῥενικοῦ οὐγγίας στ΄. ξηρῷ καὶ σὺν ῥοδίνῳ. ἄλλο, ὡς Ἀλκιμίων. ♃ ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. γ΄. χρυσοκόλλης δραχμὴν α΄. ξηρῷ
842
καὶ σὺν ῥοδίνῳ. ὑδαρὲς, ἐπουλοῖ σὺν κηρωτῇ ῥοδίνῃ. ἄλλο Πουπλίου πρὸς νομάς. ♃ ἀσβέστου δραχ. δ΄. ἀρσενικοῦ, λεπίδος, χαλκίτεως, σανδαράχης ἀνὰ δραχμὴν α΄. λείοις χρῶ. ἔνιοι σανδαράχης δραχμὴν α΄. τὸ διὰ τῶν φυτῶν πρὸς νομὰς καλόν. ♃ σιδίων, χρυσοκόλλης, ἀλόης ἀνὰ δραχ. δ΄. ἀῤῥενικοῦ, σανδαράχης ἀνὰ δραχ. β΄. σχιστῆς δραχ. δ΄. χαλκίτεως δραχμὰς δ΄. σμύρνης ξηρᾶς δραχ. η΄. ἐλαίας ξηρᾶς φύλλων δραχ. η΄. λεπίδος δραχ. η΄. λείοις χρῶ. ἄλλο Ἀλκιμίωνος. ♃ ὀξυμυρσίνης δραχ. η΄. σιδίων δραχ. ιβ΄. ἐλαίας φύλλων δραχ. ιβ΄. μύρτων μελάνων δραχ. ιβ΄. καὶ τῶν λεπύρων δραχ. ιβ΄. ἀκανθίνης σποδοῦ δραχ. η΄. σικυΐνης σποδοῦ δραχ. ιστ΄. ὄρχεως βοτάνης δραχ. η΄. ξηρῷ σὺν μέλιτι. τὸ χρυσοῦν ᾧ χρῶμαι. ♃ σιδίων δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ι΄. χαλκάνθου δραχ. η΄. μίσυος δραχ. η΄. λεπίδος δραχ. ιστ΄. κηκίδος δραχ. ιε΄. μελαντηρίας τῆς ἀπὸ ἥλων ἐσκευασμένης δραχ. ε΄. χαλκίτεως δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. λείοις χρῶ, ἐπὶ πολὺ λεάνας σὺν ὄξει. πρόσφατον πρακτικώτερόν ἐστι πρὸς νομὰς, ὡς Φιλῖνος, μεταβλητικὸν, πυοποιόν. ♃ ἀφρονίτρου 
843
λίτρας β΄. μέλιτος λίτρας β΄. φυράσας τὸ ἀφρόνιτρον, τῷ μέλιτι καῦσον, εἶτα λεάνας πρόσμισγε. ἴρεως Ἰλλυρικῆς οὐγγίας στ΄. λεάνας χρῶ καὶ σὺν μέλιτι. ξηρὸν σηπτόν. ♃ ἀρσενικοῦ, σανδαράχης ἀνὰ δραχ. β΄. ἀσβέστου δραχ. δ΄. οἱ δὲ γ΄. λείοις χρῶ. ἄλλο. ♃ ἀσβέστου, ἀρσενικοῦ, χαλκάνθου ἀνὰ δραχ. δ΄. λέαινε σὺν ὕδατι θερμῷ ἐπὶ πλεῖστον καὶ ἀναξηράνας καὶ λεάνας χρῶ. ξηρὸν σηπτὸν τὸ Μελίτωνος. ♃ ἀρσενικοῦ, σανδαράχης, ἀσβέστου, κισσήρεως ἀνὰ δραχ. δ΄. τρῖβε ἐν ὕδατι ἐπὶ ἡμέρας λ΄. ἀλλασσομένου τοῦ ὕδατος, πάσῃ ἡμέρᾳ ξηράνας, λείοις χρῶ. ξηρὸν πρὸς αἱμοῤῥοΐδας, ὡς Ἀπολλώνιος Ταρσεὺς γνώριμος, καλόν. ♃ χαλκίτεως κεκαυμένης, λεπίδος, ἀρσενικοῦ κεκαυμένου, χαλκάνθου ἀνὰ δραχ. δ΄. διφρυγοῦς δραχ. β΄. σώρεως κεκαυμένης ὀβολοὺς τέσσαρας, λιθαργύρου κεκαυμένης ὀβολοὺς δ΄. σχιστῆς δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. λείοις χρῶ.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ κατὰ τὸ ε΄. τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Ὁ μὲν Ἀνδρόμαχος

844
ἀνέμιξε τὰ κατὰ πάθος ἁρμόττοντα ξηρὰ τοῖς κατὰ τὰ πεπονθότα. διωρισμένως δ’ ὑπ’ Ἀσκληπιάδου γέγραπται κατὰ τὸ ε΄. ἰδίαις μὲν προγραφαῖς δηλούμενα τὰ κατὰ πάθος, ἰδίαις δὲ καὶ τὰ μετὰ τόπου πεπονθότος. ἄνευ μὲν γὰρ τόπου γέγραπται πρὸς αὐτοῦ τὰ ἐπουλωτικὰ καὶ τὰ ἐσχαρωτικὰ καὶ τὰ πρὸς νομὰς ἁρμόττοντα καὶ ἄνθρακας καὶ τὰ καλούμενα ἴσχαιμα. μετὰ τόπου δὲ πεπονθότος, ὅσα πρὸς πολύποδα καὶ ὀζαίνας καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας καὶ τὰς ἐν στόματι νομὰς καὶ οὖλα πλαδῶντα καὶ τὰς ἐπὶ τῶν γενείων ὀχθώδεις ἐπαναστάσεις καὶ πρὸς παρωνυχίας καὶ πτερύγια καὶ πρὸς τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ πρὸς τὰς αἱμοῤῥοΐδας. ἔνια δὲ καὶ τὴν ὁμωνυμίαν ἔσχηκεν ἀπὸ τοῦ πεπονθότος. ἁρμόττει δὲ καὶ τοῖς ἄλλοις μέρεσιν, ὁποῖα καὶ τὰ κεφαλικὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐστιν, ἁρμόττοντα μὲν ἐξαιρέτως ἐν τοῖς ὀστοῖς, δυνάμενα δὲ καὶ τὰς ἐν ὅλῳ τῷ σώματι γιγνομένας ἑλκώσεις σαρκοῦν. ἐπὶ γὰρ τῆς κεφαλῆς οὐχ ὡς κεφαλῆς ἁρμόττειν μάλιστα πέφυκεν. ἀμέλει καὶ χωρὶς τοῦ γεγυμνῶσθαι τὸ ὀστοῦν, οὐδὲν αὐτῶν χρῄζομεν, ἀλλ’ ἐπὶ τῶν γεγυμνωμένων,
845
ἐπειδὴ τὴν τῶν λιπαινόντων φαρμάκων χρῆσιν εὐλαβούμεθα, τοῖς ξηροῖς μόνοις χρώμεθα, φεύγοντες τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἔμμοτα, διὰ μοτῶν ἐγχριομένων προσφερόμενα. καθάπερ δὲ ἐπὶ τῆς κεφαλῆς γεγυμνωμένων τῶν ὀστῶν ἡ χρῆσις αὐτῶν ἐπιτήδειός ἐστι μάλιστα, κατὰ τοῦτο κᾀπὶ τῶν ἄλλων ἁπάντων ὀστῶν τῶν γεγυμνωμένων εἴτε βραχίων εἴτε πῆχυς εἴτε κερκὶς εἴτε μηρὸς εἴτε κνήμη τύχοι. διὸ κᾀγὼ τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ μέλλων ἐφεξῆς γράφειν, εὑρὼν αὐτὸν ἁπάντων πρῶτα γεγραφότα τὰ κεφαλικὰ καὶ αὐτὸς γράψω πρῶτα διὰ τὸ μὴ μόνον ἐπὶ τῶν ἐν τῇ κεφαλῇ γεγυμνωμένων ὀστῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως πεπονθότων, ὑπάρχειν αὐτὰ χρήσιμα. δεύτερα δ’ ἐπ’ αὐτοῖς γράψω τὰ ἐπουλωτικὰ, τὰ μεταξὺ πάνθ’ ὑπερβὰς, ὅσα τόπου πεπονθότος ἐφάπτεται. μετὰ δὲ τὰ ἐπουλωτικὰ τὰ ἐφεξῆς ἅπαντα κατὰ τὴν προειρημένην ἄρτι μοι τάξιν. ἔνια μέντοι τῶν ξηρῶν τούτων φαρμάκων διττὴν ἔχει χρῆσιν, ὡς καὶ ξηροῖς αὐτοῖς δύνασθαι χρῆσθαι καὶ μιγνυμένοις ἑτέροις τισὶν, ὡς καὶ αὐτὸς Ἀσκληπιάδης ἐπισημαίνεται.

846

[Ξηρὰ κεφαλικά.] Ξηρὸν κεφαλικὸν ᾧ ἐχρήσατο Λεύκιος ὁ καθηγητής. ἀφίστησι λεπίδας, ἀνάγει ὀστᾶ ἐφθορότα καὶ τὰ κοῖλα σαρκοῖ. τὸ φάρμακόν ἐστιν ἀλιπές. ♃ ἴρεως Ἰλλυρικῆς δραχ. δ΄. πάνακος δραχ. δ΄. ἀριστολοχίας δραχ. β΄. μάννης δραχ. β΄. ἄλλοι χωρὶς ἀριστολοχίας. ἅπαντα κόπτε καὶ σῆθε, χρῶ κατ’ ἰδίαν καὶ μετὰ μέλιτος. τὸ διὰ τοῦ σιλφίου. τὰ τετυλωμένα ὑπεκτήκει καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει καὶ τὰ κοῖλα πληροῖ τῶν ἑλκῶν, τοὺς ὑπολειπομένους χιτωνίσκους ὑπεκτήκει. ♃ ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιβ΄. κισσήρεως ἢ σώρεως ὀπτῆς κατεσβεσμένης οἴνῳ δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. ἀριστολοχίας δραχ. η΄. σιλφίου δραχ. ν΄. χαλκοῦ λεπίδος δραχ. β΄. λιβάνου δραχ. δ΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς σίλφιον οὐκ ἔχει. τὸ διὰ τῶν ὀρόβων Ξενοκράτους. ♃ ὀρόβων κιῤῥῶν ἀλεύρου δραχ. η΄. Ἰλλυρικῆς δραχ. ι΄. μάννης δραχ. ε΄. ἀριστολοχίας δραχ. ε΄. λεπίδος δραχ. ε΄. λείοις χρῶ καὶ μετὰ μέλιτος. ἐν ἄλλαις γραφαῖς βρυωνίας ῥίζης δραχ. η΄. μάννης δραχ. ιβ΄. λεπίδος δραχ. ιβ΄. ἴρεως δραχ. ιβ΄. ὀρόβου δραχ. ι΄. ἀριστολοχίας μακρᾶς

847
δραχ. ιε΄. τὸ διὰ τῆς Σεραπιάδος ἐπιγραφόμενον, ἀφίστησι λεπίδας καὶ σαρκοποιεῖ, τῶν ἄγαν ἐστὶν ἀναξηραντικῶν. Σεραπιάδος τῆς ὄρχεως δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. πρασίου ξηροῦ δραχ. η΄. ὀρόβου ἀλεύρου δραχ. ι΄. ἀριστολοχίας δραχ. ν΄. ξηρῷ καὶ μετὰ μέλιτος. Τρύφωνος κεφαλικόν. ἀφίστησι λεπίδας. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. στ΄. κισσήρεως κεκαυμένης δραχ. στ΄. μάννης λιβάνου, ἀριστολοχίας, ἴρεως Ἰλλυρικῆς, ῥητίνης πιτυΐνης ἀνὰ δραχ. δ΄. σμύρνης, ἀλόης ἀνὰ δραχ. β΄. ξηρῷ καὶ μετὰ μέλιτος. ἐν δὲ ταῖς Ἀθηναίου γραφαῖς χωρὶς πίτυος φλοιοῦ ἔστι τὸ φάρμακον. ἔχει δὲ καὶ κηκίδος τὸ ἴσον ἐν τῷ μαννίνῳ.

[Ξηρὰ ἐπουλωτική.] Περὶ πάντων ἑλκῶν προσφάτων, παλαιῶν, εὐθεραπεύτων, δυσθεραπεύτων ἔν τε τοῖς τῆς θεραπευτικῆς μεθόδου βιβλίοις εἴρηται κατὰ τὸ γ΄ καὶ δ΄ καὶ ε΄. ὑπόμνημα καὶ κατὰ ταύτην τὴν πραγματείαν ἐν τοῖς ἔμπροσθεν, ἐπιδεικνύντος μου τῶν μὲν ἄνευ περιστάσεως ἁπάσης ἑλκῶν κοίλων τὰ σαρκωτικὰ φάρμακα δυνάμεως εἶναι 

848
ῥυπτικῆς ἀδήκτου. τὰ δ’ ἐπουλωτικὰ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἀδήκτως, τὰ καθαιρετικὰ τῶν ὑπερσαρκούντων θερμὰ καὶ δριμέα. καὶ μέντοι καὶ τίνα κάλλιστα νομίζω τῶν ἐπουλωτικῶν εἶναι, προείρηταί μοι διὰ τῆς θεραπευτικῆς μεθόδου, καθ’ ἣν ἁπάντων παθῶν τῆς ἰάσεως αἱ μέθοδοι δελήλωνται καὶ τῶν εἰς ἕλκη διαφερουσῶν ἔμπροσθεν ἐν τῇδε τῇ νῦν προκειμένῃ. ὁ δ’ Ἀσκληπιάδης ἔγραψε φάρμακα, καθάπερ καὶ ὁ Ἀνδρόμαχος ἐπουλωτικὰ, μὴ προσδιορισάμενος πότερον ἀπεριστάτων ἑλκῶν ἢ τῶν ἰδίως δυσεπουλώτων λεγομένων, ἃ διαφέρειν ἀλλήλων ἐδείχθη πλείοσι διαφοραῖς, ἴδιον ἑκάστης ἐχούσης σκοπὸν τῆς θεραπείας. ἔν τισι μέντοι προσγεγράφασιν ὅτι καὶ πρὸς κακοήθη, ἢ πάλιν, ὅτι πρὸς κονδυλώματα καὶ ῥαγάδας. ὁ δ’ Ἀσκληπιάδης καίτοι μᾶλλον τοῦ Ἀνδρομάχου τοὺς ὁρισμοὺς εἰωθὼς προστιθέναι, παρέλιπεν ἐπὶ τῶν ἐπουλωτικῶν. ἀλλ’ ἐξ ὧν ἐγὼ διῆλθον, ἔν τε τῇ θεραπευτικῇ πραγματείᾳ καὶ τῇ νῦν ἐνεστώσῃ δῆλον ἔσται τοῖς προσέχουσι τὸν νοῦν, ὅπως ἑκάστῳ τῶν γεγραμμένων χρηστέον. ξηρὰ ἐπουλωτική.

849

[Ἀσκληπιάδου σποδοειδὴς ἐκ τῶν Μάγνου.] ♃ Ἀσβέστου δραχ. στ΄. μάννης λιβάνου δραχ. δ΄. λεπίδος δραχ. δ΄. ἄλλως. ἀσβέστου δραχ. ιβ΄. λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. ὡς δὲ Ἀρχίβιος. ♃ λεπίδος δραχ. η΄. καὶ μάννης δραχ. η΄. ἢ δραχ. δ΄. ἐν ἄλλαις γραφαῖς δραχ. η΄. ἀσβέστου. ὡς δὲ Ἡλιόδωρος, ἀσβέστου δραχ. η΄. μάννης λιβάνου δραχ. η΄. λεπίδος δραχ. δ΄. κιῤῥὸν ἐπουλωτικόν. ♃ μίσυος ὀπτοῦ δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. ι΄. μάννης δραχ. στ΄. λείοις χρῶ.

[Μάγνου ἐπουλωτικόν.] ♃ Διφρυγοῦς δραχ. δ΄. λεπίδος δραχ. δ΄. Ἰλλυρίδος δραχ. β΄. μάννης δραχμὰς β΄. λείοις χρῶ. τὸ διὰ τῆς κισσήρεως. ♃ κισσήρεως ὀπτῆς οἴνῳ κατεσβεσμένης δραχμὰς η΄. λεπίδος δραχ. δ΄. μάννης δραχ. δ΄. ἴρεως δραχμὰς δ΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. δ΄. λείοις χρῶ. ἄλλη Πτολεμαίου γνωρίμου, ποιεῖ καὶ πρὸς τὰ δυσαλθῆ. ♃ πίτυος φλοιοῦ δραχ. στ΄. καδμείας ὀπτῆς δραχμὰς η΄. λεπίδος δραχμὰς δ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. μάννης δραχμὰς δ΄. λείοις χρῶ. ἐν ἄλλαις γραφαῖς ἔχει, μολύβδου κεκαυμένου καὶ πεπλυμένου

850
δραχμὰς δ΄. μολυβδαίνης δραχ. η΄. ξηρὰ ἐσχαρωτική. λέλεκται. καὶ περὶ τούτων ὅτι δριμείας εἰσὶ καὶ καυστικῆς δυνάμεως, ὥστε καὶ ἡ χρῆσις αὐτῶν ἐπί τε τῶν δι’ ὑπερβάλλουσαν ὑγρότητα καὶ δυσκρασίαν τοῦ πεπονθότος μορίου γίνεται καὶ διὰ τὰς ἐγγιγνομένας ἐνίοις μέρεσι σηπεδόνας. ἐσχαρωτικὰ Ἀσκληπιάδου. μήλινον Λευκίου καθηγητοῦ, ἐσχαρωτικὸν καὶ τύλων ἐκκοπτικὸν, καταπασσόμενον καὶ προσθλιβόμενον ἐν πυρῆνι μύλης. ἔστι δὲ κατασταλτικὸν καὶ τῶν δυσαλθῶν ἐπουλωτικὸν, εἴ τις ἐπὶ λεπτῶν χρήσαιτο τῷ φαρμάκῳ, τῷ δὴ λεγομένῳ χνοῒ χρώμενος. ♃ χαλκίτεως ὠμῆς δραχ. η΄. καδμείας δραχ. δ΄. νῆστις σιέλῳ ἀναλάμβανε ἐπὶ τοσοῦτον, ὥστε αὐτὸ μόνον νοτίσαι τὸ φάρμακον, εἶτα συνάγαγε καὶ πωμάσας ἔα μήλινον γενέσθαι, καὶ ξηράνας ἐν σκιᾷ κούφως περιφέρων τὸν τριβέα ἀναλάμβανε καθὼς προείρηται. παρ’ ἄλλοις καλεῖται τὸ φάρμακον φαιόν. ἀναλαμβάνεται δὲ ὄξει δριμυτάτῳ καὶ ξηραίνεται καὶ λεαίνεται. ἐν ἄλλαις γραφαῖς, ὥσπερ Εὔνομος ὁ Ἀσκληπιάδης ἐχρήσατο,
851
ἔχει δὲ οὕτως. ♃ χαλκίτεως δραχ. ιβ΄. καδμείας δραχ. στ΄. σανδαράχης δραχ. στ΄. ὄξει ἀναλαμβάνεται. ἄλλο. ♃ χαλκίτιδος ὀπτῆς, χαλκάνθης ὀπτῆς, καδμείας ὀπτῆς, ἑκάστου τὸ ἴσον καὶ νῆστις ἀναλάμβανε σιέλῳ. εὔτονον ἐπιγραφόμενον. ♃ χαλκίτεως ὀπτῆς δραχ. η΄. χαλκάνθου δραχ. η΄. σανδαράχης δραχ. η΄. καδμείας δραχ. η΄. ξηρῷ κατάπασσε. τὸ διὰ τῶν δ΄. ♃ χαλκίτεως ὀπτῆς δραχ. δ΄. μίσυος ὀπτῆς δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. χαλκάνθης ὀπτῆς δραχ. δ΄. χρῶ. ἐσχαρωτικὸν σφόδρα γενναῖον. ♃ στυπτηρίας σχιστῆς δραχ. ιστ΄. χαλκάνθου δραχ. ιστ΄. κηκίδων δραχ. ιστ΄. μίσυος Κυπρίου δραχ. ιστ΄. σώρεως δραχ. δ΄. λείοις χρῶ.

[Ἐπιτετευγμένον, ὡς Εὔνομος.] ♃ Μίσυος ξενικοῦ δραχ. ιστ΄. σώρεως δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. λίθου σχιστοῦ κεκαυμένου δραχ. η΄. χαλκάνθου δραχ. δ΄. σανδαράχης δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. λείοις χρῶ καταπάσσων καὶ προσθλίβων τῷ πυρῆνι. πρὸς νομάς. τὰ σηπεδονώδη τῶν ἑλκῶν, ὅταν ἐπινέμηται τοὺς πέριξ τόπους, ὀνομάζουσιν ἰδίως νομὰς, καὶ δῆλον ὅτι τῶν σφοδροτάτων φαρμάκων αἱ τοιαῦται

852
δέονται διαθέσεις, ἀμέλει καὶ καυστηρίοις ἐπ’ αὐτῶν χρώμεθα πολλάκις. πρὸς νομὰς Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ πρὸς νομάς. ♃ θείου ἀπύρου δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. χαλκοῦ κεκαυμένου, ὥστε χρῶσαι, ξηρῷ καὶ μετὰ μέλιτος.

[Πουπλίου τοῦ καθηγητοῦ.] ♃ Ἀρσενικοῦ δραχ. δ΄. λεπίδος δραχ. β΄. ἐλατηρίου δραχ. α΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Εὔνομος ἐχρήσατο. ♃ ἀρσενικοῦ δραχ. δ΄. λεπίδος δραχ. δ΄. θείου ἀπύρου δραχ. β΄. ἐλατηρίου δραχ. β΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ἐν ἄλλαις γραφαῖς, σανδαράχης δραχ. δ΄. λεπίδος δραχ. στ΄. ἀῤῥενικῆς δραχ. δ΄. ἐλατηρίου δραχ. β΄. χάρτου κεκαυμένου δραχ. δ΄. ἐκ τῶν Ἀρείου πρὸς νομὰς, ἥτις καὶ τὰ ῥυπαρὰ ἀνακαθαίρει χωρὶς δήξεως ἀνιεμένη ῥοδίνῳ. ποιεῖ καὶ πρὸς τὰς ἐν μήτρᾳ ἀναβρώσεις. ἔδωκε Θεότροπος. ♃ ἀρσενικοῦ δραχ. δ΄. χάρτου κεκαυμένου δραχ. δ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. ἕκαστον τρῖβε κατ’ ἰδίαν, εἶθ’ ὁμοῦ μίξας χρῶ πρὸς τὰς προειρημένας διαθέσεις. ὡς 

853
δὲ Πτολεμαῖος ἐχρήσατο. ♃ μολύβδου κεκαυμένου, ἀρσενικοῦ, λεπίδος, χάρτου κεκαυμένου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. β΄. λείοις χρῶ. ὡς δὲ Ἀπελλῆς. φάρμακον ἐπιτετευγμένον διὰ χάρτου ἐπιγραφόμενον πρὸς νομάς. οὐ μόνον δὲ ἵστησιν, ἀλλὰ καὶ κωλύει ἀρχομένην. ποιεῖ δὲ καὶ δυσεντερικοῖς ἐγχυματιζόμενον διὰ ῥοδίνου. ἐπειδὰν δὲ, φησὶν, ἐγχυματιζόμενον δυσεντερικοῖς ἀναδάκνηται, ὕποπτον εἶναι τὴν νομήν. τὰ δὲ τῆς συνθέσεως ἔχει οὕτως. ♃ χάρτου κεκαυμένου, μολύβδου κεκαυμένου καὶ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου, ἀρσενικοῦ, λεπίδος στομώματος ἑκάστου ἴσον, θείου ἀπύρου τὸ ἥμισυ, λείοις χρῶ ἢ μετὰ μέλιτος ἢ ῥοδίνου Μοσχίωνος πρὸς νομάς. ♃ ἐλατηρίου δραχμὰς β΄. χάρτου κεκαυμένου δραχμὰς β΄. λεπίδος χαλκοῦ δραχμὰς δύο, ἀρσενικοῦ δραχμὰς δ΄. ἰοῦ σκώληκος δραχμὴν α΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὴν μίαν, λείοις χρῶ μετὰ ῥοδίνου.

[Εὐῶδες Λευκίου καθηγητοῦ.] ♃ Λεπίδος δραχ. δ΄. κηκίδος δραχμὰς δ΄. σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχμὰς β΄. σμύρνης δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λιβάνου

854
δραχ. β΄. ἐλατηρίου δραχ. α΄. χάρτου κεκαυμένου ὥστε χρῶσαι. ὡς δὲ ἡμεῖς. ♃ λεπίδος δραχ. η΄. κηκίδος δραχ. η΄. σμύρνης δραχ. η΄. σανδαράχης δραχ. δ΄. ἀρσενικοῦ δραχ. δ΄. ἐλατηρίου δραχ. δ΄. λιβάνου δραχ. γ΄. χαλκάνθου δραχ. γ΄. χάρτου ὥστε χρῶσαι. ὡς δὲ Πρασίων. ♃ ἀρσενικοῦ δραχ. β΄. λεπίδος δραχ. β΄. χαλκάνθου δραχμὴν α΄. σανδαράχης δραχ. β΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχ. α΄. κηκίδων δραχμὴν α΄. χάρτου δραχ. δ΄. λείοις καὶ μετὰ ῥοδίνου. Ἡρακλείδης δὲ ταύτην εἶχε τὴν γραφήν. ♃ κηκίδων δραχ. στ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. λεπίδος δραχ. δ΄. λιβάνου δραχ. γ΄. χαλκάνθου δραχ. γ΄. σμύρνης μιναίας δραχ. β΄. χάρτου δραχ. η΄. ὡς δὲ Κλεόβουλος. ♃ λεπίδος δραχ. β΄. σανδαράχης δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. σμύρνης δραχμὴν α΄. λιβάνου δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. κηκίδος δραχ. α΄. χάρτου ὥστε χρῶσαι.

[Πρὸς ἄνθρακας.] Ὁ ἄνθραξ ἕλκος ἐστὶν, ἐσχάραν ταχὺ ποιοῦν, μετὰ φλεγμονῆς ἰσχυρᾶς τοῦ πέριξ μορίου παντὸς, ὥστε καὶ πυρετοὺς ἐπιφέρεσθαι σφοδροὺς

855
καὶ κινδύνους ἐσχάτους, ὥστε χρὴ κατ’ αὐτῆς μὲν τῆς ἐσχάρας ἰσχυρὸν τιθέναι φάρμακον, καὶ τούτων γε ὁποῖα πρὸς νομὰς ἁρμόζειν εἴρηται, τὰ δὲ πέριξ καταπλάσσειν καταπλάσμασιν ὁμαλὴν ἔχουσι δύναμιν, ὡς ἀποκρούεσθαί τε καὶ μετρίως ἐμψύχειν καὶ διαφορεῖν. ἀλλὰ περὶ μὲν τῶν καταπλασμάτων ἐν τῇ περὶ τούτων πραγματείᾳ λέλεκται· νυνὶ δὲ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων μνημονεύσομεν. πρὸς ἄνθρακας τὰ ὑπ’ Ἀσκληπιάδου. ἡ τοῦ Μασσαλιώτου. ταύτην ἐξέθηκε τῇ πόλει πρὸς τὴν δύναμιν, διὰ τὸ τοὺς ἄνθρακας ἐπιπολάζειν καὶ πολλοὺς ἀφαιρεῖσθαι. ♃ χρυσοκόλλης δραχ. δ΄. νίτρου ὀπτῆς δραχ. δ΄. λίθου Ἀσίου δραχ. δ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. μίσυος ὀπτοῦ δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. διφρυγοῦς δραχ. δ΄. τρίψαντες καθ’ ἓν καὶ ὁμοῦ ἀποτιθέμεθα εἰς ἀγγεῖον χαλκοῦν Κύπριον. ἐπὶ δὲ τῆς χρήσεως ἐπιτίθεμεν προσθλίβοντες τῷ πλάτει τῆς μήλης, ἕως μελανθῇ ὁ ἄνθραξ, εἶτ’ ἐπιτίθεμεν ἐπάνω τὴν ὑπογεγραμμένην χλωράν. ἔστι δὲ αὕτη. ♃ λιβάνου δραχ. α΄. ἰοῦ ξυστοῦ δραχμὴν α΄. λεπίδος χαλκοῦ δραχμὴν
856
μίαν, στυπτηρίας σχιστῆς ὀβολοὺς τέσσαρας, ἁλὸς ἀμμωνιακοῦ ὀβολοὺς τέσσαρας, κηροῦ δραχμὰς ζ΄. ὀβολοὺς τρεῖς, ῥητίνης πιτυΐνης ξηρᾶς δραχμὰς ιε΄. ἐλαίου παλαιοῦ κοτύλην α΄. τὰ ξηρὰ τρῖβε ἐν ἡλίῳ μετὰ ὄξους. τὰ δὲ τηκτὰ τῆκε καὶ κατέρα καὶ ἀνακόψας ἀνελόμενος χρῶ. παρὰ Δημοσθένει τῷ Μασσαλιώτῃ τῷ τε φάρμακον συντιθέντι ἐλαίου ἔχει κοτύλας δύο.

[Ἀπίωνος πρὸς ἄνθρακας.] ♃ Νίτρου ἐρυθροῦ, ἀρσενικοῦ, σανδαράχης, χαλκίτεως, χαλκάνθου, διφρυγοῦς, ἑκάστου τὸ ἴσον, ὄξει λειοτριβῶν καὶ ξηράνας καὶ πάλιν τρίψας χρῶ. Ἀπολλωνίου ὀργανικοῦ. ♃ χρυσοκόλλης δραχμὴν μίαν, στυπτηρίας σχιστῆς δραχμὴν α΄. καὶ στρογγύλης δραχμὴν μίαν, σανδαράχης δραχμὴν μίαν, ὤχρας δραχμὴν α΄. μίσυος ὠμοῦ δραχμὴν α΄. χαλκάνθου δραχμὴν α΄. λείοις χρῶ. ἡ ἀνθίζουσα Μάγνου πρὸς σηπεδόνας, νομὰς, ἄνθρακας, πτερύγια, ὦτα πυοῤῥοοῦντα, ποιεῖ καὶ πρὸς τὰς ἐν τῷ στόματι νομάς. ♃ στυπτηρίας σχιστῆς δραχ. η΄. χαλκίτεως δραχ. στ΄. σανδαράχης δραχ. γ΄. σιδίων ῥοᾶς ξηρῶν δραχ. β΄. χαλκάνθου δραχ. α΄.

857
μίσυος δραχ. β΄. νίτρου δραχ. β΄. ὀμφακίνου ξηροῦ δραχ. β΄. χρῶ ξηρῷ καὶ μετὰ μέλιτος. ἄλλο Διοδώρου. ♃ κηκίδος ὀμφακίνης δραχ. δ΄. μίσυος δραχ. β΄. χαλκίτεως δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. σανδαράχης δραχ. β΄. στυπτηρίας σχιστῆς, χαλκάνθου, λίθου Ἀσίου, διφρυγοῦς, νίτρου ἐρυθροῦ ἀνὰ δραχ. α΄. λείοις κατάπασσε παραπτόμενος πυρῆνι μήλῃ. ἴσχαιμος Ἀσκληπιάδου. Λευκίου καθηγητοῦ φάρμακον ἐπιτετευγμένον. ♃ χαλκίτεως δραχ. ιστ΄. μάννης δραχ. ιβ΄. τερμινθίνης ὄξει πεφυρμένης, ξηροῖς κατάπασσε τοὺς αἱμοῤῥαγοῦντας τόπους. ἐν ἄλλαις δύο εὑρήκαμεν γραφαῖς μᾶλλον. ♃ χαλκίτεως δραχ. η΄. μάννης δραχ. ιστ΄. τερμινθίνης πεφρυγμένης δραχ. ιστ΄. ὡς δὲ Διοσκορίδης ὁ Ταρσεὺς ἔδωκεν Ἀρείῳ τῷ Ἀσκληπιαδείῳ θαυμαστῶς κατέχον τὰς αἱμοῤῥαγίας. ♃ χαλκίτεως δραχ. η΄. μάννης δραχ. ιστ΄. ῥητίνης ξηρᾶς δραχ. η΄. γύψου δραχ. η΄. τὰ μὲν ἄλλα κόπτεται καὶ σήθεται καὶ μίγνυται καὶ ἀποτίθεται εἰς χαλκῆν πυξίδα. ἐπὶ δὲ τῆς χρήσεως ἴσον τοῦ φαρμάκου τῇ γύψῳ μίγνυται. ἐκ τῶν Ἡρακλείδου πρὸς αἱμοῤῥοΐδας. τούτῳ ἐχρήσατο πρὸς
858
τὰς τῶν μυκτήρων αἱμοῤῥαγίας, ἔριον καταβάπτων καὶ συστρέφων ὥσπερ ἐλλύχνιον. ♃ σιδίων ὀξείας ῥοιᾶς οὐγγίας γ΄. στυπτηρίας Αἰγυπτίας οὐγγίας δ΄. χαλκίτεως γο α΄. λείοις χρῶ. ἐπὶ δὲ τῶν μυκτήρων ἔριον πληρώσας τοῦ φαρμάκου ἐντίθει. ὁ λεγόμενος Ἡρακλῆς πρὸς αἱμοῤῥαγίας. τούτῳ ἀντὶ καυτηρίου ἐχρήσατο, ἔστι δὲ ἐσχαρωτικόν. ποιεῖ καὶ πρὸς πτερύγια, καταστέλλει πᾶσαν ἐξοχὴν, ὀστᾶ ἀνάγει, ἀφίστησι λεπίδας. ♃ σώρεως δραχ. δ΄. χαλκάνθου δραχ. δ΄. χαλκίτεως κεκαυμένης δραχ. δ΄. ῥοὸς βυρσοδεψικοῦ δραχ. δ΄. λείοις χρῶ. ἴσχαιμον ἐπιτετευγμένον. ♃ μίσυος ξενικοῦ δραχ. στ΄. χαλκάνθου δραχ. στ΄. πίτυος φλοιοῦ δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. μάννης δραχ. δ΄. ἄλλοι κ΄. γυψοῦ δραχ. δ΄. λείοις χρῶ. ἄλλο. ♃ λιβάνου γο α΄. μίσυος ξενικοῦ δραχ. δ΄. κηκίδων ὀμφακίνων δραχ. δ΄. χαλκίτεως δραχ. δ΄. φελλῶν κεκαυμένων δραχ. η΄. ῥοῦς βυρσοδεψικῆς δραχ. δ΄. λείοις χρῶ.

859

Τὰς πολυχρήστους ὀνομαζομένας ἐμπλάστρους, ἐπειδὴ πολλαῖς διαθέσεσιν ἁρμόττουσι, διελόμενος, ἐν μὲν τῷ πρὸ τούτου γράμματι τὰς δυναμένας ἅμα τοῖς ἄλλοις οἷς ἐπαγγέλλονται καὶ τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰᾶσθαι, συνήθροισα. νυνὶ δ’ ἐφ’ ἕτερον γένος τῶν πολυχρήστων ἐμπλάστρων μεταβήσομαι πρὸς ἄλλα τε πολλὰ ποιούσης ἑκάστης καὶ μέντοι καὶ πρὸς τὰ σηπόμενα τῶν μορίων,

860
ἑτέρας ὄντα διαθέσεως, ταῦτα τῶν ἰδίως δυσθεραπεύτων ὀνομαζομένων ἑλκῶν. ἐπὶ μὲν γὰρ τούτων ἡ σηπεδὼν ἐπινέμεται καὶ διὰ τοῦτο καλοῦσι τὰς διαθέσεις ταύτας οἱ πολλοὶ τῶν ἰατρῶν νομὰς, ἐπ’ ἐκείνων δὲ περιγέγραπται καθ’ ἓν χωρίον ἄνευ σηπεδόνος, ὥστε καὶ τὰς φαγεδαίνας ὀνομαζομένας ἀνεσθίειν μὲν τὰ συνεχῆ, χωρὶς μέντοι τοῦ σήπειν αὐτὰ καὶ πυρετοὺς ἐπιφέρειν, ὅπερ εἴωθεν ἀκολουθεῖν τοῖς μετὰ σηπεδόνος νομώδεσι. κεφάλαιον δὲ τῆς ἰάσεως ἦν, ἐπὶ μὲν τοῦ προειρημένου γένους τῶν δυσθεραπεύτων ἑλκῶν, ἃ καὶ χειρώνεια καλοῦσιν, εὑρεῖν φάρμακα, καθόσον οἷόν τε μὴ δάκνοντα μὲν, ἰσχυρῶς δὲ ξηραίνοντα. ταυτὶ δὲ τὰ νῦν γραφησόμενα δακνώδη πάντ’ ἐστὶν, εἴ τις αὐτοῖς ἀκράτοις ἄνευ τοῦ μιχθῆναι κηρωτῇ χρῷτο. μιγνύμενα δὲ κηρωτῇ καθῇραι μὲν ἕλκος ῥυπαρὸν καὶ σαρκῶσαι δύναται καί τινα καὶ διαφορῆσαι σκληρότητα καὶ τάσιν, οὐ μὴν τὰ δυσθεράπευτά γε ἰᾶσθαι. δηλοῖ δ’ αὐτῶν τὴν δύναμιν τὰ πάθη πρὸς ἃ πεπίστευται παραλαμβάνεσθαι καλῶς· ὃ καὶ κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον καὶ νῦν ἐρῶ, μεμνῆσθαι
861
χρὴ τῶν γεγραμμένων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, κατὰ μὲν τὰ πρῶτα βιβλία τὴν μέθοδον εἰπόντος μου, καθ’ ἣν εὑρίσκονται τῶν φαρμάκων αἱ δυνάμεις, μετὰ τοῦ καὶ γυμνάσασθαι κατ’ αὐτὴν ἐπὶ παραδειγμάτων πλειόνων, ἐν δὲ τοῖς ἑξῆς ἑκάστου κατ’ ὄνομα μνημονεύσαντος. ὁ γὰρ ἐκείνων μεμνημένος εὐκόλως παρακολουθήσει τῷ λογισμῷ τῶν συνθέντων ταυτὶ τὰ φάρμακα τὰ νῦν ἡμῖν προκείμενα καὶ δηλονότι καὶ αὐτὸς ἕτερα συνθήσει, καθ’ ὃν ἂν χρόνον ἀπορῇ τῶν ἤδη προπεπειραμένων. πολλὰ γὰρ τοιαῦτα συμβαίνει πολλοῖς ἐν ἀποδημίαις, ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς κατὰ πλοῦν, ὅπου γε καὶ κατὰ χώραν μενόντων ἀπώλετό τινων ἡ παρασκευὴ τῶν φαρμάκων, ἐξ ὧν ἐθεράπευον τοὺς δεομένους, ὥσθ’ ὑπὸ λύπης αὐτοὺς συντακέντας ἀποθανεῖν. ἄριστον μὲν οὖν ἤδη τοῖς πεῖραν δεδωκόσι φαρμάκοις χρῆσθαι κατὰ τὴν εἰρημένην μέθοδον. εἰ δ’, ὡς ἔφην, ἀπορήσαιμέν ποτε τούτων, ἕξιν ἔχειν αὐτοὺς τοιαύτην, ὡς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἤδη δεδωκόσιν ἱκανὴν πεῖραν, ὥσπερ πολλάκις κᾀμὲ ὁρᾶτε πράττοντα
862
κατά γε τὰς ἀποδημίας καὶ ἄλλως. ἔνια γοῦν τῶν αὐτοσχεδιασθέντων ἐν τοιαύταις περιστάσεσι βασανισθέντα τῇ πείρᾳ τῶν ἐνδοξοτάτων οὐδὲν ἐφάνη χείρω. τὴν μὲν γὰρ πρώτην αὐτῶν σύνθεσιν ἐκ στοχασμοῦ τεχνικοῦ ποιούμεθα, μετὰ ταῦτα δὲ ἀπὸ τῆς πείρας, ἐνίων μὲν φανέντων δοκιμωτάτων, ἐνίων δ’ ἀπολειπομένων τοῦ σκοποῦ, δευτέρα πάλιν ἐπανόρθωσις γίνεται. καὶ τρίτη δ’ ἐνίοτε πρὸς τὸ τέλειον ἄγουσα τῆς ἐπαγγελίας αὐτά. χωρὶς δὲ τῆς εἰρημένης μεθόδου κατά τε τὰ πρόσθεν ὑπομνήματα καὶ κατὰ τῆς θεραπευτικῆς πραγματείας, χρήσασθαί τε τοῖς ἔμπροσθεν εἰρημένοις ὀρθῶς ἀδύνατον, αὐτόν τε συνθεῖναι παραπλησίως ἐκείνοις ἔτι γε ἀδυνατώτερον. ἤδη τοίνυν ἄρξομαι τῶν τοιούτων ἐμπλάστρων. τὴν διὰ βοτανῶν γεγράφασιν ἅπαντες σχεδὸν οἱ τὰς ἐνδόξους ἐμπλάστρους ἀθροίσαντες ἐν γραφαῖς βίβλου μιᾶς ἢ πλειόνων, οὐ πολὺ διαφερόμενοι τῇ συμμετρίᾳ τῶν μιγνυμένων φαρμάκων ἁπλῶν. ἄρξομαι δὴ κᾀνταῦθα τῶν τῷ Κρίτωνι γεγραμμένων, πρῶτον μνημονεύων ἃν Κρίτων ἔγραψεν ἐμπλάστρους ἐν τῷ δ΄. περὶ τῶν ἁπλῶν φαρμάκων αὐτῇ λέξει.

863

[Ἡ διὰ βοτανῶν Κρίτωνος.] Ἡ διὰ βοτανῶν, ᾗ χρῶμαι, ποιεῖ πρὸς καρκινώματα, σηπεδόνας· χοιράδας εἰς διαπύησιν ἄγουσα καὶ ἐξιποῦσα λέπρας ἀφίστησι καὶ δοθιῆνας διαλύει, ποδαγρικοῖς ἁρμόζει, πώρους διαλύει, ἡ αὐτὴ κεφαλικὴ ἄνευ ἀνατρήσεως λεπίδας ἀφίστησιν, ἀνάγει ὀστᾶ, ἐπιξύει δὲ τὰ ὀστᾶ ἐπὶ ποσὸν, ἡ αὐτὴ πρὸς τὰ νεότρωτα πρὸς νομὰς ἔμμοτος ἀνακαθαίρει, πληροῖ σὺν ῥοδίνῃ κηρωτῇ ἑνὸς μέρους πρὸς δύο κηρωτῆς μέρη, ἐνίοτε δὲ γ΄ ἢ δ΄. μιγνυμένου. σὺν δὲ μυρσίνῃ κηρωτῇ δυσὶ μέρεσιν ἣ τρισὶν ἐπουλοῖ. ♃ βοτανῶν ἐξ ἀνύδρων τόπων παραθαλασσίων, ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης δραχ. νστ΄. μήκωνος κερατίτιδος δραχ. νστ΄. πρασίου δραχ. νστ΄. ὑοσκυάμου φύλλων ἁπαλῶν δραχ. νστ΄. ταύτας εἰς ὅλμον βαλὼν, κόπτε ἕως θλασθῇ καὶ διαλυθῇ, μόνον μὴ τὸν χυλὸν αὐτῶν δαπανήσῃς, ἔπειτα βαλὼν εἰς θυείαν τρῖβε. ἐν ἄλλῃ δὲ θυείᾳ ἔχε λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. κε΄. μάννης δραχ. η΄. ῥητίνης πιτυΐνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. ιστ΄. σχιστῆς δραχ. δ΄. 

864
στρογγύλης δραχ. δ΄. ταῦτα λέαινε ἐν ἡλίῳ ὥστε γλοιοῦ πάχος ἔχειν σὺν ὄξει, ἔπειτα μίξας τὰς βοτάνας τρῖβε μέχρις ὅταν καλῶς ἑνωθῇ, εἶτα κηρωτὴν ποίησον ἐκ Χίου κηροῦ δραχ. ρ΄. οἱ δὲ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ζέσας μίσγε. Ἥρας οὕτως. τινὲς δὲ τὰς δύο ἀναγαλλίδας βάλλουσι, τινὲς δὲ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ, σχιστοῦ ἀνὰ δραχ. δ΄. ἃ δὲ περὶ τῆς ἐμπλάστρου ταύτης Ἀσκληπιάδης γέγραφε καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται, παραπλήσιά πως ὄντα τούτοις, διὸ καὶ περιττὸν ἔδοξέ μοι γράφειν αὖθις αὐτὰ, μέλλοντί γε τὸν κοινὸν λόγον ὑπὲρ αὐτῶν διέρχεσθαι νῦν. ὁ γάρ τοι πρῶτος συνθεὶς τὸ φάρμακον τοῦτο, βοτάναις ἐχρήσατο δριμείαις εἰς τὸ διαφορῆσαι σφοδρῶς τοὺς ἐν τοῖς πεπονθόσι μέρεσι μοχθηροὺς χυμοὺς, διὰ τοῦτο γοῦν καὶ ἐξ ἀνύδρων καὶ παραθαλασσίων τόπων εἶναι κελεύει, ἐναντίας δ’ αὐταῖς ἄλλας ψυχρᾶς δυνάμεως, ἕνεκα τοῦ παρηγορῆσαι τὸ σφοδρὸν τῶν δριμέων, οἷαί πέρ εἰσιν ὅ τε ὑοσκύαμος καὶ ἡ μήκων. ἔχουσι γάρ τι καὶ πραϋντικὸν ὀδυνῶν, ναρκώδη ψύξιν ἐντιθεῖσαι
865
τοῖς πλησιάζουσι. νάρκη δὲ μετρίη ὀδύνης λυτικὴ, φησὶν Ἱπποκράτης. προσέθηκε δὲ καὶ τῶν μεταλλικῶν τήν τε λεπίδα τοῦ χαλκοῦ καὶ τὴν σχιστὴν στυπτηρίαν, ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, ὅπερ ἑκάτερον τῶν φαρμάκων ἁρμόττει κακοήθεσιν ἕλκεσιν. ἀλόην δ’ ἐκ τῶν στυφόντων καὶ ξηραινόντων ἀδήκτως φαρμάκων ἔμιξε καὶ τὴν μάνναν τῶν πεσσόντων τε καὶ παρηγορούντων καὶ διαπυϊσκόντων. τὴν δὲ πιτυΐνην ὡς ὕλην εἰς ἐμπλάστρου γένεσιν, ὥσπερ γε καὶ τὸν κηρὸν καὶ τὸ ἔλαιον, ἅμα δὲ καὶ τούτῳ συμβαίνει πραΰνεσθαι δι’ αὐτῶν τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων. ἥ γε μὴν πιτυΐνη ῥητίνη καὶ τὸ ξηραίνειν ἔχει καὶ ὅσῳ περ ἂν ξηροτέρα τοσούτῳ μᾶλλον οἵαν περ ἀξιοῖ βάλλειν. ἐνίους δέ φησι μεμιχέναι τῷ φαρμάκῳ καὶ χρυσοκόλλης καὶ γῆς Ἐρετριάδος, ἀμφοτέρων τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἰωμένων. ἔμπαλιν δὲ τούτοις ἅλες ἀμμωνιακοὶ καὶ τὸ καλούμενον ἀρσενικὸν ἐρεθίζειν ἕλκη πέφυκεν ὑπὸ δριμύτητος, ἀλλὰ καὶ τοῖς σηπεδονώδεσιν ἁρμόττει. καὶ διὰ τοῦτο πρὸς μὲν τὰ χειρώνεια τῶν ἑλκῶν οὐ πάνυ τι χρήσιμόν ἐστι τὸ προκείμενον
866
ἐν τῷ λόγῳ φάρμακον. ἐφ’ ὧν δὲ σηπεδών τις ὑπάρχει, παῦσαι ταύτην ἐπιτήδειόν ἐστι, διαφοροῦν τοὺς ἐργαζομένους αὐτὴν ἰσχῶρας. ἡ δ’ αὐτὴ δύναμις τοῦ φαρμάκου καὶ τὰς χοιράδας ἰᾶται. ἐπεὶ δὲ ῥυπτικά τινα τῶν ἐμβεβλημένων ἐστὶν ἐν αὐτῷ, διὰ τοῦτο καὶ λέπρας καθαίρει. σκοπὸς μὲν γὰρ ἐπὶ τοῦ παθήματος τούτου τὸ οἷον ἀπολεπίσαι τὸ κατεσκληρυσμένον τοῦ δέρματος. ἐργάζεται δὲ τοῦτο τὰ ὑπερξηραίνοντα μετὰ τοῦ ῥύπτειν. εἰ μὲν γὰρ εἰς τὸ κατὰ φύσιν ἐπανελθεῖν ἠδύνατο τοῦ δέρματος ἡ διάθεσις, οὐκ ἄν τις τὸ κατεξηρασμένον ὑπερεξήραινεν. ἐπεὶ δὲ οὐχ οἷόν τέ ἐστι τὸ ἤδη λεπρῶδες ἰαθῆναι, δεύτερος ἂν εἴη σκοπὸς, ὅσπερ ἐπὶ πάντων τῶν ἀνιάτων ἐστὶ κοινὸς, ἐκκόψαι. τοῦ σώματος τὸ ἀνίατον. ἐκκόπτεται δὲ ποτὲ μὲν σιδήρῳ, ποτὲ δὲ πυρὶ, ποτὲ δὲ φαρμάκῳ ἤτοι καυστικοῖς ἢ διαφορητικοῖς τε ἅμα καὶ ῥυπτικοῖς, ὁποῖόν ἐστι τὸ προκείμενον νῦν. ὥσπερ οὖν οὗτος ὁ λόγος κοινός ἐστιν ἐπὶ πάσης λέπρας, οὕτως καὶ ὁ περὶ τῆς σαρκώσεως. ἐπεὶ γὰρ, ὡς ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου δέδεικται, τὰ σαρκωτικὰ καλούμενα φάρμακα δυνάμεώς ἐστιν ἀδήκτου
867
ῥυπτικῆς. ὅσα δὲ τῆς ὕλης ταύτης ἐστὶν, εἰς τουτὶ τὸ νῦν ἡμῖν προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἔχει μὲν τὸ ῥυπτικὸν, οὐκ ἔχει δὲ τὸ ἄδηκτον· διὰ τοῦτο μίγνυμεν αὐτοῖς ὑγρὰν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης συγκειμένην τετηκότων ἐν ἐλαίῳ. ὁ μὲν γὰρ κηρὸς καὶ τὸ ἔλαιον ὥσπερ ἀμβλυτικὰ δριμυτήτων ἐστὶν, οὕτως ἐμπλαστικὰ καὶ διὰ τοῦτο ῥύπου γεννητικά. ἡ ῥητίνη δὲ τὸ ἄδηκτον ἔχουσα τὸ ἐμπλαστικὸν οὐκ ἔχει, ῥυπτικῆς οὖσα δυνάμεως ἕλκεσι μὲν ἤδη δακνώδους, τοῖς δὲ ἀνελκώτοις ἀδήκτου. τὴν δ’ ἐν τῇ μίξει συμμετρίαν στοχαστικῶς μὲν πρὸ τῆς πείρας, ἐπιστημονικῶς δὲ μετὰ τὴν πεῖραν εὑρήσομεν ἅμα τῷ γινώσκειν, ὅτι τὸ μὲν καθαρὸν ἕλκος ἀκριβῶς ἀδήκτου δεῖται δυνάμεως τοῦ ῥυπτικοῦ, τὸ δὲ ῥυπαρὸν ἰσχυροτέρου. τούτου γὰρ ὁ ῥύπος ἐστὶ πρόβλημα, τὸ καθαρὸν δὲ γυμνὸν ὁμιλεῖ τῷ ψαύοντι. καὶ μέντοι καὶ τῶν σωμάτων αὐτῶν τὰ μὲν αἰσθητικωτέραν ἔχει τὴν οὐσίαν τὰ δὲ δυσαισθητικωτέραν, καὶ τὰ μὲν μαλακωτέραν, τὰ δὲ σκληροτέραν. διὰ τοῦτο οὖν καὶ ὁ Κρίτων ἐπὶ τοῦ προκειμένου φαρμάκου πρὸς ἓν μέρος
868
αὐτοῦ ποτὲ μὲν δύο μέρη τῆς κηρωτῆς, ἐνίοτε δὲ τρία ἢ τέτταρα κελεύει μιγνύειν, οὐ μὴν διωρίσατο πότε μὲν τὰ δύο μέρη, πότε δὲ τὰ πλείω χρὴ μιγνύειν, ὡς τοῦ χρησομένου τῷ φαρμάκῳ τριβήν τινα ἔχοντος ἤδη κατὰ τὴν τέχνην καὶ λογίσασθαι δυναμένου τὰ λεγόμενα νῦν ὑπ’ ἐμοῦ. διὰ ῥοδίνου μέντοι ἐσκευάσθαι τὴν κηρωτὴν βέλτιον, οὐ μὴν πολλή γε ἡ ὑπεροχὴ κατὰ τὰ τοιαῦτα τῶν ἑλκῶν ἐστιν, εἰ καὶ δι’ ἐλαίου τακείη. τὸ γάρ τοι ῥόδινον ἐπὶ τῶν ἐχόντων τι φλεγμονῶδες, ἄμεινον ἐλαίου. τὰ σαρκωθησόμενα δὲ πάντως ἐστὶν ἀφλέγμαντα. καλῶς δὲ προσεγράψατο ὁ Κρίτων ἐπὶ τῶν ἐπουλώσεως δεομένων ἑλκῶν διὰ μυρσίνου χρῆναι τὴν κηρωτὴν ἐσκευάσθαι, στύψεως γάρ ἐστιν ἐκείνοις χρεία. ταῦτ’ ἀρκεῖ κατά γε τὸ παρὸν εἰρῆσθαι περί τε τῶν σαρκωτικῶν καὶ τῶν ἐπουλωτικῶν φαρμάκων. ἡ μὲν γὰρ τῆς χρήσεώς τε καὶ συνθέσεως αὐτῶν μέθοδος ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εἴρηται· ἡ δὲ ἐπὶ τῶν κατὰ μέρος ὑλῶν γυμνασία τῆς νῦν οὖσα πραγματείας κατὰ τὸ μετὰ τοῦτο βιβλίον εἰρήσεται.

869

[Ἔμπλαστρος διὰ σκίλλης.] Ἄλλην ἐφεξῆς τῇδε τῆς αὐτῆς κατὰ γένος δυνάμεως ἔγραψεν ὁ Κρίτων ἔμπλαστρον αὐτοῖς ὀνόμασιν ὧδε. ♃ χαλκίτεως, ἀριστολοχίας στρογγύλης ἀνὰ δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. ἴρεως δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. πιτυΐνης ξηρᾶς δραχ. λ΄. οἱ δὲ δραχ. ιε΄. ἀμμωνιακοῦ δραχ. ιε΄. σμύρνης δραχ. ιε΄. στύρακος δραχ. ιε΄. λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. ιε΄. σκίλλης ὀπτῆς δραχ. ρη΄. ὄξος δριμύτατον τρῖβε ἐπὶ ἡμέρας μ΄. τοῖς ὑπὸ κύνα καύμασι. τὴν δὲ λεπίδα πρῶτον καὶ τὸν στύρακα κατ’ ὀλίγον ἐξ ἑκατέρου αὐτῶν, εἶτα ἀμμωνιακὸν καὶ χαλκὸν καὶ τὴν σκίλλαν ἐπιβαλὼν, ἵνα κατεργασθῇ, εἶτα τὴν ῥητίνην κατ’ ὀλίγον, μετὰ ταῦτα τὴν σμύρναν, εἶθ’ ὅταν ταῦτα λεῖα ᾖ, τὰ λοιπὰ ξηρά. ἐκπληρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. κηροῦ λίτρας ε΄. οἱ δὲ δραχ. σμ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ δραχ. λ΄. ἐλαίου ξέστας β΄ S". οἱ δὲ κοτύλας στ΄. χαλβάνης δραχ. λ΄. πίσσης ὑγρᾶς δραχ. λ΄. ἐσχάτην ἀποδίδου τὴν χαλβάνην, εἶτα ψύξας ἀναλάμβανε ἐπιμελῶς. αὕτη μὲν ἡ σύνθεσις τοῦ φαρμάκου. περὶ δὲ τῆς χρήσεως αὐτοῦ τάδε

870
γράφει κατὰ λέξιν ὁ Κρίτων. ἐν τῇ χρήσει ἀκράτῳ μὲν χρῶ τῷ φαρμάκῳ, ἐπὶ καταγμάτων ἐν κεφαλῇ καὶ συρίγγων καὶ νομῶν καὶ ὑπερσαρκωμάτων καὶ πρὸς ἀνευρυσμὸν στομίων καὶ πρὸς ὑποφοράν. ἀνιεμένην δὲ θέλων αὐτὴν ποιῆσαι, ἵνα γένηται σαρκωτική τε καὶ ἐπουλωτικὴ, μέρει ἑνὶ τοῦ φαρμάκου ιβ΄. μέρη πρόσβαλε κηρωτῆς ῥοδίνης. ἐπὶ δὲ τῶν πυρικαύτων ἑνὶ μέρει η΄. πρόσβαλε. ταῦτα δὲ περὶ τῆς χρήσεως τοῦ φαρμάκου καλῶς ἔγραψεν ὁ Κρίτων, ὡς δριμεῖ μὲν αὐτῷ καὶ ἀναστομωτικῷ καὶ διαφορητικῷ καὶ διὰ τοῦτο καὶ ξηραντικῷ χρησάμενος ἐπὶ συρίγγων καὶ ὑπερσαρκωμάτων καὶ ἐπὶ σηπεδόνων, τουτέστι νομῶν, καὶ πρὸς ἀνευρυσμὸν στομίων, ὥσπερ ἐστὶν ἐπὶ κόλπων τῶν στενοστόμων. ἐπὶ δὲ τῶν ἐν κεφαλῇ καταγμάτων, ὅταν χωρὶς ἀνατρήσεως ἐπιχειρῶμεν αὐτὰ θεραπεύειν, ἔστι δὲ τὰ τοιαῦτα μὴ διασχόντα μέχρι μηνίγγων. ἕνεκα δὲ τοῦ σαρκῶσαι μιγνὺς τῆς ῥοδίνης κηρωτῆς μέρη ιδ΄. μέχρι συνουλώσεως. ἄμεινον δὲ εἰπεῖν μέχρι πληρώσεως τῆς ἐν τοῖς ἕλκεσι κοιλότητος. ἐξ ἀνάγκης γὰρ τὰ νομώδη τῶν ἑλκῶν, ὅπερ ἔφην εἶναι ταὐτὸν ἐν τῷ σηπεδονώδει, θεραπευόμενα πρὸς τῶν ἰσχυρῶν
871
φαρμάκων ἐστὶν, ὁποῖον καὶ τὸ προκείμενον, πρῶτον μὲν ἀποῤῥύπτει τὰ σηπόμενα μόρια καὶ κατὰ τοῦτο γίνεται κοῖλα. μετὰ δὲ τὸ παύσασθαι τὴν σηπεδόνα καθάρσεώς τε καὶ πληρώσεως δεῖται, κᾀπειδὰν πληρωθῇ, τηνικαῦτα καὶ τῶν ἐπουλούντων. αὐτὸ δὲ τὸ φάρμακον, ὅταν μήπω κηρωτῇ μιχθῇ, δριμὺ τυγχάνον, οὐ μόνον ἀδύνατόν ἐστι σαρκοῦν, ἀλλὰ καὶ καθαίρει τὰ ὑπερσαρκοῦντα, καθάπερ αὐτὸς ὁ Κρίτων ἔφη. καὶ τούτου γε μάλιστα μεμνῆσθαι προσήκει λελεγμένου καὶ κατὰ τὴν πρὸ ταύτης ἔμπλαστρον, ἣν διὰ τῶν βοτανῶν ὠνόμασεν, ὅτι πάντα τὰ ἐκ τῶν θερμαινόντων καὶ τῶν ῥυπτικῶν συγκείμενα, κᾂν ἰσχυρῶς ᾖ δριμέα, κηρωτῇ μιγνύμενα σαρκωτικὰ γίνεται. τινὲς δὲ ἀπογινώσκουσιν αὐτῶν, ὅταν ἤτοι διπλασία τὴν κηρωτὴν μίξαντες ὁρῶσιν ἔτι δάκνουσαν οὕτως, ὡς μὴ δύνασθαι σαρκοῦν, ὥσπερ ἐπὶ ταύτης ἔχει τῆς ἐμπλάστρου. πολὺ γὰρ οὖσα δριμυτέρα τε καὶ δακνωδεστέρα τῆς διὰ βοτανῶν ἄχρηστος εἰς τὰς σαρκώσεις ἐστὶ, κᾂν τετραπλάσιον μιχθῇ τῇ κηρωτῇ. συνετοῦ μὲν τοίνυν ἐστὶ χρεία καὶ τετριμμένου περὶ τὴν τῶν
872
τοιούτων φαρμάκων χρῆσιν, ἐν ἀρχῇ μὲν εὐθέως ἐπινοοῦντος ποσαπλὰ δεῖται μίγνυσθαι τῇ κηρωτῇ, μετὰ δὲ τὴν πρώτην χρῆσιν ἔτι δριμυτέρου τοῦ φαρμάκου φανέντος ἢ ὥστε σαρκοῦν δύνασθαι, στοχάσασθαι πόσον ἔτι προσθεῖναι δεῖ τῆς κηρωτῆς, ὥσπερ ἐπὶ τῆς προκειμένης ὁ Κρίτων ἐποίησε. μὴ γάρ τοι δόκει κατὰ πρῶτον εὐθέως στοχασμὸν εὑρεῖν αὐτὸν ὡς χρὴ δωδεκαπλάσιον μίγνυσθαι τὴν κηρωτὴν, ἀλλ’ ὅτι πλέονα μὲν τῆς μιγνυμένης τῇ διὰ τῶν βοτανῶν ἔγνω, τὸ δ’ ὅσον πλέονα μετὰ τὸν πρῶτον στοχασμὸν εὗρεν. εἰ γὰρ ὀκταπλασίου μιχθείσης ἔτι δακνῶδες ἐφαίνετο, δεκαπλασίως ἐνέμιξεν, ὥσπερ γε εἰ καὶ δεκαπλάσιον, ἐπὶ τὴν δωδεκαπλάσιον ἧκεν. ἐπεὶ δ’, ὡς ἔφην, παρά τε τὸ πλῆθος τοῦ ῥύπου καὶ τὴν ὑγρότητα τοῦ ἕλκους τό τε εὐαίσθητον καὶ δυσαίσθητον τῶν συμπασχόντων, ἔτι τε τὴν μαλακότητα καὶ τὴν σκληρότητα τῆς τοὐ σώματος ἕξεως, ὑπαλλάττεσθαι χρὴ τὴν ποσότητα τῆς μιγνυμένης κηρωτῆς, ὅπερ εἴρηται πολλάκις, ἐννοεῖν ἡμᾶς δεῖ μεμνημένους τὴν ποσότητα τῆς χρήσεως ἐν τοῖς τοιούτοις γράφεσθαι, πᾶσιν εὐπετοῦς ἐφ’ ἑκάτερα
873
τῆς ἐντεῦθεν ὁδοῦ πρὸς τὰ ἄλλα γιγνομένης ἄχρι τῶν ἄκρων. ἄκρα δὲ λέγω τὰ πρὸς ἁπάντων τῶν ὁμογενῶν σκοπῶν συμπληρώματα, περὶ ὧν ἓν εἰπόντος μου παράδειγμα νῦν ὑμᾶς χρὴ διὰ παντὸς αὐτοῦ μεμνημένους, μηκέτι ἀξιοῦν πολλάκις ἀκούειν ὑπὲρ αὐτοῦ. φημὶ δὴ σκοποὺς ὁμογενεῖς εἶναι τοῦ μὲν πλείστην μίγνυσθαι τὴν κηρωτὴν τό τε καθαρὸν εἷναι καὶ ξηρὸν τὸ ἕλκος, εὐαίσθητόν τε τὸ τοῦ θεραπευομένου σῶμα καὶ μαλακόν. τοῦ δὲ ἐλαχίστην ὑγρότητά τε πολλὴν κατὰ τὸ ἕλκος καὶ ῥύπον καὶ σκληρὸν καὶ δυσαίσθητον τὸ τοῦ κάμνοντος σῶμα. καλῶς μέντοι πᾶσι τοῖς συντεθεῖσιν αὐτὸ διαφορητικοῖς οὖσιν ἡ τοῦ χαλκοῦ λεπὶς ἐμίχθη ξηραντικὸν οὖσα φάρμακον, ἔχουσα δ’ οὐκ ὀλίγον ἐν αὐτῇ στύψεως. οὐ μόνον δὲ ἐπὶ ταύτης τῆς ἐμπλάστρου γινώσκειν ὑμᾶς χρὴ διὰ μίξεως πολλῆς κηρωτῆς σαρκωτικήν τε τὴν ἔμπλαστρον καὶ ἐπουλωτικὴν τῶν μὴ κακοήθων ἑλκῶν γινομένην, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι τῆς αὐτῆς εἰσι δυνάμεως, ἐφεξῆς δ’ αὐταῖς ἔγραψεν ὁ Κρίτων, τήν γε δι’ ἀκόνης ᾗ χρῆσθαί φησιν αὐτὸς καὶ οὕτως ἐκέλευσε συντιθέναι.

874

[Ἡ δι’ ἀκόνης.] Ἡ δι’ ἀκόνης ἐν χρήσει ἡμῖν οὖσα ποιεῖ πρὸς τὰ χρόνια πάντα καὶ ἰδίως πρὸς κεφαλαλγίαν ἐπὶ τὸ μέτωπον ἐπιτιθεμένη καὶ πρὸς πλευροῦ ἀλγήματα χρόνια, πρὸς ποδαγρικοὺς, ἰσχιαδικοὺς, ὤμων πόνους, ὀδονταλγίας, τοῖς τετριμμένοις μέρεσιν ἐντιθεμένη. κατασπᾷ καὶ ἔμμηνα ἐπάνω τοῦ κτενὸς ἐπιτιθεμένη. βοηθεῖ δὲ καὶ τοῖς τὸν στόμαχον ἀλγοῦσι καὶ ῥευματιζομένοις καὶ τροφὴν μὴ κρατοῦσιν, ἔστι δὲ καὶ πάγχρηστος χωρὶς κατακαύματος καὶ τῶν μὴ ἀνεχομένων δριμέος φαρμάκου· ἁρμόζει καὶ πρὸς σκληρίαν ἥπατος καὶ σπληνὸς καὶ πρὸς χοιράδας καὶ πρὸς ἰσχιαδικούς. ἰδίως δὴ χρῆσις ἐπ’ αὐτῶν γιγνέσθω ἡμέραις ἑπτά. ἐὰν δὲ τρυφεροὶ ὦσι, πέντε, ὕδατος τὸ μέρος ἢ ἐλαίου μὴ ἁπτέσθω, ἕως οὗ ψυδρακώσῃ καὶ ἰχῶρας ἐπισπάσηται παχεῖς, εἶτα λύσας τῇ λευκῇ κηρωτῇ δι’ ὕδατος χρῶ, ἐὰν δὲ πρακτικώτερον ἐθέλῃς, τῇ διὰ πεπέρεως ἀκόνῃ. ♃ κηροῦ, χαλβάνης, τερμινθίνης, πιτυΐνης φρυκτῆς, ἐλαίου δαφνίνου, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν α΄. λεπίδος χαλκοῦ λίτραν α΄ S".

875
ἰοῦ γο στ΄. ἀμμωνιακοῦ θυμιάματος γο α΄. νάπυος, ἀδάρκης, θείου ἀνὰ γο α΄. ἀβροτόνου, κενταυρίου, χαλκάνθου, ἁλὸς ἀμμωνιακοῦ, λιβάνου, ἁλὸς κοινοῦ, στυπτηρίας στρογγύλης, λιθαργύρου, προπόλεως, κόκκου Κνιδίου ἀνὰ γο γ΄. πάντα ὁμοῦ κόψας καὶ σήσας ἀναλάμβανε τοῖς στυπτικοῖς μετὰ τῶν ἐλαιῶν. αὕτη μὲν ἡ τῆς προκειμένης ἐμπλάστρου σύνθεσις οὐ μικρῶς διαφέρουσα τῆς προγεγραμμένης θερμότητι. νᾶπυ γοῦν ἔχει καὶ ἀδάρκην, θεῖόν τε καὶ κόκκον Κνίδιον εἰς τοσοῦτον ἥκοντα θερμότητος, ὡς ἑλκοῦν οἷς ἂν ἐπὶ πλέον ὁμιλήσῃ. καὶ δάφνινον δὲ τῶν ἱκανῶς θερμαινόντων ἐστὶ καὶ μετὰ ταῦτα χάλκανθός τε καὶ οἱ ἅλες. ἐμάθετε δὲ ὅτι καὶ στύψεως ταῦτα μετέχει, βραχείας μὲν οἱ ἅλες, πολλῆς δὲ ὁ χάλκανθος. ἀλλὰ καὶ περὶ τῆς μίξεως τῶν στυφόντων φαρμάκων τοῖς διαφορητικοῖς εἴρηται πρόσθεν ἐπὶ τῶν πολυχρήστων ἐμπλάστρων. ὅλως γὰρ οὐδὲν δύναται γενέσθαι πολύχρηστον, εἰ μὴ καὶ τῆς ἐναντίας δυνάμεως μετέχει. ἄν τε γὰρ ἁπλῶς διαφορητικὴ δύναμις ᾖ μόνη, πρὸς ἓν εἶδος ἁρμόσει παθῶν, ὃ διαφορεῖσθαι προσῆκεν, ἄν τε
876
στυπτικῆς, πρὸς ἓν ἕτερον, ἐφ’ οὗ τὸ ἐπιῤῥέον ἀναστέλλειν προσήκει. διὸ τὰ μὲν στύφοντα τοῖς ἀρχομένοις ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεννᾶσθαι πάθεσιν ἁρμόττει. τὰ δὲ διαφοροῦντα χωρὶς τῆς τῶν στυφόντων μίξεως, ἐφ’ ὧν σωμάτων οὐδὲν ἐπιῤῥυῆναι δύναται διὰ τὸ προκεκενῶσθαι, ὡς ἐάν γε περιουσία τις ᾖ χυμῶν, οὐ μόνον διαφορεῖται τὸ περιεχόμενον ὑγρὸν ἐν τοῖς πεπονθόσιν, ἀλλὰ καὶ παραγίνεται πρὸς αὐτὰ τῶν διαφορούντων ἕλκειν πεφυκότων ὑφ’ ἑαυτὰ, καθάπερ τὰ περιεχόμενα ψαύοντα τῶν ὑγρῶν, οὕτως καὶ τὰ κατὰ βάθος ὄντα τοῦ σώματος. εὐλόγως δὴ μίγνυται τοῖς διαφορητικοῖς, τά τε σταλτικὰ καὶ ἀποκρουστικὰ προσαγορευόμενα, τοῦ μὲν ἐπὶ τὴν σύνθεσιν αὐτῶν ἀφικομένου τῷ λογισμῷ τούτῳ χρησαμένου, τῆς πείρας δὲ μαρτυρούσης τῷ λογισμῷ. εἰκότως οὖν κατὰ τὸ προκείμενον φάρμακον, καίτοι σκοπὸν ἔχοντος θερμῆναί τε καὶ ξηρᾶναι καὶ διὰ τοῦτο καὶ ψύδρακας ποιεῖν, ἐμίχθη τι καὶ τῶν στυφόντων, ἀλλ’ οὐχ ἱκανά γε πρὸς πολλὰ θερμαίνοντα σφοδρῶς φάρμακα, δύο ταῦτα χάλκανθος καὶ ἅλες, ἀλλὰ καὶ λεπὶς χαλκοῦ κατὰ τὸν αὐτὸν
877
τὸν ἐμίχθη λογισμὸν ἥ τε στυπτηρία, διὰ τὸ σφοδρῶς στύφειν καὶ τοὔνομα λαβοῦσα τοῦτο. ἄλλη. ἄλλην ἔμπλαστρον ἔγραψεν ὁ Κρίτων ἐνδοξοτάτην, ἣν ὀνομάζει Μεσιανὴν, ἕτερον ὕλης ἔχουσα γένος τῆς προγεγραμμένης καὶ τῆς μελλούσης ὑπ’ ἐμοῦ γραφήσεσθαι νῦν ἐφεξῆς, ἣν αὐτὸς ὁ Κρίτων ἀνίκητον ὀνομάζει, συγκειμένην ἐκ δριμέων τῶν πλείστων φαρμάκων, οὐκ οὔσης τῆς Μεσιανῆς τοιαύτης, ὡς μετὰ ταῦτα δειχθήσεται κατὰ τὸν οἰκεῖον αὐτῆς καιρόν. καὶ μέντοι καὶ κεφαλικὰς ἄλλας ὀνομάζων, ὧν ἡ καθόλου δύναμις ὀλίγον ὕστερον εἰρήσεται, γράψας ἐφεξῆς τῇ Μεσιανῇ τὴν καλουμένην, μετὰ ταῦτα ἀνίκητον ὑφ’ ἑαυτοῦ γράφει, παραπλησίας δυνάμεως οὖσαν τῇ προγεγραμμένῃ, ἣν δι’ ἀκόνης ἐκάλει. ἔχει δὲ ἡ περὶ αὐτῆς λέξις τοῦ Κρίτωνος ὧδέ πως αὐτοῖς ὀνόμασιν. ἡ ἀνίκητος ἐν χρήσει ἡμῖν οὖσα. ἔστι δὲ πάγχρηστος, ἐπισπᾶται, ῥήσσει, ἀνακαθαίρει, κολλᾷ, ἐξιποῖ, διὰ σπληνίου καὶ παραθέσεως σωλήνων καὶ ἀνιεμένη ἔχουσα πάντοτε πηλὸν δι’ ὀξελαίου. διαχεῖ δὲ καὶ τὰς σκληρίας καὶ ταῖς συνολκαῖς τῶν νεύρων βοηθεῖ, ἐπιτιθεμένη χωρὶς
878
ἐμβροχῆς, ἵνα μὴ περιψύχωνται. καὶ ἐν μέρει ἀλείμματος ποιεῖ ἀνιεμένη ὡς ἄκοπος. παύει γὰρ καὶ τοὺς ἐν ἀρχαῖς τῶν νόσων κόπους καὶ τοὺς ἐξ ἀδήλης αἰτίας. ἔστι δὲ καὶ μάλαγμα ἐπὶ τῶν ἀκρωτηρίων ἐν μεγάλοις σπληνίοις ἐπιτιθεμένη. ἔστι δὲ καὶ ἐναίμων κολλητικὴ, ἐπειδὰν ῥαφῇ ἢ ἀγκτηριασθῇ, πτύγματος ἐκ μόνου ὄξους προσεπιτιθεμένου τῷ σπληνίῳ, θέρους μὲν ψυχροῦ, χειμῶνος δὲ θερμοῦ. ποιεῖ καὶ πρὸς τὰ ἐν τοῖς πέλμασι καὶ πρὸς κόμματα, σηπεδόνας τε καὶ περὶ δακτύλους διαθέσεις καὶ τὰ σὺν τραύμασι κατάγματα. ἔνεστι μήτε σαρκωτικῷ μήτε ἐπουλωτικῷ ἑτέρῳ χρῆσθαι, ἀλλὰ μόνῃ πιστεύειν. ποιεῖ καὶ πρὸς ἀνθρωπόδηκτα καὶ κυνόδηκτα καὶ θηριόδηκτα. μέγιστον δ’ ἐστὶν αὐτῆς ἐπάγγελμα τὸ τὰ ἐν κατακαλύψει ἀποστήματα ἐν κώλῳ καὶ περιτοναίῳ μὴ ἐᾷν γίνεσθαι, ὅταν γε μὴ φθάσῃ πυωθῆναι ἢ γενόμενα λεπτοποιῆσαι καὶ εἰς ἔντερα συῤῥῆξαι. ἐπιτίθεσθαι δὲ δεῖ τῷ τόπῳ σπλήνιον καὶ ἐπάνω πίλημα ἐξ ὀξελαίου θερμοῦ καὶ ἐμβρέχειν δὶς τῆς ἡμέρας. μὴ λῦε δὲ εἰ μὴ διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν, εἶτα μετὰ τὸ πυριᾶσαι, 
879
ἀτμίδα πάλιν ἐπιτίθει. ἐπεκλήθη δὲ ἀνίκητος διὰ τὰ θαυμαστὰ καὶ πολλὰ αὐτῆς ἔργα. ♃ λεπίδος χαλκοῦ δραχ. νη΄. πυρέθρου, σταφίδος ἀγρίας, κόκκου κνιδείου, νάπυος σπέρματος, κάγχρυος, περιστερᾶς κόπρου, ἀριστολοχίας λεπτῆς, ἰοῦ, κυπέρου, εὐζώμου σπέρματος, κυμίνου ἀνὰ δραχ. ιστ΄. νίτρου δραχ. λβ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. λβ΄. δαφνίδων δραχ. ρκ΄. μάννης δραχ. ρκ΄. ἴρεως δραχ. ρκ΄. ὄξους δριμέος ξε. ιστ΄. ἑψήματος ἰσχάδων κυάθους δ΄ S" . κόψας καὶ σήσας ἅπαντα ὁμοῦ λειοτρίβει σὺν τῷ ὄξει ἐν τοῖς ὑπὸ κύνα καύμασιν. ξηροῦ δὲ καὶ χλωροῦ γενομένου πρόσβαλε τὶ τῶν σύκων ἀφέψημα, καὶ συμμαλάξας ἀναιροῦ καὶ ἀποτίθει εἰς χύτραν χαλκῆν ἐρυθροῦ χαλκοῦ. τὸ δ’ ἕψημα τῶν ἰσχάδων ἔχει οὕτως. ♃ ἰσχάδων λιπαρῶν λι. ε΄. ὕδατος ξε. στ΄. ἕψε ἕως ἂν περιλειφθῶσι ξε. β΄. ἡ δὲ χρῆσίς ἐστιν ἓν μέρος τοῦ φαρμάκου ὄξει ἀνιεμένου, ὡς γλοιῶδες γενέσθαι πρὸς ἕξ τοῦ ῥητινοκήρου. ἔστι δὲ τὸ μὲν ἄκρατον ῥητινόκηρον κηροῦ μέρος ἓν, ῥητίνης φρυκτῆς μέρη τρία σὺν ἐλαίῳ ὀλίγῳ τετηκότα· τὸ δὲ μέσον
880
κηροῦ μέρος ἓν, ῥητίνης μέρη δύο· τὸ δ’ ἀνειμένον καὶ εὔκρατον κηροῦ μέρος ἓν, ῥητίνης μέρος ἓν· τὸ δ’ ἐκλελυμένον κηροῦ μέρη δύο, ῥητίνης μέρος ἕν· τὸ δ’ ὑπερανειμένον κηροῦ μέρη τρία, ῥητίνης μέρος ἓν. ἱστορεῖται καὶ ἐπ’ ἀγρίου λειχῆνος ἡρμοκέναι ἄκρατον ἐπιῤῥιφέν. ταῦτα μὲν ὁ Κρίτων ἔγραψεν αὐτοῖς ὀνόμασιν. ἐγὼ δὲ ἀπὸ τοῦ τελευταίου τῶν εἰρημένων αὐτῷ τὴν ἀρχὴν ποιήσομαι τοῦ λόγου. τοὺς ἀγρίους λειχῆνας ὀνομάζουσιν, ὅταν ὑπὸ μὲν τῶν ἀσθενῶς ξηραινόντων φαρμάκων ὁρῶσιν αὐτοὺς μηδὲν ὠφελουμένους, ὑπὸ δὲ τῶν ἰσχυρῶς ἐρεθιζομένους. χρεία τοίνυν ἐπ’ αὐτῶν ἐστι φαρμάκου δραστηρίου μὲν ἱκανῶς, οὐ μὴν δακνώδους σφοδρῶς, ὅπερ, ὡς ἔφην, ἐκ στοχασμοῦ τεχνικοῦ συντεθὲν ὑπὸ τῆς πείρας βασανίζεται. σύγκειται δὲ τὸ προκείμενον φάρμακον ἐκ πολλῶν δριμέων λεπτομερῶν τε καὶ διαφορητικῶν. ἔχει δέ τινα καὶ τῶν ἀδήκτως ῥυπτικῶν καὶ τινα τῶν ἐπ’ ὀλίγον στυφόντων. τὰ μὲν οὖν δριμέα τῶν ἐν αὐτῷ πύρεθρόν τε καὶ νᾶπυ καὶ κόκκος κνίδειος καὶ ἡ τῆς περιστερᾶς κόπρος, ἰός τε καὶ δαφνὶς καὶ νίτρον, εἶθ’ ἅλες ἀμμωνιακοὶ
881
καλούμενοι καὶ πρὸς αὐτοῖς ὄξος τὸ δριμύ. τοιοῦτον γὰρ ἀξιοῖ βάλλειν. τὰ δὲ ῥυπτικὰ τελέως μὲν ἄδηκτά ἐστιν ἴρις τε καὶ ἀριστολοχία καὶ τούτων ἔτι μᾶλλον, ὡς ἐκ τοῦ γένους τῶν ἤδη πεπτικῶν εἶναι, μάννα, γενναιότερον δὲ κάγχρυ καὶ σταφὶς ἀγρία. τούτων δ’ ἔτι γενναιότερον κύμινόν τε καὶ τὸ τοῦ εὐζώμου σπέρμα. τὸ δὲ κύπερον ἔστι μὲν ἀδήκτως ξηραντικὸν, ἔχει δέ τι καὶ στυπτικὸν, ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ἰσχυρὸν οὖσα φάρμακον. ἔδει γὰρ, ὡς πρόσθεν ἐδείχθη, μετέχειν τι καὶ τῆς στυπτικῆς δυνάμεως τὸ φάρμακον τοῦτο, καὶ διὰ τοῦτό γε λεπὶς ἐμίχθη δαψιλής. εἰ δὲ καὶ ἡ μάννα ὄντως εἴη μάννα καὶ μὴ λιβανωτὸς, εἴη ἂν καὶ αὕτη στυπτικὸν ἔχουσά τι. βέβληται δὲ καὶ αὕτη δαψιλεστέρα πολὺ τῆς λεπίδος, εἰκότως, ἵνα πραΰνῃ τὸ σφοδρὸν τῶν δριμέων φαρμάκων, μετὰ τοῦ πέττειν τὰ κατὰ τὸν πεπονθότα τόπον ὑγρά. πραϋντικώτατον δὲ καὶ πεπτικώτατον ἅμα τῷ διαφορεῖν πώς ἐστι τὸ τῶν ἰσχάδων ἀφέψημα. ταῦτ’ οὖν ἅπαντα μιχθέντα πολύχρηστον εἰκότως εἰργάσατο τὸ φάρμακον. εἰς δὲ τὸ δραστήριον αὐτῶν μέγιστα
882
συντελεῖ τὸ ὄξος, ἐν ᾧ κελεύει λειοῦσθαι τὰ φάρμακα κατὰ τὸν θερινὸν ἥλιον. πάντα γὰρ τὰ οὕτω σκευασθέντα λεπτομερῆ γίγνεται καὶ διὰ τοῦτο μέχρι τοῦ βάθους τῶν σωμάτων ἡ δύναμις αὐτῶν καταδύεται.

[Περὶ τῶν ὑπὸ τοῦ Ἥρα γεγραμμένων τοῦ αὐτοῦ γένους ἐμπλάστρων.] Τὴν μὲν διὰ τῶν βοτανῶν, ἣν ὅπως ὁ Κρίτων σκευάζει προὔγραψα, καὶ αὐτὸς ὁ Ἥρας ὁμοίως σκευάζει, καθότι καὶ ὁ Κρίτων ἐμνημόνευσεν αὐτοῦ. διαφέρεται δὲ ἐν τῇ διὰ σκίλλης σκευασίᾳ. τοῦ μὲν γὰρ ἀμμωνιακοῦ καὶ τῆς σμύρνης καὶ τῆς πιτυΐνης ῥητίνης καὶ τοῦ στύρακος καὶ τῆς λεπίδος καὶ τῆς σκίλλης τοσοῦτον μιγνύει τοῖς ἄλλοις ὁ Κρίτων ὅσον ὁ Ἥρας. ἐπὶ δὲ τῆς ἀριστολοχίας καὶ τῆς ἴρεως διαφέρεται. γράψαντος γὰρ τοῦ Ἥρα ἀριστολοχίας στρογγύλης δραχ. λ΄. ἴρεως ξηρᾶς δραχ. λ΄. οἱ δὲ ι΄. καὶ μετὰ ταῦτα πάλιν ὁ Κρίτων οὕτως ἔγραψεν. ♃ ἀριστολοχίας δραχ. λ΄. ἴρεως δραχ. λ΄. ἄλλοι μ΄. ἐπὶ τῷ τέλει τῆς σκευασίας τοῦ Ἥρα γράψαντος. ἐκπλρωθεισῶν δὲ τῶν ἡμερῶν, κηρωτὴν ποίει τοιαύτην. ♃ κηροῦ λίτρας ε΄. οἱ δὲ δραχ. μ΄. τερμινθίνης λίτραν α΄. οἱ δὲ δραχ. λ΄. ἐλαίου παλαιοῦ

883
ξέστας β΄ S" . οἱ δὲ κοτύλας στ΄. ἐμοὶ δ’ οὐκ ἀρέσκει ἀντὶ τῶν ε΄. λιτρῶν τοῦ κηροῦ μιγνύναι τῷ φαρμάκῳ δραχ. σμ΄. ποτὲ μὲν γὰρ ἀντὶ τῆς λίτρας δραχ. ρ΄. γράφουσιν αὐτοὶ, ποτὲ δὲ ἀντὶ τῆς μνᾶς, οὐδέποτε δὲ λίτραν οὕτως μικρὰν οὐδεὶς ἔγραψεν, ὡς δραχ. μη΄. εἶναι. τοῦτο γὰρ συμβαίνει βαλλομένων δραχ. σμ΄. ἀντὶ τῶν ε΄. λιτρῶν. ὡσαύτως δὲ οὐδὲ ἀντὶ τῆς λίτρας τῆς τερμινθίνης δραχ. λ΄.

[Ἡ Σεραπίωνος.] Καὶ ταύτην ἔγραψεν ὁ Κρίτων ἐν τῇ φαρμακίτιδι βίβλῳ κατὰ τήνδε τὴν λέξιν. ἡ Σεραπίωνος, ἣν τινες Αἰγυπτίαν, οἱ δὲ Ἀφροδίτην καλοῦσι. ποιεῖ δὲ πρὸς πᾶν τραῦμα καὶ δεῖ αὐτῇ ἐπιμένειν μὴ ἀπελπίζοντας. ποιεῖ πρὸς νύγματα καὶ σκόλοπας καὶ παρωτίδας, κατατίτρησίν τε καὶ φύματα καὶ ἐξιποῦσα παρακολλᾷ, ποιεῖ καὶ πρὸς πᾶσαν σκληρίαν καὶ πρὸς ἐπινυκτίδας καὶ πρὸς ἐπιφορὰν τῶν ἄρθρων καὶ πρὸς τὰ θλάσματα τῶν ὤτων, ποιεῖ καὶ πρὸς τὰ πρεσβυτικὰ καὶ χειρώνεια καὶ παχύχειλα ἕλκη. ♃ ἐλαίου παλαιοῦ κο. γ΄. λιθαργύρου δραχ. σ΄. ἀμμωνιακοῦ 

884
θυμιάματος δραχ. ρξη΄. ῥητίνης κολοφωνίας, πιτυΐνης δραχ. ξη΄. κηροῦ δραχ. ρξη΄. χαλβάνης δραχ. κ΄. ἰοῦ δραχ. ν΄. οἱ δὲ δραχ. κ΄. σμύρνης δραχ. δ΄. οἱ δὲ δραχ. η΄. ἕψε λιθάργυρον, ἔλαιον ἕως μετρίως δοκῇ συνεστράφθαι, εἶτ’ ἄρας τὴν λοπάδα προσέμβαλλε ἀμμωνιακὸν, εἶτα ῥητίνην, εἶτα κηρόν. τήξας δὲ ἓν ἕκαστον αὐτῶν προσεχόντως, ἵνα μὴ προσκαῇ, ἄρας πάλιν χαλβάνην ἀποδίδοθι καὶ ἰὸν, εἶτα ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕως μηλίνη γένηται καὶ εὐσύστατος, ἕψε. ἔσχατον δὲ ἄρας τὴν σμύρναν ἀποδίδου καὶ κινήσας κατάχεε, ἀναλαμβάνων ἐν δέρματι ἀποτίθεσο.

[Ὡς Ἀνδρόμαχος ἔγραψε τὰς προειρημένας ἐμπλάστρους.] Τρεῖς συνθέσεις ἔγραψεν ὁ Ἀνδρόμαχος ταύτης τῆς ἐμπλάστρου, τὴν πρώτην μὲν βραχὺ διαφωνοῦσαν τῇ προγεγραμμένῃ Κρίτωνος, ἐφεξῆς δ’ ἄλλας β΄. πλέονα διαφωνίαν ἐχούσας. ἡ δὲ ἐπαγγελία τοῦ φαρμάκου καὶ ἡ σκευασία γέγραπται καλῶς ἔμπροσθεν ὑπὸ τοῦ Κρίτωνος· ὁ δ’ οὖν Ἀνδρόμαχος οὕτως ἔγραψε περὶ αὐτῆς. ἡ διὰ τῶν βοτανῶν.

885
♃ ἀναγαλλίδος τῆς τὸ κυάνεον ἄνθος ἐχούσης δραχ. νστ΄. πρασίου δραχ. νστ΄. μήκωνος ἀγρίου δραχ. νστ΄. ὑοσκυάμου χλωροῦ δραχ. νστ΄. λεπίδος δραχ. κε΄. λιβάνου δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. ιστ΄. ἀλόης δραχ. ιστ΄. σχιστῆς δραχ. δ΄. κηροῦ μνᾶν α΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. ὄξους. πολλοὶ μὲν τῶν δύο ἀναγαλλίδων ἔβαλλον εἰς τὴν διὰ τῶν βοτανῶν, Θεόκριτος δὲ καὶ γῆς Ἐρετριάδος καὶ χρυσοκόλλης καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ ἀρσενικοῦ ἀνὰ δραχ. δ΄.

[Ἄλλαι ἔμπλαστροι τοῦ αὐτοῦ γένους, περὶ ὧν ὁ Ἀνδρόμαχος ἔγραψεν.] Πρὸς γαγγραίνας καὶ σηπεδόνας καὶ νομὰς παλαιὰς καὶ κακοήθεις, Ἰσιδώρου Ἀντιοχέως. ♃ λιθαργύρου δραχ. δ΄. ἰοῦ ξυστοῦ δραχ. η΄. ἐλαίου κυάθους στ΄. Τάλιος Αἴλιος κυάθους ιβ΄. καὶ ἰοῦ σκώληκος. τὴν δὲ λιθάργυρον καὶ τὸν ἰὸν λεῖα ἐμβαλὼν εἰς χύτραν καὶ ἐπιχέας ἐλαίου κυάθους τρεῖς, ἕψε ἐπὶ πυρὸς μαλακοῦ, κινῶν σπάθῃ ξυλίνῃ, ἕως ἂν γένηται χλωρὰ, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ εἰς θυείαν κατεράσας τρῖβε ἕως ἐστὶ θερμὸν

886
ἐπὶ πλέον. εἶτα πάλιν εἰς τὴν χύτραν ἐπιχέας τοῦ ἐλαίου κυάθους γ΄. κινῶν μὴ προσκαῇ, ἕως ἂν γένηται μηλίνη, ἕψε καὶ πάλιν κατακενώσας τρῖβε ὡς κολλύρια. καὶ πάλιν ἀνελόμενος εἰς τὴν χύτραν ἕψε κινῶν, ἕως ἂν γένηται ἐρυθρὰ, καὶ κατακενώσας εἰς θυείαν πάλιν τὸ τρίτον τρῖβε ἐπὶ πλέον καὶ πάλιν τὸ τέταρτον ἕψε εἰς τὴν χύτραν, ἵνα συστραφῇ, καὶ πάλιν ἕως ἐστὶ θερμὴ κατεράσας καὶ τρίψας ἀνελοῦ καὶ ἀπόθου εἰς πυξίδα ἐρυθρὰν καὶ χρῶ πρὸς τὰ εἰρημένα. ἐφεξῆς δὲ τῇ προγεγραμμένῃ περὶ ἑτέρας ἐμπλάστρου κατὰ λέξιν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. ὑγρὰ ἔμπλαστρος πρὸς νομὰς ᾗ χρῶμαι καὶ ἄλλα πολλά. ♃ κηροῦ δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ. η΄. στέατος ταυρείου τεθεραπευμένου δραχ. δ΄. χαλκίτεως δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. γ΄. μάννης λιβάνου δραχ.β΄. κηκίδος ὀμφακίνης δραχ. δ΄. ἐλαίου μυρσίνου κοτύλας ε΄. τὰ ξηρὰ σὺν ὄξει καὶ μέλιτι, εἶθ’ οὕτως τὰ τηκτὰ καταχεῖται.