De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου καταγματικῶν ἐμπλάστρων.] Πρώτην ἔγραψεν ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων κατὰ λέξιν οὕτως. μέλαινα ἀρίστη καταγματική. τούτῳ τῷ φαρμάκῳ ἐχρησάμην ἐπὶ καταγμάτων πολλῶν ὀστέων ἐμπλεόντων καὶ πάντων παραινούντων τὰ ἐμπλέοντα βαστάζειν, ὅμοιόν τι παραδόξῳ εἰργάσατο ἡ ἀρίστη. τὰ γὰρ ἐμπλέοντα καὶ κεχωρισμένα τῶν ἄλλων ὀστέων οὕτως διακατέσχεν,

536
ὥστε συμπωρῶσαι τοῖς ἄλλοις. ἔχει δὲ οὕτως. ♃ λιθαργύρου, ἀσφάλτου ἀνὰ δραχ. σ΄. πίσσης ξηρᾶς, κηροῦ ἀνὰ δραχ. ρ΄. ῥητίνης τερμινθίνης δραχ. ν΄. στυπτηρίας σχιστῆς, προπόλεως ἀνὰ δραχ. λ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κδ΄. ἰοῦ δραχ. ι΄. ἐλαίου ξέστας δ΄. σκεύαζε καθὰ προείρηται. ἄλλας ὁμογενεῖς τῇ προγεγραμμένῃ κατὰ τὸ αὐτὸ βιβλίον ἔγραψεν ὁ Ἀσκληπιάδης κατὰ λέξιν οὕτως. ἄλλη Πυθίωνος καταγματική. ταύτῃ Ἕλενος ἐχρήσατο. ποιεῖ δὲ καὶ πρὸς τὰ ἐκ πληγῆς τραύματα, ἐν δὲ τῇ ἄρσει σπόγγῳ δεῖ θερμῷ βεβρεγμένῳ ἀναχαλᾷν τὸ σπληνίον, ἐχέκολλον γάρ ἐστιν ἰσχυρῶς τὸ φάρμακον. ποιεῖ δὲ καὶ πρὸς χοιράδας τὸ αὐτὸ φάρμακον καὶ σύριγγας. καὶ χρὴ κατὰ τῶν συρίγγων καὶ κόλπων ἐκκόπτειν τὸ σπληνίον, τουτέστι κατὰ τοῦ στόματος, ὥστε τόπον ἔχειν τὸ ἐκκρινόμενον ὑγρόν. χρὴ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ. τὰ δὲ τῆς σκευασίας ἔχει τὸν τρόπον τοῦτον. ♃ ἀσφάλτου Ἰουδαϊκῆς λίτρας ε΄. οὐγγίας δ΄. πίσσης Βρυτίας ξηρᾶς τὸ ἴσον, ῥητίνης φρυκτῆς λίτρας η΄. κηροῦ λίτρας δ΄. λιβάνου λίτρας δ΄. λεπίδος ἐρυθρᾶς λίτραν μίαν,
537
οὐγγίας δ΄. ἐλαίου θέρους λίτραν μίαν, χειμῶνος λίτραν α΄. ἥμισυ, ὄξους κοτύλην α΄. τὰ τηκτὰ τῆκε, τὸν δὲ λίβανον καὶ τὴν λεπίδα τρίψας μετ’ ὄξους ἐπίβαλλε τοῖς λοιποῖς, προσέχων μὴ ἀναβράσῃ καὶ κινήσας εἰς θυείαν κατέρα, καὶ ἀνακόψας καὶ μαλάξας ἀνελόμενος χρῶ. ἐν ἄλλῳ ἀντιγράφῳ εὗρον λεπίδος ἐρυθρᾶς λίτραν α΄. ἥμισυ. εὔδηλον δ’ ὅτι δραστικώτερον γίνεται τὸ πλείονα λαβὸν τὴν λεπίδα. Μοσχίωνος καταγματικὴ, φάρμακον ἐπιτετευγμένον πρὸς τὰ νεότρωτα καὶ διακοπὰς τῶν νεύρων καὶ τὰς μετὰ περιθλάσεως διαιρέσεις, ποιεῖ καὶ πρὸς τὰ μετὰ τραύματος κατάγματα. καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ πωροῖ τὰ ὀστέα μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη, καὶ τοῖς ἀρχομένοις ὑδρωπικοῖς. ποιεῖ καὶ πρὸς τὰς τῶν διδύμων περιθλάσεις, σταφιδοῖ καὶ τὰς περὶ τὴν ἕδραν ἐξοχάς. ποιεῖ καὶ πρὸς ῥαγάδας βουτύρῳ ἀνιεμένη, ποιεῖ καὶ πρὸς βρογχοκήλας, διαλύει πᾶσαν σκληρίαν. ποιεῖ καὶ πρὸς παρατρίμματα καὶ λυγίσματα. ποιεῖ καὶ πρὸς τὰς ἐπὶ τῶν ποδῶν καὶ χειρῶν τυλοειδεῖς ἐπαναστάσεις, ἃς ἥλους καλοῦμεν, ὡς χωρὶς ἑλκώσεως 
538
ἀφαιρεῖν καὶ καθόλου ἐστὶ πολυχρηστότατον φάρμακον, ποιεῖ καὶ πρὸς ἀρχομένους ὕδρωπας τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. λιθαργύρου μνᾶ α΄. ἡ δὲ μνᾶ ἐπὶ τούτου τοῦ φαρμάκου ἔχει ὁλκὰς ρξ΄. πίσσης ὑγρᾶς δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄. ῥητίνης τερμινθίνης δραχ. π΄. μάννης λιβάνου δραχ. π΄. κηροῦ δραχ. μ΄. ἰοῦ δραχ. η΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄. ἐλαίου κικίνου κοτύλην α΄. ὄξους τὸ ἴσον, ὀποῦ συκαμίνου κοτύλην α΄. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ. τὴν λιθάργυρον λειοτάτην καὶ τὸ κίκινον ἔλαιον βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ χαλκοῦν, καθεὶς ἐπὶ πυρὸς ἕψε. καὶ ὅταν ἀναβράσῃ, ἐπίβαλλε τὸ στέαρ καὶ τὴν μάννην κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πίσσαν, κηρὸν, ῥητίνην καὶ ἑψήσας μέχρις ἀμολύντου ἐπίπασσε χαλβάνην, εἶτα ἰὸν καὶ ὀποπάνακα ὄξει διαλυθέντα. τὸν δὲ ὀπὸν τοῦ συκομόρου καὶ τὴν πίσσαν τὴν ὑγρὰν εἰς ἕτερον ἀγγεῖον ἐμβάλλοντες ἕψομεν, καὶ ὅταν συστραφῇ, ἐπιβάλλομεν τῷ πρώτῳ φαρμάκῳ, καὶ πάλιν θέντες ἐπὶ τὸ πῦρ ἕψομεν μέχρις ἀμολύντου,
539
καὶ εἰς οἶνον κατεράσαντες ἐῶμεν ἐπὶ τρεῖς ἡμέρας, ἔπειτα μαλάσσοντες χρώμεθα εἰς ὀθόνιον ἐμπλάσσοντες. δεῖ δὲ κατὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου οἴνῳ δεύσαντας ταινίδιον ἐκθλίβειν καὶ τότε περιτιθέναι τῷ φαρμάκῳ. ὡς δὲ ὁ ἡμέτερος καθηγητὴς Λεύκιος ἐσκεύασεν, ἔχει οὕτως. τὸ στέαρ καὶ τὸ ἔλαιον πρότερον τήκομεν, καὶ ὅταν διαλυθῇ, καταπάσσομεν λειοτάτην μάννην καὶ τὴν λιθάργυρον. καὶ ὅταν συστραφῇ, τὰ ἑπόμενα ποιοῦμεν καὶ κατὰ τοῦτο τὸ φάρμακον καὶ κατὰ τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ρξ΄. δραχμάς φησιν ἔχειν τὴν μνᾶν. εὔδηλον οὖν, ὅτι τὴν Ἀλεξανδρεωτικὴν λέγει μνᾶν οὐγγίας κ΄. ἔχουσαν, ὅπως ἑκάστη τῶν οὐγγιῶν ἔχῃ δραχ. η΄. οὕτω γὰρ συμβήσεται τὰς δραχ. ρξ΄. ἔχειν τὴν μνᾶν. ἄλλη Κλαυδίου Φιλοξένου, ἀπελοῦς ἐπιγραφομένη, ἔναιμος καταγματική. ποιεῖ καὶ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου μνᾶν α΄. ὅ ἐστι δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄. λιβάνου δραχ. π΄. ὀποπάνακος, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. π΄. κηροῦ δραχ. μ΄. ἰοῦ, σχιστῆς στυπτηρίας,
540
χρυσοκόλλης, χαλβάνης ἀνὰ δραχ. ιβ΄. ἐλαίου κικίνου κοτύλην α΄. ὄξους ὅσον ἀρκεῖ. ἔσχατον τὸν λίβανον καὶ τὸν ἰὸν καὶ τὸν ὀποπάνακα καὶ στυπτηρίαν καὶ χρυσοκόλλαν καὶ τὰ τοιαῦτα, πρότερον ὄξει διαλύων, καὶ λεάνας ἐπιμελῶς ἐπίβαλλε. ἐν ἄλλῃ γραφῇ ἔχει οὕτως. ♃ λιθαργύρου δραχ. ρξ΄. πίσσης δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄. ῥητίνης τερμινθίνης δραχ. π΄. μάννης λιβάνου δραχ. π΄. κηροῦ δραχ. μ΄. ὀποπάνακος, ἰοῦ ξυστοῦ ἀνὰ δραχ. ιστ΄. χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. κίκεως κοτύλην α΄. ὄξους τὸ αὐτό. συντίθει ὁμοίως ταῖς καταγματικαῖς. οἰνάνθη καταγματικὴ, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου δραχ. ρξ΄. πίσσης οἰνηρᾶς δραχ. ρξ΄. ταύτην λαμβάνομεν ἀποῤῥέουσαν ἐκ τῶν Ἰταλικῶν κεραμείων, ῥητίνης τερμινθίνης δραχ. π΄. λιβάνου δραχ. π΄. στέατος μοσχείου κατειργασμένου δραχ. π΄. μυελοῦ ἐλαφείου κατειργασμένου δραχ. π΄. κηροῦ δραχ. μ΄. οἰνάνθης ξηρᾶς, συμφύτου ῥίζης, κενταυρίου κόμης ἀνὰ λίτραν α΄. ἰοῦ ξυστοῦ, ὀποπάνακος ἀνὰ δραχ. η΄. μήκωνος ὀποῦ, σμύρνης, ἀλόης, χαλβάνης ἀνὰ δραχ. η΄.
541
ὄξους κοτύλας γ΄. ἐλαίου κικίνου κοτύλην α΄. σύμφυτον, οἰνάνθην, κενταύριον κόψαντες εἰς παχέα καὶ εἰς τὸ ὄξος ἐμβάλλοντες ἕψομεν εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψοντες χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ποιεῖ δὲ τὸ φάρμακον καὶ ποδαγρικοῖς. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτως. ♃ λιθαργύρου, πίσσης οἰνηρᾶς ἀνὰ δραχ. ρξ΄. μυελοῦ ἐλαφείου, ῥητίνης τερμινθίνης, στέατος μοσχείου, λιβάνου, συμφύτου ῥίζης, ὀποῦ συκαμίνης ἀνὰ δραχ. π΄. οἰνάνθης ξηρᾶς, κενταυρίου ἀνὰ λίτραν μίαν, κηροῦ δραχ. μ΄. ἰοῦ, ὀποπάνακος, στύρακος, ὀποῦ μήκωνος, μανδραγόρου χυλοῦ, σμύρνης, ἀλόης, χαλβάνης, χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ δραχμὰς ιβ΄. ὄξους ξέστας γ΄. ἐλαίου κικίνου λίτραν μίαν· σκεύαζε καθὰ προείρηται καὶ εἰς οἶνον Ἰταλικὸν ἐξέρα, καθάπερ ἐπὶ τῆς Μοσχίωνος καταγματικῆς πεποιήκαμεν.

[Περὶ τῶν ἰδίως κεφαλικῶν ὀνομαζομένων ἐμπλάστρων.] Ὀνομάζειν εἰώθασι κεφαλικὰς ἐμπλάστρους ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων ὅσα μέχρι διπλόης ἐγένετο

542
χρώμενοι. δύναμις δ’ αὐτῶν καὶ λεπίδας ὀστῶν ἀναφέρειν καὶ ἀνάγειν θρέμματα, κατά τε τὴν κεφαλὴν καὶ τἄλλα τοῦ σώματος ὀστᾶ. τινὲς δὲ καὶ κοινῷ γένει καὶ ταύτας ὀνομάζουσι καταγματικάς. εἰσὶ δὲ τῶν ἰδίως καταγματικῶν ὀνομαζομένων ἰσχυρότεραι. τὸ μὲν γὰρ ῥυπτικόν τε καὶ ξηραντικὸν αἱ καταγματικαὶ καλούμεναι παρ’ αὐτῶν ἔχουσιν. αὗται δὲ καὶ δριμύτητά τινα προσειλήφασιν, δυναμένην ἐκ τοῦ βάθους ἐπισπάσασθαι πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, οὐκ ὀστᾶ μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον αὐτῶν ὑγρόν τι παχὺ καὶ γλίσχρον ἢ ὅλως μοχθηρόν. ἐμνημόνευσε δὲ τῶν τοιούτων ἐμπλάστρων ὁ Ἀσκληπιάδης ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων, ἅτινα γέγραπται κατὰ τὸ δ΄. ὑπόμνημα ταύτης τῆς πραγματείας ἐπεὶ δὲ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν καὶ πρὸς τὰ χειρώνιά τινα αὐτῶν ἁρμόττειν ἔφασκεν, ἥν τε γὰρ αὐτὸς ἐπιγράφει Δηϊλέοντος κεφαλικὴν, καὶ μετὰ ταύτην τὴν μελάγχλωρον κεφαλικὴν, καὶ μετὰ ταύτας Φιλώτου κεφαλικὴν, εἶτα καὶ τὴν ἴσιν, ἣν καὶ αὐτὴν κεφαλικὴν ὀνομάζει, καὶ ἄλλας τινὰς τοιαύτας ἐκ τούτου τοῦ γένους 
543
ἡγητέον εἶναι, διὸ καὶ νῦν οὐκέτι παρεθέμην αὐτὰς, ἀλλ’ ἐπὶ τὰς ὑπὸ τῶν ἄλλων ἰατρῶν γεγραμμένας καταγματικάς τε καὶ κεφαλικὰς μεταβήσομαι, προειρηκὼς ἑκατέρων τὴν καθόλου δύναμιν. ἐξ ὧν δὲ καὶ ἔμπροσθεν καὶ κατὰ ταύτην τὴν πραγματείαν εἶπον, ἔν τε τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀναμιμνησκομένους ὑμᾶς χρὴ γνωρίζειν ὅτι γενναιότεραι τῶν καταγματικῶν εἰσιν ἃς ἐπιγράφουσι κεφαλικάς. καὶ διὰ τοῦτο μετὰ κηρωτῆς σαρκοῦν πεφύκασιν, ὥστε καὶ ταῖς σαρκωτικαῖς καθ’ ἕτερον τρόπον ὁμογενεῖς πώς εἰσιν. ἐκλυθεῖσαι γὰρ τῇ κηρωτῇ τὴν δύναμιν ἔμμοτοι σαρκωτικαὶ γίνονται προσβληθέντος δηλονότι ποτὲ μὲν ἐλαίου, ποτὲ δὲ ῥοδίνου, ποτὲ ἄλλου τινὸς τοιούτου.