De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Κρίτωνος μήλινα φάρμακα.] Περὶ ὧν Κρίτων ἔγραψε μηλίνων, ἃς αὐτὸς πυξίνας ὀνομάζει. πυξίνη πρὸς τὰ νεότρωτα. ἡ δ’ αὐτὴ ἐπουλοῖ καὶ ἐπισπᾶται. ♃ λιθαργύρου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης οὐγγίας η΄. ἰοῦ οὐγγίας η΄. ἐλαίου παλαιοῦ ξέστας β΄. ὄξους ξέστου ἥμισυ, λιθάργυρον, ἔλαιον, ἰὸν, ὄξος ἕψε ὁμοῦ ἐπὶ μαλακοῦ

516
πυρός. ὅταν δὲ μέλλῃ συστρέφεσθαι, βάλλε ῥητίνην, κηρὸν, καὶ ἑνώσας χρῶ μάλιστα ἐπὶ νεοτρώτων. ἔγραψε δὲ καὶ ἄλλην ὁ Κρίτων πρὸ ταύτης, ἣν ὀνομάζει πυξίνην, ἁπλῆν μὲν, ὅσον ἐπὶ τῷ τῶν μιγνυμένων ἀριθμῷ, τῇ δ’ ἐπαγγελίᾳ μεγάλην· γράφει γοῦν ἐπ’ αὐτῇ κατὰ λέξιν οὕτως. ἡ διὰ χαμαιλέοντος ποιοῦσα τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων ἑλκῶν, ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας. ♃ λιθαργύρου μνᾶν α΄. κηροῦ μνᾶς στ΄. ἰοῦ μνᾶς δ΄. χαμαιλέοντος μνᾶς η΄. ἐλαίου μνᾶν α΄. ἔλαιον, λιθάργυρον ἕψε κινῶν σπάθῃ ἕως οὗ συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γενομένου, ἰὸν ἐπίπασον, ἔπειτα πρόσβαλε κηρὸν, τήξας δὲ ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα. ὅταν δὲ ἑνωθῇ κατέρασον εἰς θυείαν καὶ μαλάξας ἀνελοῦ. γέγραφε δὲ καὶ ἄλλας ὁ Κρίτων τινὰς ἐμπλάστρους ἐν τῷ τετάρτῳ τῶν φαρμάκων πυξίνας μὲν, ὡς αὐτὸς ὀνομάζει, μηλίνας δὲ κατὰ τοὺς
517
ἄλλους, ἀλλὰ τινὲς μὲν αὐτῶν χωρὶς ἰοῦ συντίθενται, τινὲς δὲ λαμβάνουσι μὲν ἰὸν, ἀλλ’ ἐν ἑτέρῳ γένει φαρμάκων εἰρήσονται, κατὰ τὰς τῆς δυνάμεως ὁμοιότητας, ἐν ταῖς ἐπουλωτικαῖς αἱ ἐπουλωτικαὶ, ἐν δὲ ταῖς διὰ χυλῶν αἱ διὰ χυλῶν, ἐν δὲ ταῖς μαλακτικαῖς ὅσαι μαλάττειν πεφύκασιν, ὥσπερ καὶ ἡ τοῦ Μνασαίου, πολυειδῶς ὑπ’ αὐτοῦ σκευαζομένη κατὰ τὸ προκείμενον βιβλίον. νῦν οὖν ἤδη καιρὸς ἐπὶ τὰς κολλητικὰς μεταβῆναι διαφερούσας κατὰ χρόαν ἀλλήλων τε καὶ μηλίνων.

[Περὶ τῶν κιῤῥῶν ἐμπλάστρων, ἃς διχρώμους ὀνομάζουσιν.] Ἔνιαι μὲν ἐκ τῆς αὐτῆς ὕλης σύγκεινται ταῖς τὸν ἰὸν ἐχούσαις μηλίναις, ὡς καὶ πρόσθεν ἔφην, ἑνὶ μόνῳ διαφέρουσαι τῷ μέχρι πλείονος ἡψῆσθαι. πᾶσαι γὰρ διὰ τὸν ὠμὸν ἰὸν χλωραὶ μήλιναι μὲν γίγνονται μετρίως ἑψηθέντος αὐτοῦ, κιῤῥαὶ δὲ πλέον. εὔδηλον οὖν ὅτι πλέον ἔλαιον ἀναγκαῖόν ἐστιν ἔχειν τὰς μηλίνας τε καὶ τὰς κιῤῥὰς τῶν χλωρῶν, εἰ καὶ πάντα τὰ ἄλλα ἔχοιεν ταὐτά. καὶ διὰ τοῦτο ἐμβάλλειν προσήκει τῇ κακκάβῃ πρῶτον μὲν 

518
τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως ἑψηθησομένην, ἐφεξῆς δὲ τὸν ἰὸν, καὶ μετ’ αὐτὸν, εἴ τι τῶν μεταλλικῶν ἐμβάλλοιτο, καθάπερ ὁ κεκαυμένος χαλκὸς καὶ ἡ λεπὶς αὐτοῦ, κᾀπειδὰν παχυνθῇ, τηνικαῦτα κηρὸν καὶ ῥητίνην, εἰ καὶ ταῦτα λαμβάνοι τὸ φάρμακον, ἐπὶ τέλει δὲ λιβανωτόν τε καὶ σμύρναν καὶ ἀλόην ὅσα τ’ ἄλλα τοιαῦτα, καθάπερ τὴν ἐνδοξοτάτην τῶν κιῤῥῶν, ἣν ὀνομάζουσι διὰ δικτάμνου τῶν ἱερῶν ὀνομαζομένων καὶ αὐτὴν, ὥσπερ ἡ ἴσις, ἐπειδή φασιν αὐτὰς ἐκ τῶν ἱερῶν τῶν ἐν Αἰγύπτῳ κομισθῆναι. πολύχρηστος μὲν οὖν ἐστιν αὕτη καὶ διὰ τοῦτο κατὰ τὸν ἑξῆς λόγον ἅμα τοῖς πολυχρήστοις γεγράψεται. νυνὶ δὲ περὶ τῶν ἄλλων κιῤῥῶν, ὅσαι τ’ ἀκριβῶς ἁπλαῖ καὶ ὅσαι μεταξὺ τούτων τε καὶ τῶν πολυχρήστων εἰσὶ, τὸν λόγον ποιήσομαι. καθάπερ οὖν ἁπλαῖ χλωραὶ διὰ κηροῦ τε καὶ ῥητίνης ἐλαίου τε καὶ ἰοῦ συνετίθεντο, κατὰ τὴν εἰρημένην ἐπ’ αὐτῷ συμμετρίαν, οὕτως αἱ κιῤῥαὶ προσλαβοῦσαι λιθάργυρον ἐλαίου τε πλέον ἢ αἱ χλωραὶ τὴν σύνθεσιν ἔχουσιν. ἐὰν μὲν οὖν ἐπὶ πλέον ἑψηθῆναι βουληθῇς τὴν ἔμπλαστρον,
519
αὐξήσεις τε τὸ ἔλαιον, ἕξεις τε τὸ φάρμακον ξηραντικώτερον, καὶ διὰ τοῦτο τῶν ἐναίμων τραυμάτων κολλητικώτερον· ἐὰν δὲ συμμέτρως, ἀρκεῖ τοσοῦτον εἶναι τὸ ἐλαίου μέτρον, ὅσον σταθμὸν τῆς λιθαργύρου. λίτραν γὰρ ἐλαίου τὴν Ῥωμαϊκὴν μετρήσαντες εἰς λίτρας λιθαργύρου τὴν σταθμικὴν ἐμβαλοῦμεν. ἐὰν δὲ ἐπὶ πλέον ἑψηθῆναι βουλώμεθα τὸ φάρμακον, οὐ μόνον μίαν καὶ ἡμίσειαν ἐλαίου λίτραν ἐμβαλοῦμεν, ἀλλὰ καὶ δύο καὶ πλείους. ξηραντικώτεραι δὲ τῶν οὕτως σκευαζομένων κιῤῥῶν ἐμπλάστρων εἰσὶν ὅσαι μηδ’ ὅλως ἔχουσι ῥητίνην καὶ κηρὸν, ἀλλὰ διὰ τῶν μεταλλικῶν καλουμένων μόνον σύγκεινται, καθάπερ ἄλλοι τέ τινες τῶν ἔμπροσθεν ἔγραψαν τοιαύτας, ᾗ τε ἐγὼ χρῶμαι διὰ παντὸς ὑπ’ ἐμοῦ συντεθείσῃ, κατὰ τόνδε τὸν τρόπον ἑψομένῃ. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προεψήσας ἐπεμβάλλω τὰ μεταλλικὰ λελειωμένα μετὰ ὄξους καὶ οὕτως ἕψω ἄχρις ἀμολύντου. βάλλω δὲ τοῦ μὲν ἐλαίου λίτρας δ΄. ὅσῳ δ’ ἂν ᾖ παλαιότερον, τοσούτῳ ἔσται βέλτιον, καὶ μᾶλλον ἐὰν ᾖ Σαβῖνον. τῆς λιθαργύρου δὲ λίτρ. γ΄. καὶ ὄξους δριμυτάτου
520
λίτρας β΄. μεταλλικὰ δὲ τρία τάδε, λεπίδα χαλκοῦ μέλανος ἰοῦ τε καὶ χαλκίτιδος, ἴσον ἑκάστου σταθμὸν ἀνὰ οὐγγίας β΄. ὅπερ ἐστὶ δραχμαὶ ἑκκαίδεκα. παλαιὸν δ’ ὅταν ᾖ τὸ ἔλαιον καὶ παχὺ διὰ τὴν παλαιότητα, τέτταρας καὶ ἥμισυ λίτρας ἐμβάλλῃς, ἐγὼ δὲ καὶ ε΄. ποτὲ καὶ διὰ τοῦτο ἐνέβαλον ὄντος χειμῶνος. ἴσμεν γὰρ ὅτι πλεῖον ἐν χειμῶνι βάλλεται τὸ ἔλαιον ἤπερ ἐν θέρει. προεψήσεις δὲ δηλονότι τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως. ἐὰν δὲ καὶ κίκινον ἔχῃς ἔλαιον, ἀντὶ τοῦ παλαιοῦ ἔμβαλλε αὐτό. τοῦτο τὸ φάρμακον ἔναιμα τραύματα κολλᾷ ῥᾳδίως καὶ μᾶλλον ἐπὶ τῶν σκληρῶν σωμάτων ἤπερ ἁπαλῶν τε καὶ γυναικωδῶν καὶ παιδίων, ὁποῖα καὶ τὰ τῶν εὐνούχων ἐστὶν, ἀνιέμενόν τε δι’ ἐλαίου κικίνου ἢ παλαιοῦ, καὶ ἔμμοτον ἐπιτιθέμενον θαυμαστὸν ὅπως πέττει τὰ δυσιατότατα τῶν ἑλκῶν, ὅσα μηδ’ ὅλως πῦον. ἐργάζεται. κολλᾷ δὲ καὶ κόλπους καὶ σύριγγας προστέλλει καὶ ξηραίνει καὶ κλείει τελέως. καὶ ὅταν γε ταῦτα καλῶς ἐργάζεσθαι βουληθῇς αὐτὸ, δι’ ὄξους δριμυτάτου τὰ μεταλλικὰ τρῖψον ἡμέραις πλείοσι καὶ μᾶλλον
521
ἐν ἡλίῳ. καὶ τὴν λιθάργυρον δ’ ὡσαύτως τρίψας καὶ ξηράνας, εἶτα μίξας τῷ ἐλαίῳ καθ’ ὃν εἴρηται τρόπον ἕψε. πρὸς μέντοι τὰ δυσεπούλωτα τῶν ἑλκῶν οὐκ ἀναγκαῖον οὕτως κατειργάσθαι τὰ μεταλλικὰ καὶ τὴν λιθάργυρον ἐν τῇ τρίψει. καὶ γὰρ καὶ χωρὶς τούτων ἐπουλωτικώτερον γίνεται. προσέμβαλλε δ’ αὐτῷ τηνικαῦτα καὶ διφρυγοῦς οὐγγίαν καὶ χρυσοκόλλης οὐγγίαν. βάλλεται δὲ οὐχ ἅμα τῇ λεπίδι καὶ τῷ ἰῷ ταῦτα, καθάπερ οὐδ’ ὅταν ἑφθὸν ἤδη τελέως ᾖ τὸ φάρμακον, ἀλλ’ ἐν τῷ μεταξὺ καιρῷ. τοσαύτης γὰρ ἑψήσεως δεῖται τὰ τοιαῦτα τῶν φαρμάκων, ὡς ἀκριβῶς ἑνωθῆναι τοῖς προϋπάρχουσιν, ὃ διὰ συμμέτρου γίγνεται χρόνου μήτε λίαν πολὺ πρὸ τῆς ἄρσεως τῆς κακκάβης μήτ’ ἐγγὺς αὐτῆς. καὶ μόνη μὲν οὖν ἡ ἔμπλαστρος αὕτη σύριγγάς τε καὶ κόλπους καὶ τὰ μεγάλα τραύματα κολλᾶν ἐστιν ἱκανή. συνεργεῖ δ’ αὐτῇ καὶ σπόγγος καινὸς μὴ σκληρὸς, οἴνῳ παλαιῷ βεβρεγμένος. ἡ δ’ ἐπίδεσις ἐπὶ τῶν κόλπων, ἀπὸ τοῦ πυθμένος γιγνέσθω πρὸς τὸ στόμιον ἀφικνουμένου τοῦ ἐπιδέσμου, καθότι δηλωθήσεται σαφέστερον ἐν τῷ περὶ συρίγγων λόγῳ.

522

[Περὶ τῶν ἐπουλωτικῶν.] Εἴτ’ ἐπουλωτικὰς εἴτε συνουλωτικὰς ἐθέλεις ὀνομάζειν τὰς οὐλὴν ποιούσας ἐμπλάστρους, ὡσαύτως δὲ καὶ τἄλλα φάρμακα τά τ’ ἐπίπαστα καὶ τὰ διὰ μοτῶν χρήσεως προσφερόμενα, διήνεγκεν ὡς οὐδὲν πρὸς τὰς ἰάσεις αὐτῶν, εἰ μεμνημένος εἴης τῆς δυνάμεως, ὁποίας εἶναι προσήκει τῶν τοιούτων φαρμάκων, εἰρημένης ἅμα ταῖς ἄλλαις ἁπάσαις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ὅσῳ γὰρ αἱ κολλητικαὶ τῶν σαρκωτικῶν ἐδείχθησαν εἶναι ξηραντικώτεραι, τοσούτῳ τῶν κολλητικῶν αἱ ἐπουλωτικαί. πρόκειται γὰρ ἡμῖν ἐν αὐταῖς τὴν γεννηθεῖσαν ἐν τοῖς κοίλοις ἕλκεσι σάρκα δέρμα ποιῆσαι. διὸ καὶ στύφειν χρὴ τὸ τοιοῦτον γένος τῶν φαρμάκων, εἴτ’ ἐπίχριστον εἴτ’ ἐπίσπαστον εἴη. προκείμενον δ’ ἡμῖν ἐνταῦθα τῶν ἐμπλάστρων ἐκείνων μόνον μνημονεῦσαι. καὶ γὰρ τὰ διὰ τῶν μοτῶν ἐπιτιθέμενα φάρμακα τούτων τηκομένων ἐν ῥοδίνῳ ἢ μυρσίνῳ γίγνεται. καὶ μᾶλλόν γε τὸ μύρσινον τοῦ ῥοδίνου χρησιμώτερον, ὅσῳ καὶ στυπτικώτερόν ἐστιν. εἰ δὲ μηδέτερον ἔχοις τούτων, διὰ κυπρίνου καὶ σχινίνου καὶ 

523
μηλίνου τηκτέον· εἰ δὲ μὴ τούτων ἔχοις τι, δι’ ὠμοτριβοῦς ἐλαίου ἢ τοῦ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσιν Σπανόν. ὅταν δὲ μηδὲ τοῦτ’ ἔχῃς, θαλλοὺς ἐλαιῶν ἁπαλοὺς θλάσας, ἐμβαλεῖς ἑτέρῳ τινὶ τῶν ἐπιτυχόντων ἐλαίων. εἰ δὲ καὶ τούτων ἀπορεῖς, ἄμεινον ἐλαίῳ παλαιῷ τήκειν. τὸ γοῦν ξηραντικώτερον γενέσθαι τὸ φάρμακον ἐκ τούτου ἔχοις. οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν ἀφίστανται τῶν ἐκ παλαιοῦ χρόνου πεῖραν ἱκανὴν δεδωκότων φαρμάκων ἅπασι τοῖς ἀρίστοις ἰατροῖς καὶ διὰ τοῦτο ἐνδόξων γεγονότων, ὅπως δοκῶσιν αὐτοὶ βέλτιόν τι παρὰ τοὺς ἔμπροσθεν ἔχειν. εἰδέναι δὲ χρὴ τῶν ἐνδόξων φαρμάκων ἃ παρὰ πᾶσιν ἐπῄνηται, τό τε διὰ καδμείας καὶ τὸ διὰ τοῦ λαδάνου φάρμακον ἄριστον εἰς ἐπούλωσιν. οὐ παρὰ πᾶσι δὲ τοῖς ἰατροῖς ἡ τῶν μιγνυμένων ἁπλῶν φαρμάκων ὡμολόγηται συμμετρία. διὰ τοῦτ’ οὖν ἔδοξέ μοι γράψαι τὰς ἑκάστῳ τῶν γραψάντων αὐτὰς ἀρεσκούσας, ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων, ἀρξαμένῳ κατὰ τὸ τρίτον τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.

524

[Περὶ τῶν ἐπουλωτικῶν ἐμπλάστρων Ἀσκληπιάδης οὕτως γράφει.] Τῶν δὲ κατὰ μέρος ἑλκῶν χωρὶς ἑτέρας διαθέσεως ἤδη πρὸς οὐλὴν ῥεπόντων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ἡ διὰ καδμείας ἐπουλωτική. ταύτῃ ἐχρήσατο ὁ Καθηγητὴς Λεύκιος. ♃ καδμείας κεκαυμένης καὶ οἴνῳ κατεσκευασμένης, χαλκίτεως ὀπτῆς ἀνὰ δραχ. ιστ΄. κηροῦ δραχ. π΄. κολοφωνιακῆς πίσσης οὐγγίας η΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες, τρῖβε χαλκῖτιν καὶ τὴν καδμείαν μετ’ οἴνου, ὥστε ὑγρᾶς κηρωτῆς ἔχειν τὸ πάχος. τὸν δὲ κηρὸν κατακλάσας καὶ τὴν ῥητίνην καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ τούτοις ἐπιβαλὼν μυρσίνου λίτραν α΄. τίθει ἐπ’ ἀνθράκων κινῶν συνεχῶς. καὶ ὅταν δὲ λυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι καὶ ἀναξύσας, ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ μίξας ἀνελόμενος χρῶ, διαλύων μυρσίνῳ ἐλαίῳ. ἡ κρᾶσις ἔστω κατάλληλος τῇ διαθέσει. ἄλλη διὰ καδμείας. ♃ καδμείας ὀπτῆς, χαλκίτεως ὀπτῆς, διφρυγοῦς ἀνὰ δραχ. ιστ΄. κηροῦ, ῥητίνης φρυκτῆς, ἐλαίου μυρσίνου ἀνὰ ἡμίλιτρον, οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται καὶ χρῶ ποτὲ

525
μὲν ἀνιεμένῳ, ποτὲ δὲ ἀκράτῳ τῷ φαρμάκῳ. ἄλλη. ♃ λιθαργύρου, ψιμυθίου, καδμείας, διφρυγοῦς, ῥητίνης ἀνὰ δραχ. η΄. χαλκίτεως δραχ. β΄. κηροῦ δραχ. η΄. μυρσίνου τὸ αὔταρκες, οἴνου Ἀμιναίου ὅσον ἐξαρκεῖ. ἄλλη Εὐφράνορος. ♃ διφρυγοῦς, μίσυος ὀπτοῦ ἀνὰ δραχ. η΄. χαλκίτεως ὀπτῆς, μολυβδαίνης ἀνὰ δραχ. β΄. καδμείας δραχ. α΄. κηροῦ δραχ. στ΄. κολοφωνίας οὐγγίας γ΄. μυρσίνου λίτρας στ΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες. ἄλλη ἡ διὰ τοῦ λαδάνου, φάρμακον ἐπιτετευγμένον, οὐ μόνον ἐπουλοῦσα, ἀλλὰ καὶ τύλους ἐκκόπτουσα καὶ τὰς λειπουργίας κατορθοῦσα. ♃ χαλκίτεως, λιθαργύρου, λαδάνου ἀνὰ δραχ. κδ΄. ἀσφάλτου δραχ. η΄. κηροῦ δραχ. οβ΄. μυρσίνου κοτύλην μίαν. οἱ δὲ δραχ. ιη΄. οἴνου κοτύλην μίαν σκεύαζε κατὰ τρόπον. ἐν δὲ τῇ χρήσει χρῶ καὶ σπληνίῳ καὶ ἀνιεμένῃ. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. πίσσης δραχ. ν΄. λαδάνου δραχ. κε΄. ἰοῦ ξυστοῦ,χαλκοῦ κεκαυμένου ἀνὰ δραχ. η΄. ἐλαίου μυρσίνου λίτρας β΄, λεπίδος χαλκοῦ δραχ. δ΄. σκεύαζε καὶ χρῶ. ἄλλη ἡ πυρίκαυτος λεγομένη, ἐκ τῶν Ἀτταλικῶν δυνάμεων φάρμακον ἐπιτετευγμένον.
526
♃ ἐλαίου κοτύλην α΄. στυπτηρίας σχιστῆς, μάννης, λιβανωτοῦ, λιθαργύρου, χαλβάνης ἀνὰ δραχ. α΄. κηροῦ δραχ. κδ΄. ἀγχούσης δραχ. η΄. μυελοῦ ἐλαφείου, στέατος ὑείου, ἰοῦ, ψιμυθίου ἀνὰ δραχ. β΄. ὠῶν τριῶν τὸ χλωρὸν, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, καὶ χρῶ ποτὲ μὲν ἀνιεμένῳ τῷ φαρμάκῳ, ποτὲ δὲ ἀκράτῳ. ἄλλη, φάρμακον ἐπιτετευγμένον, ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ. ψιμυθίου, λιθαργύρου, στυπτηρίας σχιστῆς, μάννης, χαλβάνης, λιβάνου, μυελοῦ ἐλαφείου καὶ μοσχείου ἀνὰ δραχ. δ΄. κηροῦ, ἀγχούσης, ὠῶν λεκίθων ἀνὰ δραχ. η΄. ἐλαίου κοτύλας δ΄. κόπτε τοὺς μυελοὺς ἐπιμελῶς καὶ τῆκε μετὰ τῶν τηκτῶν, κινῶν ἀγχούσῃ, ὥστε χρωσθῆναι, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ διϋλίσας εἰς ἕτερον ἀγγεῖον ἔα ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνελόμενος χρῶ. λευκὴ μάγνη λεγομένη, φάρμακον ἐπιτετευγμένον. ποιεῖ δὲ καὶ πρὸς τὰ χρόνια τραύματα καὶ μόγις ἐπουλούμενα, ποιεῖ καὶ πρὸς ψωρώδεις διαθέσεις. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθὴ, ἀνιεμένη ῥοδίνῳ ἢ μυρσίνῳ. ♃ λιθαργύρου δραχ. ρ΄.
527
κηροῦ δραχ. ν΄. ψιμυθίου δραχ. ρ΄. τερμινθίνης δραχ. κε΄. λιβανωτοῦ δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ιβ΄. ἐλαίου κοτύλας β΄. συντίθει κατὰ τρόπον καὶ χρῶ, ὁτὲ μὲν ἐμπλάστρῳ, ὁτὲ δὲ ἀνιεμένῳ τῷ φαρμάκῳ. ἄλλη Παμφίλειος λεγομένη, πρὸς τὰς προειρημένας διαθέσεις καὶ κόλπους παρακολλᾷ καὶ σύριγγας ἐκτυλοῖ. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ πρὸς τὰ χρόνια καὶ δυσεπούλωτα, ψώρας τε θεραπεύει καὶ ὑπώπια βαστάζει. ποιεῖ καὶ κεφαλαλγικοῖς καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν ἐπιφορὰς ἐπιτιθεμένη κατὰ τοῦ μετώπου. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθὴ ἀνιεμένη ῥοδίνῳ ἢ μυρσίνῳ. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ λιθαργύρου δραχ. ρ΄. κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. κε΄. λιβάνου δραχ. κε΄. ψιμυθίου δραχ. ρ΄. στυπτηρίας σχιστῆς δραχ. ιστ΄. πεπέρεως λευκοῦ δραχ. γ΄. ἐλαίου παλαιοῦ κοτύλας β΄. συντήκει κατὰ τρόπον ποτὲ μὲν ἀνιεμένῳ τῷ φαρμάκῳ, ποτὲ δὲ ἐμπλάσσων χρώμενος. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὴν κεφαλὴν ἀχώρων ἢ τῶν περὶ τὴν ὄψιν τραχυτήτων ἢ τῶν λεγομένων ἐπινυκτίδων ἢ τῶν περὶ τὴν ἕδραν διαθέσεων 
528
ἀνιεμένῳ τῷ φαρμάκῳ μυρσίνῳ ἢ σχινίνῳ ἐπιχριόμενον. ἄλλη Τελαμῶνος, φάρμακον ἐπιτετευγμένον, ποιεῖ καὶ πρὸς ἄνθρακας, ἀναξηραίνει κόλπους ἐνιεμένη καὶ ἐγχυματιζομένη, ἔστι δὲ καὶ ἐπουλωτικὴ ἀγαθή. ♃ πιτυΐνης, κηροῦ, ἀσβέστου, λιθαργύρου ἀνὰ δραχ. ν΄. ψιμυθίου δραχ. κε. ἐλαίου κοτύλης ἥμισυ, ἕψε λιθάργυρον, ἔλαιον ἕως συστῇ, εἶτα κηρὸν, εἶτα ῥητίνη. τὴν δὲ ἄσβεστον καὶ τὸ ψιμύθιον λείωσον καὶ τούτοις ἐπίβαλλε τὰ τηκτά. ἐν δὲ τῇ χρήσει ἔλαιον ἐπὶ θερμοσποδίᾳ θεὶς ἐπίβαλλε καταθλάσας τοῦ φαρμάκου. καὶ ὅταν θερμανθῇ, εἰς θυείαν βαλὼν ἀνάκοπτε φιλοπόνως ἕως γλοιῶδες γένηται, καὶ ἀποθέμενος χρῶ, ὡς μεγίστῳ φαρμάκῳ, ὁτὲ μὲν ἐπιχρίων πτεροῖς, ὁτὲ δὲ ἐγχυματίζων. ἐπὶ δὲ τῶν λεγομένων ἀνθράκων εἰς ὀθόνιον ἐμπλάσσων ἐπιτίθει. ἄλλη Μοσχίωνος γνώριμος πρὸς ὅσα βούλει ἐκτυλῶσαι καὶ ἐπουλῶσαι, ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθή. ♃ λιθαργύρου, ψιμυθίου, ἀσβέστου ἀνὰ δραχ. η΄. μυελοῦ ἐλαφείου, κηροῦ ἀνὰ δραχ. ιστ΄. ἐλαίου μυρσίνου τὸ αὔταρκες. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν
529
καὶ μαλάξας ἐπιμελῶς ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ὕδατι ἢ γάλακτι προανίεται, ὅσον βούλεσθε, ὅσον γλοιοῦ ἔχειν τὸ πάχος, εἶτα ἐπιβάλλεται ῥοδίνου τὸ αὔταρκες ἢ μυρσίνου καὶ ἀνακόψαντες ἐπιμελῶς καὶ ἀνελόμενοι εἰς μολυβδίνην πυξίδα χρῆσθε καθάπερ προείρηται.

[Ἐπουλωτικαὶ Ἀνδρομάχου.] ♃ Καδμείας λίτραν α΄. χαλκίτεως κεκαυμένης λίτραν μίαν, κηροῦ λίτραν α΄· ῥητίνης ξηρᾶς λίτρας γ΄. μυρσίνου λίτρας γ΄. οἴνου εἰς τὰ ξηρά. ἄλλη ἡ διὰ λαδάνου. ♃ λεθαργύρου δραχ. μ΄. λαδάνου δραχ. λβ΄. χαλκάνθης δραχ. η΄. σχιστῆς δραχ. ιβ΄. κηροῦ δραχ. ρ΄. λεπίδος δραχ. η΄. ἀσφάλτου δραχ. λβ΄. μυρσίνου κοτύλης μιᾶς τέταρτον, οἶνος Φαλερῖνος εἰς τὰ ξηρά. ἄλλως, ὡς Ἀλκιμίων, ἣν ἐσκεύασα. ♃ λαδάνου δραχ. η΄. ὑσσώπου δραχ. δ΄. προπόλεως δραχ. η΄. ἀσφάλτου δραχ. η΄. λιθαργύρου δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. μίσυος ὠμοῦ δραχ. δ΄. κηροῦ δραχ. κδ΄. μυρσίνης μνᾶς η΄. ἡ διὰ κριθῶν. ♃ ψιμυθίου δραχ. ν΄. λιθαργύρου δραχ. ν΄. κριθῶν κεκαυμένων ἀτρίπτων ξέστην α΄. κηροῦ δραχ. ν΄. ἐλαίου ξέστην α΄.

530
ἐσχάτην. τὴν κριθήν. ἄλλη ἐπουλωτική. ♃ καδμείας οὐγγίας β΄. χαλκίτεως, κηροῦ, τερμινθίνης ἀνὰ οὐγγίας δ΄. ὑσσώπου οὐγγίαν α΄. μυρσίνης οὐγγίας δ΄. χαλκάνθης οὐγγίας δ΄. οἴνου εἰς τὰ ξηρά. ἄλλη ἐπουλωτική. ♃ ῥητίνης ξηρᾶς δραχ. ιη΄. διφρυγοῦς δραχ. δ΄. λιθαργύρου δραχ. ιστ΄. κηροῦ δραχ. ι΄. ἐλαίου κοτύλας δ΄. ταύταις ἐφεξῆς ἄλλας ὁ Ἀνδρόμαχος ἔγραψεν ἐμπλάστρους ἓξ τῶν δυσεπουλώτων θεραπευτικὰς, ἅστινας οὐκ ἔδοξέ μοι νῦν προσγράφειν. εἰρήσονται γὰρ ἅμα ταῖς τὰ δυσίατα τῶν ἑλκῶν θεραπευούσαις ἐν τῇ δ΄. τῶνδε τῶν ὑπομνημάτων. γεγραφότος δὲ τοῦ Ἀνδρομάχου κατὰ τὸν αὐτὸν τόπον τοῦ βιβλίου, πρὸ τῶν ἄρτι γεγραμμένων ἐπουλωτικῶν καὶ ἑτέρας τινὰς ἄνευ τοῦ προγράψας αὐτῶν ὅτι ἐπουλωτικαί εἰσιν ἀπεριστάτων ἑλκῶν καὶ μάλιστα ἐπὶ παίδων καὶ γυναικῶν καὶ εὐνούχων καὶ ἁπλῶς τῶν ἁπαλὴν ἐχόντων τὴν σάρκα, ἔδοξέ μοι καὶ ταύτας ἐνταῦθα προσγράψαι τὴν ἐπιγραφὴν ἐχούσας παρὰ τῷ Ἀνδρομάχω τὴν ἀπὸ τῆς χρόας. ἔγραψε γὰρ περὶ αὐτῶν οὕτω κατὰ λέξιν. λευκαὶ ἐπουλωτικαὶ Ἀνδρομάχου. λευκὴ ᾗ χρῶμαι. ♃ λιθαργύρου
531
μνᾶν α΄. ψιμυθίου μνᾶν α΄. κηροῦ δ΄. ῥητίνης δ΄. ἐλαίου κοτύλας γ΄. ὕδατος κοτύλην α΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρξ΄. ψιμυθίου δραχ. σ΄. κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. κδ΄. ἐλαίου παλαιοῦ κατύλης ἥμισυ, ὕδατος κυάθους στ΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ρ΄. ψιμυθίου, κηροῦ ἀνὰ δραχ. ν΄. τερμινθίνης δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. στ΄. πεπέρεως λευκοῦ δραχ. γ΄. ὄρχεως βοτάνης δραχ. η΄. στρουθίου δραχ. β΄. μάννης δραχ. κε΄. ἄλλη. ♃ λιθαργύρου δραχ. ο΄. ψιμυθίου δραχ. ρ΄. κηροῦ δραχ. ν΄. ἐλαίου παλαιοῦ κυάθους β΄. ἄλλως δραχ. β΄. ὕδατος κοτύλας β΄. ἄλλη. ♃ λιθαργύρου δραχ. κε΄. κηροῦ δραχ. νζ΄. στέατος ὑείου δραχ. λζ΄. σμύρνης δραχ. β΄. ὠῶν ἑφθῶν λεκίθους δ΄. τινὲς ὠμῶν. ἡ ἀρετή. ♃ γλοιοῦ καθαροῦ κοτύλας ιβ΄. λιθαργύρου μνᾶς γ΄. λεπίδος δραχ. στ΄. οἱ δὲ δραχ. ιστ΄. ῥητίνης Κολοφωνίας μνᾶς στ΄. οἱ δὲ δραχ. ν΄. κηροῦ μνᾶν α΄. οἱ δὲ μνᾶς με΄. θαλάσσης κοτύλας γ΄.

[Ἀνδρομάχου πανάκεια.] ♃ Λιθαργύρου δραχ. ρν΄. κηροῦ δραχ. μ΄. τερμινθίνης δραχ. νγ΄. θαλάσσης παλαιᾶς ἢ μᾶλλον

532
οἴνου παλαιοῦ κοτύλας β΄. γλοιοῦ κοτύλας στ΄. λεπίδος δραχ. ιστ΄. κίκεως κοτύλας β΄. ψιμυθίου δραχ. π΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κδ΄. στέατος μοσχείου δραχ. π΄. ἀσβέστου δραχ. κδ΄. ἀριστολοχίας δραχ. κε΄. ἕψε ὡς οἶδας. [Λευκὴ ἡ Τελεφάνους.] ♃ Λιθαργύρου δραχ. π΄. ψιμυθίου δραχ. ρκ΄. σμύρνης δραχ. γ΄. ὀβολοὺς β΄. σαγαπηνοῦ δραχ. ε΄. λιβάνου δραχ. στ΄. τετρώβολον, ἐλαίου κοτύλας β΄. ἥμισυ, ἕψε ὀμοῦ πάντα. ἄλλη. ♃ κηροῦ λευκοῦ λίτραν α΄. σμύρνης οὐγγίαν α΄. λιβάνου οὐγγίαν α΄. μυελοῦ ἐλαφείου οὐγγίας β΄. στέατος ὑαίνης οὐγγίας β΄. πιτυΐας ἐλαφείας οὐγγίας β΄. ἢ ἐριφείας, νίτρου οὐγγίας β΄. χαλβάνου οὐγγίαν α΄. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας δ΄. λιθαργύρου λίτραν α΄ S". ψιμυθίου δραχ. στ΄. ἐλαίου παλαιοῦ κοτύλην α΄ S". θαλάσσης κοτύλης ἥμισυ, καυνιακὴ καλεῖται. ἄλλη. ♃ λιθαργύρου δραχ. σ΄. κηροῦ δραχ. νβ΄. ἐλαίου κοτύλας γ΄. ψιμυθίου δραχ. π΄. τερμιθίνης δραχ. λβ΄. κηρύκων κεκαυμένων δραχ. ι΄. λιβάνου δραχ. ιθ΄. ὕδατος ξέστην α΄. ἄλλη. ♃ στέατος ὑείου προσφάτου δραχ. πη΄. κηροῦ 
533
λευκοῦ δραχ.μη΄. ψιμυθίου δραχ. ιβ΄. λιθαργύρου δραχ. ιβ΄. ἄλλη πρὸς ἕρπητας, ἄνθρακας, κονδυλώματα, ῥαγάδας, ἀφλέγμαντος ἄγαν, ὡς Ἥρας ὁ Καππάδοξ. ἐπὶ ταύτης μὲν οὗν ὀρθῶς ἐποίησεν οὐχ ἁπλῶς κηροῦ γράψας, ἀλλὰ μετὰ τοῦ προσθεῖναι τοῦ λευκοῦ. γένοιτο γὰρ ἂν οὕτως, ὡς βούλεται, λευκὴ τῇ χρόᾳ. μετὰ ταῦτα δὲ γράφων ἄλλην οὐ προσέθηκεν οὔτε τοῦ κηροῦ τὸ λευκὸν οὔτε τοῦ οἴνου τὸ λευκὸν, ἀλλ’ ἡμᾶς δεῖ προσθεῖναι, εἴπερ βουλόμεθα λευκὴν τὴν ἔμπλαστρον ποιῆσαι. γέγραπται δὲ ἡ σύνθεσις αὐτῆς ὑπ’ αὐτοῦ τοῦ Ἀνδρομάχου κατὰ λέξιν οὕτως.

[Λευκὴ δι’ οἴνου, Πουπλίου.] ♃ Καδμείας λίτραν α΄. οὐγγίας θ΄. λιθαργύρου λίτρας β΄. ψιμυθίου λίτρας β΄. οἴνου Ἑλληνικοῦ ξέστας β΄. ῥοδίνου λίτρας ε΄. κηροῦ λίτρας γ΄. ὠὰ ὠμὰ ἀριθμῷ ιβ΄. λιβάνου οὐγγίας γ΄ ἕψε λευκῶν ἐμπλάστρων τὰς ἑψήσεις ἐν τῷ α΄. λόγῳ διῆλθον, ἅμα καὶ τήν μέθοδον ἐπιδεικνὺς οὐ μόνον τῆς ἑψήσεως, ἀλλὰ καὶ τῆς συνθέσεως αὐτῶν. καὶ οὐδέν γε ἴσως ἔτι ἔλιπε προσθεῖναι τῇ διδασκαλίᾳ τῶν τοιούτων ἐμπλάστρων. ἀλλ’ ἐπεὶ τοῦτο.

534
τὸ βιβλίον οὐ μόνον περὶ τῶν σαρκωτικῶν ἐμπλάστρων, αἳ δὴ ὡς ἐπίπαν εἰσὶ χλωραὶ, τὸν λόγον ἐδίδαξεν, ἀλλὰ καὶ τῶν κολλητικῶν ἐπουλωτικῶν τε πασῶν, ὅσαι γε τὰ χωρὶς κακοηθείας ἐπουλοῦσιν ἕλκη, διῆλθον δὲ καὶ περὶ τῶν μηλίνων καὶ τῶν κιῤῥῶν, καὶ διὰ τοῦτο ἔδοξέ μοι καὶ τὰς λευκὰς ἐμπλάστρους, ὅσων ἐν ἐκείνῳ τῷ βιβλίῳ λόγον οὐδένα πεποίημαι, προσεπιγράψαι κατὰ τοῦτο. ὅπως δὲ μηδὲν λείποιτο τῷ προκειμένῳ βιβλίῳ, καὶ τὰς κεφαλικάς τε καὶ καταγματικὰς ὀνομαζομένας ὑπ’ αὐτῶν ἐμπλάστρους προσγράψω, κολλητικάς τε οὔσας τῶν μεγάλων τραυμάτων καὶ κόλπων, ὅταν δὲ ἀνεθῶσιν, ὡς ἐμμότους γενέσθαι καὶ σαρκωτικαί.

[Περὶ τῶν καταγματικῶν καὶ κεφαλικῶν ἐμπλάστρων.] Οἱ πλεῖστα καὶ κάλλιστα φάρμακα γράψαντες, οὕς ἔμπροσθεν ὀνομαστὶ διῆλθον, ἐκάλεσάν τι γένος ἐμπλάστρων κεφαλικάς τε καὶ καταγματικὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων μάλιστα τὴν προσηγορίαν αὐταῖς θέμενοι. ῥυπτικῆς δ’ εἰσὶ καὶ διαφορητικῆς καὶ ξηραντικῆς αἱ

535
τοιαῦται δυνάμεως. ἔμιξαν δ’ αὐταῖς οἱ πλεῖστοι τῶν στυφόντων φαρμάκων ὀλίγον, ἕνεκα δυοῖν χρειῶν, ὡς εἴρηται, τοῦ τ’ ἀποκρούεσθαι τὸ ἐπιῤῥέον τοῖς πεπονθόσι μέρεσι καὶ τοῦ ποδηγεῖν ἄχρι βάθους τὴν τῶν ῥυπτικῶν δύναμιν. ἐλέχθη δὲ ἡμῖν ἔμπροσθεν, ὡς εἰ μὴ κατεργασθείη τῇ τρίψει τὰ στύφοντα, μέχρι τοῦ χνοώδη γενέσθαι βλάβην μᾶλλον ἢ ὠφέλειαν παρέξει αὐτὰ, τοῖς τὴν ἑλκτικὴν δύναμιν ἔχουσιν. ἀρίστην δ’ αὐτῶν ἔφην γίγνεσθαι κατεργασίαν ἐν ὄξει δριμεῖ λειωθέντων. ἄρξομαι τοίνυν ἤδη τῆς τῶν τοιούτων φαρμάκων γραφῆς ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων.

[Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου καταγματικῶν ἐμπλάστρων.] Πρώτην ἔγραψεν ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων κατὰ λέξιν οὕτως. μέλαινα ἀρίστη καταγματική. τούτῳ τῷ φαρμάκῳ ἐχρησάμην ἐπὶ καταγμάτων πολλῶν ὀστέων ἐμπλεόντων καὶ πάντων παραινούντων τὰ ἐμπλέοντα βαστάζειν, ὅμοιόν τι παραδόξῳ εἰργάσατο ἡ ἀρίστη. τὰ γὰρ ἐμπλέοντα καὶ κεχωρισμένα τῶν ἄλλων ὀστέων οὕτως διακατέσχεν,

536
ὥστε συμπωρῶσαι τοῖς ἄλλοις. ἔχει δὲ οὕτως. ♃ λιθαργύρου, ἀσφάλτου ἀνὰ δραχ. σ΄. πίσσης ξηρᾶς, κηροῦ ἀνὰ δραχ. ρ΄. ῥητίνης τερμινθίνης δραχ. ν΄. στυπτηρίας σχιστῆς, προπόλεως ἀνὰ δραχ. λ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κδ΄. ἰοῦ δραχ. ι΄. ἐλαίου ξέστας δ΄. σκεύαζε καθὰ προείρηται. ἄλλας ὁμογενεῖς τῇ προγεγραμμένῃ κατὰ τὸ αὐτὸ βιβλίον ἔγραψεν ὁ Ἀσκληπιάδης κατὰ λέξιν οὕτως. ἄλλη Πυθίωνος καταγματική. ταύτῃ Ἕλενος ἐχρήσατο. ποιεῖ δὲ καὶ πρὸς τὰ ἐκ πληγῆς τραύματα, ἐν δὲ τῇ ἄρσει σπόγγῳ δεῖ θερμῷ βεβρεγμένῳ ἀναχαλᾷν τὸ σπληνίον, ἐχέκολλον γάρ ἐστιν ἰσχυρῶς τὸ φάρμακον. ποιεῖ δὲ καὶ πρὸς χοιράδας τὸ αὐτὸ φάρμακον καὶ σύριγγας. καὶ χρὴ κατὰ τῶν συρίγγων καὶ κόλπων ἐκκόπτειν τὸ σπληνίον, τουτέστι κατὰ τοῦ στόματος, ὥστε τόπον ἔχειν τὸ ἐκκρινόμενον ὑγρόν. χρὴ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ. τὰ δὲ τῆς σκευασίας ἔχει τὸν τρόπον τοῦτον. ♃ ἀσφάλτου Ἰουδαϊκῆς λίτρας ε΄. οὐγγίας δ΄. πίσσης Βρυτίας ξηρᾶς τὸ ἴσον, ῥητίνης φρυκτῆς λίτρας η΄. κηροῦ λίτρας δ΄. λιβάνου λίτρας δ΄. λεπίδος ἐρυθρᾶς λίτραν μίαν,
537
οὐγγίας δ΄. ἐλαίου θέρους λίτραν μίαν, χειμῶνος λίτραν α΄. ἥμισυ, ὄξους κοτύλην α΄. τὰ τηκτὰ τῆκε, τὸν δὲ λίβανον καὶ τὴν λεπίδα τρίψας μετ’ ὄξους ἐπίβαλλε τοῖς λοιποῖς, προσέχων μὴ ἀναβράσῃ καὶ κινήσας εἰς θυείαν κατέρα, καὶ ἀνακόψας καὶ μαλάξας ἀνελόμενος χρῶ. ἐν ἄλλῳ ἀντιγράφῳ εὗρον λεπίδος ἐρυθρᾶς λίτραν α΄. ἥμισυ. εὔδηλον δ’ ὅτι δραστικώτερον γίνεται τὸ πλείονα λαβὸν τὴν λεπίδα. Μοσχίωνος καταγματικὴ, φάρμακον ἐπιτετευγμένον πρὸς τὰ νεότρωτα καὶ διακοπὰς τῶν νεύρων καὶ τὰς μετὰ περιθλάσεως διαιρέσεις, ποιεῖ καὶ πρὸς τὰ μετὰ τραύματος κατάγματα. καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ πωροῖ τὰ ὀστέα μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη, καὶ τοῖς ἀρχομένοις ὑδρωπικοῖς. ποιεῖ καὶ πρὸς τὰς τῶν διδύμων περιθλάσεις, σταφιδοῖ καὶ τὰς περὶ τὴν ἕδραν ἐξοχάς. ποιεῖ καὶ πρὸς ῥαγάδας βουτύρῳ ἀνιεμένη, ποιεῖ καὶ πρὸς βρογχοκήλας, διαλύει πᾶσαν σκληρίαν. ποιεῖ καὶ πρὸς παρατρίμματα καὶ λυγίσματα. ποιεῖ καὶ πρὸς τὰς ἐπὶ τῶν ποδῶν καὶ χειρῶν τυλοειδεῖς ἐπαναστάσεις, ἃς ἥλους καλοῦμεν, ὡς χωρὶς ἑλκώσεως 
538
ἀφαιρεῖν καὶ καθόλου ἐστὶ πολυχρηστότατον φάρμακον, ποιεῖ καὶ πρὸς ἀρχομένους ὕδρωπας τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. λιθαργύρου μνᾶ α΄. ἡ δὲ μνᾶ ἐπὶ τούτου τοῦ φαρμάκου ἔχει ὁλκὰς ρξ΄. πίσσης ὑγρᾶς δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄. ῥητίνης τερμινθίνης δραχ. π΄. μάννης λιβάνου δραχ. π΄. κηροῦ δραχ. μ΄. ἰοῦ δραχ. η΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄. ἐλαίου κικίνου κοτύλην α΄. ὄξους τὸ ἴσον, ὀποῦ συκαμίνου κοτύλην α΄. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ. τὴν λιθάργυρον λειοτάτην καὶ τὸ κίκινον ἔλαιον βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ χαλκοῦν, καθεὶς ἐπὶ πυρὸς ἕψε. καὶ ὅταν ἀναβράσῃ, ἐπίβαλλε τὸ στέαρ καὶ τὴν μάννην κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πίσσαν, κηρὸν, ῥητίνην καὶ ἑψήσας μέχρις ἀμολύντου ἐπίπασσε χαλβάνην, εἶτα ἰὸν καὶ ὀποπάνακα ὄξει διαλυθέντα. τὸν δὲ ὀπὸν τοῦ συκομόρου καὶ τὴν πίσσαν τὴν ὑγρὰν εἰς ἕτερον ἀγγεῖον ἐμβάλλοντες ἕψομεν, καὶ ὅταν συστραφῇ, ἐπιβάλλομεν τῷ πρώτῳ φαρμάκῳ, καὶ πάλιν θέντες ἐπὶ τὸ πῦρ ἕψομεν μέχρις ἀμολύντου,
539
καὶ εἰς οἶνον κατεράσαντες ἐῶμεν ἐπὶ τρεῖς ἡμέρας, ἔπειτα μαλάσσοντες χρώμεθα εἰς ὀθόνιον ἐμπλάσσοντες. δεῖ δὲ κατὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου οἴνῳ δεύσαντας ταινίδιον ἐκθλίβειν καὶ τότε περιτιθέναι τῷ φαρμάκῳ. ὡς δὲ ὁ ἡμέτερος καθηγητὴς Λεύκιος ἐσκεύασεν, ἔχει οὕτως. τὸ στέαρ καὶ τὸ ἔλαιον πρότερον τήκομεν, καὶ ὅταν διαλυθῇ, καταπάσσομεν λειοτάτην μάννην καὶ τὴν λιθάργυρον. καὶ ὅταν συστραφῇ, τὰ ἑπόμενα ποιοῦμεν καὶ κατὰ τοῦτο τὸ φάρμακον καὶ κατὰ τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ρξ΄. δραχμάς φησιν ἔχειν τὴν μνᾶν. εὔδηλον οὖν, ὅτι τὴν Ἀλεξανδρεωτικὴν λέγει μνᾶν οὐγγίας κ΄. ἔχουσαν, ὅπως ἑκάστη τῶν οὐγγιῶν ἔχῃ δραχ. η΄. οὕτω γὰρ συμβήσεται τὰς δραχ. ρξ΄. ἔχειν τὴν μνᾶν. ἄλλη Κλαυδίου Φιλοξένου, ἀπελοῦς ἐπιγραφομένη, ἔναιμος καταγματική. ποιεῖ καὶ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου μνᾶν α΄. ὅ ἐστι δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄. λιβάνου δραχ. π΄. ὀποπάνακος, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. π΄. κηροῦ δραχ. μ΄. ἰοῦ, σχιστῆς στυπτηρίας,
540
χρυσοκόλλης, χαλβάνης ἀνὰ δραχ. ιβ΄. ἐλαίου κικίνου κοτύλην α΄. ὄξους ὅσον ἀρκεῖ. ἔσχατον τὸν λίβανον καὶ τὸν ἰὸν καὶ τὸν ὀποπάνακα καὶ στυπτηρίαν καὶ χρυσοκόλλαν καὶ τὰ τοιαῦτα, πρότερον ὄξει διαλύων, καὶ λεάνας ἐπιμελῶς ἐπίβαλλε. ἐν ἄλλῃ γραφῇ ἔχει οὕτως. ♃ λιθαργύρου δραχ. ρξ΄. πίσσης δραχ. ρξ΄. στέατος μοσχείου δραχ. ρξ΄. ῥητίνης τερμινθίνης δραχ. π΄. μάννης λιβάνου δραχ. π΄. κηροῦ δραχ. μ΄. ὀποπάνακος, ἰοῦ ξυστοῦ ἀνὰ δραχ. ιστ΄. χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. κίκεως κοτύλην α΄. ὄξους τὸ αὐτό. συντίθει ὁμοίως ταῖς καταγματικαῖς. οἰνάνθη καταγματικὴ, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. ♃ λιθαργύρου δραχ. ρξ΄. πίσσης οἰνηρᾶς δραχ. ρξ΄. ταύτην λαμβάνομεν ἀποῤῥέουσαν ἐκ τῶν Ἰταλικῶν κεραμείων, ῥητίνης τερμινθίνης δραχ. π΄. λιβάνου δραχ. π΄. στέατος μοσχείου κατειργασμένου δραχ. π΄. μυελοῦ ἐλαφείου κατειργασμένου δραχ. π΄. κηροῦ δραχ. μ΄. οἰνάνθης ξηρᾶς, συμφύτου ῥίζης, κενταυρίου κόμης ἀνὰ λίτραν α΄. ἰοῦ ξυστοῦ, ὀποπάνακος ἀνὰ δραχ. η΄. μήκωνος ὀποῦ, σμύρνης, ἀλόης, χαλβάνης ἀνὰ δραχ. η΄.
541
ὄξους κοτύλας γ΄. ἐλαίου κικίνου κοτύλην α΄. σύμφυτον, οἰνάνθην, κενταύριον κόψαντες εἰς παχέα καὶ εἰς τὸ ὄξος ἐμβάλλοντες ἕψομεν εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψοντες χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ποιεῖ δὲ τὸ φάρμακον καὶ ποδαγρικοῖς. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτως. ♃ λιθαργύρου, πίσσης οἰνηρᾶς ἀνὰ δραχ. ρξ΄. μυελοῦ ἐλαφείου, ῥητίνης τερμινθίνης, στέατος μοσχείου, λιβάνου, συμφύτου ῥίζης, ὀποῦ συκαμίνης ἀνὰ δραχ. π΄. οἰνάνθης ξηρᾶς, κενταυρίου ἀνὰ λίτραν μίαν, κηροῦ δραχ. μ΄. ἰοῦ, ὀποπάνακος, στύρακος, ὀποῦ μήκωνος, μανδραγόρου χυλοῦ, σμύρνης, ἀλόης, χαλβάνης, χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ δραχμὰς ιβ΄. ὄξους ξέστας γ΄. ἐλαίου κικίνου λίτραν μίαν· σκεύαζε καθὰ προείρηται καὶ εἰς οἶνον Ἰταλικὸν ἐξέρα, καθάπερ ἐπὶ τῆς Μοσχίωνος καταγματικῆς πεποιήκαμεν.

[Περὶ τῶν ἰδίως κεφαλικῶν ὀνομαζομένων ἐμπλάστρων.] Ὀνομάζειν εἰώθασι κεφαλικὰς ἐμπλάστρους ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων ὅσα μέχρι διπλόης ἐγένετο

542
χρώμενοι. δύναμις δ’ αὐτῶν καὶ λεπίδας ὀστῶν ἀναφέρειν καὶ ἀνάγειν θρέμματα, κατά τε τὴν κεφαλὴν καὶ τἄλλα τοῦ σώματος ὀστᾶ. τινὲς δὲ καὶ κοινῷ γένει καὶ ταύτας ὀνομάζουσι καταγματικάς. εἰσὶ δὲ τῶν ἰδίως καταγματικῶν ὀνομαζομένων ἰσχυρότεραι. τὸ μὲν γὰρ ῥυπτικόν τε καὶ ξηραντικὸν αἱ καταγματικαὶ καλούμεναι παρ’ αὐτῶν ἔχουσιν. αὗται δὲ καὶ δριμύτητά τινα προσειλήφασιν, δυναμένην ἐκ τοῦ βάθους ἐπισπάσασθαι πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, οὐκ ὀστᾶ μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον αὐτῶν ὑγρόν τι παχὺ καὶ γλίσχρον ἢ ὅλως μοχθηρόν. ἐμνημόνευσε δὲ τῶν τοιούτων ἐμπλάστρων ὁ Ἀσκληπιάδης ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων, ἅτινα γέγραπται κατὰ τὸ δ΄. ὑπόμνημα ταύτης τῆς πραγματείας ἐπεὶ δὲ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν καὶ πρὸς τὰ χειρώνιά τινα αὐτῶν ἁρμόττειν ἔφασκεν, ἥν τε γὰρ αὐτὸς ἐπιγράφει Δηϊλέοντος κεφαλικὴν, καὶ μετὰ ταύτην τὴν μελάγχλωρον κεφαλικὴν, καὶ μετὰ ταύτας Φιλώτου κεφαλικὴν, εἶτα καὶ τὴν ἴσιν, ἣν καὶ αὐτὴν κεφαλικὴν ὀνομάζει, καὶ ἄλλας τινὰς τοιαύτας ἐκ τούτου τοῦ γένους 
543
ἡγητέον εἶναι, διὸ καὶ νῦν οὐκέτι παρεθέμην αὐτὰς, ἀλλ’ ἐπὶ τὰς ὑπὸ τῶν ἄλλων ἰατρῶν γεγραμμένας καταγματικάς τε καὶ κεφαλικὰς μεταβήσομαι, προειρηκὼς ἑκατέρων τὴν καθόλου δύναμιν. ἐξ ὧν δὲ καὶ ἔμπροσθεν καὶ κατὰ ταύτην τὴν πραγματείαν εἶπον, ἔν τε τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀναμιμνησκομένους ὑμᾶς χρὴ γνωρίζειν ὅτι γενναιότεραι τῶν καταγματικῶν εἰσιν ἃς ἐπιγράφουσι κεφαλικάς. καὶ διὰ τοῦτο μετὰ κηρωτῆς σαρκοῦν πεφύκασιν, ὥστε καὶ ταῖς σαρκωτικαῖς καθ’ ἕτερον τρόπον ὁμογενεῖς πώς εἰσιν. ἐκλυθεῖσαι γὰρ τῇ κηρωτῇ τὴν δύναμιν ἔμμοτοι σαρκωτικαὶ γίνονται προσβληθέντος δηλονότι ποτὲ μὲν ἐλαίου, ποτὲ δὲ ῥοδίνου, ποτὲ ἄλλου τινὸς τοιούτου.

[Περὶ ὧν Ἥρας ἔγραψε καταγματικῶν τε καὶ κεφαλικῶν.] Πρώτην μὲν τῶν τοιούτων ἐμπλάστρων ὁ Ἥρας ἔγραψε τὴν ἴσιν ὀνομαζομένην, ἱκανῶς πολύχρηστον φάρμακον. ἐφεξῆς δὲ τὴν διὰ τῶν βοτανῶν, ᾗ καὶ αὐτῇ πολυχρήστῳ οὔσῃ μαρτυρεῖ τὸ κεφαλικὴν ὑπάρχειν. ἀλλὰ καὶ ἡ διὰ σκίλλης ἐφεξῆς γεγραμμένη τὴν αὐτὴν ἐπαγγελίαν ἔχει

544
τῶν πολυχρήστων ἱκανῶς φαρμάκων οὖσα. καὶ μέντοι καὶ μετὰ ταύτας ἄντικρυς ἑτέραν ἔμπλαστρον γράφων, οὕτως κατὰ λέξιν φησί. ἄλλη κεφαλικὴ ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ κατάγματα, ἀνάγει ὀστᾶ εὐχερῶς καὶ λεπίδας ἀφίστησι. καὶ τὰ λοιπὰ δὲ πάντα ποιεῖ ὅσα καὶ ὁ πρὸ ταύτης τροχίσκος. ♃ λεπίδος ἐρυθροῦ χαλκοῦ δραχ. κε΄. στυπτηρίας δραχ. κ΄. ἀριστολοχίας δακτυλίτιδος δραχ. κ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κε΄. λιβάνου δραχ. κε΄. σμύρνης δραχ. ιβ΄. στέατος ταυρείου λίτρας δ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης λίτρας δ΄. πιτυΐνης ξηρᾶς λίτρας δ΄. ἐλαίου κοτύλην α΄. ὄξους τὸ ἀρκοῦν· τὰ ξηρὰ λειοτρίβει ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐφ’ ἱκανὰς ἡμέρας τὸ ἀμμωνιακὸν προβρέξας εἰς ὄξος ἐπίχει, τελευταῖον τὰ τηκτὰ ἐξυσμένα καὶ ἑνώσας χρῶ. ἔν τισιν ἀντιγράφοις προσγέγραπται ἐλαίου παλαιοῦ. ἐπεὶ δὲ ταύτην αὐτὴν τὴν ἔμπλαστρον ἔφη ποιεῖν ὅσα καὶ ὁ πρὸ αὐτῆς τροχίσκος, ἔδοξέ μοι κᾀκείνου τὴν σύνθεσιν ὑπογράψαι, κατὰ τὴν αὐτοῦ τοῦ Ἥρα λέξιν οὕτως ἔχουσαν. τροχίσκος κεφαλικὸς τριμίγματος, ποιῶν ἐπὶ τῶν ἐν κεφαλῇ καταγμάτων καὶ πρὸς
545
φύματα καὶ σύριγγας, ποδάγρας, πώρους, ἰσχιάδας. ♃ γῆς ἐρυθριάδος μνᾶς β΄. ἄλλ’. ιβ΄. λεπίδος ἐρυθροῦ χαλκοῦ μνᾶς δ΄. ἰχθυοκόλλης Ποντικῆς μνᾶς δ΄. ἐν δὲ τοῖς Ἥρα βιβλίοις εὑρίσκεται μνᾶ α΄. λέανον ἰδίᾳ τὴν ἐρυθριάδα καὶ τὴν λεπίδα, εἶθ’ ὁμοῦ παράχει ὄξος δριμὺ, ὡς ἔχειν μέλιτος πάχος καὶ λειοτρίβει, ἀναξηραινομένοις δὲ ὄξος παράχει. τοῦτο ποίει ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐφ’ ἡμέρας κ΄. ἔπειτα λαβὼν τὴν ἰχθυοκόλλαν θλάσον ἐπιχέας ὄξους κοτύλην α΄. τῆκε ἐπὶ μαλακῷ πυρὶ, εἶτα ἐπίβαλλε τὴν γῆν καὶ τὴν λεπίδα καὶ κατέρας εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ θείς εἰς ἥλιον ἐπὶ ἡμέρας η΄. κίνει δὶς τῆς ἡμέρας, ἕως ἂν παγῇ, εἶτ’ ἐξαίρων κατὰ μικρὸν τρῖβε ἐν θυείᾳ, ὄξος παραχέων μέχρι συσταθείη, εἶτα ἀνάπλασσε τροχίσκους καὶ κολλούρια ἀνισομήκη καὶ ἀνισοπαχῆ, καὶ ψύξας ἀπόθου. καὶ ἐπὶ τῆς χρείας πρὸς ἓν μέρος τοῦ φαρμάκου μετ’ ὄξους λελειοτριβημένου, τρία μέρη κηρωτῆς ῥοδίνης μίσγε καὶ χρῶ πλατύσματι, εἶτα σπληνίῳ ἐπὶ τῶν ἐν κεφαλῇ καὶ ἄνωθεν μίσγε ἐρίοις ῥυπαροῖς ἐξ ὄξους. ἐπὶ δὲ τῶν συρίγγων τοῦ κολλουρίου
546
κατατεθέντος, σπλήνιον ἐκ τούτου σὺν κηρωτῇ ἄνωθεν ἐπίῤῥιπτε. ἄλλη πολύχρηστος. ἔγραψε δὲ καὶ ἄλλην πολύχρηστον ἔμπλαστρον, ἣν καὶ ἁρμόττειν φησὶ πρὸς κατάγματα. λέγει δὲ περὶ αὐτῆς κατὰ λέξιν οὕτως. πρὸς τὰ μετὰ τραύματος καὶ χωρὶς τραύματος ἐπὶ τῶν κώλων κατάγματα καὶ λειπουργίας καὶ κόλπους. πίσσης ξηρᾶς μνᾶ α΄. λιθαργύρου μνᾶ α΄. μάννης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶ α΄. κηροῦ τοῦ Τυῤῥηνικοῦ μνᾶς δ΄. ὀποπάνακος δραχ. η΄. ἰοῦ ξυστοῦ μνᾶς ιστ΄. κυπρίου χαλκοῦ μνᾶς ἑκκαιδέκατον, χαλβάνης δραχ. α΄. τερμινθίνης μνᾶς ἥμισυ, κίκεως ἢ ἐλαίου παλαιοῦ κοτύλην α΄. ὄξους κοτύλης ἥμισυ καὶ τριώβολον. τὴν λιθάργυρον καὶ τὸ ἔλαιον καὶ τὸ στέαρ ἕψε ἐπὶ μαλακοῦ πυρὸς, εἶθ’ ὅταν μεταβάλλῃ τὴν χρόαν, ἀπόδος πίσσαν, ῥητίνην, χαλβάνην, ἔπειτα ἕως ἕως συστῇ καὶ τότε ὑφελὼν τὸ πῦρ καὶ ἐάσας μικρὸν ψυγῆναι τὴν μάνναν, εἶτα τὸν ὀποπάνακα καὶ τὸν ἰὸν τετριμμένον σὺν ὄξει καταχέων εἰς τὴν χύτραν καὶ ἐπὶ βραχὺ ἑψήσας, ὅταν ἔχῃ καλῶς, ἆρον.
547
χρώμεθα τῇ δυνάμει ψυχρὸν ἐπαντλοῦντες θέρους, χειμῶνος δὲ τὸν πάγον ἀφαιροῦντες. ἐπειδὰν δὲ βουλώμεθα τὸ φάρμακον ποιῆσαι ἁπαλώτερον ἢ τάχιον ὀστέον ἀποστῆσαι, ἀνίεμεν αὐτὸ μυελῷ μοσχείῳ. ἐν τούτῳ τῷ φαρμάκῳ ὁ Ἥρας δῆλός ἐστι τὴν μνᾶν ιστ΄. οὐγγιῶν βουλόμενος εἶναι. οὐ γὰρ ἂν ἑκκαιδέκατον ἐγεγράφει μνᾶς, εἰ μὴ τοῦτ’ ἐβούλετο. ἄλλη. καὶ μετὰ ταύτην ἐφεξῆς ἑτέραν ἔμπλαστρον ὁμοίας ἐπαγγελίας ᾧδέ πως ἔχουσαν ἔγραψεν ὁ Ἥρας· ἀφλέγμαντος πρὸς τὰ νύγματα καὶ κατάγματα. ταύτῃ πολλάκις καὶ ἐπὶ ἐξαρθρημάτων αὐθήμερον ἐχρησάμεθα καὶ καταγμάτων ἐπί τε λυγισμάτων τῶν περὶ σφυρὰν ἢ γόνυ. διαφορεῖ δὲ καὶ τὰ ἀργὰ ὑγρὰ τὰ περὶ γόνατα ἀνιστάμενα ἄκρως καὶ μάλιστα εἰ προκαταπλασθείη τὰ μέρη πρὸ δύο ἤ τριῶν ἡμερῶν ὀροβίνῳ ἀλεύρῳ, ὀξυμέλιτι πεφυραμένῳ καὶ καθόλου πρὸς πᾶν σπάσμα καὶ ῥῆγμα ποιεῖ, δαιμονίως γάρ ἐστιν ἀφλέγμαντος. ♃ λιθαργύρου δραχ. κε΄. ἀσφάλτου ξηρᾶς δραχ. ρ΄. πίσσης ξηρᾶς δραχ. ν΄. κηροῦ δραχ. ν΄. ῥητίνης πιτυΐνης δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος 
548
δραχ. ιε΄. στυπτηρίας σχιστῆς δραχ. ιε΄. ἰοῦ δραχ. ιε΄. προπόλεως δραχ. ιε΄. ἐλαίου παλαιοῦ λίτρας γ΄. ἕψε λιθάργυρον ἐλαίῳ καὶ ὅταν ἄρξηται συστρέφεσθαι, ἐπίβαλλε ἄσφαλτον καὶ ἕψε μέχρις οὗ αὕτη καλῶς τακῇ, τήκεται γὰρ χρόνῳ εἶτα πίσσαν, εἶτα ῥητίνην, κηρὸν, ἀμμωνιακὸν, πρόπολιν. ἕκαστον δ’ αὐτῶν ἀποδίδου συστρέφων καὶ ὑποσπῶν τὸ πῦρ. ἀμολύντων δ’ ὄντων, ἰὸν, σχιστὴν καὶ ἐνδοὺς ζέμα, κατάχει εἰς λεκάνην ψυχρὸν ἔχουσαν. ταύτῃ μετὰ τὸ πωρωθῆναι τὸ λοιπὸν κάταγμα, σκινδαλμῶν ἐμπλεόντων πλεόνων ἐχρησάμεθα καὶ ἐν ὀλίγαις ἡμέραις εἰς τοῦτο περιήγαγεν, ὥστε τὸν πῶρον περιελεῖν καὶ τοὺς σκινδαλμοὺς, λίαν ἐστὶ πολύχρηστος. καὶ μετὰ ταύτην ἄλλην ἐφεξῆς ὁμογενῆ ταῖς προειρημέναις ἐμπλάστροις ὁ Ἥρας ᾧδέ πως ἔγραψεν. ἔμπλαστρος καταγματικὴ καὶ πρὸς ὑδρωπικούς. ♃ πίσσης ξηρᾶς μνᾶν α΄. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ, ὀποῦ συκομόρου κοτύλην α΄. λιθαργύρου μνᾶν α΄. λιβάνου μνᾶν α΄. χαλβάνης δραχ. η΄. τερμινθίνης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶν α΄. κηροῦ μνᾶν
549
μίαν, ὀποπάνακος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. η΄. κίκεως ἀδόλου κοτύλας δ΄. ὄξους δριμέος κοτύλην α΄. ἕψεται πραέως ἡ λιθάργυρος καὶ ὁ λίβανος σὺν τῷ κικίνῳ καὶ τῷ στέατι, εἶτα πίσσα προσβάλλεται κηρὸς, ῥητίνη, χαλβάνη κεκαθαρμένη καὶ μικρῷ ὄξει ἀνιεμένη. τοῦ δὲ λοιποῦ ὄξους μίγνυται τὸ μὲν τρίτον μέρος τῷ ἰῷ, τὸ δὲ δίμοιρον τῷ ὀποπάνακι, καὶ ταῦτα προσεμβάλλεται. ἐν ἑτέρῳ δὲ λοπαδίῳ ὑγρὰ πίσσα καὶ ὁ τῆς συκομόρου ὀπὸς καὶ ὁ τοῦ κίκεως ὅσον ὄγδοον μέρος, ἵνα μὴν ὁ ἰὸς συστραφῇ, εἶτα ἕψεται μετρίως ὅσον ἡνῶσθαι· ὅταν δὲ καλῶς ἑνωθεὶς εἶναι δόξῃ, εἰς οἶνον ἀποτίθεται τὸ φάρμακον. ταύτῃ πολλῶν περιεγενόμεθα ὑδρωπικῶν, ἐπιῤῥίπτοντες αὐτὴν καὶ ἄγοντες ἀπεριέργως καὶ μόνον εὐπεψίας προνοούμενοι. ὅταν μέντοι πολλῆς προκοπῆς οἱ πάσχοντες αἴσθωνται, μεταβαίνομεν ἐπὶ τὴν ὑπογεγραμμένην αὐτῇ δι’ ἁλῶν.

[Καταγματικὴ Ἀνδρομάχου.] Πρώτην δὲ τῶν καταγματικῶν ὁ Ἀνδρόμαχος ὡδί πως ἔγραψε. καταγματικὴ ᾗ χρῶμαι συνεχῶς. λιθαργύρου μνᾶ α΄. πίσσης μνᾶ α΄.

550
κηροῦ μνᾶ α΄. στέατος ταυρείου μνᾶ α΄. λιβάνου μνᾶ α΄. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ, ὁποῦ συκαμίνου κοτύλη α΄. τερμινθίνης μνᾶ α΄. ὀποπάνακος δραχ. η΄. χαλβάνης δραχ. η΄. ἰοῖ δραχ. η΄. κίκεως κοτύλη α΄. τινὲς καὶ βουτύρου μνᾶ α΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κε΄. ἐν οἴνῳ αὐστηρῷ. μετὰ ταύτην ἑτέραν οὑτωσὶ γράφει. ἄλλη καταγματική. λιθαργύρου μνᾶ α΄. κηροῦ μνᾶς ἥμισυ, οἱ δὲ τέταρτον, πίσσης μνᾶ α΄. τερμινθίνης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶ α΄. ὀποπάνακος δραχ. η΄. ἰοῦ δραχ. η΄. χαλβάνης δραχ. η΄. οἱ δὲ στ΄. κίκεως κοτύλη α΄. ὄξους ἴσον. Γάλλος ἐνέβαλλε σχιστῆς δραχ. ιβ΄. χρυσοκόλλης δραχ. ιβ΄. ἄλλην ἐπὶ ταῖς προειρημέναις καταγματικὴν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. μέλαινα καταγματική. ♃ λιθαργύρου δραχ. σ΄. ἀσφάλτου δραχ. σ΄. πίσσης δραχ. ρ΄. κηροῦ δραχ. ρ΄. σχιστῆς δραχ. λ΄. προπόλεως δραχ. λ΄. τερμινθίνης δραχ. ν΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. κδ΄. ἰοῦ ξυστοῦ δραχ. ι΄. ἐλαίου ξε. δ΄. οἱ δὲ ξε. β΄. οἱ παλαιοὶ καὶ λίθου πυρίτου δραχ. ξ΄. αὗται μὲν οὖν ἐφεξῆς ἐγράφησαν ὑπὸ τοῦ Ἀνδρομάχου. χωρὶς δὲ τούτων
551
ἐν ταῖς χλωραῖς ὑστάτη γέγραπταί τις ἔμπλαστρος οὕτως. ἄλλη χλωρὰ κεφαλικὴ ἐκ τῶν Ἀφροδᾶ ♃ λεπίδος δραχ. μ΄. γῆς ἐρετριάδος δραχ. κ΄. ἀριστολοχίας δραχ. λ΄. ἰχθυοκόλλης δραχ. ιστ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. ιβ΄. μίσυος δραχ. ιβ΄. σμύρνης δραχ. ιβ΄. λιβάνου δραχ. λστ΄. χαλκοῦ κεκαυμένου δραχ. ιστ΄. στυπτηρίας σχιστῆς δραχ. ιβ΄. καὶ στρογγύλης δραχ. ιστ΄. βρυωνίας δραχ. ιβ΄. χαμαιλέοντος μέλανος δραχ. ιβ΄. ῥητίνης κεκαυμένης δραχ. ιη΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιη΄. λιθαργύρου δραχ. ιβ΄. ἐν ἄλλῳ εὗρον θείου ἀπύρου, Ἰλλυρίδος ἀνὰ δραχ. ιβ΄. χαλκάνθης δραχ. ιβ΄. χολῆς ταυρείας κοτύλης ἥμισυ, ὄξους χοέα α΄. ὑπὸ κύνα τροχίσκους ποίει ἀνὰ δραχ. δ΄. μίσγε κηροῦ δ΄. ὄξους κοτύλας στ΄. ἐλαίου κοτύλας στ΄.

[Περὶ τῶν κολλητικῶν ἐμπλάστρων. Ἔνιοι ταύτας ἐναίμους τε καὶ τραυματικὰς ὀνομάζουσιν. ἔργον δ’ αὐτῶν ἐστι, συμφῦσαί τε καὶ κολλῆσαι τὰς διῃρημένας σάρκας, ὡς εἰς τὴν ἀρχαίαν ἕνωσιν ἀχθῆναι τὸ μόριον. οὐ μόνον δὲ τὰ ἔναιμα κολλᾶται παραχρῆμα τῆς διαιρέσεως ἔτι

552
ῥέον τὸ αἷμα σπογγιζόντων ἡμῶν, εἶτα ῥαφαῖς ἢ ἀγκτῆρσιν συναγόντων, ἀλλὰ καὶ κόλπους παλαιοὺς ἀφλεγμάντους τε καὶ καθαροὺς πρῶτον ἐργασάμενοι διὰ φαρμάκων ἐπιθέσεως, ἑνοῦμέν τε καὶ συμφύομεν. εἴρηται δὲ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ὅτι ἀφαιρετικὸν μὲν ῥύπου φάρμακον πρώτως τε καὶ καθ’ ἑαυτὸ λέγεται, σαρκωτικὸν δὲ καὶ κολλητικὸν δευτέρως. οὐ γὰρ ὡς αὐτὸ σαρκοῦν ἢ συμφῦον, οὐδ’ ὡς οὐκ ὄντων τούτων φύσεως μόνης ἔργων, ἀλλ’ ὅτι τοιούτων ἐπιτιθεμένων φαρμάκων σαρκοῦταί τε καὶ συμφύεται τὰ ἕλκη, τὴν προσηγορίαν ταύτην ἔλαβε. ἔργον δ’. αὐτῶν ἴδιόν ἐστιν, ἀπέριττον ἐργάσασθαι τὸ πεπονθὸς μόριον, ὡς μὴ κωλύοιεν οἱ ἰχῶρες αὐτοῦ τὴν σάρκωσιν ἢ τὴν κόλλησιν. ἐδείχθη δὲ ὅτι ξηραντικώτερα τῶν σαρκωτικῶν ἐστὶ τὰ συμφυτικὰ, καὶ ὡς τὰ μὲν σαρκωτικὰ ῥυπτικῆς δυνάμεώς ἐστιν ἀδηκτοτάτης, τὰ κολλητικὰ δὲ οὐ πάντως ῥυπτικῆς, ἀλλὰ χρὴ μόνον αὐτοῖς ξηραντικοῖς ὑπάρχειν. ἐπεὶ δὲ καὶ τὰ τὴν οὐλὴν ἐργαζόμενα φάρμακα πολὺ 
553
τούτων ἐστὶ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἱκανῶς, διωρίσθω καὶ τούτων τὰ κολλητικά τε καὶ συμφυτικὰ, τῷ μετριώτερον ξηραίνειν. ὅρος δὲ τῶν μὲν κολλητικῶν μηδεμίαν ἐᾶσαι μεταξὺ τῶν κολληθησομένων ὑγρότητα γενέσθαι· τῶν δ’ ἐπουλωτικῶν οὐ τοῦτο μόνον. ἀλλὰ καὶ τὴν οὖσαν ἐν τοῖς ἐπουλωθησομένοις ἐκδαπανᾷν καὶ προσέτι τυλοῦν καὶ σκληρύνειν τῆ στύψει. τὰ σαρκωτικὰ δὲ τὸ μὲν εἰς ἀνάθρεψιν ἐπιτήδειον αἷμα φυλάττει, κατά τε ποσότητα καὶ ποιότητα, τοσοῦτόν τε καὶ τοιοῦτον, ὁπόσου καὶ ποίου δεῖται πρὸς τὴν τῆς σαρκὸς γένεσιν ἡ φύσις. καθαρὸν δὲ φυλάττει τὸ ἕλκος, εἰ μὲν παρέλαβεν αὐτὸ τοιοῦτον ἀδηκτότατον, εἰ δὲ ῥύπον ἔχον, ἀναγκαῖον μὲν αὐτὸ ῥυπτικὸν εἰς τοσοῦτον εἶναι κατὰ τὴν ἑαυτοῦ δύναμιν, εἰς ὅσον ἥκει πάχους ὁ ῥύπος. ἀναγκαῖον δὲ καὶ δάκνειν καὶ διαβιβρώσκειν τὴν νεοπαγῆ σάρκα. δῆλον οὖν ὅτι τοιοῦτον ὄν οὐ σαρκώσει τὸ ἕλκος οὐδὲ πληρώσει τὴν κοιλότητα τῆς σαρκὸς, ἀλλὰ συντήξει τε καὶ μειώσει καὶ διὰ τοῦτο τὰ ῥύπου πολλοῦ
554
καθαρτικὰ φάρμακα, περὶ ὧν ἔμπροσθεν εἶπον, οὐκ ἀεὶ δύναται σαρκοῦν, ἀλλ’ ὅταν ἤτοι δι’ ἐλαίου πλείονος ἢ ῥοδίνου τακέντα, καθάπερ τό τε ἐλαιῶδες καὶ τὸ διὰ χάρτου, κολασθῇ τὸ σφοδρὸν τῆς ῥύψεως ἢ διὰ κηρωτῆς μίξεως ἄδηκτα γίγνηται. τοιαῦται δὲ πολλαὶ τῶν πολυχρήστων δυνάμεών εἰσιν, ὡς ἥ τε τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις. ὁ μὲν οὖν σκοπὸς ἑκάστου τῶν τοιούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λέλεκται γράμμασιν· ἡ δὲ ὕλη τῶν δυνάμεων ἡ μὲν ἁπλῆ δι’ ἑτέρας πραγματείας ἔμπροσθεν, ἡ σύνθετος δὲ διὰ τῆς νῦν ἐνεστώσης λέγεται. καὶ πρώτης γε ἐν αὐτῇ μεμνῆσθαι χρὴ τῆς τῶν θεραπευομένων σωμάτων φύσεως. τὰ μὲν ὑγρὰ καὶ διὰ τοῦτο μαλακὰ, καθάπερ τὰ τῶν γυναικῶν καὶ παιδίων εὐνούχων τε καὶ γυναικείως βιούντων, ἀσθενεστέρων δεῖται φαρμάκων, τὰ δὲ τῶν ἀνδρῶν, καὶ μάλισθ’ ὅσοι δι’ ἐνεργειῶν ἀνδρικῶν καὶ ἡλίου σκληρὰν εἰσήγοντο τὴν ἕξιν τοῦ σώματος, ὑπὸ τῶν ἀσθενῶν οὐδὲν ὠφελεῖται. διὰ τοῦτ’ οὖν οὐδὲ τὰ κολλητικὰ κοινὰ τῶν σωμάτων ἑκατέρων ἐστὶν, ἀλλ’ ὅσα μὲν διὰ λιθαργύρου καὶ ἐλαίου
555
σκευάζεται καὶ ὄξους, περὶ ὧν ἐν τῷ πρώτῳ λόγῳ διῆλθον, ἀσθενοῦς καὶ μαλακῆς σαρκός ἐστι κολλητικά· τὰ δὲ δι’ ἀσφάλτου καὶ ἰοῦ καὶ λεπίδος, ἀλόης τε καὶ σμύρνης, ἰσχυρᾶς τε καὶ σκληρᾶς. ἔστι μὲν οὖν ἡ ἄσφαλτος αὐτὴ καθ’ ἑαυτὴν ἐν τῷ σκοπῷ τούτων τῶν δυνάμεων, ἀλλ’ οὐχ οἷόν τε χρῆσθαι μόνῃ μετ’ ἐλαίου τήξαντα, ψαθυρωτέρα γάρ ἐστιν ἢ ὡς ἐμπλαστρῶδες ἐργάσασθαι φάρμακον. ἵν’ οὖν ἔμπλαστρος γένηται, κηροῦ καὶ ῥητίνης αὐτῇ μίγνυμεν, ὑφ’ ὧν πάλιν ἐκλυθησομένην αὐτῆς δύναμιν εἰδότες, ἐνίοτε μὲν χαλκὸν ἢ λεπίδα χαλκοῦ, πολλάκις δὲ ἀλόην ἢ σμύρναν ἢ συνελόντι φάναι τῶν ξηραινόντων τι φαρμάκων οὐκ ἀγεννῶς μίγνυμεν.

[Αἱ δι’ ἀσφάλτου βάρβαροι.] Πρώτας κᾀνταῦθα παραθήσομαι τὰς ὑπὸ Ἀνδρομάχου γεγραμμένας αὐτῇ τῇ ἐκείνου λέξει. βάρβαρος ᾗ χρῶμαι. ♃ κηροῦ δραχ. σ΄. πίσσης δραχ. σ΄. ῥητίνης δραχ. σ΄. ἀσφάλτου δραχ. σ΄. λιβάνου δραχ. κδ΄. ἐλαίου κοτύλην α΄ ἄλλη. ♃ πίσσης λίτρας β΄. ἀσφάλτου λίτραν α΄. κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος. γο στ΄. μάννης γο στ΄. ψιμυθίου

556
γο γ΄. ἐλαίου κοτύλης S". ὄξους κοτύλας δ΄. ταύτην Ἀφροδᾶς ἐθαύμασεν. μέλαινα ἄλλη. ♃ πίσσης ξηρᾶς λίτραν α΄. ῥητίνης ξηρᾶς λίτραν α΄. ἀσφάλτου λίτραν α΄. ψιμυθίου γο στ΄. μάννης, χαλκάνθης, ἰοῦ ξυστοῦ ἀνὰ οὐγγίας γ΄. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλη ἐκ τῶν Γάλλου. ♃ στέατος αἰγείου δραχ. λ΄. ἰοῦ δραχ. η΄. κηροῦ δραχ. ν΄. ἀριστολοχίας δραχ. κε΄. ἀσφάλτου δραχ. κε΄. πίσσης δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. χαλβάνης δραχ. ιβ΄. ἥμισυ, σιλφίου δραχ. η΄. ἄλλ’. κ΄. μάννης ιβ΄. σκεύαζε. ἄλλη ἡ καλουμένη ἀνίκητος. ♃ κηροῦ δραχ. ρ΄. στέατος ταυρείου δραχ. λ΄. ἀσφάλτου δραχ. κε΄. πίσσης δραχ. κε΄. τερμινθίνης δραχ. κε΄. νίτρου δραχ. κβ΄. ἥμισυ, ἀριστολοχίας δραχ. ιβ΄. χαλβάνης δραχ. η΄. σμύρνης δραχμὰς ιη΄. λιβάνου δραχ. ιβ΄. ἥμισυ, ἀμμωνιακοῦ δραχμὰς η΄. ἀμώμου δραχμὰς η΄. καρδαμώμου δραχ. ιβ΄. ὀποπάνακος δραχμὰς η΄. μυελοῦ ἐλαφείου δραχ. ιε΄. ἰοῦ δραχ. ιβ΄. ἀλόης δραχμὰς η΄. βδελλίου δραχ. ιστ΄. ἐλαίου κοτύλας β΄. ἐγὼ δὲ ἔβαλλον προπόλεως δραχμὰς ιβ΄.

557

[Ἄλλη ἔναιμος Ἰουλιανοῦ.] ♃ Λιθαργύρου δραχ. ν΄. ἀσφάλτου δραχμὰς ν΄. κηροῦ δραχ. ν΄. πίσσης βρυτίας δραχμὰς ν΄. ῥητίνης φρυκτῆς δραχ. ιε΄. λεπίδος χαλκοῦ δραχ. ιβ΄. λιβάνου δραχμὰς ιδ΄. χαλβάνης δραχ. η΄. χαλκίτεως δραχμὰς δ΄. ἀλόης δραχ. στ΄. κηκίδος δραχ. δ΄. σμύρνης δραχμὰς δ΄. ἀριστολοχίας μακρᾶς δραχ. στ΄. ἀριστολοχίας στρογγύλης δραχμὰς δ΄. ἐλαίου παλαιοῦ κοτύλας δ΄. ἐγὼ δὲ ἐλαίου κοτύλας γ΄.

[Βάρβαρος Ἥρα.] Ἣν Ἥρας ἔγραψε βάρβαρον οὕτως. μέλαινα ἔμπλαστρος ἔναιμος πρὸς τὰς ἀξιολόγους διαιρέσεις καὶ μάλιστα πρὸς τὰς ἐν τῇ κεφαλῇ, πρὸς σύριγγας, κόλπους, κατάγματα. ἁρμόζει καὶ ἡπατικοῖς καὶ σπληνικοῖς, ἀφλεγμάντως κολλᾷ. ποιεῖ καὶ ἐπὶ νεύρων καὶ χόνδρων διακεκομμένων καὶ ὀστῶν, ἐπέχει δὲ παραδόξως καὶ αἷμα φερόμενον. ἔτι δὲ ποιεῖ πρὸς ὑποφορὰς καὶ κόλπους, κολλᾷ γὰρ μεγάλως καὶ ἐπὶ τῶν ἀποστημάτων κομισάμενος τὸ ὑγρὸν, ταύτην ἐπιτίθει. ἔστι καὶ ἴσχαιμος καλλίστη μάλιστα ἐπὶ τῶν αἷμα ἀναγόντων. ἐμπλάσας δὲ εἰς δέρματα δύο, ἓν μὲν 

558
ἐπὶ τὰ στήθη καὶ τὰς πλευρὰς ἐπιτίθει, ἕτερον δὲ ἐπὶ τὸ μετάφρενον, παραδόξως ἐπέχει τὸ αἷμα. ποιεῖ καὶ πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα, τὸ ὅλον ἀφλέγμαντος. αὕτη τὰς τραυματικὰς, ὡς ἡ πεῖρα δέδειχεν, ἐνίκησε. λῦε χειμῶνος δι’ ἡμερῶν ἑπτὰ, θέρους διὰ ε΄. ἐὰν δὲ ἐπείγῃ διὰ τριῶν. ♃ κηροῦ λίτραν μίαν, πίσσης λίτραν μίαν, ἀσφάλτου λίτραν μίαν, πιτυΐνης λίτραν μίαν, μάννης οὐγγίας στ΄. ψιμυθίου οὐγγίας δ΄. χαλκάνθης οὐγγίας δ΄. ὀποπάνακος οὐγγίας β΄. ἐλαίου ἡμιούγγιον, οἱ μὲν ἡμίμναν, οἱ δὲ ἡμίλιτραν, ὄξους κοτύλας β΄. κηρὸν, ἄσφαλτον, ἔλαιον, ὄξος ὀλίγον ὑπολειπόμενος, εἰς χύτραν καινὴν βαλὼν τῆκε, εἶτα ἐπίβαλλε τὴν πίσσαν καὶ τὴν ῥητίνην λεπτοκοπήσας ἐπιμελῶς. ὅταν ἡμίεφθος ᾖ, ἄρας τὴν χύτραν καὶ διαψύξας ποσῶς ἔμπασσε διηθημένον τὸ χάλκανθον λειωθὲν ὄξει, ἐκ τῶν δύο κοτυλῶν κατὰ μικρὸν, ἵνα μὴ ὑπερζέσῃ. ἐπὰν δὲ ἐκχέῃς, ἐλαφρῶς ὑπόκαιε κινῶν. ὅταν ἀμόλυντος ᾖ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἔγχει τὸν ὀποπάνακα πρὸ μιᾶς βεβρεγμένον εἰς μέρος τοῦ ὑπολειπομένου
559
ὄξους, ὥστε διαλυθῆναι, εἶτα ἔμπασον τὸ ψιμύθιον καὶ τὴν μάνναν ὁμοῦ ἐπιμελῶς λελειωμένα καὶ μικρὸν χλιάνας, ὡς ἑνωθῆναι φυλασσόμενος μὴ προσκαῇ ὀποπάναξ καὶ ἡ μάννα, κατάχει εἰς θυείαν καὶ ἐάσας ψυγῆναι, ἀναμαλάξας ἀπόθου καὶ χρῶ. δῆλον δ’ ὅτι καὶ τὰς ἄλλας βαρβάρους, ἃς ὅ τε Ἀνδρόμαχος ἔγραψε καὶ οἱ ἄλλοι, τὸν αὐτὸν τρόπον σκευάζειν προσῆκεν. ἔνιοι οὐκ ἐμβάλλουσι τῇ κακκάβῃ τὸν ὀποπάνακα, λειώσαντες δὲ μετ’ ὄξους ἐν θυείᾳ καταχέουσι τὰ τηκτά. σὺν αὐτῷ δὲ ἔνιοι, καθάπερ κᾀγὼ πολλάκις ἐποίησα, καὶ τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐν τῇ θυείᾳ προλειώσας μετ’ ὄξους ἐπιχέων τήξας τὰ τηκτά. πολλάκις δὲ τὸ χάλκανθον μόνον μετὰ τοῦ ὀποπάνακος λειώσας εἰς τὴν κακκάβην ἐμβαλὼν, τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐμπάσσων. ἄλλη βάρβαρος Ἥρα. ὁ μὲν Ἥρας ταύτης μόνης προὔγραψε τὸ βάρβαρος. ἐγὼ δὲ καὶ τὴν ἔμπροσθεν ὁμοίως ὠνόμασα, καίτοι μέλαιναν ὑπ’ αὐτοῦ κεκλημένην, ἐπειδὴ τὰς δι’ ἀσφάλτου βαρβάρους εἰώθασι καλεῖν οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν. αὐτὸς δὲ ὁ Ἥρας οὕτως
560
περὶ αὐτῆς ἔγραψε κατὰ λέξιν. βάρβαρος πρὸς τὰ νεότρωτα, κόλπους, κυνόδηκτα, ἀνθρωπόδηκτα, κονδυλώματα φλεγμαίνοντα, πρὸς τὰ ἐν ἄρθροις πάντα ἐν ἀρχῇ καὶ πρὸς ποδάγραν. ♃ κηροῦ μνᾶν α΄. πίσσης μνᾶν α΄. ῥητίνης φρυκτῆς μνᾶν α΄. ἀσφάλτου Ἰουδαϊκῆς μνᾶν α΄. λιθαργύρου δραχ. ι΄. ψιμυθίου δραχ. ε΄. ἰοῦ δραχ. ν΄. ὀποπάνακος δραχ. δ΄. ἐλαίου κοτύλην α΄. ὄξους κύαθον α΄. ἕψε κηρὸν, πίσσαν, ἄσφαλτον, ῥητίνην ἕως τακῇ, εἶτα τὰ λοιπὰ μετὰ τοῦ ἐλαίου λελειοτριβημένα ἔμβαλλε, καὶ βαστάσας καὶ μικρὸν διαψύξας ἐκ τοῦ ὄξους κατ’ ὀλίγον ἐπίσταζε. τοιοῦτος μέν τις ὁ τύπος τῶν βαρβάρων ἐμπλάστρων. ἐγὼ δέ τι προσθεὶς, ὡς αὐτὸς χρῶμαι, καταπαύσω τὸν περὶ αὐτῶν λόγον. εἰσὶ δὲ δύο, μία μὲν πρὸς τὰ μέγιστα τραύματα, ἄλλη δὲ πρὸς τὰ μικρότερα. τῆς μὲν οὖν πρὸς τὰ μέγιστα παραλαμβανομένης ἡ σύνθεσίς ἐστιν ἥδε.

[Βάρβαρος Γαληνοῦ.] ♃ Πίσσης λίτρας η΄. κηροῦ λίτρας στ΄. οὐγγίας η΄. πιτυΐνης λίτρας ε΄. οὐγγίας δ΄. ἀσφάλτου λίτρας δ΄. ἐλαίου λίτραν α΄. οὐγγίας σι΄. λιθαργύρου

561
καὶ ψιμυθίου καὶ ἰοῦ ἀνὰ δραχ. κδ΄. λιβανωτοῦ λίτρας ἥμισυ, στυπτηρίας ὑγρᾶς δραχ. ιβ΄. σχιστῆς οὐγγίας δ΄. ὀποπάνακος, λεπίδος, χαλβάνης ἀνὰ δραχ. ιβ΄. ἀλόης καὶ ὀπίου καὶ σμύρνης ἀνὰ δραχ. δ΄. τερμινθίνης οὐγγίας κδ΄. μανδραγόρου χυλοῦ δραχ. στ΄. ὄξους κοτύλας στ΄. αἵ εἰσι λίτραι ε΄. ἡ δὲ τῆς ἁπλουστέρας βαρβάρου συμμετρία τῇ συνθέσει ἐστὶν ἥδε. ♃ πίσσης, κηροῦ, ῥητίνης πιτυΐνης, ῥητίνης φρυκτῆς, ἀσφάλτου τῶν ε΄. τούτων ἀνὰ λίτραν α΄. λιθαργύρου δραχ. ι΄. ψιμυθίου δραχ. ε΄. ἰοῦ δραχ. ε΄. ὀποπάνακος δραχ. γ΄. ἐλαίου χειμῶνος οὐγγίας θ΄. θέρους οὐγγίας στ΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καταχεῖται λελειωμένων ἐν θυείᾳ μετ’ ὄξους δριμέος. ἐὰν δὲ ἀνωδυνώτερον εἶναι βουληθῇς τὸ φάρμακον, προσμίξεις ὑοσκυάμου χυλοῦ δραχ. α΄. ἥμισυ. καὶ ὀπίου δραχ. α΄.

562

Καὶ ταῦθ’ ὑμῖν τοῖς ἑταίροις ὑπομνήματα γράφω δι’ αὐτῶν τῶν ἔργων τῆς τέχνης ἐγνωκόσιν ὁπόσην ἔχει δύναμιν ἡ ἡμετέρα τῶν νευροτρώτων θεραπεία καὶ ὡς ἐσώθησαν ἅπαντες, οὔτε κυλλωθέντες οὔτε χωλωθέντες, ἃ τοῖς ἑτέρως θεραπευομένοις ἐθεάσασθε συμβαίνοντα, καθάπερ γε καὶ σπασθέντας ἐνίους ἢ σὺν ὀδύναις ἢ σηπεδόσιν ἢ πυρετοῖς ἀποθανόντας. εἰκὸς δὲ ἐκπεσεῖν καὶ εἰς. ἄλλους

563
τὰ ὑπομνήματα ταῦτα μὴ δυναμένους καλῶς χρῆσθαι τοῖς ἐγγεγραμμένοις, ἢ διὰ τὸ μὴ μεμαθηκέναι παρὰ διδασκάλου τὴν θεωρίαν τῆς ἰατρικῆς τέχνης, ἀλλὰ ὅλως ἀνεισάκτους τε καὶ ἀγυμνάστους εἶναι τὸ παράπαν ἢ διὰ τὸ κακῶς μεμαθηκέναι παραμένοντας τοῖς ἄνευ λόγου διὰ μόνης πείρας εὑρῆσθαι λέγουσι τὰ σύνθετα φάρμακα. καὶ γὰρ οὗτοι προφανῶς ἁμαρτάνουσι φιλονεικοῦντες. ἕτερον δὲ τρόπον οὐδὲν ἧττον αὐτῶν οἱ νομίζοντες οὐδὲν φάρμακον ἐξ ἐναντίων χρῆναι ταῖς δυνάμεσι. συντίθεσθαι τῶν ἁπλῶν; ἀλλὰ τούτους μὲν ἤλεγξε τὰ κατὰ τὸ πρῶτον ὑπόμνημα γεγραμμένα φάρμακα μεγάλας ἐπιδειξάμενα τὰς ἑαυτῶν δυνάμεις, ἐξ αὐτῶν τῶν τὴν σύνθεσιν ἐξ ἐναντίων ἐσχηκότων ἁπλῶν. οὐχ ἥκιστα δὲ καὶ κατὰ τὰ μέλλοντα γραφήσεσθαι μετὰ τοῦτο τὸ βιβλίον, ἐπιδείξομεν ἄριστα φάρμακα τὴν σύνθεσιν ἐξ ἐναντίων ταῖς δυνάμεσιν ἔχοντα. νυνὶ δὲ περὶ τῆς ἡμετέρας ἀγωγῆς, ἣν ἐπενοήσαμεν ἐπὶ τοῖς νευροτρώτοις, ὁ καθ’ ὅλον τουτὶ τὸ βιβλίον ἔσται μοι λόγος, ἐπιδεικνύντι πόσον πλῆθος φαρμάκων τὰς αὐτὰς δυνάμεις
564
ἐχόντων εὗρον, ἐκ τοῦ τόν γε καθόλου τρόπον τῆς θεραπείας ἐπινοῆσαι καὶ τὰς τῶν ἁπλῶν φαρμάκων ἐπίστασθαι δυνάμεις.

[Τίς ὁ καθόλου τρόπος ἐστὶ τῆς θεραπείας τῶν νευροτρώτων καὶ τίνα τὰ κατ’ εἶδος φάρμακα.] Ἐθεασάμην μὲν ἅπαντας τοὺς διδασκάλους τῇ καλουμένῃ συνήθως ἤδη τοῖς νεωτέροις ἰατροῖς ἐναίμῳ καὶ κολλητικῇ θεραπεύοντας ἀγωγῇ. κατ’ ἀρχὰς γὰρ ἐπιτιθέντες τι φάρμακον τῶν ἐναίμων καλουμένων, ἐπειρῶντο κολλᾷν τὰ χείλη τοῦ τραύματος. εἰ δὲ φλεγμήνειεν, ὕδατί τε κατήντλουν θερμῷ δαψιλεῖ παραχέοντες ἔλαιον, ἐπίπασμά τε προσέφερον ἄλευρον πύρινον ἡψημένον ἐν ὑδρελαίῳ. καὶ μέντοι καὶ τοὺς μονομάχους, ὅσοι τε κατὰ τῆς μύλης ἐτρώθησαν ἀνωτέρω τε ταύτης κατὰ τὸν πλατὺν καὶ λεπτὸν τένοντα θεραπευομένους ὑπ’ αὐτῶν ἑώρων ὡσαύτως. ἴσως δὲ ἄμεινον ᾖ εἰπεῖν οὐ θεραπευομένους, ἀλλ’ ἀπολλυμένους, ὀλιγοστοὶ γὰρ ἐξ αὐτῶν καὶ οὗτοι χωλούμενοι διεσώζοντο. καὶ μέντοι καὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ τενόντων, δι’ ὧν οἱ δάκτυλοι κάμπτονταί

565
τε καὶ ἐκτείνονται, παμπόλλους ἐθεασάμην ἤτοι θλασθέντας ἢ νυγέντας ἐλαχίστῳ νύγματι, σηπομένους οὕτως, ὡς ἐοικέναι τοῖς ἑψομένοις ἐν ὕδασι καὶ μάλιστα ἐπὶ πλέον. ὁμοίως γὰρ αὐτοῖς ἐκλύονταί τε καὶ μαλακύνονται κατὰ τὴν σύστασιν οἱ διὰ τῆς προειρημένης ἀγωγῆς θεραπευόμενοι. κατέγνων οὖν αὐτῆς, ὡς σηπούσης τὸ τετρωμένον μόριον. ἐπεὶ δὲ τὰ σηπόμενα πάντα προσεγίγνωσκον, ὑφ’ ὑγρότητός τε καὶ θερμότητος τοῦτο πάσχοντα, τὴν θεραπείαν ἔγνων χρῆναι διὰ τῶν ξηραινόντων καὶ ψυχόντων ποιεῖσθαι. πάλιν δ’ ἐννοήσας, ὡς τὸ ψυχρὸν ἀληθῶς ὑφ’ Ἱπποκράτους εἴρηται πολέμιον εἶναι τοῖς νεύροις, ἔγνων ἄριστον ἔσεσθαι φάρμακον ἐπὶ τῶν νευροτρώτων, ὅπερ ἂν ξηραίνῃ τε καὶ μέσως ἔχῃ τοῦ θερμαίνειν τε καὶ ψύχειν ἢ μὴ πολὺ τοῦ μέσου πρὸς τὸ θερμαίνειν ἀποκεχωρηκὸς εἴη. δύνασθαί γε μὴν καὶ θερμὸν ἱκανῶς εἶναι τὸ φάρμακον, ἐάν γε αὐτῷ τὸ ξηραίνειν ὑπάρχῃ. χωρὶς γὰρ ὑγρότητος οὐχ οἷόν τ’ ἐστὶ σήπειν τὸ θερμαῖνον. ἔτι δὲ πρὸς τούτοις κᾀκεῖνο προσεννοήσας, ὡς πολὺ διαφέροι γυμνῷ τῷ πεπονθότι μορίῳ προσφέρειν τὸ φάρμακον ἢ διὰ σωμάτων ἑτέρων
566
προκειμένων αὐτοῦ, προσήκειν ἔγνων ἑτέροις μὲν ἐπὶ γεγυμνωμένου τοῦ νεύρου χρῆσθαι φαρμάκοις, ἑτέροις δ’ ὅταν ᾖ νενυγμένον, ἀπαθῶν τῶν προκειμένων αὐτοῦ σωμάτων ὑπαρχόντων. ἔνθα μὲν γὰρ γυμνῷ τῷ νεύρῳ προσφέροι τις τὸ φάρμακον, ἐνταῦθα τὴν εἰρημένην ἔνδειξιν τῶν ὠφελησάντων φαρμάκων εἰλικρινῆ παραλαμβάνεσθαι προσῆκεν. τῶν δὲ προκειμένων μορίων ἀπαθῶν ὄντων, λεπτομερέστερον εὑρίσκειν χρὴ φάρμακον, ὅπως ἡ δύναμις αὐτοῦ μὴ προεκλύηται διὰ τῶν ἐν μέσῳ σωμάτων, ἀλλ’ εἰς τὸ βάθος ἀφίκηται. δύνασθαι δὲ τὸ τοιοῦτο φάρμακον, ἐὰν ἰσχυρῶς πεφύκῃ ξηραίνειν, ἔτι εἰ καὶ μὴ σύμμετρον εἴη, κατὰ θερμότητα καὶ ψυχρότητα μηδὲ ἀδικεῖν, ἀσθενεστέρας αὐτοῦ γιγνομένης τῆς κατὰ τὸ θερμαίνειν ἢ ψύχειν ἐνεργείας ἐν τῷ διεξιέναι τὰ προκείμενα μόρια τοῦ νευρώδους σώματος. εὑρημένου δὲ τοῦ σκοποῦ τῶν ὠφελησάντων φαρμάκων, ἐν τῷ λεπτομερεῖ τῆς οὐσίας αὐτῶν, ἐφεξῆς ἦν ἀναμιμνήσκεσθαι τῆς ὕλης. ἔγνωστο δ’ ἐν τῇ τῶν ἁπλῶν φαρμάκων ἐπισκέψει τὰ μὲν πλεῖστα τῶν θερμαινόντων λεπτομερῆ, τὰ 
567
δὲ πλεῖστα τῶν ψυχόντων παχυμερῆ. μόνως γὰρ ἐν αὐτοῖς μία ποιότης ἡ ὀξεῖα μετὰ λεπτομεροῦς οὐσίας γίνεταί ποτε, καὶ διὰ τοῦτο πάντων τῶν ψυχόντων λεπτομερέστερόν ἐστιν ὄξος τὸ δριμύτατον, ὃ καὶ θερμότητος βραχείας μετέχειν ἀποδέδεικται. τῶν δ’ αὖ θερμαινόντων ὀποὶ καλοὶ λεπτομερέστατοι τυγχάνουσιν ὄντες καὶ πᾶσιν ἀνθρώποις ἤδη γινώσκεται πρωτεύων αὐτῶν ὁ Κυρηναῖος, ἀλλὰ τούτου μὴ παρόντος καὶ τῷ Μηδικῷ χρώμεθα καὶ τοῖς μετ’ αὐτῶν ἀπὸ τῶν ἀνατολικῶν χωρίων κομιζομένοις, ὁποῖός ἐστι καὶ ὁ σαγαπηνὸς ὀνομαζόμενος. ἐκ ταὐτοῦ δὲ γένους ὑπάρχει τοῖσδε καὶ ὁ τοῦ εὐφορβίου κατὰ τὰ δυτικὰ μέρη τῆς οἰκουμένης γεννώμενος, εἴτ’ ὀπὸν αὐτὸν εἴτ’ ἄλλο τι καλεῖν ἐθέλοι τις. ἡμῖν δ’ ἀρκέσει καθ’ ὅλον τὸν λόγον εὐφόρβιον ὀνομάζειν τὸ φάρμακον τοῦτο, καθάπερ ἔθος ἤδη πᾶσίν ἐστιν. ἀλλὰ καὶ τῶν κατὰ τὴν ἡμετέραν χώραν γεννωμένων ὅ τε τοῦ πάνακος ὀπὸς καὶ οἱ τῶν τιθυμάλλων λεπτομεροῦς εἰσι δυνάμεως. καὶ μέντοι καὶ θερμαίνουσιν οἱ εἰρημένοι πάντες ὀποὶ γενναίως. ὁ δὲ τοῦ ὀποβαλσάμου λεπτομερὴς
568
ὤν καὶ αὐτὸς οὐ πάνυ θερμαίνει, λεπτομερῆ δ’ οὐσίαν ἔχει. καὶ τῶν γεωδῶν ὅ τ’ ἀφρὸς τοῦ νίτρου καὶ τὸ ῥᾳδίως ὕδατι λυόμενον ἀφρόνιτρον, ὡς ἐν γεώδεσι σώμασι δηλονότι ἀκουόντων ὑμῶν. ἐφεξῆς δ’ αὐτῶν ἐστι τὸ Βερενίκιον ὀνομαζόμενον νίτρον ἥ τ’ Ἀσία πέτρα. τὸ δ’ ἄνθος αὐτῆς ἁπάντων ἐστὶ τῶν γεωδῶν λεπτομερέστατον. ἐκ δὲ τῶν μεταλλευομένων ἀρσενικόν τε καὶ θεῖόν ἐστι λεπτομερῆ τε καὶ θερμά. τούτων δ’ ἐφεξῆς τὸ μίσυ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ χαλκῖτις ἔχοντά τι καὶ στύψεως, διὸ καὶ καυθείσῃ τῇ χαλκίτιδι χρώμεθα τὰ πολλὰ πρὸς τὰς τῶν λεπτομερεστέρων φαρμάκων συνθέσεις. ἄνευ δὲ τοῦ θερμαίνειν ἐπιφανῶς λεπτομερῆ μεταλλικὰ φάρμακα, σπόδιόν τε καὶ πομφόλυξ ἐστὶ καὶ τὸ καλούμενον ψωρικόν. λεπτομερὴς δὲ ἱκανῶς ἐστι καὶ ἡ χρυσοκόλλη. ἐν δὲ τοῖς χυλοῖς ἐμάθομεν εἶναι λεπτομερῆ δάφνινον μὲν ἅμα τῷ θερμαίνειν ἰσχυρῶς, ὡς πρὸς τὴν αἴσθησιν. οὐδὲν γὰρ ἧττον αὐτοῦ θερμαῖνον τῇ δυνάμει τὸ κέδρινον ἀπολείπεται τῇ κατὰ τὴν αἴσθησιν θερμότητι διὰ τὴν λεπτομέρειαν. ἐκ τούτου δὲ γένους ἐστὶ τῷ
569
κεδρίνῳ καὶ ἡ στακτὴ καλουμένη κονία. καὶ ταύτης αὐτῆς, ἥτις ἂν ἐξ ὕλης λεπτομεροῦς γένηται, καυθείσης, ὑπερβάλλει τῇ δυνάμει τὸ κέδρινον ἔλαιον. ἐκ μηλέας τε οὖν καὶ συκῆς καὶ μᾶλλόν γε τῆς ἀγρίας, ἣν ἐρινεὸν ὀνομάζουσιν, ἔκ τε τῶν τιθυμάλλων καιομένων τὴν τοιαύτην ἐργαζόμεθα κονίαν. ἄριστος δὲ τῶν τιθυμάλλων ὁ χαρακίας προσαγορευόμενος. ἐκ δὲ τῶν σιτηρῶν ὀνομαζομένων σπερμάτων λεπτομερέστατος μὲν ὁ ὄροβος, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς. ἡ δ’ αἶρα μετὰ τοῦ θερμαίνειν σαφῶς. ἡ κριθὴ δ’ οὐδ’ ὅλως θερμαίνει. μέσης δ’ ὕλης ἐν αὐτοῖς ἐστι τὰ πικρὰ ταῖς ποιότησι, τῶν μὲν πάνυ λεπτομερῶν ἀπολειπόμενα, παχυμερὲς δ’ οὐδὲν ἔχοντα. τινὰ δ’ αὐτῶν ἀποκεχώρηκε βραχὺ τῶν μέσων, τὰ μὲν ὡς ἐπὶ τὸ θερμαίνειν, τὰ δὲ ὡς ἐπὶ τὸ ψύχειν, ὧν ἁπάντων τὰς ὕλας ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ διῆλθον, ὥσπερ γε καὶ τῶν ἀκροδρύων, ἐν οἷς ἐστι τὰ ἀμύγδαλα τὰ πικρὰ καὶ τὰ πιστάκια. τῆς δὲ ἀπὸ τῶν φυτῶν ὕλης οὐ μέμνημαι κατὰ τὸ παρὸν, ἀνελθεῖν γὰρ ἐπὶ τὴν ἀρχὴν βούλομαι καὶ διηγήσασθαι, πότε καὶ
570
πῶς ἐχρησάμην ἑκάστῳ τῶν ἐπινοηθέντων. ἐκ τούτου γὰρ οἶμαι τοὺς εὐφυεῖς τῶν νέων προτραπήσεσθαι, γνῶναι τὴν ὕλην τῶν φαρμάκων αὐτόπτας αὐτῆς γενομένους οὐχ ἅπαξ ἤ δὶς, ἀλλὰ πολλάκις. ἡ γὰρ τῶν αἰσθητῶν διάγνωσις ἐκ συνεχοῦς θέας ἀκριβοῦται, καὶ τούτου μέγιστόν ἐστι τεκμήριον ἡ τῶν ἀπαραλλάκτων μὲν ἡμῖν εἶναι δοκούντων διδύμων, οὐκ ἀπαραλλάκτων δὲ τοῖς συνήθεσι μὴ παραδραμεῖν. τὴν μὲν οὖν ἀπό τε βοτανῶν καὶ θάμνων καὶ δένδρων ὕλην ἄριστόν ἐστι πρὶν ἐξαιρεθῆναι τῆς γῆς σκοπεῖσθαι κατὰ τὰς ἐγκαρπώσεις, μελλούσας τε καὶ ἀρχομένας καὶ προϊούσας καὶ ἀκμαζούσας. αὕτη γὰρ ἡ συνεχὴς αὐτῶν θέα διδάξει σε πηνίκα μάλιστα καλῶς ἄν τις αὐτὰ λαμβάνων καὶ ἐν οἴκοις ξηροῖς τιθέμενος φυλάττοι, μήθ’ ὑπ’ ἀκτίνων ἡλιακῶν ἐξοπτώμενα μήτε ὑπὸ νοτίδος ἐκ τῆς ὀροφῆς ἢ τοίχων ὑγραινόμενα. γένοιτο δ’ ἂν τοῦτο τῶν οἴκων μήτε καταγείων ὄντων μήτε προσχόρων, μήθ’ ὑπὸ κεράμων πρὸς μεσημβρίαν μέντοι τὰς θυρίδας ἐστραμμένας ἐχόντων. ἀλλὰ τά γε φάρμακα μὴ πλησίον αὐτῶν ἀποκείσθω. τοὺς δ’ ἑταίρους προτρέπω
571
καὶ κατὰ τοῦτο μιμήσεσθαί με βουλομένους γε καλῶς ἐργάζεσθαι τὰ τῆς τέχνης ἔργα. γιγνώσκετε γὰρ, ὅπως ἐξ ἑκάστου τῶν ἐθνῶν τὰ κάλλιστά μοι διακομίζεται καθ’ ἕκαστον ἔτος φάρμακα διὰ τὸ τοὺς ἐπιτρίπτους ῥωποπώλας, παντοίως αὐτοῖς λυμαίνεσθαι. βέλτιον δ’ ἴσως οὐ τούτους μόνους, ἀλλὰ πολὺ μᾶλλον αὐτῶν τοὺς κομίζοντας ἐμπόρους μέμφεσθαι, κᾀκείνων ἔτι μᾶλλον αὐτοὺς τοὺς ῥιζοτόμους μὲν ὀνομαζομένους, οὐδὲν δ’ ἧττον τῶν ῥιζῶν ὀπούς τε καὶ χυλοὺς καὶ καρποὺς, ἄνθη τε καὶ βλάστας ἐκ τῶν ὀρῶν κατακομίζοντας εἰς τὰς πόλεις· οὗτοι γάρ εἰσιν οἱ πρῶτοι πάντων εἰς αὐτὰ πανουργοῦντες. ὅστις οὖν βούλεται πανταχόθεν βοηθημάτων εὐπορεῖν, ἔμπειρος γενέσθω πάσης μὲν τῆς ἀπὸ τῶν φυτῶν ὕλης, πάσης δὲ τῆς ἀπὸ τῶν ζώων τε καὶ μετάλλων, ὅσα τε γεώδη σώματα χωρὶς μεταλλείας εἰς ἰατρικὴν χρῆσιν ἄγομεν, ὡς διαγινώσκειν αὐτῶν τά τε ἀκριβῆ καὶ τὰ νόθα, καὶ μετὰ τοῦτο γυμνασάσθω κατὰ τὴν ἐμὴν πραγματείαν, ἐν ᾗ περὶ τῆς δυνάμεως ἔγραψα τῶν ἁπλῶν φαρμάκων. εἰ μὴ γὰρ οὕτως παρεσκευασμένος ἥκει πρὸς τὴν 
572
ἐκ τῶνδε τῶν ὑπομνημάτων ὠφέλειαν, ἄχρι λόγου μὲν εἴσεται τὴν μέθοδον, ἔργον δ’ οὐδὲν ἄξιον αὐτῆς ἐργάσεται. φέρε γὰρ αὐτὰ μὲν ἃ προείρηκα περὶ τῶν νευροτρώτων ἐπίστασθαί τινα, δεδολωμένα δὲ φάρμακα δι’ ἄγνοιαν ἐμβάλλειν τοῖς συντιθεμένοις, ἢ μηδὲ τὴν ἀρχὴν ἐπίστασθαι τὰς δυνάμεις ἀκριβῶς αὐτῶν, ἆρα οὐκ ἀναγκαῖον ἔσται πλεονάκις τοῦτον διαμαρτάνειν ἢ κατορθοῦν; ἐμοὶ μὲν καὶ πάνυ δοκεῖ. τὸ δὲ ἀκριβῶς ἐπίστασθαι τὰς δυνάμεις τοῦ μὲν ἐπίστασθαι διαφέρει πάμπολυ. τὸ μὲν γὰρ μόνον ἐπίστασθαι γινώσκειν ἐστὶν, εἰ ξηραίνειν τὸ φάρμακον ἢ ὑγραίνειν ἢ ψύχειν ἢ θερμαίνειν ἡμᾶς πέφυκε. τὸ δ’ ἀκριβῶς ἐπίστασθαι πρὸς τούτῳ καὶ τὸ ποσὸν τῆς δυνάμεώς ἐστιν ἐγνωκέναι. τινὰ μὲν γὰρ φάρμακα δύναμιν ἔχει χλιαρᾶς θερμασίας γεννητικὴν, ὅταν ὁμιλήσῃ τοῖς σώμασιν ἡμῶν, ἔνια δὲ συμμέτρου, καθάπερ ἄλλα βραχὺ ταύτης ἰσχυρότερα, ἕτερα δ’ ἤδη ζεούσης οὕτως ἰσχυρῶς, ὡς καίειν δύνασθαι. χρὴ τοίνυν τὸν ἰατρὸν ἐστοχάσθαι, μὴ μόνον τοῦ ποιοῦ τῆς διαθέσεως, ἀλλὰ καὶ τοῦ κατ’ αὐτὴν ὡς ἂν εἴποι τις ποσοῦ.
573
λέγεται μὲν γὰρ οὐ πάνυ τι κυρίως τὸ ποσὸν ἐν τῇ ποιότητι. λέγεται δ’ οὖν ὅμως, ὅπως καὶ πυρετὸς μέγας καὶ μικρός. καὶ τοσαύτη γε χρῆσίς ἐστι τῶν οὕτω λεγομένων, ὥστ’ ἤδη κυρίου δύναμιν ἔχειν αὐτὰ παραπλησίως πυξίδι καὶ χαλκεῖ καὶ ζωγράφῳ καὶ δρυοτόμῳ καὶ συνελόντι φάναι τοῖς ἀρξαμένοις μὲν ἐκ τῆς ὑπὸ τῶν γραμματικῶν ὀνομαζομένης καταχρήσεως, ὕστερον δὲ κυρίοις λέγεσθαι πεπιστευμένοις. ταῦτα μὲν εἴρηταί μοι διὰ τοὺς οὐκ ἐν καιρῷ διαλεκτικευομένους. ὃ δὲ λέγων ἀπέλιπεν ἔστι τοιόνδε, ὅτι τὸ ξηραίνεσθαι δεόμενον οὐχ ἁπλῶς δεῖται τοῦ ξηραίνοντος, ἀλλὰ σὺν τῷ προσήκοντι μέτρῳ· τὸ μὲν εἰς ὑγρότητα πολλὴν ἐπιδεδωκὸς τοῦ πάνυ ξηραίνοντος, τὸ δ’ εἰς ὀλίγην τοῦ βραχέως τοῦτο δρῶντος, ὥσπερ γε τὸ εἰς πολλὴν τοῦ μεγάλως μὲν ξηραίνοντος, οὐ μὴν ἐσχάτως οὐδ’ ἄκρως. ἀνάλογον γὰρ ἀεὶ τῷ ποσῷ τῆς ὑγρότητος εἶναι χρὴ τὸ ποσὸν τῆς ξηρότητος. ἔγωγ’ οὖν ὁπότε πρῶτον ἐτόλμησα τὴν κοινὴν ἀγωγὴν τῆς τῶν νευροτρώτων θεραπείας ὑπαλλάττειν, ἐστοχασάμην εἰς ὁπόσην ὑγρότητά τε καὶ θερμότητα τὸ
574
πεπονθὸς ἥκει σῶμα. καί μοι δειχθέντος τινὸς νεανίσκου, κατὰ τὸ πρῶτον ἄρθρον τοῦ μέσου δακτύλου τῆς δεξιᾶς χειρὸς, ἐκ περιθλάσεως ὑγρὸν οὕτως ἐσχηκότος ἅπαν τὸ κατ’ αὐτὴν περὶ τῷ νεύρῳ χωρίον, ὡς ἤδη σήπεσθαι, τὸ μὲν σηπόμενον αὐτὸ κατέπλασα διὰ κονίας στακτῆς καὶ ὠμῆς λύσεως, οὕτω δ’ ἴσθι με καλοῦντα τὸ κρίθινον ἄλευρον, ἐλαίῳ δὲ πολλῷ θερμῷ καταντλήσας τὸ μὴ σηπόμενον μὲν, τεταμένον δὲ καὶ ὀδυνώμενον, εἶτα ἐκμάξας ἐρίῳ ξηρῷ περιέχρισα κηρωτὴν οὕτως ὑγρὰν, ὡς ἐπὶ τῶν καταγμάτων χρώμεθα, μεμιγμένον ἔχουσαν εὐφόρβιον. ἐσκεύαστο δέ μοι καὶ ἥδε κατ’ ἐμὴν ἐπίνοιαν ἐπὶ καιροῦ τοιοῦδε. παραγενόμενός τις χειμῶνι σφοδρῷ καὶ δείξας τὸ γόνυ ῥᾳδίως ἔφη πάσχειν αὐτὸ ῥιγῶσαν, ὀνίνασθαι δ’ εὐθέως ὑπὸ τῶν θερμαινόντων ἠξίου δὲ λαβεῖν τι τοιοῦτον φάρμακον, ὁδοιπορήσαντα γὰρ ἐν κρύει κατεψύχθαι τε καὶ ὀδυνᾶσθαι σφοδρότερον ἢ ἄλλοτε. νῦν μὲν οὖν, ἔφη, λουσόμενος ἄπειμι, πέμψω δ’ ἐπὶ τὸ φάρμακον ἐκ τοῦ βαλανείου. ὁ μὲν ταῦτ’ εἰπὼν ᾤχετο·
575
μηδὲν δ’ ἔχων ἕτοιμον τοιοῦτο φάρμακον, εὐφόρβιον ἐλείωσα μετ’ ἐλαίου, καὶ τήξας κηρὸν ἔμιξα καὶ μικρὸν ὕστερον, ἡνίκα ἔπεμψεν ὁ φίλος αἰτῶν τὸ φάρμακον, ἔδωκα. τάχιστα δ’ ἀνωδύνου γενομένου προὐτράπην ἐντεῦθεν ἐπ’ ἄλλων μορίων ὁμοίως πεπονθότων χρήσασθαι, περὶ ὧν αὖθις εἰρήσεται. νυνὶ δ’ ἐπὶ τὸν τοῦ νευροτρώτου λόγον ἐπάνειμι διὰ τοὺς μηδὲν μὲν τούτων ὧν ἐγὼ νῦν ὑφηγοῦμαι γινώσκοντας, ἐγκαλοῦντας δὲ λεξειδίοις· οὓς εὑρεῖν μαντεύομαι κακῶς ὀνομάζειν νευροτρώτους, ὅσοι τῶν τενόντων ἐτρώθησαν. τένοντας γὰρ αὐτοὺς οἶμαι καλεῖν τοὺς ἔξωθεν τῆς χειρὸς ἐπιτεταμένους, ὅλῳ τε τῷ καρπῷ καὶ τοῖς δακτύλοις. ἐγὼ δ’ ὅτι μὲν σαφέστερον καὶ κυριώτερον ἦν αὐτοὺς ὀνομάζεσθαι τενοντοτρώτους οὐκ ἀγνοῶ· πάντων δ’ ἀνδρῶν συνήθως καλούντων νευροτρώτους, ὅπως μή τίς με νεωτεροποιεῖν ἐν ταῖς προσηγορίαις φῇ, τὴν συνήθη προειλόμην ἀντὶ τῆς ἀληθοῦς. εἶχε δὲ οὐδ’ αὐτὴ συνήθης γεγονέναι, δίχα λόγου φθασάντων τῶν πλείστων ἰατρῶν καὶ τοὺς τένοντας ὀνομάζειν νεῦρα. ἀλλ’ εἴτε νευροτρώτους ἐθέλοις
576
ὀνομάζειν αὐτοὺς, εἴτε τενοντοτρώτους, οὔτε σωθήσονται διὰ τὰς φωνὰς ταύτας οὔτε σπασθήσονται, καθάπερ οὐδὲ κυλλωθήσονται καὶ τεθνήξονται. προσηγορία γὰρ οὔτε ἔσωσέ ποτε ἄνθρωπον οὔτ’ ἀπέκτεινεν, ἀλλ’ ἡ τῶν φαρμάκων δύναμις ἑκάτερον τούτων ἐργάζεται. κᾀγὼ ταῦθ’ ὑπαλλάττων τοὺς σηπομένους καὶ σπωμένους καὶ κεκυλλωμένους, ἐνίους δὲ καὶ διαφθειρομένους, ὑγιεῖς καὶ ζῶντας ἐργάζομαι. καὶ γὰρ αὖ καὶ τοὺς τεθλασμένους τὰ νεῦρα, καθάπερ ἐκεῖνος ἐτέθλαστο, νευροτρώτους ἐφθάκασι καλεῖν, οὐ νευροθλάστους. ἡ δὲ θεραπεία κοινὴ καὶ ὁ κίνδυνος ἴσος ἀμφοῖν ἐστι τῶν τεθλασμένων τι καὶ τρωθέντων ἤτοι νεῦρα ἢ τένοντας. ὁ γοῦν ἄνθρωπος ἐκεῖνος ὁ σηπόμενος μὲν ἤδη τὰ περὶ τὸ πρῶτον ἄρθρον τοῦ μέσου δακτύλου, τεινόμενός τε καὶ ὀδυνώμενος τὰ ὑπερκείμενα, πολὺ βελτίων ἑαυτοῦ κατὰ τὴν ὑστεραίαν ἐγένετο, καθ’ ἣν ἀντὶ τῆς ὠμῆς λύσεως ἔμιξα τὸ τῶν ὀρόβων ἄλευρον τῇ στακτῇ κονίᾳ, καὶ τῇ γε τρίτῃ τῶν ἡμερῶν ὁμοίως ἔτι θεραπευόμενος ἦν μὲν ἤδη τελέως ἀνώδυνος τὰ ἄλλα, κατὰ δὲ τὸ θλάσμα, νευρῶδές τι σῶμα 
577
παραπλήσιον ὑμένι παχεῖ προὔκυψεν, ὃ μετρίως διακινήσαντός μου ῥᾳδίως ὅλον ἐξέπεσεν ἡμισαπὲς ὄν. ἐδόκει δὴ πᾶσι τοῖς θεασαμένοις τοῦτο τὸ σῶμα τὸ νεῦρον ὅλον εἶναι τὸ διασεσηπὸς, ὡς ἂν οὐκ εἰδόσιν ὅπως ἠμφιεσμένοι νευρώδεσιν ὑμέσιν οἱ τένοντες οὗτοι, διά τε τοῦ καρποῦ προέρχονται καὶ καθ’ ὅλην ἐπιτείνονται τῶν δακτύλων. ἐμοὶ δὲ καὶ διαστείλαντι τὸ σεσηπὸς τοῦ θλάσματος ὁ τένων ἐφάνη σωζόμενος. ἀνιεὶς οὖν ἕνα τῶν τροχίσκων ἢ κυκλίσκων ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλοι τις, ὧν εἶς ἐστι καὶ ὁ τοῦ Πολυείδου, δι’ ἑψήματος ἢ σιραίου· καὶ γὰρ καὶ τοῦτο καλεῖν ὡς ἂν αὐτὸς βουληθῇς ἐξέστω σοι· καὶ προκαταχρίσας τὸ φαινόμενον τοῦ νεύρου, τῷ τε καταπλάσματι πάλιν ἐχρησάμην ὡσαύτως καὶ τῷ δι’ εὐφορβίου χρίσματι κατὰ τῶν αὐτῶν τόπων, ὡς ἔμπροσθεν ἑκατέρῳ. θεασάμενος δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν προσεσταλμένα πάντα, τὰ περὶ τὸ τεθλασμένον μὲν ἔμπροσθεν, ἡλκωμένον δὲ τότε τοῦ δακτύλου πρῶτον ἄρθρον, ἐσκοπούμην ἐφ’ ὅ τι μεταβαίην ἀπὸ τοῦ καταπλάσματος. ἐνενόησα τοίνυν, εἰ μὲν ἀκριβῶς ἀφλέγμαντον εἴη
578
τὸ νεῦρον, ἐπὶ τὰ συνουλοῦντα μεταβαίνειν· εἰ δέ τι τῆς φλεγμονῆς αὐτοῦ σκιῤῥῶδες ὑπολείποιτο, τῶν ἱκανῶς τι ξηραινόντων προσφέρειν. ἐπεὶ τοίνυν ἐφαίνετο λείπεσθαί τι τῷ διὰ τῆς ῥίζης τοῦ δρακοντίου φαρμάκῳ πρότερον ἐχρησάμην, ὃ τὰ μὲν ἄλλα ταὐτὰ ἔχει τῷ Αἰγυπτίῳ φαρμάκῳ, τῇ ἴσιδι καλουμένῃ, προσείληφε δὲ τὴν τοῦ δρακοντίου ῥίζαν. ἐφεξῆς δὲ τούτου τῇ Ἀθηνᾷ καλουμένῃ χρησάμενος ἀπ’ ἐκείνης λοιπὸν ἐπὶ τὰ συνουλοῦντα παρεγενόμην. ἐφ’ ἑτέρου δὲ τῷ διὰ τοῦ σιραίου λελυμένῳ τροχίσκῳ καταχρίων τὰ γεγυμνωμένα μέρη τοῦ τραύματος, ἔξωθεν ἐπέβαλλον τὸ εὐφόρβιον, ἀναμίξας κηρῷ καὶ ῥητίνῃ τοσούτοις τὸ πλῆθος ὡς ἐμπλαστρῶδές τε ἅμα γενέσθαι καὶ διασώζειν τὴν δύναμιν τοῦ εὐφορβίου. πῶς δ’ ἄν τις ἀποβλέπων πρὸς τούτους τοὺς σκοποὺς συνθείη τὸ φάρμακον, ἐφεξῆς ἐρῶ. καὶ γάρ τοι καὶ διὰ τοῦ ὄξους ἄλλο φάρμακον ἐποίησα καὶ κατ’ ἐκεῖνο σκοπὸν ἔχων τήν τε σύστασιν αὐτοῦ καὶ τὴν τοῦ ὄξους λεπτομερῆ δύναμιν, ὅπως φυλάττοιτο μετὰ τοῦ τὴν ψυκτικὴν δύναμιν ἐκλύεσθαι. περὶ μέντοι τούτων ὅπως συνετέθη,
579
μετ’ ὀλίγον εἰρήσεται, νυνὶ δ’ ἐπειδὴ τὴν ἀγωγὴν τῆς τῶν νευροτρώτων θεραπείας ἐπενόησα διὰ λογικῆς ἐνδείξεως, ἄνευ τῆς ληρώδους περιπτώσεως τῶν ἐμπειρικῶν ὅλην εἰπεῖν αὐτὴν βούλομαι, μηδένα παραλείπων διορισμὸν, ἀπ’ ἀρχῆς αὖθις ἀναλαβὼν τὸν λόγον. ὅταν γάρ τινα τετρωμένον εὐθέως παραλάβω, ποτὲ μὲν διὰ τῶν ὑγρῶν φαρμάκων ποιοῦμαι τὴν θεραπείαν, ἔστι δ’ ὅτε διὰ τῶν ἐμπλάστρων, ἐπιβαλὼν ἔξωθεν ἔριον ὡς μαλακώτατον, ἐλαίῳ θερμῷ βεβρεγμένον. εἰ δὲ τῷ δι’ ὄξους χρώμενος εἴην φαρμάκῳ, μιγνὺς ὄξος ὀλίγον τῷ ἐλαίῳ. καὶ λύω γε δὶς ἢ τρὶς ἡμέρας καὶ καταντλῶ δι’ ἐλαίου θερμοῦ. μεγάλων δ’ οὐσῶν τῶν νυκτῶν καὶ κατὰ ταύτας εἴωθα λύειν. καὶ μᾶλλόν γε ποιῶ τοῦτο δακνομένου τοῦ ἕλκους ὑπὸ τῶν φαρμάκων, ὡς ὅταν γε ἀπ’ ἀρχῆς χρωμένῳ μοι τοιούτῳ φαρμάκῳ, μήτε δάκνεσθαι λέγῃ μήτε ὀδυνᾶσθαι μήτε τάσεως ὁ κάμνων αἴσθηται, δὶς τῆς ἡμέρας ἐπιλύω τε καὶ καταντλῶ, περὶ μὲν τὴν ἕω τὸ πρῶτον, εἰς ἑσπέραν δὲ τὸ δεύτερον. ἔστω δὲ καταντλώμενον ἔλαιον ἱκανῶς μὲν θερμὸν, ἀλλ’ ἄχρι τοῦ μὴ λυπεῖν τὸ τετρωμένον. ὥσπερ γὰρ τὸ ψυχρὸν ἐναντιώτατόν
580
ἐστι ταῖς τοιαύταις διαθέσεσιν, οὕτω τὸ χλιαρὸν οὐ τελέως ὠφέλιμον. ἐμάθομεν γὰρ ἐν τῷ πρώτῳ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ὥσπερ τὸ ὕδωρ ἐναντιώτατα πέφυκε ποιεῖν ἐν τῷ θερμὸν ἢ ψυχρὸν ὑπάρχειν, οὕτω καὶ τὸ ἔλαιον. ἐμπλάττει μὲν γάρ πως, μᾶλλον δὲ ἐπέχει τὰς διαπνοὰς τοῦ σώματος, ὅταν ψυχρὸν προσφέρηται, διαφορεῖ δὲ καὶ λεπτύνει τὸ θερμόν. ἔνεστι δέ σοι τοῦτο κᾀπὶ τῶν ἑψημένων κρεῶν ἐν αὐτῷ μαθεῖν. ὁμοίως γὰρ αὐτὰ τοῖς προεωλισθεῖσιν ἐργάζεται ψαθυρὰ, κᾂν εὐθέως ἅμα τῷ τυθῆναι τὸ ζῶον ἕψῃς ἢ ταγηνίσῃς ἐν αὐτῷ. διὰ τοῦτο οὖν κᾀγὼ τὴν διὰ τοῦ ἐλαίου κατάντλησιν εἱλόμην ἱκανῶς θερμοῦ φεύγων ἀεὶ τὸ χλιαρὸν, ἔτι δὲ μᾶλλον τὸ ψυχρόν. ὕδατος δὲ χρῆσιν ἐν ὅλῃ τῇ θεραπείᾳ φυλάττομαι μέχρι τοῦ μηδ’ ἅψασθαι τοῦ ἕλκους, ὥσθ’ ὅταν μὲν εὐθέως ἐν ἀρχῇ δέῃ τὸ αἷμα τοῦ τετρωμένου μέρους ἀποπλῦναι, δι’ ἐλαίου τοῦτο πράττειν· ὅταν δ’ ἤδη μετρίως ἔχοντες οἱ κάμνοντες λούωνται, μηδὲ τότε ἐμβάλλειν ἐπιτρέπειν αὐτοῖς εἰς τὸ ὕδωρ τὸν πεπονθότα τόπον, ὡς τὸ πολὺ γὰρ ἐν αὐταῖς ταῖς χερσὶν
581
οἱ νευρότρωτοι γίνονται, μέμνημαι δέ τινα τῶν οὕτω τετρωμένων, ἐπειδὴ τετάρτην ἡμέραν ἄγων ἀνώδυνος τελέως ἦν ἀφλέγμαντόν τε τὸ πεπονθὸς ἑώρα μόριον, ἐν κρύει πολλῷ προελθόντα τῆς οἰκίας ἐπί τινα πρᾶξιν ἀναγκαίαν, ἐν ᾗ διατρίψας ἐπὶ πλέον ἦλθεν οἴκαδε τεινόμενος τὸ κῶλον ὅλον ἄχρι τοῦ τραχήλου καὶ μεγάλης ὀδύνης αἰσθόμενος. ὡς δ’ ἀφικομένου τινὸς ἐπ’ ἐμὲ παραγενόμενος ὡς αὐτὸν ἐθεασάμην ἐν οἷς ἦν, ἀποῤῥῖψαι μὲν ἐκέλευσα τὸ κατὰ τὸ μόριον ἔλαιον ψυχρὸν ἐκ τῆς προόδου γεγονὸς, ἐλαίῳ δὲ θερμῷ καταντλήσας ὅλον τὸ κῶλον, εἶτα καὶ τοῦ τραχήλου τὸ κατ’ εὐθὺ μέρος, ἐλαιοβρεχέσιν ἐρίοις πυριάσας ἐπιθείς τε τὸ διὰ τοῦ εὐφορβίου φάρμακον ὑγρὸν ἅμα καστορίῳ, παρηγόρησα τὸν ἄνθρωπον αὐτίκα καὶ ὕπνου ἐπιγενομένου μέχρι τῆς ἑσπέρας ἐπέπαυτο πάντα τὰ συμπτώματα. περὶ παντὸς οὖν ποιεῖσθαι χρὴ θερμὸν διαμένειν τὸ ἔριον, εἴτ’ οὖν ἐλαίῳ μόνῳ βεβρεγμένον εἴτε καὶ ὀξελαίῳ τύχοι. γένοιτο δ’ ἂν τοῦτο περιβαλλομένων ἔξωθεν ἐρίων ἄλλων ξηρῶν, ἔνδον τε μένοντος, ὅταν ᾖ χειμὼν ἄχρι τῆς ε΄ ἢ τῆς ζ΄. 
582
ἡμέρας τοῦ κάμνοντος. ἐὰν γὰρ ἄχρι ταύτης μήτε φλεγμονὴ φανεῖταί τις, ἀνώδυνός τε παντάπασιν ᾖ καὶ μηδεμιᾶς αἰσθάνηται τάσεως, ἐν ἀκινδύνῳ λοιπὸν ἔσται. φροντὶς δ’ ἔστω σοι τοῦ μηδὲν οἰνῶδες ἐμφαίνεσθαι τῷ ὄξει, καθάπερ γε καὶ κατὰ τοὔλαιον, ὡς ἀπηλλάχθαι στύψεως ἁπάσης. μήτε οὖν τὸ καλούμενον ὠμοτριβὲς ἢ ὀμφάκινον ἔστω, διττῶς γὰρ ὀνομάζεται μήτε τὸ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσι Σπανὸν, ἀλλὰ μηδ’ ἄλλο τι τῶν θαλλοὺς ἐλαίας ἐχόντων. ἄριστον οὖν ἔλαιόν ἐστι τὸ λεπτομερὲς, ὁποῖον ἐν Ἰταλίᾳ μὲν τὸ Σαβῖνόν ἐστιν, ἄλλοθι δὲ τῶν ὑπὸ Ῥωμαίοις ἐθνῶν, ὅσα μηδεμίαν ἐμφαίνει στύψιν. ὁποῖον δέ τι πρᾶγμά ἐστιν ἔνδειξις λογικὴ καὶ ὅσον πλουσιώτερον ἐμπειρίας ψιλῆς ἄνευ μεθόδου, κᾀκ τῶνδε μαθήσῃ νευροτρώτων τε πολλοῖς πολλάκις ἐν ὁδοῖς τε καὶ κατὰ πλοῦν καὶ κατ’ ἀγρὸν, ἢ ἐν πόλει μὲν, ἀλλὰ πόῤῥω τῆς ἐμῆς οἰκίας παραγενόμενος, οὔτε τοῦ δι’ εὐφορβίου φαρμάκου παρόντος οὔτε τοῦ δι’ ὄξους, ἀλλ’ οὔτε ἄλλου τῶν ἐν ἐκείνῳ τῷ χωρίῳ κατὰ τύχην εὐπορηθέντων φαρμάκων ἐπιθεὶς τῷ τραύματι, διὰ παντὸς
583
ἔτυχον τοῦ σκοποῦ. κατ’ ἀγρὸν μὲν γὰρ ἐμαυτὸν οἶδα καὶ πρόπολιν πρόσφατον, ὑγρὰν καὶ λιπαρὰν, ἣν ὁ γεωργὸς εἶχεν, ἐπιθέντα κατὰ τοῦ τραύματος, καὶ ποτὲ ζύμην μόνην καὶ ποτὲ ἄμφω μίξαντα. χρὴ δὲ τὴν μὲν ζύμην ὅτι παλαιοτάτην εἶναι, τὴν πρόπολιν δὲ ἐναντίως ἔχειν αὐτῇ κατὰ χρόνον. εἰ δὲ εἴη παλαιοτέρα, μαλαττέσθω παρὰ τὸ πῦρ δι’ ἐλαίου ἢ ἐν ἡλίῳ. ἐπ’ ἄλλου δέ τινος ἀγροίκου τῇ ζύμῃ τὸν ὀπὸν τοῦ τιθυμάλλου μίξας ἐπέθηκα, πλησίον τῆς αὐλῆς αὐτοῦ θεασάμενος αὐτὸν πεφυκότα. κατέγνων γὰρ τῆς ζύμης ὡς προσφάτου. καὶ ποτὲ πρόπολιν μετ’ ἐλαίου τήξας ἀνέδευσα τῇ ζύμῃ, προφυράσας αὐτὴν ὄξει δριμυτάτῳ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων μίξεων τὸ ἔλαιον παλαιὸν εἶναι, δι’ ὀξυμέλιτός τε καὶ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ αἰρῶν ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ πάλης ἀλφίτων ἢ κριθῶν ἀλεύρου, οἷς κατὰ τὰς πόλεις κέχρημαι καταπλάσμασιν οὐ μόνον ἐπὶ τῶν ἤδη φλεγμαινόντων, ἀλλὰ καὶ κατ’ ἀρχὰς εὐθέως. ἐν ἀγρῷ δὲ καὶ πίτταν εὑρὼν ὑγρὰν παρὰ τέκτονι,
584
τῇ ζύμῃ μίξας ἐπέθηκα, καὶ παρ’ ἄλλῳ τὸ τῶν ὀρόβων ἄλευρον ἀναδεύσας αὐτῇ. μὴ παρόντος δὲ τούτου καὶ τῶν προειρημένων ὁτιοῦν ἔνεστι μιγνύειν. καὶ ὀξέλαιον δὲ μόνον ἀναλαβὼν ἐρίῳ θερμὸν ἐπέβαλον εὐθέως, ἄλλου μὴ παρόντος. ἐθάρσησα γὰρ τῷ ὄξει δριμεῖ τε ἱκανῶς ὄντι καὶ παλαιῷ. ἐφ’ ἑτέρου δὲ προκατεψυγμένου, διὰ τὸ πρὸ μιᾶς ὥρας ἢ καὶ πλείονος ἔτι χρόνου τεθλᾶσθαι τὸ νεῦρον, ἄχρι τῶν ἐπιτηδείων τί μοι κομισθησόμενον ἀνέμενον, ἐλαίῳ καταντλεῖσθαι τὸ μόριον κελεύσας. καὶ τότε προμίξας ὄξος, ἐπειδὴ τὸ περιέχον θερμότατον ἦν ὥρᾳ θέρους τὸ μικτὸν ἐξ ἀμφοῖν ἄχρι πλείστου κατήντλουν, ἕως τῶν ἄλλων ἐκομίσθη τι φαρμάκων. ἕκαστον δὲ τῶν εἰρημένων ἀλεύρων καὶ τῆς στακτῆς διαμίξας πολλάκις, ἐπέπλασα καὶ κατ’ ἀρχὰς εὐθέως καὶ μετὰ ταῦτα φθάσαντος ἀνθρώπου τῶν ἐναίμων τινὶ φαρμάκων οὐ καλῶς κεχρῆσθαι. πάντα δ’ οὖν ταῦτα τὰ ὁπωσοῦν ἐπιτιθέμενα φάρμακα θερμὰ ταῖς ποιότησι προσφερέσθω. καὶ μέντοι κᾀπὸ τῆς ἐμαυτοῦ ποτ’ οἰκίας, οὐδενὸς τῶν συνθέτων φαρμάκων ἑτοίμου εὑρισκομένου, σπεύδων προελθεῖν,
585
ἔδωκά τινι τῶν ἐμῶν παλαιὸν εὐφόρβιον, ἐκέλευσά τε λειώσαντα μετ’ ἐλαίου παλαιοῦ, μέχρι πάχους ὑγρᾶς κηρωτῆς, ἐπιθεῖναι τῷ νύγματι τοῦ κατὰ τὴν χεῖρα τένοντος. ὡς δ’ ἐπανελθὼν ἐπυνθανόμην τοῦ τρωθέντος, εἰ θερμασίας πολλῆς αἴσθησις αὐτῷ γίγνοιτο κατὰ τὸν τόπον, ὁ δὲ συμμέτρου τινὸς ἔφησεν αἰσθάνεσθαι. πάλιν οὖν ἐπυθόμην εἰ δάκνοιτο κατὰ τὸ τραῦμα πρὸς τοῦ φαρμάκου. τοῦ δὲ εἰπόντος μὴ δάκνεσθαι μὲν, οἱονεὶ δὲ κνήσεώς τινος αἴσθησιν ἔχειν, συνεχώρησα μέχρι τῆς νυκτὸς ἐπικεῖσθαι τὸ φάρμακον. ἐπεὶ δὲ ἀφαιρεθέντων τῶν ἐπικειμένων θερμασία τέ μοι σύμμετρος ἐφαίνετο κατὰ τὸ πεπονθὸς χωρίον καὶ μὴ μεμυκὸς τὸ νύγμα, κάλλιον ἔδοξέ μοι εἶναι τῷ αὐτῷ χρῆσθαι φαρμάκῳ. καὶ μέντοι κατὰ τὴν ὑστεραίαν ἀμέμπτως ἔχοντος τοῦ νευροτρώτου καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην ἄχρι τέλους ἐχρησάμην τῷ αὐτῷ φαρμάκῳ, καί τις τοῦτο θεασάμενος ἐφ’ ἑτέρου τρωθέντος ὁμοίως ἐχρήσατο τῷ προσφάτῳ εὐφορβίῳ κατὰ τὸν αὐτὸν τόπον. ἐξ ἀνάγκης οὖν ἠκολούθησε τῷ τετρωμένῳ θερμασία τε πολλὴ καὶ δῆξις καὶ ὀδύνη κατὰ τὸ ἕλκος, ὥστε ἀχθῆναι πρὸς ἐμὲ
586
τὸν ἄνθρωπον, ὡς ἐπὶ παραδόξῳ τῷ συμβεβηκότι. κᾀγὼ συνεὶς αὐτίκα τοῦ γεγονότος ἀπέῤῥιψα μὲν τὰ ἐπικείμενα, καταντλήσας δ’ αὐτὸν ἐλαίῳ τὸ διὰ τοῦ ὄξους ἐπέθηκα φάρμακον. εἰ δ’ οὐκ ἦν τοῦθ’ ἕτοιμον, ἐπετεθείκειν ἂν τὸ διὰ εὐφορβίου, πλέονα κηρὸν ἔχον. οὐκοῦν ἐχρῆν, καθάπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν μὴ ἀγνοεῖν τάς τε δυνάμεις καὶ τὰς ἰδέας τῶν δοκίμων φαρμάκων, οὐδὲ τίνα μὲν ἐν τάχει μεταβάλλει τὴν δύναμιν, τίνα δὲ ἕως παμπόλλου διαφυλάττει. τῶν γὰρ ταχέως ἐξίτηλον ἐχόντων τὴν θερμότητα τὸ εὐφόρβιόν ἐστι· γνωριεῖς δὲ αὐτὸ καὶ χωρὶς τοῦ διαμασήσασθαι τὸ χρῶμα θεασάμενος. οὐ γὰρ ὡς ἐν ἀρχῇ τεφρῶδες, ἀλλ’ ὕπωχρόν τε καὶ ὑπόξανθον γίνεται παλαιούμενον. εὐθὺς δὲ καὶ ξηρὸν ἱκανῶς φαίνεται τηνικαῦτα καὶ διαλύεται μόγις ἐν τῷ λειοῦσθαι δι’ ἐλαίου τοῦ νέου ταχέως χυλουμένου. χρὴ δ’ οὐκ εὐθέως αὐτὸ μιγνύναι τῷ ἐλαίῳ, ἀλλὰ πρότερον ἐν τῇ θυείᾳ λειοῦν ἀτρέμα, ὅπως μὴ πλατυνθῇ. καὶ τί δεῖ λέγειν ὅτι καὶ γευσαμένῳ σοι τὸ μὲν πρόσφατον 
587
φαίνεται πυρωδέστατον, ὡς κατακαίειν τὴν γλῶσσαν, τὸ δὲ παλαιὸν ὀλίγην ἐργάζεται θερμασίαν; συμβαίνει μὲν οὖν καὶ ἄλλοις πολλοῖς τῶν φαρμάκων ὀλίγοις ἔτεσιν ἐξίτηλον ἴσχειν τὴν δύναμιν, οὐδενὸς δ’ ἧττον τὸ εὐφόρβιον μετά γε θαψίαν. αὕτη γὰρ μετ’ ἐνιαυτὸν μὲν ἀσθενὴς ἱκανῶς γίνεται, τελέως δ’ ἐκπνεῖ διετὴς γενομένη. τό γε μὴν εὐφόρβιον ὅταν ἐξ ἀρχῆς τε καλὸν ᾖ καὶ καλῶς ἀποκέηται, καὶ κατὰ τὸ τρίτον ἔτος διασώζει ἔτι τινὰ δύναμιν, ἔσθ’ ὅτε δὲ καὶ κατὰ τὸ τέταρτον, ἐκλύεται δ’ ἤδη καὶ κατὰ τὸ ε΄ καὶ ἕκτον, εἶτ’ ἐπὶ προήκοντι τῷ χρόνῳ τελέως ἀμαυροῦται. ᾧ δ’ ἔφην ἐγὼ σὺν ἐλαίῳ χρήσασθαί ποτε παλαιωθέντι χωρὶς κηροῦ ε΄ σχεδὸν ἐτῶν ἢ ἓξ ἦν. ὅθεν οὐδὲ περιλαβεῖν ἐν μέτρῳ δυνατόν ἐστι τὴν χρῆσιν αὐτοῦ. νέον μὲν γὰρ ὄν ἐλαίῳ δεκαπλασίῳ καὶ δωδεκαπλασίῳ μίγνυται μετὰ κηροῦ τριπλασίου, παλαιούμενον δὲ πλέον ἐμβάλλειν αὐτῷ χρή· τριετὲς δὲ καὶ τετραετὲς γενόμενον ἤτοι διπλάσιον τοῦ κατ’ ἀρχὰς ἢ ἴσον τῷ κηρῷ. ὅταν μὲν οὖν τοῖς ἀκόποις ὀνομαζομένοις χρίσμασιν ὁμοίαν ἔχειν βουληθῇς, τὸ
588
φάρμακον τὴν σύστασιν, ἥπερ δὴ καὶ τῆς ὑγρᾶς κηρωτῆς ἐστι, τετραπλάσιον εἶναι χρὴ τοῦ κηροῦ τὸ ἔλαιον. ὅταν δ’ ἐμπλαστρώδης γένηται, τὸν κηρὸν ἴσον τοὐπίπαν τῷ ἐλαίῳ χρὴ μιγνύναι, μάλιστα ἐὰν ξηρὸς ᾖ καὶ παλαιὸς, ὡς ὁ πρόσφατός γε καὶ λιπαρὸς ὢν ἐλάττονος δεῖται τοῦ ἐλαίου πρὸς τὸ ποιῆσαι κηρωτὴν ἐμπλαστρώδη, καὶ μᾶλλον ἔτι θέρους ὥρᾳ. βουληθεὶς οὖν τις τὴν κηρωτὴν ἐμπλαστρώδη ποιῆσαι τὸν κηρὸν τήξας ἐν ἐλαίῳ, καθ’ ἣν εἴρηκα συμμετρίαν, προσμίξει τὸ ἕκτον μέρος αὐτῷ τοῦ προσφάτου εὐφορβίου, ὡς εἶναι μὲν δραχ. α΄. ἐκείνου, τοῦ δὲ κηροῦ ἓξ, ἐλαίου δὲ ἓξ ἢ πέντε. ἀλλ’ ἐπεὶ τὸ κολλῶδες τε καὶ γλίσχρον οὐχ ὑπάρχει τῷ κηρῷ, καθάπερ τῇ ῥητίνῃ τε καὶ τῇ πίττῃ, διὰ τοῦτο μιγνύω τῇ κηρωτῇ ῥητίνην ἢ πίτταν ἢ ἑκατέρου μέρος. εὔδηλον οὖν ὅτι τούτων μιγνυμένων οὐκέτι τὸ ἔλαιον ἴσον αὐτοῖς ἐμβλητέον. ὁ μὲν γὰρ κηρὸς εἰς ὑγρότητα πολλοῦ δεῖται τοῦ λίπους, αἱ ῥητίναι δὲ αἱ μὲν ξηραὶ παντάπασιν ὀλίγου χρῄζουσιν, αἱ δὲ ὑγραὶ καὶ προσλαβεῖν τινα ξηρὰν οὐσίαν ἐθέλουσιν εἰς ἐμπλαστρώδη σύστασιν. ἐν μὲν
589
οὖν τοῖς κηροῖς οὐ πολλή τίς ἐστιν ἡ διαφορὰ καθ’ ὑγρότητα καὶ ξηρότητα, ταῖς ῥητίναις δ’ ἔμπαλιν, ὥσπερ καὶ τῇ πίττῃ, παμπόλλη ἡ διαφορὰ ταῖς ξηραῖς ἐστι πρὸς τὰς ὑγράς. ξηροτάτη μὲν οὖν τῶν ῥητινῶν ἐστιν ἣν ὀνομάζουσί τινες φρυκτὴν, τινὲς δὲ κολοφωνίαν· δευτέρα δ’ ἡ ἐκ τῶν κεραμείων, ἀκάθαρτός τε καὶ ἄφρυκτος, ἐὰν δ’ αὐτὴν καθάρῃ τις, εἰς τὴν φρυκτὴν μεταπίπτει. τούτων δ’ ἀμφοτέρων ξηρότερόν ἐστι τὸ καλούμενον πιτύϊνον φύσημα. τοῦτο μὲν, ὡς ἂν αὐχμηρὸν, οὐκ ἐπιτήδειον νομίσας εἶναι εἰς τὴν τῆς προκειμένης ἐμπλάστρου σύνθεσιν ἀπωσάμην, ἐχρησάμην δὲ τῇ τε φρυκτῇ καὶ ταῖς ὑγραῖς. εἰσὶ δὲ καὶ τούτων ἔνιαι μὲν ἐπὶ πλέονα χρόνον ὑγραὶ διαμένουσαι, καθάπερ ἡ τερμινθίνη, τινὲς δὲ ταχέως ξηραινόμεναι, καθάπερ ἡ στροβιλίνη. μέση δ’ ἀμφοῖν ἐστιν ἡ ἐλατίνη. καὶ μέντοι καὶ κατὰ τὰς δυνάμεις θερμοτέρα μὲν ἡ στροβιλίνη, δευτέρα δὲ ἡ ἐλατίνη, τρίτη δ’ ἀμφοῖν ἡ τερμινθίνη. τὴν κυπαρισσίνην δὲ ὑπώπτευσα μὴ μιγνύειν, ὡς στύψεως ἔχουσάν τι. δόξει δέ τις ἡμῖν διαφέρεσθαι κατὰ τὸν περὶ ῥητινῶν λόγον Διοσκορίδην τὸν Ἀναζαρβέα γράψαντα τήνδε τὴν ῥῆσιν ἐν τῷ
590
πρώτῳ περὶ ὕλης. προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα πιτυΐνη καὶ ἐλατίνη, μεθ’ ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη. φαίνεται γὰρ ἐν τούτοις ὁ Διοσκορίδης, ὡς περὶ φαυλοτάτης μὲν φρονῶν τῆς στροβιλίνης, ἀρίστης δὲ τῆς τερμινθίνης. ἐγὼ δὲ τῶν τριῶν ῥητινῶν τῶνδε, στροβιλίνης, ἐλατίνης, τερμινθίνης, πρώτην μὲν εἶπον ἀρίστην τὴν στροβιλίνην εἶναι κατὰ θερμότητα, δευτέραν δὲ τὴν ἐλατίνην, ὑστάτην δὲ τὴν τερμινθίνην. ὥσπερ οὖν ὁ λέγων τῶν κατὰ τὴν Ἰταλίαν οἴνων αὐστηρῶν ἄριστον εἶναι τὸν Ἰταλικὸν οἶνον, ὁ μὲν γὰρ πρὸς μίαν ποιότητα τὴν ἀναφορὰν τοῦ λόγου ποιούμενος, ὁ δὲ ἁπλῶς ὑπὲρ ὅλης ἀποφαινόμενος αὐτῶν τῆς οὐσίας, ἀληθεύει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ῥητινῶν ἀρίστην μὲν ὡς πολυχρηστότατον φάρμακον εἰκότως ἄν τις εἴποι τὴν τερμινθίνην ὑπάρχειν, οὐ μὴν ἔν γε τῇ θερμότητι πρωτεύειν. ὥσπερ οὖν ἔλεγον, ἔνεστί σοι τῷ κηρῷ μιγνύντι τῶν ῥητινῶν ἣν ἂν ἐθέλῃς, εἰς σύστασιν ἐχεκολλοτέραν ἀνάγειν τὴν ἁπλῆν κηρωτὴν, ἣ δι’ ἐλαίου τε καὶ κηροῦ
591
μόνον συντίθεμεν. ἐν τούτῳ δὲ καὶ τῆς πείρας ἐστι χρεία κρινούσης τὸν στοχασμὸν ἡμῶν. ἔξεστι γάρ σοι τριπλάσιον τοῦ κηροῦ τῇ τερμινθίνῃ μίξαντι γνῶναι πότερον ἤδη σύστασιν ἐμπλαστρώδη τὸ φάρμακον εἴληφεν ἢ αὐχμηρότερόν ἐστιν ἔτι καὶ δεῖται πλείονος ἔτι ῥητίνης, ὥσθ’ ὅταν ποτέ σοι τὸν τρόπον τοῦτον πειρωμένῳ φανῇ συμμέτρως ἔχειν μιγνύναι τηνικαῦτα τῷ γιγνομένῳ φαρμάκῳ, τὸ δωδέκατον τοῦ εὐφορβίου. ἐὰν δὲ ἀγνοῇς πότερον ἀκριβῶς ἐστι θερμὸν τὸ εὐφόρβιον, ἢ ἀπολείπεται κατά τι τοῦ τοιούτου μετὰ τὴν σκευασίαν, ἐμπλάσας ὀθονίῳ βραχὺ τοῦ κατασκευασθέντος, ἐπίβαλλε κατὰ τῆς ἑαυτοῦ κνήμης ἢ πήχεως ὥραις τισὶν, εἶτα ἐὰν μέν σοι δόξῃ μετρίως θερμαίνειν, εὐκράτως ἔχειν ὑπόλαβε τὸ σκευασθέν. εἰ δ’ ἤτοι μηδεμίαν αἰσθητὴν ποιοῖτο θερμασίαν ἢ πυρωδέστερον εἴη τοῦ προσήκοντος, ἔξεστιν ἤτοι γ’ ἐκλῦσαι τὸ φάρμακον ἢ ἐπιτεῖναι· ἐκλῦσαι μὲν μίξει κηρωτῆς, ἐπιτεῖναι δ’ εὐφορβίου προσθέσει. ἐάν γε μὴν λιπαρὰν ἔχῃς πρόπολιν, ἐπιτηδειοτέραν ἴσθι σοι πασῶν τῶν ῥητινῶν ἐσομένην αὐτὴν, ὡς ἂν ἐπισπᾶσθαί τε 
592
καὶ τοῦ βάθους ἕλκειν ἔξω πεφυκυῖαν ἀτμώδη τε πάχη πνεύματος, ὑγρότητάς τε περιττάς. αἱ μὲν γὰρ ῥητίναι μετὰ τοῦ κηροῦ τῆς ἐμπλαστρώδους συστάσεως ἕνεκεν, οὐχ ὡς ὑπὸ τὸν σκοπὸν τῆς θεραπείας πεπτωκυῖαι παραλαμβάνονται. τοῦ σκοποῦ δ’ αὐτοῦ τῆς ἰάσεως ἡ πρόπολις ἔχεται. καί ποτε αὐτῇ μόνῃ προσφάτῳ καθ’ ὑγρὸν ἐχρησάμην, ὡς ἔφην, ἐπί τινος γεωργοῦ σκληρὸν ἔχοντος σῶμα, καὶ θαυμαστὸν ὅπως ὤνητο μόνῃ χρησάμενος ἄχρι τέλους, ὡς μηδενὸς δεηθῆναι φαρμάκου, βαθύτερον ἔχοντος ἑτέρου τὸ νύγμα βραχύ τι προσέμιξα τῶν τιθυμάλλων τινὸς ὀποῦ. τοῖς μέντοι μαλακοῖς σώμασι σκληρότερον φαίνεται τὸ φάρμακον ἐν τῇ ψαύσει, πλὴν εἰ πάνυ τις αὐτὸ μαλακύνει ἐλαίου μίξει. καὶ μέντοι καὶ τἄλλα φάρμακα πάνθ’ ὅσα προσφέρεται τοῖς νευροτρώτοις, ὑγρὰ καὶ μαλακὰ προσῆκεν εἶναι. τὴν μὲν οὖν μαλακότητα, πᾶν ἔλαιον δύναται παρασχεῖν, τὴν δ’ ἰσχὺν τοῦ φαρμάκου φυλάξαι τὸ παλαιὸν ἔλαιον. ὥσπερ δὲ τὴν πρόπολιν ἐν ἀγρῷ ποτε ἐπέθηκα τῶν τότε παρόντων ὡς βέλτιον φάρμακον ἐκλεξάμενος, οὕτως καὶ τὴν ζύμην αὖθις
593
ἐφ’ ἑτέρου, φαρμάκου μὴ παρόντος, ἐπειδὴ καὶ ταύτην τὰ ἐκ τοῦ βάθους ἠπιστάμην ἕλκουσάν τε καὶ διαφοροῦσαν. ὅσῳ δ’ ἂν ᾖ πλέονος χρόνου ἡ ζύμη, τοσούτῳ βελτίων ἐστίν. οὐ μόνον δὲ τὰ τοιαῦτα κατὰ τὰς ἀγροικίας εὑρίσκεται ῥᾳδίως, ἀλλὰ καὶ θεῖον ἄπυρον, ᾧ ποτε καὶ αὐτῷ ἐχρησάμην μίξας τῇ τετραφαρμάκῳ. ταύτῃ μὲν οὖν καὶ ἀφρόνιτρον καὶ Βερενίκιον λίτρον καὶ ἀφρόλιτρον τὸ μὴ λιθῶδες, ἀλλ’ ὄντως ἀφρόλιτρον, ὅπερ ἀφρώδη τὴν σύστασιν ἔχει, μίξας ἐχρησάμην πολλάκις, οὐ μόνον ἐπ’ ἀγροικίας ἀπορίᾳ τῶν ἄλλων, ἀλλὰ καὶ παρόντων τῶν εἰρημένων φαρμάκων, ἕνεκα τοῦ τῇ πείρᾳ βασανίσαι μου τὴν ἐπίνοιαν καὶ διὰ μόνης τῆς τοιαύτης χρήσεως ὁ τετρωμένος ἐθεραπεύθη, καταντλώμενος δηλονότι τῷ ἐλαίῳ. τοῦτο γὰρ κοινὸν ἐπὶ πάντων ἔστω σοι τῶν ἐνταῦθα λεγομένων φαρμάκων ἁρμόττειν τοῖς νευροτρώτοις. καὶ τὸ καλούμενον δὲ ὑπὸ μὲν τῶν ἰατρῶν ἀρσενικὸν, ὑπὸ δὲ τῶν ἀττικίζειν τὰ πάντα βουλομένων ἀῤῥενικὸν, ἔμιξα τῇ τετραφαρμάκῳ δυνάμει, πειραθῆναί μου τῆς ἐπινοίας βουλόμενος. αὖθις δὲ μὴ παρόντος
594
τούτου τὴν ὀνομαζομένην σανδαράχην, ὥσπερ γε καὶ τὴν τίτανον ἐσβεσμένην τε καὶ ἄσβεστον, ἄπλυτόν τε καὶ πεπλυμένην, ὀλίγον μὲν ἐμβαλὼν τῆς ἀσβέστου, τὸ πλέον δὲ τῆς ἐσβεσμένης καὶ πλέον ἔτι τῆς πεπλυμένης. εἰρήσεται δ’ ὀλίγον ὕστερον ὑπὲρ τῆς καθ’ ἑκάστην σύνθεσιν ἀκριβοῦς ποσότητος, ἐὰν πρότερον ἐπέλθω ταῦθ’ ἁπλᾶ πάντα καὶ τοὺς διορισμοὺς τῆς χρήσεως αὐτῶν. ἐν γὰρ τούτῳ τῷ λόγῳ διὰ τοὺς ἐμπειρικοὺς ἐκ περιπτώσεως τὰ πλεῖστα τῶν συνθέτων φαρμάκων ἡγουμένους εὑρῆσθαι τὴν τῶν νευροτρώτων ἀγωγὴν ἔδοξέ μοι διελθεῖν, εὑρημένην ὑπ’ ἐμοῦ χωρὶς περιπτώσεως, ἐκ τοῦ τόν τε σκοπὸν τῆς θεραπείας αὐτῶν γνῶναι καὶ τῶν ἁπλῶν φαρμάκων ἐπίστασθαι τὰς δυνάμεις. ἐκ μὲν γὰρ περιπτώσεως ἕν τι τῶν ἁπλῶν εὑρίσκεται φαρμάκων, ἡ λογικὴ δὲ μέθοδος ἀθρόα τε καὶ πολλὰ τῶν ἁπλῶν εὑρίσκει καὶ συνθέσεις παμπόλλας ἐπ’ αὐτοῖς. ὅσα γοῦν ἐκ βάθους ἕλκειν ἔξω πέφυκε καὶ διαφορεῖν τὰς ὑγρότητας, ἐπιτήδεια τοῖς νευροτρώτοις ἐστίν. ἐπεὶ δέ τινα τούτων ἐζευγμένας ἔχει θερμότητας ἀμετροτέρας ἢ δακνώδεις ἰσχυρῶς δριμύτητας ἢ ὀξύτητας, εὔλογόν ἐστι μιγνύειν αὐτοῖς
595
ἕτερα φάρμακα δυνάμενα τὰς εἰρημένας ὑπεροχὰς μετριωτέρας ἐργάζεσθαι χωρὶς τοῦ μὴ βλάπτειν τὴν δύναμιν. οὐκ ἐνδέχεται δὲ τοῦτο πράττειν ὀρθῶς ἄνευ τοῦ γινώσκειν ἑκάστου τῶν φαρμάκων οὐ μόνον τὸ γένος τῆς ποιότητος, ἀλλὰ καὶ τὸ ποσὸν ἐν αὐτῇ. τινὰ μὲν γὰρ, ὡς ἐδείκνυμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τῆς πρώτης τάξεώς ἐστι τῶν θερμαινόντων, ἀποκεχωρηκότα βραχύ τι τῶν εὐκράτων, ἕτερα δ’ ἐπ’ αὐτῆς τῆς δευτέρας ἐπὶ πλέον ἀφεστηκότα, καὶ τινὰ τῆς τρίτης καὶ τετάρτης, ἄλλ’ ἄττα καίειν ἤδη δυνάμενα. κατὰ τὴν ἀναλογίαν οὖν τῆς κατὰ τὴν δύναμιν ἑκάστου φαρμάκου σφοδρότητος ἡ τῶν μιγνυμένων εὑρίσκεται δύναμις, ἐάν τις ἐπίστηται τῶν ἁπλῶν φαρμάκων ἁπάντων τὰς κράσεις. ἡ δὲ τῶν ἐμπειρικῶν, μόνα μιγνῦσα τὰ ὁμογενῆ, διά τε τὴν ἄγνοιαν ἑκάστου τῆς φύσεως φαρμάκου γίγνεται καὶ τοῖς ταύτην ἐπισταμένοις διὰ τὸ μὴ γινώσκεσθαι βεβαίως τὸ ποσὸν τῆς ὑπεροχῆς. ἔγωγ’ οὖν αὐτὸς ὃ πρῶτον ἐσκεύασα φάρμακον ἐκ πολλῶν ὁμογενῶν συνέθηκα διὰ τὸ μηδέπω γινώσκειν ἑκάστου τὸ ποσὸν
596
τῆς δυνάμεως ἀκριβῶς. ἐνέβαλον μὲν γάρ τι καὶ ἀρσενικοῦ καὶ θείου καὶ μίσυος καὶ τιτάνου τῆς ἀπλύτου τε καὶ πεπλυμένης καὶ πομφόλυγος, ὡσαύτως καὶ σποδίου. πρὸς τούτοις δὲ καὶ λεπίδος χαλκοῦ καὶ χαλκίτεως κεκαυμένης, ἀπλύτου τε καὶ πεπλυμένης καὶ προσέτι τῆς ἀκαύστου. ταῦτα μὲν οὖν ἐν ὄξει δριμυτάτῳ πολλαῖς ἡμέραις ἐν ἡλίῳ θερινῷ προελείωσα. τὰ δὲ μέλλοντα καταχεῖσθαι τούτων ὅ τε κηρὸς ἦν ἐξ ἀνάγκης καὶ μέλιτός τι βραχὺ προαπηφρισμένου καὶ αἱ ῥητίναι σχεδὸν ἅπασαι καὶ πρόπολις καὶ πίττα καὶ λάδανον. ὑγρὰ δὲ κύπρινόν τε καὶ σούσινον, ὀποβάλσαμόν τε καὶ ἀμαράκινον καὶ γλεύκινον καὶ κέδρινον, ἔλαιόν τε κίκινον καὶ παλαιόν. ἐξ ἑκάστου δέ τι σμικρὸν ὧν ὀλίγον ἔμπροσθεν εἶπον ὀπῶν. ὕστερον δὲ ἀφαιρῶν ἄλλοτε ἄλλο πείρας ἕνεκεν, οὐδὲν ἀπολειπόμενον εὕρισκον ἕκαστον τῶν ἁπλουστέρων, οἷς ἄχρι τοῦ δεῦρο χρῶμαι. λεχθήσονται δ’ αὐτῶν ὀλίγον ὕστερον αἱ συμμετρίαι. δι’ ὄξους μὲν οὖν ἐσκεύαζον τὰ τοιαῦτα διά τε τῶν ὀπῶν μιγνὺς αὐτοῖς τι κηροῦ καὶ τῶν εἰρημένων ῥητινῶν καὶ προπόλεως καὶ πίττης, ὡσαύτως δὲ καὶ διὰ κόπρου περιστερῶν καὶ τῶν λεπτομερῶν βοτανῶν. 
597
ἀλυπότερα μὲν οὖν ἐστι τὰ ὑγρὰ φάρμακα, καὶ τοῖς ἄλλοις μὲν ἕλκεσιν, ἐξαιρέτως δὲ τοῖς κατὰ τὰ νεῦρα. χρώμεθα δὲ καὶ τοῖς ἐμπλαστρώδεσι διὰ τοὺς λούεσθαι βουλομένους. ἀφαιρεθέντων γὰρ τῶν ἐρίων, αὐτὸ μόνον ἐπικείμενον ἔχοντες τὸ τοιοῦτον φάρμακον ἀοχλητότερον λούονται. προείρηται γὰρ ὅτι μηδὲ τότε προσήκει βρέχειν ὕδασι τὸ τετρωμένον, ἐάν γε ἐν χειρὶ ᾖ. κατὰ μέντοι τὸν πόδα τῆς τρώσεως ἐπιγενομένης ἀδύνατον μέν ἐστι μὴ βρέχειν τὸ μόριον, ἀπέχεσθαι δὲ χρὴ τηνικαῦτα βαλανείου τὰς πρώτας τέτταρας ἡμέρας. ἐπεὶ δὲ ἀπόλωλεν ἐν τῷ νῦν βίῳ ἡ καρτερία πάντων ἀνθρώπων, ἤδη μέχρι καὶ τῶν ἐν τοῖς ἀγροῖς καθ’ ἡμέραν εἰωθότων λούεσθαι, τοὺς μὲν μὴ πάνυ τρυφῶντας, εἶεν δ’ ἂν οἱ πένητες οὗτοι, πειθομένους ἔχομεν ὡς τὸ πολὺ, τοὺς πλουσίους δὲ καὶ μάλιστα αὐτῶν ὅσοι πολὺ δύνανται ἢ δυσπειθοῦντας ἢ τελείως ἀπειθοῦντας. ἄριστον μὲν οὖν ἦν μηδὲ θεραπεύειν αὐτούς. ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως κατ’ ἄλλην ἄλλος αἰτίαν οἱ μὲν ἄκοντες ἡμῶν, οἱ δὲ ἑκόντες ἀναγκάζονται τῆς μαλακίας αὐτῶν ἀνέχεσθαι,
598
τοιοῦτόν τι ποιεῖν εἴωθα. κατὰ τοῦ τετρωμένου μέρους ἐπιτιθεὶς τῶν ἐμπλαστρωδῶν τι φαρμάκων, ἔξωθεν αὐτοῦ πάλιν ἐπιβάλλω πολυπτύχους ὀθόνας πλέονας ἐλαίῳ διαβρόχους, αἷς αὖθις ἔξωθεν ἐπίδεσμον ἐξ ὀθόνης ἐπιβάλλω, καὶ μετὰ ταῦτα πάλιν ἐν αὐτῷ τῷ βαλανείῳ προκαταχέω τὸ ἔλαιον τοῦ ἐπιδέσμου, μέλλοντος εἰς τὴν πτύελον ἐμβαίνειν τοῦ νευροτρώτου καὶ δηλονότι λουσαμένου, τὰ μὲν ἐπικείμενα πάντα ἀποβάλλω, χρῶμαι δὲ τῇ προειρημένη τῆς ὅλης θεραπείας ἀγωγῇ. εὔδηλον δ’ ὅτι καὶ τῆς τῶν μορίων φύσεως ἔμπειρον εἶναι χρὴ τὸν μέλλοντα καλῶς προνοήσασθαι τῶν νευροτρώτων. εἴρηται γὰρ ἔμπροσθεν ὅτι καὶ οἱ τένοντες, εἰς οὓς οἱ πλεῖστοι τῶν μυῶν τελευτῶσι, συμπαθείας οὐ μικρὰς ἐπιφέρουσι, πρῶτον μὲν τοὺς σπασμοὺς γεννῶντες, ὕστερον δὲ σηπόμενοί τε αὐτοὶ καὶ τὰ πλησιάζοντα πάντα συνδιαφθείροντες. ἔνιοι δ’ αὐτῶν ὡς ὑμένες εἰσὶ λεπτοὶ καὶ πλατεῖς, ὁποῖοι κατά τε τὰ πρὸς τοῖς γόνασι τέλη τῶν μηρῶν ἔνδον τε τῶν χειρῶν καὶ κάτω τῶν ποδῶν ὑποτέτανται. πάντες γὰρ οὗτοι τοῦ δέρματος ψαύουσι,
599
συμφυεῖς μὲν ἱκανῶς οἱ κατὰ τὰς χεῖρας καὶ τοὺς πόδας ὄντες αὐτῶν, κατὰ δάρσιν δὲ ἀπολυόμενοι τοῦ περικειμένου δέρματος οἱ καθήκοντες εἰς τὴν μύλην. ἐμοὶ δὲ καὶ τοῦτο συνέβη κατὰ τύχην, ἐπενόησα μὲν γὰρ τὴν ἀγωγὴν τῶν νευροτρώτων ἔτι νέος ὢν, ἡνίκα πρῶτον ἐκ τῆς Ἀλεξανδρείας ἐπανῆλθον εἰς τὴν πατρίδα γεγονὼς ἔτος ὄγδοον ἐπὶ τοῖς εἴκοσι. ἐπεὶ δ’ ἕκαστον ὧν ἐπενόησα φαρμάκων ἔδωκα τοῖς φίλοις ἰατροῖς, οὐ μόνον τοῖς πολίταις, ἀλλὰ καὶ τοῖς ἀστυγείτοσιν ἕνεκεν τοῦ βεβαιωθῆναι πάντα τῇ πείρᾳ· δόξαν δ’ οὐκ οἶδ’ ὅπως τῷ κατὰ τὴν πόλιν ἡμῶν ἀρχιερεῖ, τὴν θεραπείαν ἐγχειρῆσαί μοι μόνῳ τῶν μονομάχων καίτοι νέῳ τὴν ἡλικίαν ὄντι. τοῦ γὰρ ἐνάτου καὶ εἰκοστοῦ ἔτους ἠρχόμην, τηνικαῦτα τοὺς τρωθέντας κατὰ τὸ πρόσω τε καὶ κάτω μέρος τοῦ μηροῦ διὰ τῆς ἐπινενοημένης ἀγωγῆς ἐθεράπευσα, τῶν μὲν ἐγκαρσίαν ἐχόντων τὴν πληγὴν τὸ τοῦ τένοντος ὑπόλοιπον ἐντέμνων αὐτὸς, ὡς ἀκίνδυνον εἶναί μοι τὴν θεραπείαν, τῶν δὲ τὸ μικρὸν ἢ ὄρθιον ἐχόντων τὸ τραῦμα, σὺν ἀσφαλείᾳ τε ἅμα καὶ δέει τὴν ὅλην ἀγωγὴν ποιούμενος. τῶν γὰρ πρὸ ἐμοῦ πάντων
600
ἰατρῶν, ἐπὶ πλεῖστόν τε καταντλούντων αὐτοὺς ὕδατι θερμῷ καὶ καταπλαττόντων ἀλεύρῳ πυρίνῳ, δι’ ὑδρελαίου συμμέτρως ἑψημένῳ, τὸ μὲν ὕδωρ οὐδ’ ὅλως προσήνεγκα, τῷ δὲ ἐλαίῳ πολλάκις καταιονῶν ἅμα τοῖς εἰρημένοις φαρμάκοις, ὑγιεῖς πάντας ἐν τάχει εἰργασάμην. κατὰ τύχην δὲ πολλῶν τεθνεώτων ἐν τοῖς ἔμπροσθεν ἔτεσιν, ἐμοῦ δὲ οὔτε τῶν ὡς εἴρηται τετρωμένων ἀποθανόντος τινὸς οὔτ’ ἐξ ἄλλου τραύματος, ὁ μετὰ τὸν ἐγχειρίσαντά μοι τότε τὴν θεραπείαν δεύτερος ἀρχιερεὺς, ὁμοίως καὶ αὐτὸς ἐπίστευσε τὴν ἐπιμέλειαν τῶν μονομάχων μετὰ μῆνας ἑπτὰ μέσους. ὁ μὲν γὰρ πρῶτος περὶ τὴν φθινοπωρινὴν ἰσημερίαν, ὁ δὲ δεύτερος ἀκμάζοντος τοῦ ἦρος ἠρχιερεύσατο. πάλιν δ’ ἐπὶ τούτῳ σωθέντων ἁπάντων ὁ τρίτος καὶ ὁ τέταρτος καὶ πέμπτος ὡσαύτως ἐνεχείρισάν μοι τὴν θεραπείαν τῶν μονομάχων, ὥστε πολλὴν βάσανον ἔχειν τῆς ἀγωγῆς. ἐν δὲ δὴ χρόνῳ τούτῳ καὶ τοιοῦτον ἐπενοήθη μοί τι, καὶ μάλιστα αὐτῷ προσέχειν χρὴ τὸν νοῦν ἐκείνους τῶν ἰατρῶν, ὅσοι τραυμάτων θεραπείαν ὀρθῶς βούλονται μεταχειρίζεσθαι. θεασάμενος
601
γάρ τινα μονομάχων τῶν καλουμένων ἱππέων ἐγκαρσίαν ἔχοντα διαίρεσιν, ἄχρι βάθους πολλοῦ κατὰ τὰ πρόσω τε καὶ κάτω τοῦ μηροῦ καὶ τὸ χεῖλος ἰδὼν τοῦ τραύματος, ἄνωθεν μὲν τὸ ἕτερον ἀνεσπασμένον, κάτω δὲ θάτερον, ὡς ἐπὶ τὴν μύλην κατεσπασμένον, ἐτόλμησα τῆς κατὰ πλάτος ὀνομαζομένης ἀγωγῆς ἀποστὰς, συναγαγεῖν ῥαφαῖς πρὸς ἄλληλα τὰ διεστῶτα μέρη τῶν μυῶν. εὐλαβηθεὶς οὖν συνδιαῤῥάπτειν αὐτοῖς τοὺς τένοντας, ἀποδείρας πρότερον ἐκείνους, οὕτως ἐχρησάμην διὰ πολλοῦ βάθους ταῖς ῥαφαῖς, εἰδὼς ἀκίνδυνον μὲν εἰς αὐτὸ τὸ σαρκῶδες μυῶν, τὸν κίνδυνον δὲ ἐκ τῶν τενόντων γινόμενον, οὐδὲ τοῦτό τινα τῶν διδασκάλων ἑωρακὼς ποιοῦντα. τινὲς μὲν γὰρ αὐτῶν ἐν ταῖς τοιαύταις τρώσεσι τὰ τοῦ δέρματος χείλη μόνα συνέῤῥαπτον, ἔνιοι δὲ κατὰ τὰ σαρκώδη τοὺς μῦς αὐτοὺς τολμῶντες ῥάπτειν, ἐπιπολῆς αὐτῶν ἐποιοῦντο τὴν συναγωγὴν, ὥστε εἴ ποτε μέχρι βάθους συχνοῦ τὸ τραῦμα διῆκον ἐγεγόνει μὴ κατὰ τὸ μῆκος τοῦ κώλου, τὸ μὲν ἐπιπολῆς τοῦ μυὸς κολλᾶσθαι, τὸ δ’ ἄλλο πᾶν ἀκόλλητον μένειν. ἐπὶ μὲν γὰρ 
602
τῶν κατὰ τὸ μῆκος τοῦ κώλου τραυμάτων ἡ ἐπίδεσις ἱκανὴ συναγαγεῖν ἀλλήλοις τὰ μέρη τοῦ τετρωμένου μυός· ἐφ’ ὧν δὲ ἐγκάρσιον γίγνεται τὸ τραῦμα, τῆς ἐπιδέσεως οὐδὲν ὠφελῆσαι δυναμένης, ἐκ μόνης τῆς ῥαφῆς τὸ σύμπαν περαίνεται. ταῦτ’ οὖν ἐὰν μὴ διὰ βάθους ποιῆταί τις, ἀκόλλητα διαμένει τὰ κατὰ τόδε μέρη τοῦ μυός. ἐπιτευχθέντος δέ μοι τοῦ ἔργου, μιγνύμενοί τινες ταὐτὸ τῶν ἀπείρων ἀνατομῆς ἁπάντων μυῶν ὑποδέρουσι τοὺς ὑποκειμένους ὑμένας, οὐκ εἰδότες ἀκινδύνως μὲν τούτους ἅμα τοῖς μυσὶ συῤῥάπτεσθαι, κινδυνωδέστατα δὲ τοὺς ὁμοίως αὐτοῖς πεπλατυσμένους τένοντας. ἀλλ’ ὅπως ἂν αὐτοὶ πλατυνθῶσιν, ὅμως ἔτι παχύτεροί τε τῶν ὑμένων εἰσὶ καὶ σκληρότεροι. λεπτοὺς δ’ ἱκανῶς τένοντας ὄψει κᾀν τοῖς κατ’ ἐπιγάστριον μυσὶν ἅπασι πλὴν δυοῖν τῶν ὀρθίων, οἷς αἱ τῶν λοξῶν ὑμενώδεις ἀπονευρώσεις ἐπιβέβληνται. ἄλλος δὲ τένων οὐδεὶς παρὰ τοὺς εἰρημένους ὑμενωδῶς πλατύνεται. διασώζουσι γὰρ ἅπαντες οἱ πλατυνόμενοι πάχος ἱκανὸν, ὡς μηδένα λαθεῖν. ἥ γε μὴν συμπάθεια τῶν ὑπερκειμένων μερῶν ἄχρι τῆς ἀρχῆς τῶν
603
νεύρων αὐτῆς οὐδὲν ἧττον τοῖς κατὰ τὸ πέρας τοῦ μηροῦ τοῖς τε εἰς τὸν ἀγκῶνα τοῦ πήχεως ἐνδυομένοις μυσὶ καὶ τοῖς εἰς τὴν πτέρναν γίγνεται. πλατύνονται μὲν οὖν ἑκατέροις οἱ τένοντες, ἀλλὰ μετὰ τοῦ φυλάττειν πάχος ἀξιόλογον, ἐπὶ δὲ τῆς πτέρνης ἔτι μᾶλλον, ὁ καθήκων ἐκ τῆς γαστροκνημίας τένων εὔρωστός τε φαίνεται καὶ παχὺς, ὡς ἂν ἐκ τριῶν ἀπονευρώσεων συγκείμενος. ἐλελήθει δὲ καὶ τοῦτο τοὺς ἐμοῦ πρεσβυτέρους ἀνατομικοὺς, ὥσπερ καὶ ἄλλα πολλὰ κατά τε τοὺς μῦς ὅλους καὶ πολὺ μᾶλλον ἔτι κατὰ φλέβας τε καὶ ἀρτηρίας καὶ νεῦρα. πολλοὶ δὲ καὶ ἤδη τῶν ἐμῶν ἑταίρων ἴσασιν ἅπαντα ταῦτα καὶ δεικνύουσι τοῖς μαθηταῖς, ἀναγινωσκομένων τῶν ἐμῶν ἀνατομικῶν βιβλίων. ἐμνημόνευσα δὲ τῶν ἐξ ἀνατομῆς φαινομένων οὐδὲν, ὡς ἄν τις ὑπολάβοι, κοινὸν ἐχόντων τῇ περὶ συνθέσεως φαρμάκων πραγματείᾳ, δεδιὼς δ’ ἐκ τῆς τοιαύτης ἀγνοίας ἁμαρτάνοντας ἤτοι γε ὑποπτεῦσαι τὴν ἀγωγὴν ὅλην ἢ μάτην ἀποδέρειν τοὺς ὑμένας εὐλαβουμένους τὴν ἐξ αὐτῶν ὧν ὑπονοοῦσι ψευδῶς ἐσομένην βλάβην· ὥσπερ ἕτεροί τινες οὐκ
604
εἰδότες γνωρίζειν τοὺς συνδέσμους, ὁμοίως ὑποπτεύουσι τοῖς νεύροις τε καὶ τένουσι τιτρωσκομένοις, ἀκινδύνους ὄντας αὐτοὺς, ὅτι ἂν πάσχωσιν, ὡς ἀναισθήτους τε ὄντας, ἐξ ὀστῶν τε τὴν γένεσιν ἔχοντας, οὐκ ἐκ μυῶν, ὥσπερ οἱ τένοντες, ἢ ἐξ ἐγκεφάλου καὶ νωτιαίου, καθάπερ τὰ νεῦρα. κάλλιστα τοίνυν ὥσπερ ἄλλα πολλὰ καὶ ἐπὶ τούτων εἰρήκασιν ἰατροὶ πολλοὶ τῶν δοκιμωτάτων, ὡς ἀλλήλων δεῖται τὰ μέρη τῆς ἰατρικῆς, τό τε χειρουργικὸν λέγω καὶ φαρμακευτικὸν καὶ διαιτητικὸν, καὶ μάλιστά γε τὸ κατὰ χειρουργίαν ἀμφοτέρων τῶν ἄλλων. ἐὰν οὖν ἐπὶ τῶν πιθήκων ἴδῃς πολλάκις ἑκάστου τένοντος καὶ νεύρου θέσιν τε καὶ μέγεθος, ἀκριβῶς μνήσῃ, κᾂν ἀνθρώπου ποτὲ σώματος ἀνατομῆς εὐπορήσῃς, ἕκαστον ὡς ἐτεθέασο ταχέως εὑρεῖν. ἀγύμναστος δὲ παντάπασιν ὢν οὐδὲν ἂν ἐκ τῆς τοιαύτης εὐπορίας ὠφεληθείης, ὥσπερ οὐδ’ οἱ κατὰ τὸν Γερμανικὸν πόλεμον ἰατροὶ ἔχοντες ἐξουσίαν ἀνατομῆς σωμάτων βαρβαρικῶν ἔμαθόν τι πλέον ὧν οἱ μάγειροι γινώσκουσιν. ἡ μὲν γὰρ τῶν ἐμπειρικῶν κατὰ περίπτωσιν ἀνατομὴ λῆρός ἐστι μακρὸς, ὅμοιος
605
ταῖς παρακεντουμέναις αἰξὶν ὁλοσχοίνοις ὀξείαις. ἔτι δὲ ληρωδεστέρα ταύτης ἡ διὰ τῶν ἀνατομικῶν συγγραμμάτων μάθησις ἐοικυῖα τοῖς κατὰ τὴν παροιμίαν λεγομένοις ἐκ βιβλίου κυβερνήταις. ὅπου γὰρ οἱ θεασάμενοι σαφῶς ὑπὸ διδασκάλου δεικνύμενα τὰ κατὰ τὸ σῶμα νεῦρα καὶ τοὺς τένοντας αὐτῶν, εἰ μὴ καὶ δεύτερον ἴδοιεν αὐτὰ καὶ τρίτον καὶ πολλάκις ἐφεξῆς, οὐ μνημονεύουσιν ἀκριβῶς τὸν τόπον ἐν ᾧ κεῖνται, σχολῇ δ’ ἄν τις ἀναγνοὺς δυνηθείη μαθεῖν. ὁ γοῦν τῶν καθ’ ἡμᾶς ἐμπειρικῶν ἄριστος ἀνεγνωκὼς τὰ πάντα τῶν ἀνατομικῶν βιβλία, νύξαντός ποτε γραφείῳ παιδίου ἐν διδασκαλείῳ κατὰ τὴν ἐντὸς τοῦ βραχίονος χώραν, ὑπεράνω τῶν μέσων αὐτοῦ μερῶν, ἐπιθεὶς τῶν ἐμπλάστρων φαρμάκων οὗ πεῖραν ἔναγχος ἐσχήκει τεθεραπευκότος νευρότρωτον ἀφλέγμαντόν τε καὶ ἀνώδυνον ὁρῶν ἐπ’ αὐτῷ τὸ παιδίον, ᾤετο τεθεραπεῦσθαι τελέως, ἀλλ’ ἐξαίφνης γε κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπέθανε σπασθέν. ὡς οὖν ὡς δυσαιτιολόγητόν τε καὶ ἄπορον διηγεῖτό μοι τὸ γεγονὸς, ἀξιώσαντός μου τὴν γραφὴν ἀναγνῶναι τῆς τοῦ φαρμάκου
606
συνθέσεως, ὁ μὲν ἑτοίμως τοῦτ’ ἔπραξεν, ἐγὼ δ’ εὐθέως ἔφην αὐτῷ ταῦτα. μήτι μοι διηγούμενος ἄρτι τὰ συμβάντα τῷ νεοτρώτῳ παιδίῳ, πλέον ἄλλο τι τῇ διηγήσει προσέθηκας ἢ ὅτι πεῖραν ἐσχήκεις ἔναγχος τοῦ φαρμάκου θαυμαστῶς ἐκθεραπεύσαντος παῖδα νεότρωτον; ὡς δ’ ὡμολόγει μηδὲν ἄλλο προστεθεικέναι τῷ λόγῳ, πάλιν οὖν, ἔφην, ἄκουσον παρ’ ἐμοῦ λέγοντός σοι τὸ γεγενημένον. ἀξιόλογον ἦν τὸ τραῦμα τοῦ τὸ νεῦρον βαλόντος, ὃ φῂς ὑπὸ τοῦ φαρμάκου θεραπευθῆναι τούτου, καὶ θαῤῥῶν γε καὶ αὖθις αὐτῷ χρῶ κατὰ τῶν τοιούτων τραυμάτων. νύγματα δὲ νεύρων στενὴν ἔχοντα τὴν τοῦ δέρματος διαίρεσιν οὐχ οἷόν τε θεραπεύειν ἐστὶ φάρμακον τοιοῦτο, ὥσπερ οὐδὲ τὸ τὰ νύγματα θεραπεῦον αὐτῷ τῷ νεύρῳ γυμνῷ προσαγόμενον. ἔστι γὰρ πολὺ θερμότερόν τε καὶ δακνωδέστερον ἢ ὡς γυμνὸν νεῦρον ἀνασχέσθαι τῆς ὑπ’ αὐτοῦ δήξεώς τε καὶ φλογώσεως. ἔνθα μέντοι καὶ δέρμα καὶ ὑμὴν ἐπ’ αὐτῷ καί που καὶ σὰρξ πρόκειται τὸ δακκῶδες φάρμακον, ἐὰν καὶ λεπτομερὲς ᾖ, τὴν αὐτὴν θεραπείαν ἐργάζεται πρὸς τὸ νεῦρον, ἣν τὸ σὸν φάρμακον, 
607
ὅταν αὐτοῦ μόνου ψαύῃ γυμνοῦ τοῦ πεπονθότος νεύρου. χρὴ δὲ περὶ παντὸς ποιεῖσθαι τὸ στόμιον ἀνεῷχθαι τῶν στενῶν νυγμάτων, ἵνα ἐξατμίζῃ δι’ αὐτοῦ τὸ ἔξωθεν ἐπικείμενον θερμὸν φάρμακον, ἑλκτικὸν ὑπάρχον τῶν ἐν τῷ βάθει, τὴν περὶ τὸ πεπονθὸς νεῦρον ὑγρότητα, ὥστε καὶ προσεπιτέμνειν ἐπὶ τῶν τοιούτων προσήκει τὸ στόμα τοῦ νύγματος, δύο τομαῖς κατὰ τὸ δέρμα τεμνούσαις ἀλλήλας κατ’ ὀρθὰς γωνίας. ταῦτά τε οὖν εἶπον καὶ ἄλλα πολλὰ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, τῷ κατὰ τὴν θεραπείαν τοῦ νευροτρώτου παιδίου σφαλέντι τοσοῦτον, ὡς διὰ τὴν μοχθηρὰν ἀγωγὴν σπασθῆναί τε καὶ ἀποθανεῖν αὐτό. πρόδηλον οὖν ὅτι καὶ ἡ τοῦ νενυγμένου μορίου φύσις ἐνδείξεται ποτὲ μὲν ἀκίνδυνον εἶναι τὸ νύγμα, ποτὲ δ’ ὕποπτον, ὅταν ἴδωμεν ὑποκείμενον νεῦρον, ὡς ἐπὶ τοῦ κατὰ τὸν βραχίονα νυγέντος παιδός. οὐ γὰρ οἷόν τε λόγῳ τὸν τόπον ἑρμηνεῦσαι, καθ’ ὃν ἐπιβαίνει τῷ βραχίονι τὰ διὰ τῆς μασχάλης εἰς ὅλην ἀφικνούμενα τὴν χεῖρα, καὶ θαυμάσαι γ’ ἐστὶ κᾀν τούτῳ τὴν τῶν ἐμπειρικῶν φιλονεικίαν, ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων
608
τὸν πολλάκις ἑωρακότα τῶν κατὰ τὴν ἰατρικὴν ἔργων ὁτιοῦν ἄμεινον αὐτὸ μιμεῖσθαι φασκόντων ἢ εἴπερ ὀλιγάκις ἑωρακὼς ἔτυχεν. ὡσαύτως δὲ καὶ τὸν ὁτιοῦν ποιοῦντα βέλτιον ἐνεργεῖν εἰ πολλάκις εἴη πεπραχὼς αὐτὸ, μόνα δὲ τὰ διὰ τῆς ἀνατομῆς εἰς γνῶσιν ἥκοντα, δύνασθαί τινα τὴν τῶν ἀνατομικῶν ἀνδρῶν ἱστορίαν ἀναγνόντα βεβαίως ἐπίστασθαι, ὅπου γε καὶ τῶν ἑωρακότων ὑπὸ διδασκάλου δεικνύμενα τὰ μόρια τοῦ σώματος οὐδείς ἐστιν ἱκανὸς ἅπαξ ἢ δὶς ἰδὼν ἀκριβῶς διαμνημονεύειν, ἀλλὰ χρὴ πολλάκις ἰδεῖν. οὐ μόνον δὲ μεγάλα νεῦρα διὰ τοῦ βάθους ὁδοιποροῦντα κατὰ πολλὰ μόρια τοῦ σώματός ἐστιν, ἀλλὰ καὶ τῶν εἰς μόνον τὸ δέρμα διανεμομένων οἷον ῥίζαι τινές εἰσιν, ἃς οἱ νυγέντες, ἐὰν μὴ καλῶς θεραπευθῶσι, συμπάθειαν ἴσχουσι τῶν ὑποκειμένων νεύρων μεγάλων, ἀφ’ ὧν ἀποφύεται ταῦτα, περὶ ὧν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἀκριβῶς ἔγραψα, παραλελειμμένων ἅπασι τοῖς πρὸ ἐμοῦ. καὶ ταύτας τὰς ῥίζας ἐὰν μὴ πολλάκις ἐπὶ τῶν πιθήκων ἴδῃ τις, ἀδύνατον αὐτῷ, κᾂν εὐπορήσῃ ποτὲ ἀνθρωπείου σώματος εἰς ἀνατομὴν, ἀκριβῶς
609
ἐξευρεῖν, ὥσπερ γε πολὺ μᾶλλον ἐπὶ τῆς κατὰ περίπτωσιν ἀνατομῆς, ἣν καὶ τραυματικὴν θέαν ὀνομάζουσιν, οὐχ οἷόν τε τόπον εὑρεῖν ἐκ μόνης ἀναγνώσεως. οὐ μὴν οὐδ’ αὐτόπτην γενέσθαι τραυμάτων παμπόλλων οἷον τέ τινα, χωρὶς τῶν ἐν πολέμοις γινομένων, ἐφ’ ὧν οὐδ’ αὐτῶν οὐδεὶς ὑπεριδὼν τοῦ τάχιστα θεραπεύειν τὸν τετρωμένον ἐπισκέπτεται, ποῦ μὲν ὑπόκειται τοῖς τετρωμένοις μέρεσι νεῦρα, ποῦ δ’ ἀρτηρίαι καὶ φλέβες. ὁρῶνται τοιγαροῦν ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις οἱ ἄπειροι τῶν ἐξ ἀνατομῆς φαινομένων, ἐοικότες τοῖς μετὰ σκίμποδος ὁδοιποροῦσι τυφλοῖς, καὶ διὰ τοῦτο σφάλλοντες μέγιστα. συνθεὶς δέ τις ἐξ αὐτῶν εἰς ταὐτὸν τήν τε τῶν μορίων ἐμπειρίαν ἐξ ἀνατομῆς ἐγνωσμένην καὶ τὴν ἐπὶ τῇ συνθέσει τε καὶ χρήσει τῶν φαρμάκων μέθοδον, ἀεὶ θεραπεύσει τοὺς νευροτρώτους, ὥσπερ ἡμεῖς ἄνευ κινδύνου παντὸς, ὡς μήτε συμπαθῆσαί τι τῶν κυριωτέρων μήτε φλεγμῆναι τὸ τετρωμένον ἢ τεθλασμένον νεῦρον. ὅπου δὲ ταῦτα, πολὺ μᾶλλον οὔτε σῆψιν οὔτε κύλλωσιν οὔτε σπασμὸν οὔτε θάνατον ἐπακολουθῆσαι.