De compositione medicamentorum secundum locos I-VI

Galen

Galen, De compositione medicamentorum secundum locos I-VI

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἡπατικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἡπατικῶν προηγουμένης τῆς ἁρμοζούσης ἀγωγῆς ἔν τε τροφαῖς καὶ ἀλείμμασι καὶ τοῖς κοινοῖς καταπλάσμασι, φλεβοτομίᾳ, σικύαις, σιναπισμοῖς, δρώπαξι καὶ τοῖς ὁμοίοις διαιτήμασι πρὸς τοῖς ἀναγραφησομένοις συνθέτοις ποτήμασί τε καὶ μαλάγμασι, τοῖς γε ἄριστα συμφωνοῦσι, χρῶ ποτήμασι μὲν τοῖσδε· ἠριγέροντος ἀφέψημα, ὡς μάλιστα ὠφέλιμον δίδου, φύεται δὲ τούτου ὁ καυλὸς ἐπὶ τοῖς κεράμοις. ἢ νάρδου μύρου κοχλιάρια δ΄. πίνειν δίδου καθ’.

13.218
ἡμέραν, καὶ μάλιστα ἐπὶ τῶν σκιῤῥουμένων. ἢ ἀριστολοχίας ὀβολοὺς γ΄. πότιζε πυρέσσοντας μεθ’ ὕδατος, ἀπυρέτους μετ’ οἴνου, λίαν καλῶς ποιεῖ. ἢ τρίφυλλον τὴν ὀξύζουσαν ἐν ὕδατι ἕψε, μέχρι τὸ τρίτον λειφθῇ καὶ δίδου ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἢ χολὰς ἀρκείας πραέως ἐν ἀγγείῳ ζέσας ξήρανον ἐν ἡλίῳ καὶ δίδου ἐκ τούτου τοῖς ἡπατικοῖς κοχλιάριον ἕν. ἢ βάτου τῆς ῥίζης φλοιοῦ μνᾶν μίαν, σὺν ὕδατι χοῒ ἑνὶ ἑψήσας ἐν καινῷ ἀγγείῳ μέχρι λειφθῇ τὸ δ΄. αἰθριασθέντι πρόσμιξον μέλιτος τῷ χυλῷ κυάθους στ΄. καὶ πινέτω νῆστις ἐφ’ ἡμέρας γ΄. ἢ ψευδοβουνίου ὀβολὸν ἕνα δίδου μετὰ μέλιτος νήστει. ἢ δαύκου καὶ μαράθρου ῥίζης τὸ ἥμισυ σὺν ὀξυμέλιτι μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας δίδου νήστει κύαθον α΄. ἢ γλυκυῤῥίζης χυλοῦ ὀβολὸν α΄. ἢ β΄. δίδου νήστει, καὶ γὰρ κοιλίαν ὑπάγει καὶ οὖρα κινεῖ. ἐπὶ δὲ μεγάλης σκληρίας ἀβροτόνου χυλὸν ὡς ὅτι παχύτατον πότιζε. ἢ ἀκόρου ὀβολὸν α΄. πάνακος ἴσον μεθ’ ὕδατος πότιζε. ἢ ναρδοστάχυος ἀφέψημα διηνεκῶς δίδου.

13.219

[Περὶ καταπλασμάτων.] Κατάπλασμα δὲ ἡπατικὸν, μήλοις κυδωνίοις μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἑψημένοις, ἢ λινοσπέρματι λείῳ μετὰ ἀλφίτων ἐν οἴνῳ ἑψημένων, ἢ λινοσπέρματι ἑψημένῳ ἐν γλυκεῖ οἴνῳ, ἢ λινοσπέρματι λείῳ μετὰ μέλιτος πεφυραμένῳ, ἢ καππάρεως ῥίζης ἐν ὀξυμέλιτι ἑψημένης, ἢ κριθίνῳ ἀλεύρῳ μετὰ συκῆς, ἢ ἐλαίας ῥίζης ἐν οἴνῳ ἑψημένης, ἢ μυρεψικῆς βαλάνου κεκομμένης μετ’ οἴνου, ἢ τὴν διὰ φοινικοβαλάνων κηρωτήν. ἄκρως γὰρ ποιεῖ πρὸς φλεγμονὰς ἥπατος, μάλιστα δὲ ἐφ’ ὧν καὶ στόμαχος πέπονθε καὶ πλευραὶ διατεταμέναι εἰσίν. ἢ φοίνικα δίχα τῆς ἐντεριώνης κόψας ἐπιμελῶς, ἴσῃ κηρωτῇ ῥοδίνῃ ἐν ὅλμῳ γνησίως ἕνωσον, μικρὸν παραστάζων ῥόδινον καὶ ἐπιτίθει. ἢ Ἀμιναίῳ οἴνῳ ἐμβρέξας, σμύρναν μίξον τοῖς φοίνιξιν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει.

[Περὶ μαλαγμάτων φλεγμονῆς ἥπατος.] Οἷς ἄν τις χρήσαιτο μαλάγμασιν, ἐπὶ φλεγμονῇ ἥπατος ἄνευ φανερᾶς αἰτίας μετὰ τὰς ἐπιβροχὰς καὶ καταπλάσματα, γέγραπται ἤδη πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ στόματος τῆς κοιλίας φλεγμονῆς

13.220
λόγῳ, τὰ κοινὰ ἐκείνου καὶ ἥπατος, ἐν οἷς ἐστι καὶ τὰ διὰ μελιλώτου σκευαζόμενα καὶ τὸ Πολυάρχιον, ἀλλὰ καὶ νῦν τινα προστεθήσεται ἐκ τῶν Ἀνδρομάχου.

[Ἀνδρομάχου μάλαγμα πρὸς ἡπατικούς.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχ. ρμδ΄. οἱ δὲ δραχ. ρ΄. βδελλίου δραχ. κδ΄. οἱ δὲ δραχ. ρ΄. ὄξους κοτύλης δ΄. κυπρίνου κοτύλην α΄. ἐγὼ δὲ κοτ. S".

[Τὸ Ἀπολλοφάνους.] ♃ Κηροῦ δραχ. π΄. βδελλίου δραχ. π΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. π΄. ῥητίνης τερμινθίνης δραχ. μ΄. μάννης λιβάνου δραχ. μ΄. ἰρίνῳ σύγκοπτε.

[Τὰ ὑπὸ Δαμοκράτους μαλάγματα γεγραμμένα πρὸς ἧπαρ καὶ ὑποχόνδριον. τινὰ δὲ αὐτῶν καὶ πρὸς ὅλην τὴν γαστέρα καὶ τὸν σπλῆνα.]

  • Ὑποχονδρίοις δὲ τοῖς πεπονθόσιν θέλων,
  • Διὰ στομάχου κάκωσιν ἢ τῆς κοιλίας,
  • Τῶν ἐντέρων τε καὶ κώλου τοῦ θ’ ἥπατος,
  • Ἄλλου θ’ ὁμοίως κυρίου σπλάγχνου τινὸς,
  • Μάλαγμ’ ἐπιρίπτειν τοῦτο πρῶτον σκευάσας
  • 13.221
  • Ἔμπροσθεν αὐτό. προσφάτως γὰρ γενόμενον
  • Ἔλαττον ἔσται τοῖς νοσοῦσι χρήσιμον.
  • Ἔστι δὲ κηροῦ Ποντικοῦ λίτραι δύο,
  • Ἀμμωνιακοῦ θυμιάματος λίτρα μία,
  • Τερμινθίνης τε τῆς πεφρυγμένης λίτρα,
  • Καὶ τῆς πιτυΐνης τῆς κεκαυμένης λίτρα.
  • Λίτρας δὲ τὸ τρίτον καρδαμώμου σπέρματος,
  • Ξηρᾶς κυπέρου ταὐτὸν, σμύρνης τὸ ἴσον,
  • Ἴσον τε ἑνὶ τούτων ἴρεως λευκῆς σταθμῷ,
  • Κεκαθαρμένης Κελτικῆς οὐγγίαι δύο.
  • Κρόκου δὲ γο α΄ S".
  • Ἓξ δὲ μελιλώτου πρὸς αὖ γε ταῖς δύο.
  • Τὸ δ’ Ἀττικὸν μελίλωτον αἱρετώτερον,
  • Κυπρίνου δ’ ἐλαίου προσφάτου λίτραι δύο.
  • Κυπρίνου μὲν οὖν καὶ τἄλλα τηκτὰ μίγματα,
  • Ἕψον φλογὶ τῇ κούφῃ, εἶθ’ οὕτω ξύσον.
  • Τὰ δ’ λοιπὰ κόψας σῆσον, εἶτ’ οἴνῳ καλῷ
  • Φύρασον, εἶτα νύκτα καὶ ἡμέραν μίαν
  • 13.222
  • Ἄφες τὸν οἶνον ἀναπιεῖν τὰ μίγματα.
  • Χεῖρας δ’ ἀλείψας τῷ κυπρίνῳ. τὰ φάρμακα
  • Ἅπαντα μίξας ἐν θυείᾳ πλατυτέρᾳ,
  • Οὕτως ἀποτίθου, δέρμασι μαλακοῖς σκέπε.
  • Ἄλλο μάλαγμα τοῦ αὐτοῦ.

  • Πρὸς ταῦτα ποιοῦν ἕτερον. ἂν χρόνον λάβῃ
  • Τὰ πάθη φόβους ἔχοντα τοὺς καχεξίας.
  • Τοῦτ’ ὠφελεῖται μᾶλλον, ὅσα μὴ πνεύμασιν
  • Τὰ σπλάγχνα βλάπτει φλεγμοναῖς μακροτέραις.
  • Πυκνῶς γὰρ ὀξύνοντα μετὰ πόνων σφοδρῶν,
  • Σκληρῶν τε καὶ σκίῤῥων γε δυσλύτους φόβους.
  • Λύει δὲ αὐτῶν τὰς κατασκευὰς ταχὺ,
  • Σκεύαζε δ’ οὕτω. τῆς καλῆς τερμινθίνης
  • Λίτρας ἥμισυ, Ποντικοῦ κηροῦ τὸ ἴσον,
  • Κεκαθαρμένης δὲ τήλεως λίτραν μίαν.
  • Νίτρου τε αὐτὸ καὶ πάνακος λίτραν μίαν,
  • Πάλιν ἀνίσου σπέρματος λίτραν μίαν,
  • Μόσχου τε λίπους κεκαθαρμένου λίτραν,
  • 13.223
  • Καὶ ταὐτὸ λευκῆς ἴρεως κεκομμένης.
  • Ὄξους δὲ κυάθους δύο ἥμισυ βραχύ.
  • Μέλιτος δὲ λίτρας δύο Ἀττικοῦ τοῦ προσφάτου,
  • Ἀμμωνιακοῦ θυμιάματος λίτραν μίαν
  • Τινὲς κατέμιξαν, ἄλλοι δὲ λίτρας δύο.
  • Τὰ ξηρὰ σήσας πάντα λεπτῷ κοσκίνῳ,
  • Ἕψησον ὡς κατάπλασμα προσβαλὼν μέλι,
  • Ὄξος τε μὴ πᾶν καὶ ποιήσας εὐαφὲς
  • Πρόσβαλε τῷ θερμῷ, παραχέων ὄξος βραχὺ,
  • Τετηγμένῳ κηρῷ τε καὶ λιπάσματι,
  • Τερμινθίνῃ τε καὶ καλῶς ἑψημένα,
  • Ταῖς χερσί τε ἅμα πάνθ’ ἑνώσας ἐπιμελῶς,
  • Ἐν μείζονι ἀγγείῳ χρήσαι μὴ παραυτίκα.
  • Ἀδρανέστερον γάρ ἐστιν, ἄρτι γενόμενον.
  • Ἄλλο Δαμοκράτους μάλαγμα.

  • Καὶ τοῦτο εὐῶδές τε καὶ τὰς ἥπατος
  • Αἶρον διαθέσεις τὰς νεφρῶν τε καὶ κώλου,
  • Τὰς τοῦ στομάχου τε χρονίας τῆς θ’ ὑστέρας.
  • 13.224
  • Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους
  • Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν,
  • Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε.
  • Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου,
  • Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος,
  • Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα.
  • Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος,
  • Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν
  • Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον.
  • Στάχυος δὲ νάρδου Συριακῆς δυ’ οὐγγίας,
  • Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο,
  • Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν,
  • Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν,
  • Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα.
  • Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
  • Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν,
  • Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον
  • Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,
  • 13.225
  • Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος,
  • Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα,
  • Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς,
  • Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην,
  • Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα
  • Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον.
  • Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ
  • Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου.
  • Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος.
  • Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς,
  • Κηρωτάριον γιγνόμενον εὐαφέστερον.
  • Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ.
  • Ἄλλο Δαμοκράτους μάλαγμα.

  • Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας.
  • Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον,
  • Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει,
  • Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς,
  • Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.
  • 13.226
  • Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι.
  • Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων,
  • Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν,
  • Στῆσον δραχμὰς γ΄. πέντε καὶ ἑτέρας δέκα,
  • Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως
  • Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν,
  • Νίτρου θαλασσίου δὲ λίτρας S".
  • Στυπτηρίας τε σχιστῆς δραχμὰς δώδεκα,
  • Μιᾶς τε δραχμῆς ἥμισυ τριώβολον,
  • Βδέλλης, ὄνυχός τε τὰς ἴσας, στυπτηρίας,
  • Ἴσον τε νίτρου τ’ ἄνθος Ἀσίου λίθου,
  • Ἀμμωνιακοῦ τε ταὐτὸ θυμιάματος.
  • Καὶ τήλεως δὲ σπέρματος καὶ καρδάμου
  • Καὶ καρδαμώμου καὶ καλῆς ὀριγάνου
  • Ξέστου τέταρτον ἐξ ἑκάστου μίγματος,
  • Ἐρεγμοῦ τε τὸ μέτριον, ἰρίνου μύρου.
  • Τὸ μάλαγμα δὲ σκεύαζε τοῦτον τὸν τρόπον,
  • 13.227
  • Βδέλλιον οἴνῳ διάβροχον ποιῶν γλυκεῖ,
  • Μάλασσ’ ἐν ὅλμῳ γενομένῳ λείῳ δ’ ἄγαν,
  • Πρόσβαλλε σῦκα καὶ πάλιν κόπτε ἅμα,
  • Οἶνον παραχέων, λεῖα ποίησον καλῶς.
  • Προσεμπάσας δὲ ἄλλα πάντα μίγματα,
  • Ἐν ὕδατι θερμῷ κηρὸν ἐμβρέξας καλῶς,
  • Μάλασσε χερσὶ καὶ πλατύνας πρόσβαλε
  • Τοῖς ὁλμοκοπουμένοις, ὑπέρῳ τε χρώμενος
  • Ξυλίνῳ, λιπαίνων ταῦτα συνεχῶς τῷ μύρῳ.
  • Καιρὸς δὲ πάντων χρήσεως μαλαγμάτων,
  • Ὅσα κοιλίᾳ, στομάχῳ, κᾀν καὶ τοῖς ἐντέροις
  • Ἐπιβάλλεται, κάλλιστος ὁ μέχρι τῆς τροφῆς
  • Ἧς ἔλαβον ἐν τῇ γαστρὶ μὴ παρακειμένης.
  • 13.228

    Γίνονται μὲν ἰκτερικοὶ καὶ λόγῳ κρίσεως ἀγαθῆς ἐν πυρετοῖς, ἐπισκήψαντος τοῦ χυμοῦ τοῦ χολώδους πρὸς τὸ δέρμα καὶ ῥᾷστα παύονται λουτροῖς ὑδάτων ποτίμων, ἐλαίου τε διαφορητικοῦ τρίψει καὶ πάντων τῶν ἀραιούντων, ὁποῖόν ἐστι τὸ ἀνήθινον ἔλαιον καὶ τὸ χαμαιμήλινον καὶ τὸ κίκινον. ἐφεξῆς δὲ τούτων χρίσματα, γλεύκινόν τε καὶ κομμαγηνὸν, εἶτα τὸ ἴρινον καὶ τὸ ἀμαράκινον.

    13.229
    τὰς ἄλλας δὲ τὰς ὀνομαζομένας ἐξαιρέτως ἰκτερικὰς δυνάμεις οἱ γράψαντες οὐ πρὸς τοιούτους ἰκτερικοὺς ἁρμόττειν ἔφασαν, ἀλλὰ μάλιστα μὲν πρὸς τοὺς δι’ ἔμφραξιν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἤδη δὲ καὶ πρὸς τοὺς διὰ φλεγμονάς. οἱ μὲν οὖν δι’ ἔμφραξιν ἰκτεριῶντες ἀπύρετοι διαμένουσι, πάντως δὲ οἱ ἐπὶ φλεγμονῇ πυρέττουσιν. ὅσοι μὲν οὖν οἷς ἔγραψαν ἰκτερικοῖς φαρμάκοις προσέθεσαν ἐπὶ τίνων ἁρμόττειν ταῦτά φασιν, ὀρθῶς ἐποίησαν· ὅσοι δὲ ἀδιορίστως καὶ ἁπλῶς ἔγραψαν, ἥμαρτον οὐ σμικρά. τὰ γὰρ ἱκανῶς φαρμακώδη, καθάπερ γε καὶ τὰ θερμὰ ταῖς δυνάμεσι, βλάπτει μεγάλως τοὺς πυρέττοντας. ἔστι δὲ τοιαῦτα γεντιανὴ καὶ στρούθιον, ἑλένιόν τε καὶ κόστος, ἀριστολοχία τε καὶ πόλιον καὶ κενταύριον. ἁρμόττει δὲ τοῖς ἐπὶ φλεγμονῇ τοῦ ἥπατος ἰκτεριῶσιν, ὅσα φλεγμονὰς ἰᾶται. καθάπερ γε καὶ τοῖς ἐπ’ ἐμφράξει πάνθ’ ὅσα ῥύπτει γενναίως, εἰ καὶ φαρμακώδη τύχοι ταῖς οὐσίαις ὄντα καὶ θερμὰ ταῖς δυνάμεσιν. ἐὰν δ’ εἰς ταὐτὸ συνέλθωσιν ἔμφραξίς τε καὶ φλεγμονὴ,
    13.230
    τῶν χαλώντων τε ἅμα καὶ ῥυπτόντων ἐστὶ χρεία. φευκτέον δέ ἐστιν ὅσα φαρμακώδη ταῖς οὐσίαις καὶ θερμὰ ταῖς δυνάμεσίν ἐστι. γεγραμμένων οὖν καὶ τῶν ἰκτερικῶν φαρμάκων ἀδιορίστως, τοῖς πλείστοις τῶν πρὸ ἐμοῦ προσθήσω τοὺς οἰκείους διορισμοὺς ἑκάστῳ αὐτῶν, ὅπως εἰδῆτε τίσι μὲν ἀκίνδυνον ἐν πυρετοῖς χρῆσθαι, τίσι δὲ ἕπεται μείζων τις ἐκ τοῦ διαῤῥύπτειν ὠφέλεια ἢ ἐκ τοῦ παροξύνειν τὸν πυρετόν τε καὶ τὴν φλεγμονὴν γιγνομένη βλάβη.

    [Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἰκτερικῶν φαρμάκων.] Ἀδιορίστως ἔγραψεν ὁ Ἀνδρόμαχος τέσσαρα φάρμακα πρὸς ἰκτερικοὺς, ἀκίνδυνον μὲν ἐπὶ τῶν ἀπυρέτων ἔχοντα τὴν χρῆσιν, οὐκ ἀσφαλῆ δὲ ἐπὶ τῶν πυρεττόντων, καὶ μάλιστα ἐὰν δι’ οἴνου τις ταῦτα ἢ οἰνομέλιτος δίδωσι, καθάπερ ἐνίοτε δίδομεν ἐπὶ μετρίοις μὲν πυρετοῖς ἐμφράξει τε τῇ κατὰ τὸ σπλάγχνον. ἀλλὰ δι’ ὀξυμέλιτος μὴ λίαν ὀξέος ἀσφαλέστερόν ἐστι τηνικαῦτα δίδοσθαι τὰ τοιαῦτα φάρμακα. ἔστι δὲ τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα τέσσαρα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ ὑπογεγραμμένα. πρὸς

    13.231
    ἰκτερικούς. εἰς τὸ τῆς κολοκυνθίδος κέλυφος ἐμβαλὼν οἶνον καὶ θερμάνας, δίδου πιεῖν, ὑπάγει κοιλίαν. τὸ δ’ αὐτὸ καὶ λίβανος ποιεῖ. ἄλλο πρὸς ἰκτερικούς. ♃ ἀδιάντου τριώβολον, νάρδου ὀβολοὺς δύο, ἀψινθίου δραχ. α΄. σμύρνης τριώβολον, γλυκεῖ ἀναλάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς ὕδατος κυάθους β΄. ἄλλο πρὸς ἰκτερικοὺς ᾧ χρῶμαι. στρούθιον κρόκῳ χρῶσαι ἡλίκον κάρυον Ποντικὸν ἐν ὕδατι καὶ ὑδρομέλιτι, δίδοται δὲ καὶ ἄγχουσα πλῆθος κοχλιαρίου. ἄλλο πρὸς ἰκτερικοὺς, ὡς Ἀπολλώνιος. ♃ ὀρόβου δραχ. κδ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. η΄. λιβάνου δραχ. γ΄. νάρδου Κελτικῆς δραχ. β΄. νάρδου Συριακῆς δραχ. α΄. πεπέρεως δραχ. α΄. S". σχοίνου ἄνθους δραχ. α΄. σμύρνης ὀβολοὺς β΄. κόστου ὀβολοὺς β΄. κασσίας ὀβολὸν α΄. κινναμώμου ὀβολὸν ἕνα, χρῶ ξηρῷ σὺν οἰνομέλιτος κυάθοις τρισίν.

    [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἰκτερικῶν φαρμάκων ἐν τῷ τρίτῳ τῶν ἐντός.] Ἐξ ὧν ἔμπροσθεν εἴρηκα δῆλα, κᾂν χωρὶς διορισμοῦ γράφηται τὰ φάρμακα, τίνα φευκτέον ἐστὶν ἐπὶ τῶν πυρεσσόντων. εἴωθε δὲ ὁ Ἀσκληπιάδης

    13.232
    ἐνίοτε διορίζεσθαι, προστιθεὶς τοῖς πυρέττουσι μὲν ὡδί πως δίδοσθαι χρῆναι τὸ φάρμακον, ἀπυρέτοις δὲ ὡδί πως. ἔνθα δὲ ὅλως οὐδὲν προστίθησιν, ἐπὶ τῶν ἀπυρέτων ἐστὶ μᾶλλον χρηστέον, ὥσπερ γε κᾀπειδὰν δι’ οἴνου μόνου τὴν χρῆσιν ἢ δι’ οἰνομέλιτος ἀξιώσαιμεν γενέσθαι, τὰ γὰρ τοιαῦτα τοῖς ἀπυρέτοις ἁρμόττει. ταῦτα δὲ τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα τάδε ἐστί. πότημα ἰκτερικοῖς. κιχωρίου χυλοῦ κυάθους στ΄. δίδου πυρέττουσι μὲν καθ’ ἑαυτὸ, ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων γ΄. ἄλλο. στρύχνου χυλοῦ κύαθον α΄. καὶ οἰνομέλιτος κεκραμένου τὸ ἥμισυ. ἄλλο καταπαστόν. ἀγχούσης λειοτάτης κοχλιάρια β΄. δίδου μεθ’ ὕδατος ποτίμου πίνειν. ἄλλο. στρουθίου κοχλιάριον ἓν δίδου μετὰ μέλιτος κεκραμένου κυάθων γ΄. Νικηράτου διουρητικόν. ♃ ἐρεβίνθων ξηρῶν ξε. α΄. λιβανωτίδος χειροπληθὲς, ὕδατος ξε. στ΄. μαράθρου χειροπληθὲς, ἀσπαράγων ἑλείων ῥιζῶν τὸ χειροπληθές· σκεύαζε καὶ δίδου, ὡς εἴρηται, καθεψήσας καὶ διϋλίσας τὸ ὑγρὸν, δίδου πυρέττουσι πίνειν διηνεκῶς, ἀπυρέτοις μετ’ οἴνου κεκραμένου. ἄλλο. ♃ ἐρεβίνθων ξε. α΄. 
    13.233
    ἀδιάντου χειροπληθὲς, ὕδατος ξε. στ΄. ἀσπαράγων ἑλείων τῶν ῥιζῶν χειροπληθές· σκεύαζε καὶ δίδου καθὰ προείρηται.

    [Τροχίσκος ἰκτερικοῖς, ποιεῖ καὶ ἡπατικοῖς.] ♃ Ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. δ΄. ἀνίσου, ἀψινθίου ἀνὰ δραχ. α΄. νάρδου Ἰνδικῆς, ἀσάρου ἀνὰ δραχ. α΄. κόψας καὶ σήσας, ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. ἀπυρέτοις μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλος, ᾧ ἐχρήσατο Χαριξένης. ♃ ἀσάρου, ἀψινθίου ἀνὰ δραχ. η΄. ἀνίσου σπέρματος, μαράθρου, σελίνου σπέρματος, θασίων πικρῶν κεκαθαρμένων ἀνὰ δραχ. δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου καθὰ προείρηται.

    [Νικηράτου ἔῤῥινον καθαρτικὸν ἰκτερικοῦ, ὅταν τὸ μὲν ἄλλο σῶμα κατὰ τὴν φύσιν ἔχῃ, οἱ δὲ ὀφθαλμοὶ μένωσιν ὠχροί.] Δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον ἓν διὰ τῶν μυκτήρων ἀνέλκειν, ἀποῤῥεῖ χολῶδες πολύ. τοῦ αὐτοῦ. καρδάμου χλωροῦ τὰ ἁπαλὰ φύλλα ἢ λιβανωτίδος χλωρᾶς τὰ ἁπαλώτατα τρίψας καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας, χρῶ καθὰ προείρηται. τοῦ αὐτοῦ. ἐλατήριον μετὰ γάλακτος

    13.234
    γυναικείου τρίψας ἐγχυμάτιζε τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι λειώσας χρῶ καθὰ προείρηται.

    [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα πρὸς ἰκτερικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἰκτερικῶν τῇ ἁρμοδίῳ διαίτῃ καὶ διαγωγῇ, διά τε περιπάτων ἱκανῶν καὶ πολλῆς τῆς ἐπὶ τοῖς ἀλείμμασι τρίψεως, ἔτι τε τῶν ξηρῶν πυριῶν, χρῶ καὶ τοῖς ὑπογεγραμμένοις. φασὶ τοὺς ἐν πυρετοῖς, ἐὰν ἰκτεριῶσιν, ἐσθίοντας τὸν πυῤῥὸν καρπὸν τῆς κυνοσβάτου ὠφελεῖσθαι παραχρῆμα καλῶς. ὠφελεῖ καὶ τῆς χελιδόνος βοτάνης ὁ χυλὸς μετ’ οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενος, ἢ ἀδίαντον ἢ ἐρυθροδάνου ῥίζης τριώβολον μετὰ μελικράτου δίδου, ἢ στρούθιον μετὰ μέλιτος ἐκλειχέτωσαν, ἢ ἄρκτου χολῆς ὅσον κύαθον δίδου πίνειν, ἢ ὑπερικοῦ γο α΄. πότιζε μετ’ οἰνομέλιτος, ἢ μελικράτου κύαθον α΄. ἢ ἑλξίνης ἀφέψημα ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ μετ’ οἰνομέλιτος, ἢ κυνείας λευκῆς γο β΄. μετὰ μέλιτος γο γ΄. ἐπὶ ἡμέρας γ΄. δίδου πίνειν; ἢ τοὺς ἀπὸ τῶν πετρῶν λειχῆνας

    13.235
    πότιζε μεθ’ ὑδρομέλιτος, ἢ λειχῆνος τοῦ ἐπὶ τοῖς κεράμοις ἢ λίθοις γινομένου δραχ. α΄. ἐν ἀκράτῳ πότιζε, ἢ κάρδαμον σὺν ἐλαίου κυάθῳ ἑνὶ δὸς πιεῖν. εἰς δὲ τοὺς ῥώθωνας τὴν ῥίζαν αὐτοῦ ἔμβαλλε, ἢ ἀψινθίου κοχλιάρια δ΄. ἀνίσου κοχλιάρια γ΄. δίδου ὀξυμέλιτος ἢ ὀξυλαπάθου, ἢ λαπάθου ῥίζης λείας ὀξύβαφον δίδου μεθ’ ὑδρομέλιτος. ἐὰν δὲ μὴ πυρέσσοι, μετ’ οἴνου ἢ ὀξυμέλιτος, ἢ ἀδιάντου καὶ ἡδυόσμου καὶ ἐρυθροδάνου ἴσον ζέσας ἐν ὕδατι δίδου πιεῖν κοτύλην α΄. ἐν ἡλίῳ ἡλιασμένῳ ἐπὶ πολὺ καὶ δεδιψηκότι καὶ πνευματιῶντι, ἵνα πιὼν ἱδρώσῃ, εὐθέως μεταβάλλει τὸ χρῶμα, ἢ ἀδιάντου καὶ σμύρνης τὸ ἥμισυ νήστει λελουμένῳ δίδου ἐν οἴνου κοτύλης ἡμίσει, ἢ λαγωοῦ πητύαν μετὰ ἀκράτου, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ δίδου, ἢ σκολοπενδρίου δραχ. δ΄. ἐν οἴνῳ δίδου νήστει, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄. ἢ ἡδύοσμον καὶ ἐρυθρόδανον καὶ ἀδίαντον, ἴσα πότιζε μεθ’ ὕδατος κυάθων β΄. ἢ τεύτλου φύλλων ὠμῶν δραχ. στ΄. σμύρνης ὀβολοὺς δύο μετὰ μελικράτου νῆστιν πότιζε, ἢ προλούσας ἐπιμελῶς νήστει δίδου
    13.236
    μετ’ οἴνου κοτύλης ἥμισυ, ἢ ♃ ἀδιάντου δραχ. α΄. σμύρνης δραχ. η΄. ἡδυόσμου δραχ. α΄. ὕδατος κοτύλας δύο, ἕψε μέχρι τὸ ἥμισυ λειφθῇ, εἶτα περιπατήσαντα πολλὰ τρίψας εὖ μάλα, ἔτι μετεωροτέρου τοῦ πνεύματος ὄντος δὸς πιεῖν. τοῦτο ποίει ἐπὶ ἡμέρας δύο. ἢ ἐρεβίνθους τοὺς ὀροβίας ἐξαιθριάσας ἐν ὕδατι, δὸς τοῦ ὕδατος πίνειν καὶ τοὺς ἐρεβίνθους ἐπιφαγεῖν πρωῒ καὶ δείλης, εἶτα τρεῖς ἡμέρας ἀψίνθιον ἐν μελικράτῳ πινέτωσαν. ἢ κυκλαμίνου χυλῷ διὰ ῥινὸς καθάρας λοῦε, ἢ τὴν λεγομένην ὀρόντιον βοτάνην πολλὴν καθεψήσας ἢ ἀφεψήσας, λοῦε τῷ ἀφεψήματι καὶ καταστήσεις εὐθέως γίνεσθαι τὸ ὕδωρ χλωρόν. ἢ τὴν ὑπὸ τὴν γλῶσσαν τέμνε φλέβα. εἰ δὲ πρὸς μηδὲν τούτων ὑπείκοι, τότε τῷ διὰ σκαμμωνίας καὶ ἀκριβοῦς διαίτης αὐτοὺς ἀκτέον καὶ ἐπὶ τούτῳ ἐπὶ γυμνάσια ἀπολυτέον.