De compositione medicamentorum secundum locos I-VI

Galen

Galen, De compositione medicamentorum secundum locos I-VI

[Περὶ ἥπατος καὶ τῶν ἐν αὐτῷ παθῶν.] Ὑστάτης ἁπασῶν τῆσδε τῆς πραγματείας μοι γραφομένης, ἡγοῦμαι παντί που πρόδηλον ὑπάρχειν, ὡς δυοῖν τῶνδε θάτερον ἀληθές ἐστιν, ἢ τὰς ἄλλας πάσας ἀχρήστους εἶναι καὶ περιττὰς, εἴ τις ἐκ ταύτης μόνης ἱκανὸς ἔσται θεραπεύειν ἅπαντα τὰ πάθη τὰ δεόμενα τῆς διὰ φαρμάκων ἰάσεως, ἢ εἴπερ ἐκεῖναι χρήσιμοι τυγχάνουσιν οὖσαι, πρῶτον αὐτὰς ἀναγνωστέον ἐστὶ καὶ μνημονευτέον τοῖς μέλλουσιν ὠφελήσεσθαί

13.188
τι πρὸς τῆσδε. τὰς μὲν γὰρ μεθόδους αὐτὰς τῆς τῶν εἰρημένων ἰάσεως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ιδ΄. βιβλίοις ἔγραψα· νῦν δὲ ὡς εἰδόσιν αὐτὰς ἤδη χωρὶς τῶν εἰρημένων ἀποδείξεων ἀναμιμνήσκω δεικνὺς πάντως, ὅπως καλῶς τε ἡμεῖς συνθήσομεν φάρμακα, τά τε ὑπὸ τῶν ἔμπροσθεν γεγραμμένα κρίναντες εἰς πεῖραν ἄγειν θαῤῥήσομεν. καὶ χρήσιμόν γε τοῦτο τὸ σκέμμα. καὶ γὰρ ἄλογον εἶναι βουλόμενοι τὴν ἑαυτῶν τέχνην οἱ ἐμπειρικοὶ μετεχειρίσαντο, πάντα μὲν ἀναγινώσκειν ἀξιοῦντες, ὅσα καὶ τοῖς ἐνδόξοις ἰατροῖς γέγραπται, μὴ πάντα δὲ εἰς χρῆσιν ἄγειν εὐθέως, ἀλλὰ καὶ κρίνειν πρότερον, εἰ δυνατὸν ἕκαστον αὐτῶν ἐστι τὴν ἐπαγγελίαν ἔργῳ ἐπιδείξασθαι. ἡμεῖς δὲ τὴν ἐμπειρίαν ἐν πάσῃ τῇ τέχνῃ μέγα τι δύνασθαι πεπεισμένοι τά τε διὰ λογικῆς μεθόδου τῶν θεωρημάτων εὑρημένα τοῖς περὶ κρίσεως ἱστορίας ὑπ’ αὐτῶν εἰρημένοις τὰ διὰ τῆς λογικῆς ἐνδείξεως προστίθεμεν, δεδειχότες ἐν ἑτέροις ὁποίαν δύναμιν εἰς τὸ βαδίζειν ἑκάτερον τῶν σκελῶν εἰσφέρεται, τοιαύτην ἐν ἰατρικῇ τὴν ἐμπειρίαν τε καὶ τὸν λόγον ἔχειν. ἐν μὲν οὖν τῇ
13.189
περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ δι’ ἕνδεκα βιβλίων γεγραμμένῃ τὴν δύναμιν ἑκάστου τῶν αὐτοφυῶν φαρμάκων, ὅπως ἄν τις εὑρίσκοι μεθόδῳ διήλθομεν, ἐπί τε τὴν κατὰ μέρος αὐτῶν ὕλην ἀφικόμενοι τὴν χρησιμωτάτην εἰς τὰ τῆς τέχνης ἔργα κατ’ εἴδη πᾶσαν ἐγράψαμεν. ἐφεξῆς δὲ αὐτῇ καὶ τὴν θεραπευτικὴν πραγματείαν, ὅπως ἄν τις ἄριστα μὴ μόνον τοῖς ἁπλοῖς, ἀλλὰ καὶ τοῖς συνθέτοις χρῷτο, διήλθομεν ἅμα τῷ καὶ τὰς ὁδοὺς τῆς συνθέσεως αὐτῶν πάσας εἰπεῖν. ἐν δὲ τῇ νῦν προκειμένῃ πραγματείᾳ τὴν ποικιλίαν τῶν συνθέτων φαρμάκων ὅπως ἐγένετο δηλοῦμεν, εἰς ὡρισμένους σκοποὺς κατ’ εἶδος ἄγοντες αὐτῶν τήν τε σύνθεσιν καὶ τὴν χρῆσιν, ἔτι τε τὴν κρίσιν τῶν ἤδη γεγραμμένων. μέλλοντες οὖν ἀκολούθως τοῖς προειρημένοις ἐπὶ τὴν τῶν ἐν ἥπατι παθῶν ἀφικνεῖσθαι διδασκαλίαν, ἐροῦμεν τὰ κατ’ αὐτὸ πάθη λόγῳ διελθόντες, οὐ ψιλαῖς διδασκαλίαις, ἀπό τε τῶν καθόλου σκοπῶν τῆς ἰάσεως αὐτῶν, οὓς ἐν τῇ θεραπευτικῇ πραγματείᾳ διήλθομεν, ἐπὶ τὴν τῶν συνθέτων ἀφίξομαι
13.190
διδασκαλίαν. ἔστιν οὖν ἐν αὐτῷ πρῶτον ἁπάντων διακρῖναι, πότερον ἀτονία τίς ἐστι τοῦ σπλάγχνου, καθάπερ ἐπὶ τῶν κατὰ τὴν κοιλίαν εἴπομεν, ἢ καί τι ἄλλο πάθημα κατείληφε τὸ σπλάγχνον, ἢ χωρὶς ἀτονίας πάσχει φλεγμαῖνον ἢ σκιῤῥούμενον ἢ ἀποστήματι κάμνον ἢ ἐμφράξει, καθάπερ καὶ ἐρυσιπελατώδη διάθεσιν ἴσχον ἢ ἕλκος, ἤ τινα σηπεδόνα. καὶ γὰρ οὖν κᾀπὶ τούτου ἡπατικὴν λέγουσι, καθάπερ κᾀπὶ τοῦ στόματος τῆς κοιλίας πάσχοντος οἱ πολλοὶ τῶν ἰατρῶν τε καὶ τῶν ἰδιωτῶν ὀνομάζουσι στομαχικὴν διάθεσιν ἐπὶ πολλοῖς συμπτώμασιν, οὐ κατὰ μίαν ἅπασι γιγνομένοις διάθεσιν, ἀλλὰ κατὰ πολλὰς μιᾷ μέν τινι γενικῇ κοινότητι παραλαμβανομένας, ἀλλήλων δὲ διαφερούσας εἰς τοσοῦτον, ὡς ἐνίας αὐτῶν ἐναντιωτάτας εἶναι. πῶς γάρ τις οὐκ ἐναντιωτάτην εἶναι φαίη τὴν μὲν ψυχρὰν δυσκρασίαν τῇ θερμῇ, τῇ δὲ ὑγρᾷ τὴν ξηρὰν, καίτοι κατά γε τὸ γένος εἰσὶν αἱ αὐταί. σχεδὸν δὲ καὶ πάντα τὰ ἐναντία τὰ αὐτὰ τῷ γένει λέγων ἄν τις οὐκ ἂν ἁμάρτοι, καὶ γὰρ ἡ ἔννοια
13.191
τῶν ἐναντίων ἐστὶν, ἐπειδὰν πλεῖστον ἀλλήλων ἀφέστηκε. πλεῖστον δὲ ἀφέστηκε τῶν μέσων καθοτιοῦν γένος τὰ ἐπὶ τοῖς πέρασιν ὄντα, ὡς τὰ ἐναντία πολλάκις μὲν τὰ αὐτὰ φαίνεσθαι κατὰ τὰ πέρατα τοῦ κοινοῦ γένους, πολλάκις δὲ ἐπαναβεβηκότων αὐτοῖς γενικωτέρων ἐναντίων, ὑπ’ ἐκείνων περιέχεσθαι, αὐτὰ δὲ ἐκεῖνα πάντως διὰ τοῦτό ἐστιν ἐναντία, διότι καθ’ ἓν γένος ὄντα πλεῖστον ἀλλήλων ἀφέστηκεν, ὥστε καὶ τὰ τούτοις ὑποπεπτωκότα τὸ πρῶτον καὶ ἀνωτάτω γένος κοινὸν ἴσχει. τοῦτο μὲν οὖν ἡμῖν ἅπαξ ἐνταῦθα κατὰ τὸ πάρεργον εἰρημένον εἰσαεὶ μνημνονευέσθω πρὸς τὸ μὴ δόξαι τινὶ διαφωνεῖν ἑαυτῷ, εἰπόντα ποτὲ μὲν ἕν τι πάθος εἶναι ταὐτὸν ἀνθρώποιν δυοῖν, ποτὲ δὲ οὐχ ἓν οὔτε ταὐτὸν, ἀλλ’ ἐναντία δύο. δυσκρασίαν γὰρ ἓν μέν τι πάθος γενικῶς ὀνομάζουσι, τεμνόμενον δ’ εἰς ἐναντίας διαφοράς ἔξεστι γὰρ, καθάπερ ἐνταῦθα εἴπομεν, οὕτως καὶ δύο καὶ τρία καὶ πολλὰ κατὰ τὰς ἐν μέρει διαφορὰς ἐναντιωτάτας ἀλλήλαις εἶναι καὶ κατὰ τοῦτο τῆς ἀτονίας τοῦ ἥπατος,
13.192
ὀρθῶς ἂν εἰπὼν διάθεσιν αἰτίαν εἶναι μίαν, ἣν δυσκρασίαν ὀνομάζομεν, αὖθις ὀρθῶς ἂν λέγοιμι μὴ μίαν, ἀλλ’ ὀκτὼ τὰς διαθέσεις εἶναι, διότι τοσαῦται διαφοραὶ τῶν δυσκρασιῶν εἰσι. καὶ γὰρ αὖ καὶ καθ’ ἑτέραν τομὴν δύο διαφοραὶ τῶν δυσκρασιῶν γίγνονται καὶ καθ’ ἑτέραν τρεῖς, αἱ μὲν ἐν ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν πασχόντων μορίων, αἱ δὲ μεθ’ ὑγρῶν τινῶν ἤτοι γε ἐν ταῖς εὐρυχωρίαις τῶν πεπονθότων περιεχομένων ἢ ἐν τοῖς σώμασιν αὐτοῖς διαβρόχοις ὑπ’ αὐτῶν γεγονόσι. κατὰ μὲν οὖν τὴν γαστέρα καὶ τὰ ἔντερα μία καθ’ ἕκαστόν ἐστι κοιλότης ὑγρότητα μοχθηρὰν δέξασθαι δυναμένη, κατὰ δὲ τὸ ἧπαρ τοσαῦται τὸν ἀριθμὸν, ὅσαι περ αἵ τε ἀρτηρίαι καὶ αἱ φλέβες. τῶν δ’ ἁπασῶν ἐχουσῶν στενὰ τὰ πέρατα, καθ’ ἃ συμβάλλει τὰ σιμὰ τοῦ σπλάγχνου τοῖς κυρτοῖς, ἔμφραξίς τε καὶ σφήνωσις ἐνίοτε γίγνονται τῶν μοχθηρῶν ὑγρῶν, αἷς ἕπεται σηπεδὼν ἐν τάχει ταῖς ψυχραῖς δυσκρασίαις, θερμαῖς δὲ οὐ ταχέως, ἀλλ’ ἐπὶ προήκοντι τῷ χρόνῳ συμπίπτουσα. γίνεται δὲ ἡ δυσκρασία κατά τε τὴν ἰδίαν οὐσίαν τοῦ ἥπατος, ἣν
13.193
Ἐρασίστρατος ἡγεῖται παρέγχυμά τι καὶ οὐκ αὐτὸ τὸ κυριώτατον εἶναι μόριον τοῦ σπλάγχνου. γίνεται δὲ ἡ δυσκρασία καὶ κατὰ τὰς περιεχομένας ἐν αὐτῷ φλέβας τε καὶ ἀρτηρίας καὶ δηλονότι καὶ κατὰ τὰς ἐν ταῖς εὐρυχωρίαις αὐτῶν ὕλας. ἔχοντος δὲ τοῦ σπλάγχνου τῶν ἐνεργειῶν, ἃς ἐνεργεῖ κατὰ τὸν τῆς ζωῆς χρόνον, οὐ μίαν, ἀλλὰ πλείους δυνάμεις καὶ τοσαύτας γε τὸν ἀριθμὸν, ὅσα τῶν ἐνεργειῶν εἴδη, συμβαίνει πολλάκις μὲν ἐξαιρέτως μίαν αὐτῶν βλάπτεσθαι, πολλάκις δὲ δύο καὶ τρεῖς καὶ πάσας ἅμα τὰς τέσσαρας. ἐνέργεια γὰρ αὐτοῦ μία μὲν ἑλκύσαι τὴν τροφὴν ἐφ’ αὑτὸ, μία δὲ ἄλλη περιστεῖλαί τε καὶ κατασχεῖν, ἄχρις ἂν ἀλλοιῶσαν αὐτὴν ἑαυτοῦ ποιήσηται μόριον. ἔστι γὰρ οὖν δὴ καὶ αὕτη δύναμις αὐτοῦ κυριωτάτη τε καὶ σχεδὸν πρώτη πέττειν τε καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν καὶ ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν, ἣν ὀνομάζομεν ἀλλοιωτικήν. ὅσα δὲ κατὰ τὴν ἀλλοίωσιν τήνδε γίνεται περιττώματα τῷ σπλάγχνῳ, ταῦτα δι’ ἑτέρας δυνάμεως, ἣν ὀνομάζομεν ἐκκριτικὴν καὶ ἀποκριτικὴν ἀπωθεῖται. δεδειγμέναι δέ εἰσιν αἱ δυνάμεις αἵδε πᾶσαι τοῖς
194
τοῦ σώματος ὑπάρχουσαι μορίοις, ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ. πάντα γὰρ ἕλκει τὸ οἰκεῖον ἑαυτῷ καὶ ἀποκρίνει τὸ ἀλλότριον, ἀλλοιοῖ τε τὸ ἑλχθὲν, ἔν τε τῷ χρόνῳ, καθ’ ὃν ἀλλοιοῖ, κατέχει τε καὶ σφίγγει. καλεῖται δὴ ἀλλοίωσις αὕτη, μέχρι μὲν ἂν εἰς ὁμοιότητα τοῦ τρεφομένου μορίου μεταβάλληται, πέψις, ὅταν δὲ ἤδη προστίθεται τῷ μορίῳ, θρέψις. ὅταν μὲν οὖν ἕλκειν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τὴν τροφὴν ἀτονήσῃ τὸ ἧπαρ, ὑγρὰ καὶ ἀνεκχύμωτα ἐκκρίνεται διὰ τῆς ἕδρας. ἐὰν μὲν ἡ γάστηρ συνατονῇ τῷ πλάγχνῳ μὴ πέττουσα καλῶς, ἠπεπεπτημένα, ἐὰν δὲ εὐρωσθῇ, πεπεμμένα μὲν, ἀλλ’ ὑγρὰ διὰ τὸ μηδεμίαν ἢ βραχεῖάν γε τὴν ἐξ αὐτῆς ἀνάδοσιν εἰς τὸ ἧπαρ γεγονέναι. ἐὰν δὲ ἕλκῃ μὲν τὸ ἧπαρ ἐφ’ ἑαυτὸ τὴν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τροφὴν, αἱματοῦν δ’ αὐτὴν ὑπ’ ἀτονίας ἀδυνατῇ, καθάπερ ἐν τῇ γαστρὶ πολυειδὴς ἡ φθορὰ γίνεται τῶν ἀπεπτηθέντων, οὕτω καὶ κατὰ τὸ ἧπαρ. καλῶ δὲ νῦν ἀπεψίαν μόνην, οὐ περιλαμβάνων τῷ λόγῳ τὴν βραδυπεψίαν. εἰ δὲ βούλει, κᾀπειδὰν
13.195
τροφὴ ὠμὴ διαμείνῃ τὴν κατὰ φύσιν ὑπὸ τοῦ μορίου γενομένην ἀλλοίωσιν οὐκ εἰληφυῖα, καὶ ταύτην ἄπεπτον καλεῖν, οὐδ’ ἐγὼ φεύγω τὴν προσηγορίαν, ἐάν μοι μόνον ἡ διαφορὰ τῶν πραγμάτων φυλάττηται. χεῖρον μὲν γάρ ἐστιν ἡ εἰς ἀλλόκοτον ποιότητα μεταβολὴ κατὰ τὴν ἀπεψίαν γινομένη, μετριώτερον δὲ καθ’ ἣν ἐπὶ πλεῖστον φυλάττει τὴν ἑαυτῆς φύσιν ἡ τροφὴ μηδεμίαν ἐν τῷ πεφυκότι πέττειν αὐτὴν ἀλλοίωσιν εἰληφυῖα. καὶ μὴν καὶ τρίτον τι παρὰ ταῦτά ἐστιν εἶδος ἀποτυχίας πέψεως, ὅταν ἡμίπεπτος ἡ τροφὴ γίνηται, καὶ κατ’ αὐτήν γε τὴν ἀποτυχίαν τῆς ἀκριβοῦς πέψεως τοῖς ἡπατικοῖς ἐκκρίνεται διὰ τῆς κοιλίας αἱματώδης χυμὸς, τοιοῦτος δὲ τῇ συστάσει, καθάπερ εἴ τις ὕδατι κεράσειεν αἷμα. καὶ πολλοὶ τῶν ἰατρῶν ἔγραψαν, εἰκάζοντες αὐτοῦ τὴν σύστασιν, ὡς ἂν εἰ νεοσφαγοῦς ἱερείου τὰ κρέα πλύνειέ τις ὕδατι. καὶ πλεῖσταί γε τῶν ἡπατικῶν διαθέσεων ἀπὸ τοιούτων ἐκκρίσεων ἄρχονται, μήπω μεγάλην ἀτονίαν ἔχοντος τοῦ ἥπατος, ἀλλ’ ἔτι πέττειν τε καὶ μεταβάλλειν τὴν τροφὴν εἰς τὴν οἷον ὑπογραφὴν τοῦ αἵματος δυναμένου. αὐξηθέντος δὲ
13.196
τοῦ πάθους οὐκ ἔτι μὲν οὐδὲν τοιοῦτον ἐκκρίνεται, ἀλλὰ πολυειδεῖς ἄλλαι ποιότητές τε καὶ συστάσεις, ὥσπερ ἀπὸ τῆς γαστρὸς ἀπεπτούσης. ἀλλ’ ἐν μὲν τῇ γαστρὶ τῶν σιτίων αὐτῶν αἱ διαφοραὶ σαφῶς φαίνονται, κατὰ δὲ τὸ ἧπαρ τῆς ἀναδοθείσης τροφῆς μιγνυμένης τῷ προϋπάρχοντι κατὰ τὸ σπλάγχνον αἵματι. συνδιαφθείρεται γὰρ ἐν τῷ χρόνῳ καὶ τοῦτο τῇ μὴ πεφθείσῃ κατ’ αὐτὸ τροφῇ. θερμῆς μὲν οὖν κατὰ τὸ σπλάγχνον τῆς δυσκρασίας οὔσης αἱ συντήξεις γίνονται, πρῶτον μὲν τῶν χυμῶν, εἶτα καὶ τῆς σαρκὸς αὐτῆς τοῦ ἥπατος, καὶ κενοῦται διὰ τῆς γαστρὸς δυσώδης πάνυ χολὴ παχεῖα καὶ κατακορὴς τῇ χροιᾷ, καθάπερ ἐν τοῖς λοιμώδεσι πυρετοῖς. ψυχρᾶς δὲ δυσκρασίας οὔσης οὔτε συνεχεῖς ἐκκρίσεις οὔτε πολλαὶ γίνονται. χρονίζει δὲ τὸ πάθος καὶ δι’ ἡμερῶν τινων καταῤῥήσσει ἡ γαστὴρ αὐτοῖς ἀθροώτερον, οὔθ’ ὁμοίαν ἐχόντων τὴν δυσωδίαν τοῖς διὰ θερμότητα συντακεῖσιν οὔθ’ ὁμοίαν τὴν χρόαν ἢ τὴν σύστασιν, ἀλλ’ ἧττόν τε δυσώδη διαχωρεῖται τούτοις, ἰδέαν τε σεσηπότος αἵματος, οὐ συντετηκυίας ἔχοντα σαρκὸς, ἐνίοτε
13.197
δ’ ἄν σοι τὸ διαχωρούμενον οἷον αἷμα μέλαν εἶναι φανείη, θεωροῦντι δὲ ἀκριβῶς οὔτε αἷμα μέλαν ἐστὶν οὔτε θρόμβος, ἀλλ’ οἷον ἰλύς τις αἵματος παχέος ἐγγὺς τῇ μελαίνῃ χολῇ, καὶ πλείω γε καὶ δύσκριτα χρώματα κατὰ τὴν τοιαύτην διάθεσιν ἐμφαίνεται τοῖς διαχωρουμένοις. ἐν ἀμφοτέραις δὲ ταῖς δυσκρασίαις τῇ τε κατὰ θερμότητα καὶ τῇ κατὰ ψυχρότητα, μιχθείσης τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασίας, ὑγρότερα μὲν ἐπὶ τῆς καθ’ ὑγρότητα, ξηρότερα δὲ ἐπὶ τῆς κατὰ ξηρότητα τὰ διαχωρήματα γίνεται. ὁ σκοπὸς οὖν τῆς θεραπείας ἐν τοῖς τοιούτοις παθήμασι γίνεται, κοινὸς μὲν κατὰ τὴν ἐναντίωσιν τῆς δυσκρασίας, καθ’ ἑκάστην δὲ ἴδιος ὁ καθ’ ἑκάστην ἐναντίος. τὸ μὲν οὖν ἡπατικὸν ἰδίως ὀνομαζόμενον πάθος, ὥσπερ οὖν καὶ τὸ κοιλιακόν τε καὶ στομαχικὸν, ἄνευ τοῦ κατὰ τὰ μόρια παρὰ φύσιν ὄγκου γίνεται, φλεγμαίνειν μὲν ἧπαρ ἢ ἀφίστασθαι λεγόντων ἢ σκιῤῥοῦσθαι τῶν ἰατρῶν ἤ τι τοιοῦτον ἕτερον πάσχειν, οὐ μὴν ἡπατικόν γε καλούντων τὸν ἄνθρωπον αὐτὸν, ᾧ συμβαίνει τι τούτων· ἀλλ’ ὅταν ἄνευ φανεροῦ τινος ἐν τῷ σπλάγχνῳ
13.198
κακοῦ περὶ τὰς οἰκείας ἐνεργείας ἀτονῇ, τηνικαῦτα τὸν κάμνοντα προσαγορευόντων ἡπατικόν. ἴδωμεν οὖν πρῶτον ἃ γεγράφασιν οἱ πρὸ ἡμῶν ἄριστα πραγματευόμενοι περὶ φαρμάκων, ἀπὸ τῶν ὑπ’ Ἀνδρομάχου τὴν ἀρχὴν ποιησάμενοι. οὗτος γὰρ ἀνὴρ ἐν τῇ τῶν ἐντὸς παθῶν ἰάσεις ἐχούσῃ βίβλῳ πολλὰς ἔγραψε δυνάμεις ἡπατικὰς, ὧν ἁπασῶν μνημονεύσω, κᾀνταῦθα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ γεγράψεται τὰ φάρμακα, καὶ πρῶτόν γε αἱ ἀντίδοτοι. τὸ πρῶτον γεγραμμένον αὐτοῖς ὀνόμασιν ὡδί πως.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἡπατικοὺς φάρμακα.] Ἀνδρομάχου πρὸς ἡπατικοὺς κυφοειδὴς καὶ πρὸς τὰ ἐν θώρακι πάντα. ♃ σταφίδος σαρκὸς δραχ. κε΄. οἱ δὲ δραχ. ρ΄. κρόκου δραχ. α΄. οἱ δὲ τριώβολον· καλάμου δραχ. β΄ S". βδελλίου δραχ. β΄ S". κασσίας δραχ. α΄ S". κινναμώμου τριώβολον, ναρδοστάχυος δραχ. γ΄. σχοίνου ἄνθους δραχ. β΄ S". σμύρνης δραχ. δ΄. τερμινθίνης δραχ. δ΄. οἱ δὲ δραχ. ιστ΄. ἀσπαλάθου ῥινήματος δραχ. β΄. μέλιτος δραχ. ιστ΄. οἴνου τὸ ἀρκοῦν. αὕτη μὲν ἡ τῆς ἀντιδότου γραφή. κέκληκε δὲ ταύτην κυφοειδῆ διὰ τὴν ὁμοιότητα.

13.199
καὶ γὰρ ὀσμῇ καὶ γεύσει παραπλήσιός ἐστι τῷ κύφει καλουμένῳ πρὸς Αἰγυπτίων, οἵπερ δὴ καὶ πρῶτοι συνέθεσάν τε τὸ φάρμακον τοῦτο καὶ χρῶνται θυμιῶντες ἑκάστοτε τοῖς θεοῖς. τὰ πλεῖστα δ’. ἐστὶ τῶν ἐν ἐκείνῳ τῷ θυμιάματι γεγραμμένων τὰ αὐτὰ τοῖς ἐν τῷδε τῷ φαρμάκῳ, καὶ μέντοι καὶ θυμιᾶσθαι τοῦτ’ αὐτὸ δύναται παραπλησίως τῷ κύφει. σύγκειται δὲ ἔκ τε τῶν μετρίως στυφόντων καὶ ξηραινόντων τε καὶ διαφορούντων ἰχῶρας μοχθηροὺς καὶ ἐπανορθουμένων τὴν κακοχυμίαν, ἔτι τε ἐκ τῶν ἐναντιουμένων ταῖς σηπεδόσιν, ὧν τὰ πλεῖστα τῆς τῶν ἀρωμάτων ἐστὶν ὕλης. ἔχει γοῦν τὸ φάρμακον τοῦτο κιννάμωμον, πάσας ἐπανορθοῦν τὰς σηπεδονώδεις τε καὶ δηλητηρίους δυνάμεις, οὐ μόνον ἰχώρων τε καὶ χυμῶν, ἀλλὰ καὶ θανασίμων φαρμάκων, ὥσπερ γε καὶ τοῖς ἰοβόλοις ὀνομαζομένοις θηρίοις ὑπαρχόντων ἰῶν. ἐφεξῆς δὲ τοῦ κινναμώμου καὶ ἡ κασσία τὴν αὐτὴν ἔχει δύναμιν, ἡ ἀρίστη τε καὶ συγγενὴς αὐτῷ καὶ μετὰ ταύτην τῶν ἀρωμάτων ἅπαν γένος, ὥσπερ ἐνταῦθα νάρδος
13.200
τε καὶ σχοῖνος καὶ κάλαμος καὶ σμύρνα. ταῦτα γὰρ ἐμβέβληται τῷ προκειμένῳ φαρμάκῳ κατὰ τὸν εἰρημένον ἄρτι λογισμὸν καὶ τρόπον, ὥσπερ γε καὶ τῶν παρ’ ἡμῖν γενομένων ὅ τε ἀσπάλαθος καὶ ὁ κρόκος, στυπτικόν τε καὶ πεπτικὸν ὑπάρχον φάρμακον, ἐπανορθούμενόν τε σηπεδόνας. ἡ δὲ σταφὶς εὐκαταφρόνητος μὲν εἶναι δόξει διὰ τὸ σύνηθες, αὐτὸ δὲ τοῦτο αὐτὴν ἐργάζεται χρησιμωτέραν, ὅτι συνήθης ἡμῖν οὖσα στυπτικὸν ἐπὶ τοσοῦτόν ἐστιν, ὅσου δεῖται τὸ πεπονθὸς σπλάγχνον. ἔχει δὲ καί τι πεπτικὸν τῶν ἀπέπτων χυμῶν, ἐπικρατητικόν τε τῶν κακοήθων, αὐτή τε δύσσηπτός ἐστι καὶ προσέτι καθ’ ὅλην τὴν οὐσίαν οἰκεία τῷ σπλάγχνῳ. μεμαθήκαμεν γὰρ ὡς αἱ τροφαὶ τοῖς τρεφομένοις τὴν οἰκειότητα καθ’ ὅλην τὴν ἑαυτῶν οὐσίαν κέκτηνται, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις, ὅσα κατὰ δυσκρασίαν γένηται. κάλλιστα γὰρ ἐπ’ αὐτῶν ἐνεργεῖ τὰ πρὸς τῷ τὴν δυσκρασίαν ἰᾶσθαι τρέφειν δυνάμενα, καὶ διὰ τοῦτο καὶ ὁ οἶνος ἐπιτηδειότατός ἐστι τοῖς ἄνευ φλεγμονῆς
201
ἢ ἐρυσιπέλατος ἢ ἀποστήματος ἢ θερμῆς δυσκρασίας κάμνουσιν. καὶ γὰρ τρέφει καὶ πέττει καὶ τονοῖ καὶ σηπεδόσιν ἀνθίσταται, κᾂν δυσκρασία τύχῃ γεγονυῖα καθ’ ὑγρότητα καὶ ψύξιν, ἀλύπως τε καὶ ἀσφαλῶς αὐτὴν ἰᾶται. τὰ δ’ αὐτὰ καὶ τῷ μέλιτι πρόσεστι, πλὴν τοῦ μὴ συνάγειν τὴν οὐσίαν τῶν σωμάτων οἷς ἂν ὁμιλῇ, ἀλλ’ ἀντὶ τούτου διαῤῥύπτειν τε καὶ ἀναστομοῦν καὶ καθαρὰς ἐργάζεσθαι τὰς διεξόδους, ἐπ’ οὖρά τε προτρέπειν οὐ μικρὰ βοηθήματα κέκτηται. μέμικται δὲ ὑπὸ τοῦ συνθέντος τὸ φάρμακον καὶ βδέλλιον, ἱκανῶς μαλάττον τε καὶ πέττον, ὡς ἐμάθομεν, ἔτι τε μετρίως διαφοροῦν. ὁμοίως δέ πως αὐτῷ καὶ ἡ τερμινθίνη ῥητίνη δύναμιν ἔχει πρὸς τὸ διαῤῥύπτειν τε καὶ διακαθαίρειν τὰς στενὰς διεξόδους, ὧν καὶ αὐτῶν δεῖται τὸ θεραπευόμενον σπλάγχνον, ὅπως αἱ συναναστομώσεις τῶν κατὰ αὐτὸ φλεβῶν ἀναπεπταμέναι τε καὶ ἔκφρακτοι διαμένωσιν. μεμαθήκαμεν γὰρ ὅπως ἡ ἔμφραξις ἐργάζεται τὰς σηπεδόνας. ἔνιοι μέντοι τῶν συνθέντων τὰς τοιαύτας δυνάμεις, καθάπερ καὶ πρόσθεν ἐπὶ τῶν στομαχικῶν ἐδείκνυτο, μίξαντες
202
ὄπιον ἢ ὑοσκύαμον ἤ τι τῶν ἄλλων ὅσα ψύχει, πρὸς τὰς θερμὰς δυσκρασίας χρήσιμον εἰργάσαντο φάρμακον καὶ διὰ τοῦτο καὶ ἡ Φίλωνος ἐνίοτε θαυμαστῶς ὅπως ἅπαξ δοθεῖσα δυσκρασίαν ἡπατικὴν ἰάσατο, καὶ τοῦτο αὐτῇ καὶ ὁ συνθεὶς αὐτὴν ἐμαρτύρησεν. ἀλλὰ τῶν γε ὑπ’ Ἀνδρομάχου γεγραμμένων φαρμάκων ἡπατικῶν οὐδέν ἐστι τοιοῦτον, καὶ μέντοι καὶ σφοδρῶς ψυκτικὸν οὐδὲν εἶναι προσήκει, ἀλλ’ ὁποῖα γέγραπταί τισιν ἄλλοις τε καὶ τῷ Ἀσκληπιάδῃ. νῦν οὖν ὅσας ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος ἡπατικὰς ἀντιδότους ὑπογράψω, μεμνημένων ἡμῶν οὐδεμίαν αὐτῶν ἁρμόττειν θερμαῖς δυσκρασίαις, ἀλλ’ ἢ ταῖς ὑγραῖς ἢ ταῖς ψυχραῖς ἢ ταῖς ἐξ ἀμφοτέρων συνθέτοις, ἢ εἴπερ ἄρα ταῖς μὲν ὑγραῖς ἰσχυρῶς, μετρίως δὲ θερμαῖς. γεγράψονται δὲ πᾶσαι κατὰ τὴν αὐτοῦ Ἀνδρομάχου λέξιν.

[Ἄλλη κυφοειδὴς πρὸς ἡπατικοὺς ἐκ τῶν Γάλλου καὶ βῆχας καὶ ἀναγωγάς.] ♃ Κρόκου, κινναμώμου ἀνὰ δραχ. α΄. σμύρνης δραχ. α΄. βδελλίου δραχ. δ΄. ἀσπαλάθου τετρώβολον, σχοίνου δραχ. γ΄. καλάμου δραχ. β΄. κασσίας δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄.

13.203
τερμινθίνης δραχ. στ΄. σταφίδος σαρκὸς δραχ. ρξ΄. μέλιτος κοτύλης S". οἴνου Χίου εἰς τὸ βρέξαι τὴν σταφίδα καὶ τὸ βδέλλιον καὶ τὴν σμύρναν, τὴν δὲ ῥητίνην τήξας τῷ μέλιτι, εἶτα πάντα συμμίξας καὶ λεάνας ἀπόθου. πρὸς ἡπατικοὺς καὶ ἰκτερικούς. ♃ καρύων πικρῶν δραχ. β΄. ἀνίσου δραχ. α΄. ἀψινθίου, κυμίνου, σελίνου σπέρματος ἀνὰ δραχ. α΄. κέρατος ἐλαφείου τριώβολον, λεάνας σὺν ὕδατι τροχίσκους ποίει τριωβολιαίους, δίδου ἕνα πρωῒ καὶ δείλης σὺν οἰνομέλιτι. πρὸς ἡπατικοὺς καὶ ἰκτερικοὺς ἡ Νεκτάρειος. ♃ ἑλενίου λίτραν α΄ S". κροκομάγματος λίτρας β΄. ἀριστολοχίας γο α΄. πετροσελίνου γο α΄. πεπέρεως μέλανος γο S". σμύρνης γο α΄. μέλι τὸ ἱκανόν.

[Ἡπατικὴ ἀθανασία καλουμένη. ποιεῖ καὶ πρὸς νεφριτικοὺς καὶ ἰκτερικοὺς, κινεῖ δὲ ἱδρῶτα πολύν.] ♃ Κρόκου δραχ. β΄. κινναμώμου δραχ. α΄. νάρδου δραχ. β΄. κασσίας, σμύρνης, σχοίνου ἀνὰ δραχ. α΄. μέλιτι Ἀττικῷ ἀναλάμβανε. ἡ δόσις κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, πυρέσσουσι μεθ’ ὑδρομέλιτος.

13.204

[Ἡπατικὴ θαυμαστὴ, ᾗ Φαρνάκης ὁ ῥιζοτόμος παθὼν ἐχρήσατο.] ♃ Κρόκου δραχ. β΄. μήου, ἀσάρου, φοῦ Ποντικοῦ, δαύκου, πετροσελίνου, σμύρνης ἀνὰ δραχ. δ΄. νάρδου Ἰνδικῆς καὶ Κελτικῆς ἀνὰ δραχ. στ΄. κόστου, κασσίας, σχοίνου ἀνὰ τριώβολον, βαλσάμου καρποῦ δραχ. γ΄ S". ἐρυθροδάνου δραχ. η΄. γλυκείας χυλοῦ δραχ. γ΄. ἡμιονίτιδος βοτάνης δραχ. γ΄. πολίου δραχ. γ΄. ὀποῦ βαλσάμου δραχ. στ΄. μάγματος ἡδυχρόου δραχ. ε΄. μέλιτος τὸ ἱκανὸν χρῶ. πρὸς πάντα τὰ πάθη ἐνεργεῖ, καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος.

[Ἡπατικὴ παρὰ Νεάρχου ἐπαινουμένη.] ♃ Πάνακος ῥίζης, ἐρυθροδάνου, ἠρυγγίου ῥίζης, εὐπατορίου, ἑλενίου ῥίζης, πολίου, κόστου, ἀριστολοχίας, πεπέρεως, σκολοπένδρου βοτάνης, σικύου σπέρματος, χαμαιπίτυος, γεντιανῆς ῥίζης, Σινώπιδος μίλτου, χολῆς ἀρκείου, ναρδοστάχυος, ἀρκευθίδων, κράμβης σπέρματος, εὐζώμου σπέρματος, ἑκάστου ἴσον μέλιτι Ἀττικῷ ἑφθῷ ἀναλαβὼν χρῶ. ἡπατικὴ ἡ τοῦ Διοσκόρου. ♃ κινναμώμου, κασσίας ἀνὰ δραχ. δ΄. κρόκου, νάρδου, κόστου, βαλσάμου καρποῦ, ὑπερικοῦ, γλυκυῤῥίζης ἀνὰ δραχ. η΄.

205
μέλιτι Ἀττικῷ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη πρὸς ἡπατικοὺς καὶ τὰ λοιπὰ τὰ ἐντὸς, ὡς Ἀριστοκλῆς. ♃ πεπέρεως κόκκους μ΄. σμύρνης δραχ. η΄. κρόκου, κόστου, μήου, ἀκόρου, νάρδου, δαύκου σπέρματος, πετροσελίνου, σκορδίου ἀνὰ δραχ. δ΄. κινναμώμου δραχ. ιβ΄. κασσίας δραχ. ιβ΄. μέλιτος τὸ ἀρκοῦν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. πότιμα πρὸς ἡπατικοὺς, σπληνικοὺς, νεφριτικοὺς, ὑδρωπικοὺς, ὠφελεῖ καὶ στομαχικοὺς καὶ τὰς ἐκ τόκων ἐνοχλουμένας, καὶ πρὸς σπασμοὺς καὶ πρὸς τοὺς ἀπ’ ἀῤῥωστίας ἀναλαμβάνοντας καὶ κακοχύμους καὶ ἰκτερικοὺς καὶ βῆχας καὶ πλευριτικοὺς, ἀντίδοτος καὶ πρὸς τὰ θανάσιμα φάρμακα καὶ τὰς τῶν θηρίων πληγάς. ♃ νάρδου Ἰνδικῆς δραχ. β΄. κόστου δραχ. β΄. κασσίας δραχ. α΄. κρόκου δραχ. α΄. πεπέρεως λευκοῦ ὀβολοὺς ε΄. ἐν ἄλλῳ δραχ. β΄. σελίνου σπέρματος δραχ. α΄. τετρώβολον, ἴρεως Ἰλλυρικῆς ἴσον, ἀκόρου δραχ. α΄. ὀβολὸν α΄. ὀποβαλσάμου δραχ. α΄. ἄρου ἀρσενικοῦ ὀποῦ δραχ. γ΄. σταφίδος ἀγιγάρτου δραχ. στ΄. λεάνας σὺν τῷ γλυκεῖ ἢ μέλιτι ἀναλάμβανε καὶ δίδου δραχ. α΄. μετ’ οἴνου γλυκέος κεκραμένου ἢ ὑδρομέλιτος
13.206
κυάθων τεσσάρων ἢ ὡς ἂν ἁρμόττῃ. αὗται μέν εἰσιν αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι δυνάμεις ἡπατικαὶ, μεταβήσομαι δὲ ἤδη πρὸς τὰς ὑπ’ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ τρίτῳ τῶν ἐντὸς, ἃς Μνάσωνος ἐπιγράφει.

[Αἱ ὑπ’ Ἀσκληπιάδου γραφεῖσαι δυνάμεις ἡπατικαί.] Πρώτην μὲν ἔγραψεν, ἣν Ἀντωνίου Μούσα φησὶν εἶναι, συγκειμένην οὕτω. κιχωρίου χυλίσματος κύαθον α΄. δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων γ΄. ἐπιβαλὼν μέλιτος Ἀττικοῦ κοχλιάριον· ἢ πτέρεως καὶ ἀνήθου χυλοῦ κύαθον α΄. μετὰ μελικράτου κυ. γ΄. ἢ ἴρεως ἁπαλῆς ἢ σέρεως ἁπαλῆς τοῦ χυλοῦ κύαθον α΄. μετὰ μελικράτου θερμοῦ κυάθων τριῶν. αὕτη ἡ πρώτη γραφὴ κατὰ τὸ τοῦ Ἀσκληπιάδου βιβλίον ἐστὶ φαρμάκων τριῶν. τὰ μὲν οὖν κιχώρια καὶ ἡ σέρις ἐκ τῶν ἐδωδίμων εἰσὶν, παρ’ ἡμῖν γοῦν οἱ κατὰ τοὺς ἀγροὺς ἐσθίουσιν ἄμφω ταῦτα καὶ ὠμὰ καὶ ἑφθά. χρῆται δὲ αὐτοῖς καὶ ὁ Ἐρασίστρατος ἱκανῶς, ἐν οἷς θεραπεύει τὰ κατὰ τὴν κοιλίαν πάθη, δύναμις δὲ τῶν λαχάνων τούτων ἐστὶν ὑπόψυχρός τε καὶ ὑπόπικρος καὶ μετρίως στύφουσα, καὶ διὰ

13.207
ταύτας γε τὰς ποιότητας ἄριστα φάρμακα ταῖς θερμαῖς δυσκρασίαις ἐστὶ τοῦ ἥπατος. πρὸς γὰρ τῷ ψύχειν μετρίως ἔτι καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ διὰ τῆς στύψεως, ἔτι τε ἀναῤῥύπτει τὰς συναναστομώσεις τῶν ἐν τοῖς σιμοῖς τοῦ σπλάγχνου φλεβῶν πρὸς τὰς ἐν τοῖς κυρτοῖς, οὐ μὴν οὐδὲ τὰς ψυχρὰς δυσκρασίας βλάπτει μεγάλως, ὥσπερ ὅσα ψυχρὰν ὑγρότητα κέκτηται χωρὶς στύψεως ἢ πικρότητος. ὠφελεῖν δὲ δύναται τὸ σπλάγχνον ἡ τῶν τοιούτων λαχάνων οὐσία, κᾂν ἄνευ χυμῶν ἢ ἰχώρων μοχθηρῶν γίνηται ἡ δυσκρασία καθ’ αὑτὸ καὶ μεθ’ ὑγρότητος ἡστινοσοῦν. ἐν γὰρ τῇ μίξει τοῦ μέλιτος ἐπ’ οὖρα προάγει τὴν ὑγρότητα, διὸ κᾂν ξηρανθέντα κόψας ἐπιπάσῃ τις τῷ ποτῷ, καὶ οὕτως ὀνίνησι, καὶ μέντοι καὶ ἀφεψημένων τὸ ἀφέψημα πινόμενον ὠφέλιμον ἱκανῶς ἐστιν. εἰ δὲ μὴ θερμή τις ἐνοχλοίη δυσκρασία ἢ κᾂν μόνον ἔμφραξίς τις εἴη κατὰ τὸ σπλάγχνον, ὠφελεῖ μεγάλως δι’ οἴνου λευκοῦ λεπτοῦ πινόμενα μετὰ τῶν οὖρα κινούντων. χρήσιμος δὲ οὐ μόνον ὁ χυλὸς αὐτῶν ἐστι
13.208
πρόσφατός τε καὶ ἐξηραμμένος, ἀλλὰ κᾂν ξηραινόμενα κόψας καὶ λειώσας ἐπιμελῶς ἐπιπάττοι τις τῷ ποτῷ, κᾂν ἀφεψήσας πίνοι. πρὸς δὲ τὸ διακαθᾶραι τὸ σπλάγχνον, ἀναστομῶσαί τε τὰς διεξόδους αὐτοῦ χωρὶς τοῦ θερμῆναι σαφῶς ἢ ψῦξαι, κάλλιστον φάρμακον ἡ πτέρις ἐστὶν, ἐπικρατοῦσαν ἔχουσα τὴν πικρὰν ποιότητα. τὸ δ’ ἄνηθον οὐδὲν ἰσχυρὸν ἔχει πρὸς τὰς τοιαύτας διαθέσεις, ἀλλ’ ἔστιν ἐψυγμένου μετρίως καὶ πεπυκνωμένου τοῦ σπλάγχνου θεραπευτικόν. καὶ τὸ διὰ τῆς χαμαιπίτυος δὲ καταπότιον, οὗ καὶ αὐτοῦ μέμνηται, τῆς αὐτῆς ἐστι δυνάμεως τοῖς εἰρημένοις. πικρὸν γὰρ καὶ τοῦτό ἐστι τὸ φάρμακον, οὐδὲν οὖν θαυμαστόν ἐστιν αὐτήν τε καθ’ ἑαυτὴν πινομένην τὴν χαμαιπίτυν ὠφελεῖν τὰς ἡπατικὰς δυσκρασίας καὶ μετὰ κιχωρίου, καθάπερ ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως αὐτοῖς ὀνόμασιν.

[Καταπότιον ἡπατικοῖς.] ♃ Χαμαιπίτυος ῥίζης δραχ. η΄. κιχωρίου ῥίζης δραχ. δ΄. κόπτε καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ ὕδατος θερμοῦ ἐπιπίνειν κυάθους γ΄. ταῦτα μὲν ὁ Ἀσκληπιάδης ἔγραψεν,

13.209
ὠφελοῦσι δὲ αἱ εἰρημέναι βοτάναι τοὺς ἡπατικοὺς, οὐ μόνον ἐὰν τῶν ῥιζῶν τις αὐτῶν προσφέρηται, σκευάσας ὡς ὁ Ἀσκληπιάδης ἔγραψεν, ἀλλὰ κᾂν τὸν χυλὸν ἢ τὸ ἀφέψημα ἢ ξηρὰν τὴν κόμην μετὰ τοῦ καρποῦ κόψας καὶ λειώσας προσφέρῃ. καὶ ἡ τῆς σφενδάμνου δὲ ῥίζα, κοπεῖσα καὶ λειωθεῖσα, καὶ γὰρ καὶ ταύτης μέμνηται, τῆς αὐτῆς ἐστι τοῖς εἰρημένοις δυνάμεως. δίδωσι δὲ ταύτης δραχ. α΄. μεθ’ ὕδατος κεκραμένου κυάθων γ΄. καὶ τὸ διὰ τῆς νάρδου δὲ τῆς Κελτικῆς φάρμακον, οὗ καὶ αὐτοῦ μέμνηται, τούτοις ἐστὶ παραπλήσιον. ἔγραψε δ’ οὕτως αὐτό. ♃ νάρδου Κελτικῆς μέρη γ΄. ἀψινθίου μέρος ἓν, κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐκλείχειν μύστρον. καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς παραπλήσιον ὑπάρχον αὐτῷ κατὰ τὰ ἄλλα πλέον ἔχει τὸ δι’ οὔρων μᾶλλον ἐκκαθαίρειν τὸ σπλάγχνον. ἔγραψε δ’ οὕτως ὁ Ἀσκληπιάδης περὶ αὐτοῦ. τροχίσκος ἡπατικὸς ὁ πικρός. ♃ ἀνίσου, σπέρματος σελίνου, ἀσάρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου, ἑκάστου ἀνὰ δραχ. δ΄. σκεύαζε δι’ ὕδατος καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου δραχ. α΄.
13.210
ἀπυρέτοις μετ’ οἴνου κεκραμένου κυάθων γ΄. πυρέττουσι μεθ’ ὑδρομέλιτος. τοῦτο τὸ φάρμακον ἠρέμα πώς ἐστι θερμὸν διὰ τὴν τῶν οὐρητικῶν μίξιν. τὰ δ’ ἄλλα πάντα τὰ πρόσθεν ἢ ἐπικρατοῦσαν ἔχει τὴν ψύξιν ἢ πάντως οὔτε ταύτην οὔτε τὴν θερμότητα. τὸ μέντοι διαῤῥύπτειν τε καὶ τὰς ὁδοὺς τῆς ἀναδόσεως ἐκφράττειν ἔχει πάντα. καὶ ἄλλα δέ τινα φάρμακα γέγραπται τῷ Ἀσκληπιάδῃ τὸ μὲν διαῤῥύπτειν καὶ ἐκφράττειν καὶ τέμνειν ἔχοντα, βραχεῖ δέ τινι τῶν μέσων ἕτερα θερμότερα. μέσα δὲ λέγω τὰ μήτε θερμαίνοντα μήτε ψύχοντα σαφῶς. ἓν δὲ ἐν αὐτοῖς τι τῶν θερμαινόντων ἐστὶν, ἔνθα φησὶ, κόστου λείου κοχλιάριον δίδου μετὰ μελικράτου θερμοῦ κυάθων γ΄. τὰ δ’ ἄλλα ὅσα πλησίον τῆς μέσης κράσεως ὄντα πρὸς τὸ θερμότερον ῥέπει, ταῦτά ἐστιν. ♃ ἑλενίου δραχ. ιβ΄. κροκομάγματος δραχ. η΄. ἀναλάμβανε κιχωρίου χυλῷ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν. ἡ τελεία δόσις ὁλκὴ καὶ οἰνομέλιτος κεκραμένου θερμοῦ κύαθοι γ΄. τοῦτο τὸ φάρμακον ἠδύνατο καὶ χωρὶς ἑλενίου ταῖς θερμαῖς δυσκρασίαις
211
ἁρμόττειν. ἐπεὶ δὲ τὸ ἑλένιον ἐμίχθη τοῖς ῥυπτικοῖς, ἐπὶ τὸ θερμότερον ἔῤῥεψε, πλὴν εἰ μὴ παντελῶς ὀλίγον ἐπιμίσγοιτο πλείονι τῷ ψυχρῷ. καὶ μέντοι καὶ τὸ διὰ τοῦ μαράθρου τῶν θερμαινόντων ἐστὶν, ἔχον οὕτω. ♃ μαράθρου δραχ. α΄. πετροσελίνου δραχ. β΄. ἀνίσου, ἀμυγδάλων πικρῶν, ἀψινθίου ἀνὰ δραχ. α΄. κρόκου, σμύρνης ἀνὰ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου δραχ. α΄. καθὼς ἀνώτερον προείρηται. καὶ γὰρ ἐνταῦθα τὸ μὲν μάραθρον καὶ τὸ πετροσέλινον ἱκανῶς θερμαίνει, τὰ ἄλλα μετρίως. τὰ δ’ ἀμύγδαλα τῆς λεπτυντικῆς ἐστι δυνάμεως, καὶ μᾶλλον ὅταν ᾖ πικρά. μέσον δέ πως τῶν θερμαινόντων τε καὶ ψυχόντων καὶ τοῦτό ἐστι τὸ φάρμακον, ὅπερ ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως. ἐκλεικτὸν ἡπατικὸν Παυλίνου, ὠφελεῖ παραχρῆμα. ♃ χαμαιπίτυος ξηρᾶς λίτραν α΄. σμύρνης γο α΄. γλυκέος προτρόπου ξε. γ΄. ἕψε χαμαιπίτυν καὶ γλυκὺν, καὶ ὅταν τὸ γ΄. ὑπολειφθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν μέλιτος Ἀττικοῦ λίτρας S". πάλιν ἕψε. μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ σμύρνιον κινῶν συνεχῶς, καὶ
13.212
ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἀπόθου καὶ δίδου πρὸ τροφῆς μύστρον. ἔγραψε δὲ καὶ διὰ κοχλιῶν ὁ Ἀσκληπιάδης φάρμακον ἡπατικὸν τοιοῦτον. κοχλιῶν χερσαίων εὖ μάλα τὴν σάρκα λεάνας καὶ οἴνου μέλανος ἐπιβαλὼν κυάθους τρεῖς καὶ θερμήνας δίδου πίνειν. ἔοικε δὲ τὰ τοιαῦτα καθ’ ὅλην τὴν οὐσίαν ἐνεργεῖν, οὐ κατὰ μίαν ἢ δευτέραν ποιότητα, ὁποῖόν ἐστι καὶ τὸ λύκειον ἧπαρ, οὗ πεῖραν ἱκανὴν ἔχομεν, ἡ χρῆσις δὲ αὐτοῦ παραπλησία τοῖς κοχλίοις ἐστὶ, λειοῦται γὰρ ἀκριβῶς τὸ λύκειον ἧπαρ καὶ δίδοται δραχ. α΄. μετ’ οἴνου τῶν γλυκέων τινὸς, οἷοί πέρ εἰσιν Θηραῖος ὁ Κρητικὸς καὶ ὁ Σκυβελίτης, ὅ τε γλυκὺς πρότροπος. εὐμενεῖς γάρ εἰσιν οὗτοι τῷ σπλάγχνῳ, τρέφειν αὐτὸ δυνάμενοι καὶ μέσοι τῇ κατὰ τὸ ψυχρόν τε καὶ θερμὸν ἀντιθέσει, καὶ διὰ τοῦτο τὰ τοιαῦτα φάρμακα πάσαις ἁρμόττειν φαίνεται ταῖς δυσκρασίαις, ὡς ἂν τῇ τε τῆς οὐσίας ἰδιότητι τὴν ὠφέλειαν παρεχόμενα καὶ τῷ μήτε τὰς θερμὰς μήτε τὰς ψυχρὰς δυσκρασίας βλάπτειν. ἐπὶ μέντοι τῶν πυρεττόντων σαφῆ πυρετὸν ἢ οὐκ ἀμυδρῶς, ὥσπερ εἴωθεν
13.213
ἐνίοις τῶν ἡπατικῶν συμπίπτειν, ἄμεινόν ἐστι δι’ ὕδατος θερμοῦ διδόναι τὸ φάρμακον ἢ διά τινος τῶν εἰρημένων ἔμπροσθεν χυλῶν, ὁποῖός ἐστιν ὁ τῆς σέρεως. πρὸς τὰς τοῦ ἥπατος σκιῤῥώδεις διαθέσεις. καὶ πρὸς ταῦτα ἔγραψεν ὁ Ἀσκληπιάδης τέσσαρα φάρμακα τῇ λέξει τῇδε.

[Οὐρητικὴ, ποιεῖ πρὸς πὰς σκιῤῥώδεις τοῦ ἥπατος διαθέσεις καὶ σπληνικοῖς καὶ τοῖς δυσαναλήπτοις καὶ ὑδρωπικοῖς καὶ καθόλου εὔχροιαν ἐμποιεῖ.] ♃ Κρόκου, νάρδου, κασσίας ἀνὰ δραχ. β΄. κόστου, σχοίνου ἄνθους, κινναμώμου, σμύρνης στακτῆς ἀνὰ δραχ. α΄. μέλιτος ἑφθοῦ δραχ. κε΄. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος, μετ’ οἰνομέλιτος κυάθων γ΄.

[Ἄλλη ᾗ ἐχρήσατο Πασικράτης, ἄγει οὖρα πολλά.] ♃ Δαύκου σπέρματος δραχ. α΄ S". ῥήου Ποντικοῦ τῆς ῥίζης, σχοίνου ἄνθους, βαλσάμου καρποῦ, κεδρίδων, ἀνίσου, νάρδου Ἰνδικῆς, κρόκου, κινναμώμου, κασσίας, φοῦ, ἀσάρου, πετροσελίνου, χαμαιπίτυος ἀνὰ δραχ. α΄ S". ἡδυόσμου ξηροῦ τριώβολον, πυρήνων στροβίλων κεκαθαρμένων ἀριθμῷ ν΄. ἀναλάμβανε

13.214
μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος κεκραμένου κυάθων τριῶν.

[Ἀντίδοτος ἡ διὰ τῆς ἀρκείου χολῆς, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς σκιῤῥώδεις τοῦ ἥπατος διαθέσεις.] ♃ Χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, γεντιανῆς, ἄγνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος, μίλτου Λημνίας, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας, πεπέρεως, νάρδου Ἰνδικῆς, κόστου, σελίνου σπέρματος, εὐζώμου σπέρματος, ἠρυγγίου, πολίου, ἐχίου, εὐπατορίου, ἀρκευθίδων ἀνὰ δραχ. α΄. κόψας, σήσας, ἀναλάμβανε μέλιτι, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος ἐν οἰνομέλιτι κυάθοις β΄.

[Ἄλλη ἐπιτετευγμένη. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις χωρὶς βηχός.] ♃ Γεντιανῆς ῥίζης, χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος ῥίζης, μίλτου Σινωπίδος, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας μακρᾶς, πεπέρεως λευκοῦ, ναρδοστάχυος, κόστου, εὐζώμου σπέρματος, ἠρυγγίου, ἀρκευθίδων, μελίας καρποῦ,

13.215
χαμαίδρυος, δικτάμνου Κρητικοῦ, κέστρου σπέρματος, δαύκου σπέρματος ἀνὰ γο α΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. τὸ δ’ ὑγρὸν γλυκέος Κρητικοῦ κύαθοι β΄. τὸ φάρμακον δεδοκίμασται. ἐν ἄλλῳ ἀντιγράφῳ ἔχει καὶ πελεκίνου τὸ ἴσον. περὶ τῶν προγεγραμμένων τεσσάρων φαρμάκων καλῶς ἐποίησεν ὁ Ἀσκληπιάδης, οὐχ ἁπλῶς προσγράψας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅτι πρὸς ἡπατικοὺς αὐτοῖς χρηστέον, ἀλλὰ προσθεὶς τὸ πρὸς τὰς σκιῤῥώδεις διαθέσεις. αἱ γὰρ καθ’ ὑγρότητα τοῦ σπλάγχνου διαθέσεις ἔκλυτον αὐτὸ καὶ ἄτονον πεφύκασι ποιεῖν, ὡς τὰ κεχαλασμένα τῶν ἄρθρων, ἐάν τε μετὰ ψύξεως, ἐάν τε μετὰ θερμότητος, ἐάν τε χωρὶς τούτων ἡ χάλασις αὐτοῖς μόνη συστῇ. πάντως μὲν γὰρ δέονται τῶν στυφόντων φαρμάκων, ἤτοι δὲ μετὰ τῆς τῶν θερμαινόντων μίξεως, ἐὰν ἐπικρατῇ ψυχρὰ ποιότης, ἢ μετὰ τῆς τῶν ψυχόντων, ἐὰν ἡ θερμή. τὰ δὲ σκιῤῥούμενα διὰ ψυχροὺς χυμοὺς καὶ παχεῖς καὶ γλίσχρους ἀναπεμπομένους ἐν τοῖς στερεοῖς σώμασι ψυχρὰν ἐξ ἀνάγκης ἴσχει τὴν διάθεσιν, ὥστε καὶ τῶν θερμαινόντων τε
13.216
ἅμα καὶ λεπτομερῶν δεῖται φαρμάκων. ταῦτα γὰρ ἱκανὰ καὶ τὴν τῶν ἐμπεπλασμένων τοῖς σκιῤῥώδεσι μορίοις χυμῶν γλισχρότητα διαῤῥύψαι καὶ τὸ πάχος τεμεῖν καὶ διαφορῆσαι τοὺς οὕτω λεπτυνθέντας. ἀλλ’ ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἔνθα περὶ τῶν τοιούτων διαθέσεων ὁ λόγος ἐγίνετό μοι, τὴν μίξιν τῶν μαλακτικῶν ὀνομαζομένων φαρμάκων ἐπῄνουν, ὡς προπαρασκευάζουσαν τὰ σκιῤῥούμενα σώματα τοῖς εἰρημένοις φαρμάκοις ἐπιτήδεια. χωρὶς δὲ τοῦ προμαλαχθῆναι διαχεόμενά πως ταῦτα τὸ μὲν παραχρῆμα σαφῆ τὴν μείωσιν ἔχει, εἰς ἀθεράπευτον δὲ τελευτᾷ λείψανον ὑπερξηρανθέντα. τὰ δὲ αὐτὰ ταῦτα κᾀν τῷ ιδ΄. τῆς θεραπευτικῆς μεθόδου λέλεκται. καὶ κατὰ τὸ ἧπαρ οὖν δεῖ ἐστοχάσθαι τῆς μίξεως τῶν μαλαττόντων. τῷ δ’ οἷον ὑγροπαγὲς εἶναι τὸ τοῦ ἥπατος σῶμα πάνυ μετρίων δεῖται τῶν μαλαττόντων. ἐπικρατεῖ δ’ ἐν αὐτῷ παρὰ τὰ ἄλλα μόρια τὰ σκιῤῥούμενα τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἡ μίξις. εἰκότως οὖν ἐπαινεῖ μάλιστα τῶν γεγραμμένων
13.217
φαρμάκων τεσσάρων ὁ Ἀσκληπιάδης τὸ ἔσχατον, ὡς πεῖραν ἱκανὴν παρεσχηκώς. ἐξ ἀρωμάτων τε γὰρ σύγκειται, λεπτύνειν καὶ διαφορεῖν δυναμένων, ἕτερά τε προσείληφε φάρμακα δριμέα τε καὶ τμητικὰ καὶ διαφορητικὰ, πραϋντικὰ δὲ αὐτοῖς μέμικται, τό τε τοῦ σικύου σπέρμα καὶ ἀρκευθίδος, εἶτα μέλι καὶ τὸ ἠρύγγιον, ὥσπερ γε καὶ οὐρητικά τινα παρείη τούτοις, ἀποῤῥυπτομένης τῆς τοῦ σπλάγχνου διαθέσεως, ἐπὶ τὰ οὖρα τὴν ποδήγησιν ποιεῖσθαι.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἡπατικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἡπατικῶν προηγουμένης τῆς ἁρμοζούσης ἀγωγῆς ἔν τε τροφαῖς καὶ ἀλείμμασι καὶ τοῖς κοινοῖς καταπλάσμασι, φλεβοτομίᾳ, σικύαις, σιναπισμοῖς, δρώπαξι καὶ τοῖς ὁμοίοις διαιτήμασι πρὸς τοῖς ἀναγραφησομένοις συνθέτοις ποτήμασί τε καὶ μαλάγμασι, τοῖς γε ἄριστα συμφωνοῦσι, χρῶ ποτήμασι μὲν τοῖσδε· ἠριγέροντος ἀφέψημα, ὡς μάλιστα ὠφέλιμον δίδου, φύεται δὲ τούτου ὁ καυλὸς ἐπὶ τοῖς κεράμοις. ἢ νάρδου μύρου κοχλιάρια δ΄. πίνειν δίδου καθ’.

13.218
ἡμέραν, καὶ μάλιστα ἐπὶ τῶν σκιῤῥουμένων. ἢ ἀριστολοχίας ὀβολοὺς γ΄. πότιζε πυρέσσοντας μεθ’ ὕδατος, ἀπυρέτους μετ’ οἴνου, λίαν καλῶς ποιεῖ. ἢ τρίφυλλον τὴν ὀξύζουσαν ἐν ὕδατι ἕψε, μέχρι τὸ τρίτον λειφθῇ καὶ δίδου ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἢ χολὰς ἀρκείας πραέως ἐν ἀγγείῳ ζέσας ξήρανον ἐν ἡλίῳ καὶ δίδου ἐκ τούτου τοῖς ἡπατικοῖς κοχλιάριον ἕν. ἢ βάτου τῆς ῥίζης φλοιοῦ μνᾶν μίαν, σὺν ὕδατι χοῒ ἑνὶ ἑψήσας ἐν καινῷ ἀγγείῳ μέχρι λειφθῇ τὸ δ΄. αἰθριασθέντι πρόσμιξον μέλιτος τῷ χυλῷ κυάθους στ΄. καὶ πινέτω νῆστις ἐφ’ ἡμέρας γ΄. ἢ ψευδοβουνίου ὀβολὸν ἕνα δίδου μετὰ μέλιτος νήστει. ἢ δαύκου καὶ μαράθρου ῥίζης τὸ ἥμισυ σὺν ὀξυμέλιτι μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας δίδου νήστει κύαθον α΄. ἢ γλυκυῤῥίζης χυλοῦ ὀβολὸν α΄. ἢ β΄. δίδου νήστει, καὶ γὰρ κοιλίαν ὑπάγει καὶ οὖρα κινεῖ. ἐπὶ δὲ μεγάλης σκληρίας ἀβροτόνου χυλὸν ὡς ὅτι παχύτατον πότιζε. ἢ ἀκόρου ὀβολὸν α΄. πάνακος ἴσον μεθ’ ὕδατος πότιζε. ἢ ναρδοστάχυος ἀφέψημα διηνεκῶς δίδου.

13.219

[Περὶ καταπλασμάτων.] Κατάπλασμα δὲ ἡπατικὸν, μήλοις κυδωνίοις μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἑψημένοις, ἢ λινοσπέρματι λείῳ μετὰ ἀλφίτων ἐν οἴνῳ ἑψημένων, ἢ λινοσπέρματι ἑψημένῳ ἐν γλυκεῖ οἴνῳ, ἢ λινοσπέρματι λείῳ μετὰ μέλιτος πεφυραμένῳ, ἢ καππάρεως ῥίζης ἐν ὀξυμέλιτι ἑψημένης, ἢ κριθίνῳ ἀλεύρῳ μετὰ συκῆς, ἢ ἐλαίας ῥίζης ἐν οἴνῳ ἑψημένης, ἢ μυρεψικῆς βαλάνου κεκομμένης μετ’ οἴνου, ἢ τὴν διὰ φοινικοβαλάνων κηρωτήν. ἄκρως γὰρ ποιεῖ πρὸς φλεγμονὰς ἥπατος, μάλιστα δὲ ἐφ’ ὧν καὶ στόμαχος πέπονθε καὶ πλευραὶ διατεταμέναι εἰσίν. ἢ φοίνικα δίχα τῆς ἐντεριώνης κόψας ἐπιμελῶς, ἴσῃ κηρωτῇ ῥοδίνῃ ἐν ὅλμῳ γνησίως ἕνωσον, μικρὸν παραστάζων ῥόδινον καὶ ἐπιτίθει. ἢ Ἀμιναίῳ οἴνῳ ἐμβρέξας, σμύρναν μίξον τοῖς φοίνιξιν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει.

[Περὶ μαλαγμάτων φλεγμονῆς ἥπατος.] Οἷς ἄν τις χρήσαιτο μαλάγμασιν, ἐπὶ φλεγμονῇ ἥπατος ἄνευ φανερᾶς αἰτίας μετὰ τὰς ἐπιβροχὰς καὶ καταπλάσματα, γέγραπται ἤδη πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ στόματος τῆς κοιλίας φλεγμονῆς

13.220
λόγῳ, τὰ κοινὰ ἐκείνου καὶ ἥπατος, ἐν οἷς ἐστι καὶ τὰ διὰ μελιλώτου σκευαζόμενα καὶ τὸ Πολυάρχιον, ἀλλὰ καὶ νῦν τινα προστεθήσεται ἐκ τῶν Ἀνδρομάχου.

[Ἀνδρομάχου μάλαγμα πρὸς ἡπατικούς.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχ. ρμδ΄. οἱ δὲ δραχ. ρ΄. βδελλίου δραχ. κδ΄. οἱ δὲ δραχ. ρ΄. ὄξους κοτύλης δ΄. κυπρίνου κοτύλην α΄. ἐγὼ δὲ κοτ. S".

[Τὸ Ἀπολλοφάνους.] ♃ Κηροῦ δραχ. π΄. βδελλίου δραχ. π΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. π΄. ῥητίνης τερμινθίνης δραχ. μ΄. μάννης λιβάνου δραχ. μ΄. ἰρίνῳ σύγκοπτε.

[Τὰ ὑπὸ Δαμοκράτους μαλάγματα γεγραμμένα πρὸς ἧπαρ καὶ ὑποχόνδριον. τινὰ δὲ αὐτῶν καὶ πρὸς ὅλην τὴν γαστέρα καὶ τὸν σπλῆνα.]

  • Ὑποχονδρίοις δὲ τοῖς πεπονθόσιν θέλων,
  • Διὰ στομάχου κάκωσιν ἢ τῆς κοιλίας,
  • Τῶν ἐντέρων τε καὶ κώλου τοῦ θ’ ἥπατος,
  • Ἄλλου θ’ ὁμοίως κυρίου σπλάγχνου τινὸς,
  • Μάλαγμ’ ἐπιρίπτειν τοῦτο πρῶτον σκευάσας
  • 13.221
  • Ἔμπροσθεν αὐτό. προσφάτως γὰρ γενόμενον
  • Ἔλαττον ἔσται τοῖς νοσοῦσι χρήσιμον.
  • Ἔστι δὲ κηροῦ Ποντικοῦ λίτραι δύο,
  • Ἀμμωνιακοῦ θυμιάματος λίτρα μία,
  • Τερμινθίνης τε τῆς πεφρυγμένης λίτρα,
  • Καὶ τῆς πιτυΐνης τῆς κεκαυμένης λίτρα.
  • Λίτρας δὲ τὸ τρίτον καρδαμώμου σπέρματος,
  • Ξηρᾶς κυπέρου ταὐτὸν, σμύρνης τὸ ἴσον,
  • Ἴσον τε ἑνὶ τούτων ἴρεως λευκῆς σταθμῷ,
  • Κεκαθαρμένης Κελτικῆς οὐγγίαι δύο.
  • Κρόκου δὲ γο α΄ S".
  • Ἓξ δὲ μελιλώτου πρὸς αὖ γε ταῖς δύο.
  • Τὸ δ’ Ἀττικὸν μελίλωτον αἱρετώτερον,
  • Κυπρίνου δ’ ἐλαίου προσφάτου λίτραι δύο.
  • Κυπρίνου μὲν οὖν καὶ τἄλλα τηκτὰ μίγματα,
  • Ἕψον φλογὶ τῇ κούφῃ, εἶθ’ οὕτω ξύσον.
  • Τὰ δ’ λοιπὰ κόψας σῆσον, εἶτ’ οἴνῳ καλῷ
  • Φύρασον, εἶτα νύκτα καὶ ἡμέραν μίαν
  • 13.222
  • Ἄφες τὸν οἶνον ἀναπιεῖν τὰ μίγματα.
  • Χεῖρας δ’ ἀλείψας τῷ κυπρίνῳ. τὰ φάρμακα
  • Ἅπαντα μίξας ἐν θυείᾳ πλατυτέρᾳ,
  • Οὕτως ἀποτίθου, δέρμασι μαλακοῖς σκέπε.
  • Ἄλλο μάλαγμα τοῦ αὐτοῦ.

  • Πρὸς ταῦτα ποιοῦν ἕτερον. ἂν χρόνον λάβῃ
  • Τὰ πάθη φόβους ἔχοντα τοὺς καχεξίας.
  • Τοῦτ’ ὠφελεῖται μᾶλλον, ὅσα μὴ πνεύμασιν
  • Τὰ σπλάγχνα βλάπτει φλεγμοναῖς μακροτέραις.
  • Πυκνῶς γὰρ ὀξύνοντα μετὰ πόνων σφοδρῶν,
  • Σκληρῶν τε καὶ σκίῤῥων γε δυσλύτους φόβους.
  • Λύει δὲ αὐτῶν τὰς κατασκευὰς ταχὺ,
  • Σκεύαζε δ’ οὕτω. τῆς καλῆς τερμινθίνης
  • Λίτρας ἥμισυ, Ποντικοῦ κηροῦ τὸ ἴσον,
  • Κεκαθαρμένης δὲ τήλεως λίτραν μίαν.
  • Νίτρου τε αὐτὸ καὶ πάνακος λίτραν μίαν,
  • Πάλιν ἀνίσου σπέρματος λίτραν μίαν,
  • Μόσχου τε λίπους κεκαθαρμένου λίτραν,
  • 13.223
  • Καὶ ταὐτὸ λευκῆς ἴρεως κεκομμένης.
  • Ὄξους δὲ κυάθους δύο ἥμισυ βραχύ.
  • Μέλιτος δὲ λίτρας δύο Ἀττικοῦ τοῦ προσφάτου,
  • Ἀμμωνιακοῦ θυμιάματος λίτραν μίαν
  • Τινὲς κατέμιξαν, ἄλλοι δὲ λίτρας δύο.
  • Τὰ ξηρὰ σήσας πάντα λεπτῷ κοσκίνῳ,
  • Ἕψησον ὡς κατάπλασμα προσβαλὼν μέλι,
  • Ὄξος τε μὴ πᾶν καὶ ποιήσας εὐαφὲς
  • Πρόσβαλε τῷ θερμῷ, παραχέων ὄξος βραχὺ,
  • Τετηγμένῳ κηρῷ τε καὶ λιπάσματι,
  • Τερμινθίνῃ τε καὶ καλῶς ἑψημένα,
  • Ταῖς χερσί τε ἅμα πάνθ’ ἑνώσας ἐπιμελῶς,
  • Ἐν μείζονι ἀγγείῳ χρήσαι μὴ παραυτίκα.
  • Ἀδρανέστερον γάρ ἐστιν, ἄρτι γενόμενον.
  • Ἄλλο Δαμοκράτους μάλαγμα.

  • Καὶ τοῦτο εὐῶδές τε καὶ τὰς ἥπατος
  • Αἶρον διαθέσεις τὰς νεφρῶν τε καὶ κώλου,
  • Τὰς τοῦ στομάχου τε χρονίας τῆς θ’ ὑστέρας.
  • 13.224
  • Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους
  • Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν,
  • Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε.
  • Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου,
  • Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος,
  • Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα.
  • Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος,
  • Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν
  • Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον.
  • Στάχυος δὲ νάρδου Συριακῆς δυ’ οὐγγίας,
  • Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο,
  • Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν,
  • Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν,
  • Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα.
  • Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
  • Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν,
  • Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον
  • Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,
  • 13.225
  • Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος,
  • Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα,
  • Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς,
  • Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην,
  • Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα
  • Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον.
  • Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ
  • Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου.
  • Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος.
  • Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς,
  • Κηρωτάριον γιγνόμενον εὐαφέστερον.
  • Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ.
  • Ἄλλο Δαμοκράτους μάλαγμα.

  • Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας.
  • Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον,
  • Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει,
  • Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς,
  • Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.
  • 13.226
  • Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι.
  • Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων,
  • Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν,
  • Στῆσον δραχμὰς γ΄. πέντε καὶ ἑτέρας δέκα,
  • Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως
  • Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν,
  • Νίτρου θαλασσίου δὲ λίτρας S".
  • Στυπτηρίας τε σχιστῆς δραχμὰς δώδεκα,
  • Μιᾶς τε δραχμῆς ἥμισυ τριώβολον,
  • Βδέλλης, ὄνυχός τε τὰς ἴσας, στυπτηρίας,
  • Ἴσον τε νίτρου τ’ ἄνθος Ἀσίου λίθου,
  • Ἀμμωνιακοῦ τε ταὐτὸ θυμιάματος.
  • Καὶ τήλεως δὲ σπέρματος καὶ καρδάμου
  • Καὶ καρδαμώμου καὶ καλῆς ὀριγάνου
  • Ξέστου τέταρτον ἐξ ἑκάστου μίγματος,
  • Ἐρεγμοῦ τε τὸ μέτριον, ἰρίνου μύρου.
  • Τὸ μάλαγμα δὲ σκεύαζε τοῦτον τὸν τρόπον,
  • 13.227
  • Βδέλλιον οἴνῳ διάβροχον ποιῶν γλυκεῖ,
  • Μάλασσ’ ἐν ὅλμῳ γενομένῳ λείῳ δ’ ἄγαν,
  • Πρόσβαλλε σῦκα καὶ πάλιν κόπτε ἅμα,
  • Οἶνον παραχέων, λεῖα ποίησον καλῶς.
  • Προσεμπάσας δὲ ἄλλα πάντα μίγματα,
  • Ἐν ὕδατι θερμῷ κηρὸν ἐμβρέξας καλῶς,
  • Μάλασσε χερσὶ καὶ πλατύνας πρόσβαλε
  • Τοῖς ὁλμοκοπουμένοις, ὑπέρῳ τε χρώμενος
  • Ξυλίνῳ, λιπαίνων ταῦτα συνεχῶς τῷ μύρῳ.
  • Καιρὸς δὲ πάντων χρήσεως μαλαγμάτων,
  • Ὅσα κοιλίᾳ, στομάχῳ, κᾀν καὶ τοῖς ἐντέροις
  • Ἐπιβάλλεται, κάλλιστος ὁ μέχρι τῆς τροφῆς
  • Ἧς ἔλαβον ἐν τῇ γαστρὶ μὴ παρακειμένης.