De compositione medicamentorum secundum locos I-VI

Galen

Galen, De compositione medicamentorum secundum locos I-VI

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων περὶ τῶν κατὰ τὸν στόμαχον παθῶν.] Τῶν δὲ περὶ τὸν στόμαχον παθῶν πολλῶν καὶ ποικίλων ὄντων, καὶ τούτων σχεδὸν ἁπάντων ὡς ἐπίπαν ἐξ ἀπεψίας γινομένων, παντὶ σθένει αὐτὸν ἐπισκεπτέον. εἰ μὲν δὴ ὑδάτων ἢ ἀέρος κακία δείκνυται, ὡς μάλιστα ἐπιδέχεται μεθοδεύοντας, ταῦτα ἀλλάσσοντας ἀπαλλάττειν· εἰ δὲ ἀσυνήθων βρωμάτων, παραιτουμένους ταῦτα· εἰ δὲ διὰ πλῆθος, συστέλλοντας τὰ σιτία καὶ καθόλου ἐξ οὗ ἂν ὑπονοήσωμεν γίνεσθαι, τοῦτο παραιτουμένους. εἰ δὲ πάντα τὰ εἰρημένα εὐτακτοίη, παρ’ αὐτὸν δὲ τὸν στόμαχον τὰ κατὰ τὰς πέψεις παραποδίζοιτο, ἀλείμμασι καὶ γυμνασίοις ἀναφωνήσεσί τε καὶ τοῖς τοιούτοις ὁμοίοις γινομένοις τὸν στόμαχον ῥωστέον. τοῖς δὲ ὀξυρεγμιώδεσι κοριάνου ὡς κοχλιάριον δίδου πρὸ ἑτέρου τῶν σιτίων τρώγειν καὶ ἐπιῤῥοφεῖν

13.168
ἄκρατον. γενομένης δὲ ἀπεψίας μετρίας ποτὲ καὶ εὐκαταφρονήτου πλείονα χρόνον ἐπὶ τῆς κλίνης ἠρεμητέον. εἰ δὲ μὴ τὰ πράγματα ἐπιτρέποι, ἐφ’ ὅσον ἐνδέχεται, πᾶσαν διάτασιν καὶ κόπον, ἔτι τε καῦμα καὶ ψῦχος καὶ θυμὸν ἐκφευκτέον. ὀψιαίτερον δὲ τῆς συνήθους ὥρας ἐν ζεστῷ λουστέον. ἔν τε τῷ προβαλανείῳ χλιαρὸν ὕδωρ πιόντες ἀπερευγέτωσαν πάντα τὰ εἰς τὸν στόμαχον συναθροισθέντα φλέγματα, ὀλιγοσιτίᾳ τε καὶ ὀλιγοποσίᾳ τῇ πρώτῃ χρήσθωσαν. εἰ δ’ εὔτονος ἡ φθορὰ τῶν σιτίων γένοιτο, δάκνοιντό τε τὸν στόμαχον καὶ ἐρεύγοιντο αὐτὰ, ἔτι τε ναυτοῖεν, χλιαρῷ ποτίσας ἀνάγκαζε ἐξερᾷν, μέχρι πᾶν τὸ διέφθορον καθαρισθῇ, εἶτα ἐμβρέξας τὴν κεφαλὴν λιπαροῖς ὀθονίοις παρὰ πυρὶ θερμανθεῖσιν ἢ τοιαύτῃ τινὶ ἀπεριέργῳ ἀγωγῇ, πυρία τὰ περὶ τὸν στόμαχον καὶ ὑποχόνδρια παρηγορήσας τά τε ἄκρα λιπαρὰ ψηλαφίᾳ ἢ καὶ κατειλησίᾳ λεάνας, ἐπὶ τοῦ κλινιδίου ἠρεμεῖν ἐάσεις ἀσιτήσαντάς τε ἐξ ὅλου τῇ ἑξῆς, εἰ μηδὲν ἐπακολουθήσειεν ἄτοπον. εὐτονοῦντας μὲν, ὡς προείρηται, λούσας
13.169
ἐπιμελοῦ· εἰ δ’ ἀτονοῖεν, συμμέτρως ἐπὶ μίαν ἀναλαβὼν τῇ ἑξῆς λοῦε, παραινῶν μέχρι τριῶν ἡμερῶν ἐν ταῖς τροφαῖς καὶ τοῖς πότοις μετριάζειν. ἀπεψίας μὲν οὖν τοιαύτη τις, ὡς τύπῳ εἰπεῖν, ἡ ἐπιμέλεια. περὶ δὲ τῶν ἐξ αὐτῆς ἀποβαινόντων, οἷον διαῤῥοίας ἢ χολέρας ἢ τῶν τοιούτων, ἐν ἰδίῳ τόπῳ εἰρήσεται. ἐπὶ δὲ τῶν ἄλλων τῶν περὶ τὸν στόμαχον δυσχερειῶν, τοῖς μὲν καυσουμένοις τὸν στόμαχον μετ’ ἐκλύσεως ἢ λειποθυμίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδηποτοῦν αἰτίας, ὅτι μὴ πυρετοῦ, κυάθους τρεῖς ἢ τέτταρας δίδου ψυχροῦ ὕδατος καταῤῥοφεῖν δὶς ἢ τρὶς ἐκ διαλειμμάτων. καὶ εἰ μὲν παρηγοροῖντο, τούτῳ αὐτοὺς ἀνακτησάμενος ὡς τροφῇ καὶ τοῖς ἄλλοις ἀναλάμβανε. εἰ δ’ ἐπιμένοι, διακρατουμένων καὶ διαλεαινομένων τῶν ἄκρων, ἀπόβρεγμά τι τῶν τοιούτων συνεχῶς καταῤῥοφεῖν δίδου, οἷον φοινικοβαλάνων, μήλων κυδωνίων, ἀπίων, μεσπίλων, ἀρκευθίδων, ἑλίκων ἀμπέλου, ῥόδων, ῥοιᾶς ἀπυρήνου χυλὸν ἢ στροβίλους κ΄. καὶ σικύου σπέρματος κόκκους κε΄. μύρτων κ΄. κρόκου ὀβολοὺς β΄.
13.170
ῥόδων δυοῖν φύλλα μεθ’ ὕδατος δίδου πίνειν. ἢ ψυχρὸν ὕδωρ δίδου μετ’ ὀμφακίου χυλοῦ, ἢ ῥόδων ἄνθος μετὰ νάρδου καὶ ὕδατος ψυχροῦ, ἢ ἀνδράχνης σπέρματος προσμιγέντος ἢ ἀτραφάξιος σπέρματος ἢ μήλων κυδωνίων ἀφεψήματος. ἢ σικύων σπερμάτια ν΄ λεῖα ἐκ ψυχροῦ δίδου. ἢ ὄρυζαν ἑψήσας μετὰ βουτύρου δίδου φαγεῖν. ἢ τραγορίγανον λείαν μεθ’ ὕδατος χυλίσας δὸς φαγεῖν. ἢ κυάμους Αἰγυπτίους ι΄. καὶ νάρδου Κελτικῆς ὀβολοὺς δύο, φρύξας ἀμφότερα καὶ λεάνας δίδου πιεῖν. ἐπιπάσας ῥόας ὀξείας καὶ γλυκείας χυλοῦ καὶ ὕδατος ἑκάστου ἴσον. ἢ κλώνιον ἡδυόσμου συλλεάνας δὸς πίνειν. ἢ οἰνάνθην ὁμοίως τρίψας μετὰ νάρδου Ἰνδικῆς δὸς πιεῖν. ἢ φακοὺς ἑψημένους λείους δίδου μεθ’ ὕδατος. ἢ φοινικοβαλάνους μετὰ ῥόδων. ἢ πρασίου χυλὸν μετὰ μέλιτος καὶ βραχὺ ἡσυχάσασιν δίδου οἶνον μετὰ ἀλφίτου. ἢ καρδαμώμου δραχμὴν μίαν μετὰ ὀξυμέλιτος κυάθων τριῶν ποτίσας, σύγχριε καὶ ἄφες ἠρεμεῖν. τοῖς δὲ σιελίζουσι ξηρὰν κόνυζαν δίδου μασᾶσθαι. ἐπιθετέον δὲ ἔξωθεν
13.171
ἐπὶ τὸν στόμαχον ἀμπέλου φύλλα χλωρὰ λεῖα ἢ μῆλα κυδώνια ἢ φοινικοβαλάνους ἢ μέσπιλα μετὰ κηρωτῆς, ἢ μυρσίνης ἁπαλὰ φύλλα ἢ βάτου ἢ σχίνου λεῖα μετὰ πάλης ἀλφίτου ψυχρῷ πεφυραμένου. ἢ χλωρὰν ἀνδράχνην ὁμοίως ἐσκευασμένην, ἢ τυρὸν ἁπαλὸν νεαρὸν μετ’ ἀλφίτου καὶ σελίνου φύλλων, ἢ σέρεως φύλλα μετ’ ὄξους καὶ ἀλφίτων καὶ σελίνου φύλλων. πυρουμένων δὲ εὐτόνως φῦσαν πληρωθεῖσαν ὕδατος ἐπιτίθει, ἢ χιόνα ἐπίβαλλε, ἢ τῶν κολοκύνθων τὰ ξύσματα ἐπιτίθει καὶ καθόλου πάντα ὅσοις ἐπὶ τῶν καρδιακῶν χρώμεθα. τὰ δὲ ἀλγήματα τοῦ στομάχου πραΰνει καὶ μάλιστα ἐφ’ ὧν δυσθυμία τις ἢ ἀπορία παρέπεται, γάλα ὄνειον ἢ γυναικεῖον ἢ βόειον, κοχλάκων ἐναφεψημένων πινόμενον, ἢ νάρδινον μύρον ἢ τῶν λίαν πολυτελῶν δίδου μεθ’ ὕδατος, ἢ ἀπόζεμα σχοίνου ἄνθους, ἢ καὶ ῥόδων ἄνθους ἐπιπασσομένου, ἢ ἀνδράχνης χυλὸν, ὁτὲ μὲν καθ’ αὑτὸν, ὁτὲ δὲ μετὰ τῆς νάρδου ἢ ὠοῦ λέκιθον πεφρυγμένην καὶ ἀληλεσμένην μετὰ ἀλφίτων πότιζε, ἢ κάρυα πικρὰ μετὰ σικύου σπέρματος καὶ στροβίλου, ἢ λαπάθου ἀγρίου
172
σπέρματος τριώβολον πότιζε. πάντα τὰ κατὰ τὸν στόμαχον ἀλγήματα καὶ δυσαρεστήματά φασι παύειν κοχλίαν ὠμὸν Λιβυκὸν καταπινόμενον ὅλον. ἀναλυομένου δὲ αὐτοῦ μόνου καὶ ναυτιώδους τοῦ στομάχου γινομένου, θρίδακος λευκῆς σπέρματος ὀλίγον μεθ’ ὕδατος κυάθων τεσσάρων ἢ ἑνὸς πιεῖν δίδου, ἢ στρουθῶν ἀφόδευμα ξηρὸν ἐπιπάσσων, ὡς ἄλφιτον, εἶτα ὕδωρ πίνοιεν, εἶτα οἶνον, ἢ μαστίχης Χίας κοχλιάριον μετὰ ψυχροῦ ὕδατος, ἢ ἀπὸ πάγου νήστει καθ’ ἡμέραν δίδου καὶ μασώμενοι αὐτὴν συνεχῶς τὸν σίελον ἀποπτυέτωσαν. ἢ κόνυζαν ξηρὰν μασάσθωσαν. εἰ δὲ πρὸς τῷ πλάδῳ καὶ φλεγμονή τις εἴη, οἰνάνθην σὺν μελιλώτῳ ἢ ῥόδον ξηρὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ἐχούσης ῥητίνης ἀποκεκαυμένης ἐπιτίθει, ἢ ἀκακίας καὶ στυπτηρίας μηλείας ἴσα, κηρωτῆς τῷ διπλῷ ἀναλαβὼν, ὡς μάλαγμα ἐπιτίθει. ἐπὶ δὲ τῶν χολὴν μέλαιναν γεννώντων καὶ φυσωμένων τὸν στόμαχον ἐπιτίθει τῷ στομάχῳ καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι, σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους. μετὰ δὲ τούτους εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου
13.173
μέλιτι ἀναλαβὼν ἐπιτίθει, ἢ ταῦτα καὶ ἀλόην ἴσην μίξας αὐτοῖς, κηρωτῇ μυρσίνῃ ἀναλαβὼν ἐπιτίθει, ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε, ἢ ἀρνογλώσσου μετὰ ἁλῶν τριβέντα, ἢ ἀγελαίας βοὸς βόλβιτον ξηρὸν ἑψημένον ἐν οἴνῳ, ἢ πρασίῳ μετὰ ἄρτου καὶ ῥοδίνου φυραθέντι, ἢ βολβοῖς πυῤῥοῖς καὶ στυπτηρίας ἴσης. μετὰ δὲ ταῦτα ποτιστέον αὐτοὺς τῇ τε ἀπυρέτῳ λεγομένῃ ἢ τῇ ἱερᾷ ἀντιδότῳ ἤ τινι ἄλλῃ, ἥτις ἑκάστῳ διὰ πείρας. τροφὰς δ’ ἁρμοδίους τοῖς στομαχικοῖς τάσδε δοτέον· τεῦτλον, φακὴν, τράγον, ὄρυζαν, χόνδρον, ἐγκαθεψημένων μήλων κυδωνίων ἢ φοινικοβαλάνων ἢ μεσπίλων ἢ ῥοᾶς ἀπυρήνου κόκκων ἢ μηλαπίων ἢ σχίνου κλωνίων ἁπαλῶν, ἢ σμύρνης ἢ βάτου παραμιγνυμένων, ἄρτον δὲ ἀκρόζυμον ἢ ἄζυμον. τῶν δὲ λαχάνων τῶν μὲν ὠμῶν κιχώρια, μηκωνίδες, ἠρύγγιον, ἴντυβον ἢ γιγγίδιον, σέρις, θρίδακες· τῶν δὲ ἑφθῶν εὐθετεῖ μάλιστα κράμβη καὶ σίσαρον. τῶν δὲ λοιπῶν ἀφεψημάτων κοχλίαι καὶ βολβοὶ, κρεῶν δὲ γαστὴρ, ῥύγχη, πόδες, κίχλαι, πέρδικες, ἀτταγῆνες, τρυγόνες,
13.174
φάσσαι, νῆσσαι, λαγωοὶ, δορκάδες, ὀψαρίων δὲ καρίδες, ἀστακοὶ, κολύμβαιναι, κάραβοι, τευθίδες, σηπίαι καὶ τῶν σκληροσάρκων τρίγλαι, τῶν δὲ ὀστρακωδῶν μάλιστα μὲν κήρυκες, πορφύραι, κτένες, γλαῦκοι, σμαρίδες, βάλανοι. τὸ δὲ σίσαρον ἐπὶ πᾶσι λαμβανόμενον καὶ ὡς εὐστόμαχον πρὸς τὰς ἀναλήψεις κατὰ τὰ πλεῖστα τῶν περὶ τὸν στόμαχον συμπτωμάτων συμφωνεῖ. πόμα δὲ ὁ ὑφ’ ἑκάστου πινόμενος ἡδέως οἶνος. τοὺς δὲ πνευματουμένους καὶ διατεινομένους τὸν στόμαχον πολίου δεσμίδιον καθέψων πότιζε. ἢ καλαμίνθης ἀφέψημα ἐξηθριασμένου τοῦ ὕδατος, μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως δραχμὴν μίαν δίδου. ἢ σπόγγον ὄξει δριμυτάτῳ βρέξας τοῖς ποσὶ καὶ τοῖς βραχίοσιν ἐπιτίθει, μέχρι φλυκταινώσεως μάλιστα, εἰ καὶ ἀπεροῖεν τὰς τροφάς. ἢ τήλινον ἄλευρον ὄξει φυρῶν ἢ σίνηπι λεῖον σὺν ὄξει μέχρι φοινίξεως. ἢ ψύλλιον ὄξει καὶ ὕδατι βρέξας καὶ ἐν ὅλμῳ κόψας, προσδοὺς κοχλιῶν σαρκῶν ἴσον, μαλαγματῶδες ποιῶν ἐπιτίθει. ἀνώδυνα στομαχικοῖς. κύμινον πεφρυγμένον καὶ σέλινον
13.175
ἀνὰ ὀλίγον πότιζε σὺν ὕδατι. ἢ ἀλόης δύο ὀβολοὺς μετὰ οἰνομέλιτος ἢ οἴνου ἢ ὕδατος πότιζε. ἢ ἀβροτόνου καὶ θύμου ἀνὰ δύο ὀβολοὺς σὺν οἴνῳ δὸς πιεῖν. διαδέσμοις δὲ τῶν ἄκρων εὐτόνως χρῶ, κατ’ αὐτοῦ δὲ τοῦ στομάχου σικύαις τε καὶ πυρίαις ποικίλαις. εἰ δὲ εὔτονος σφόδρα ἡ διάτασις εἴη καὶ φλεβοτομία δραστήριον βοήθημα καὶ λύσις κοιλίας διὰ βαλάνου. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν ὁ Ἀρχιγένης περὶ τοῦ βουλίμου καὶ τοῦ λυγμοῦ τὰ ὑπογεγραμμένα. τοὺς δὲ βουλιμιῶντας ἐν ταῖς ὁδοῖς ἢ ἄλλως πως ἀνακτησόμεθα μὲν ὀσφραίνοντες ὄξει ἢ γλήχωνι, ἢ τῇ παρατυχούσῃ γῇ βρέξαντες ὄξει ἢ μήλοις ἢ ἀπίοις ἢ τῶν ἄλλων τῶν παρακειμένων. ἔτι δὲ ἀρτίδιον συνοσφραίνοντες καὶ προσφέρεσθαι ἀναγκάζοντες, πρὸς ἕκαστον γὰρ τούτων διεγείρονται ταχέως. πρὸς δὲ τούτοις ὕειον κρέας ὀπτὸν καὶ ἑφθόν. καὶ καθόλου πᾶν τὸ τροφῶδες καὶ μάλιστα τὰ ὀσμὴν κνισώδη καὶ εὐάρτυτον καὶ ἱκανὴν ἔχοντα. ταύταις γὰρ ταῖς
176
ὀσμαῖς κατὰ τὸ πλεῖστον οἱ τοιοῦτοι ἀνακτῶνται. τά τε ἄκρα αὐτῶν οὐδὲν ἔλαττον διακρατητέον καὶ διεγερτέον αὐτοὺς, τάς τε σιαγόνας νύσσοντας καὶ τρίχας ἢ ὦτα ἀνατείνοντας. ἀνακτήσῃ δὲ ἀπὸ τῆς ἐκλύσεως, ἄρτον ἐν κράματι ἢ καὶ ἄλλο τι τῶν δυναμένων ἀθρόως ἀναλαβεῖν διδοὺς, οἷον ὠὰ ῥοφητὰ, βολβοὺς, κοχλίας. καὶ γὰρ τὸν πλάδον τοῦ στομάχου τούτων ἕκαστον παραιτεῖται καὶ ἐν ὀλίγῳ πλήθει δύναμιν ἱκανὴν ἔχον ἀθρόως ῥώννυσιν. τοῖς δὲ λύζουσι πήγανον μετ’ οἴνου δίδου ἢ νίτρον ἐν μελικράτῳ ἢ σέλινον ἢ καστόριον ἢ ἀβρότονον ἢ ἀριστολοχίαν ἢ δαῦκον Κρητικὸν ἢ κύμινον ἢ ἄνισον ἢ ζιγγίβερι ἢ σκίλλαν μετ’ ὄξους καὶ ἐλαίου ἢ τορδύλου ἢ δίκταμνον ἢ καλαμίνθην ἢ ἄκορον ἢ ἄσαρον ἢ νάρδον Κελτικὴν ἢ γλήχωνα, ἰδίᾳ ἕκαστον καὶ ὁμοῦ.

[Τὸ διὰ τῶν κυδωνίων μήλων τοῦ χυλοῦ φάρμακον ἡμέτερον.] Αἱ μὲν μεγάλαι τοῦ στόματος τῆς κοιλίας διαθέσεις ὑπὸ τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων θεραπεύονται, τὰς δὲ μετρίας σχεδὸν πλὴν τῶν κατ’ ἔγκαυσιν σφοδρὰν γινομένων,

13.177
ὠφελεῖ τὸ ὑπογεγραμμένον φάρμακον. ♃ κυδωνίων μήλων χυλοῦ ξε. β΄. μέλιτος Ἀττικοῦ ξε. β΄. ὄξους ξε. α΄ S". ἐὰν δὲ ἱκανῶς εἴη δριμὺ, ξε. α΄. ἀρκεῖ ζιγγιβέρεως γο γ΄. πεπέρεως λευκοῦ γο α΄. τὰ ξηρὰ ἐπιπάσσεις, ὅταν ἐπὶ μαλακοῦ πυρὸς ἑψόμενος ὁ χυλὸς τῶν μήλων μετὰ τοῦ μέλιτος καὶ τοῦ ὄξους ἔχῃ σύστασιν Ἀττικοῦ μέλιτος.

[Ἄλλο τὸ διὰ τῶν κυδωνίων μήλων τῆς σαρκός.] ♃ Τῶν κυδωνίων μήλων τῆς σαρκὸς λίτρας γ΄. μέλιτος λίτρας γ΄. ὄξους λευκοῦ λίτρας γ΄. πεπέρεως γο γ΄. ζιγγιβέρεως γο γ΄. πετροσελίνου Μακεδονικοῦ γο α΄.

[Περὶ τῶν ἔξωθεν ἐπιβαλλομένων τῷ στόματι τῆς κοιλίας.] Καλοῦσι μὲν οἱ πλεῖστοι τῶν ἰατρῶν οὐκ οἶδ’ ὅπως, ὥσπερ ὁ Ἀσκληπιάδης καὶ ὁ Ἀνδρόμαχος, ἅπαντα τὰ ἔξωθεν ἐπιτιθέμενα, κᾂν συνάγῃ στύφοντα κᾂν σκληρύνῃ, μαλάγματα. συγχωρήσαντες δὲ αὐτοῖς ἡμεῖς, εἰ καὶ μὴ κυρίως ὀνομάζουσιν, ἃ γεγράφασι πρὸς τὰς τοῦ στομάχου διαθέσεις χρήσιμα φάρμακα, διὰ τῆς πείρας οὐ μόνης τῆς ἐκείνων,

13.178
ἀλλὰ καὶ τῆς ἡμετέρας κεκριμένων νῦν ὑπογράψομεν, ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἀρξάμενοι.

[Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα φάρμακα πρὸς τὰς τοῦ στομάχου διαθέσεις ἐν τῷ τετάρτῳ τῶν ἐντὸς, ἃ Μαρκέλλας ἐπιγράφει.] Εὐηνοῦ πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς καὶ περιωδυνίας, ποιεῖ καὶ πρὸς τὰς κατὰ μέρος φλεγμονάς. ♃ οἰνάνθης δραχ. η΄. κρόκου δραχ. β΄. ῥόδων ξηρῶν δραχ. δ΄. μελιλώτου δραχ. δ΄. μαστίχης δραχ. δ΄. ἠλέκτρου ῥινήματος δραχ. δ΄. φοινικοβαλάνων τῆς σαρκὸς γο γ΄. οἴνου μυρτίτου ὅσον ἐξαρκεῖ. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ καὶ τῷ μυρτίτῃ διαλύσας, ὥστε κηρωτῆς παχυτέρας πάχος ἔχειν, ἐπίβαλλε τούτοις τὴν σάρκα τῶν φοινικοβαλάνων καὶ ἀνακόψας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον, ἐπιτίθει κατὰ τοῦ στόματος τῆς κοιλίας, ποιεῖ καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν φλεγμονάς. ἄλλο. ♃ οἰνάνθης δραχ. στ΄. κρόκου δραχ. δ΄. σμύρνης δραχ. δ΄. ῥόδων ἄνθους δραχ. δ΄. μελιλώτου, μαστίχης ἀνὰ δραχ. δ΄. ἀλόης δραχ. δ΄. μανδραγόρου

13.179
φλοιοῦ δραχ. δ΄. φοινικοβαλάνων τῆς σαρκὸς γο γ΄. ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου.

[Ἀσκληπιάδου τοῦ ἐπικληθέντος φιλοφυσικοῦ, πρὸς τὰς τοῦ στομάχου ἀνατροπὰς, ποιεῖ κοιλιακοῖς δυσεντερικοῖς.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. δ΄. σελίνου σπέρματος δραχ. δ΄. ῥόδων ἄνθους δραχ. β΄. ἀνίσου σπέρματος δραχ. β΄. ὑποκυστίδος χυλοῦ δραχ. β΄. σμύρνης δραχ. β΄. κρόκου δραχ. α΄ S". ὀπίου δραχ. α΄ S". τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ. τὴν δὲ ὑποκυστίδα καὶ τὴν σμύρναν καὶ τοῦ μήκωνος τὸν ὀπὸν οἴνῳ μυρτίτῃ διαλύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνάπλαττε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει κόπτων ὅσον ἐξαρκεῖ ἀναλάμβανε μέλιτι ἑφθῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἐπὶ τῶν πεπονθότων. ἐὰν δέ πως ἰσχυρὸν εἴη τὸ ῥεῦμα, προστίθει ὑποκυστίδος χυλοῦ ἄλλην δραχ. καὶ ῥόδων τοσόνδε.

[Ἄλλη Γάλλου Μάρκου τοῦ Ἀσκληπιάδου, πρὸς τὰς εἰρημένας διαθέσεις.] ♃ Ὑοσκυάμου σπέρματος δραχ. γ΄. ῥόδων ἄνθους δραχ. β΄. ἀνίσου δραχ. β΄. σελίνου σπέρματος δραχ. δ΄. ὀπίου

13.180
δραχ. α΄. ὑποκυστίδος χυλοῦ δραχ. β΄. σμύρνης Τρωγλοδύτιδος δραχμὰς β΄. κρόκου δραχ. α΄ S". οἴνου μυρτίτου τὸ αὔταρκες, μέλιτος ἀφεψημένου ὅσον ἐξαρκεῖ, σκεύαζε καὶ χρῶ καθὰ προείρηται. τὰ τοιαῦτα τῶν φαρμάκων πίνεται καὶ σφόδρα βοηθεῖ. ἐπισχεθέντος δὲ τοῦ ῥεύματος καὶ παρεπομένης ὀδύνης προστιθέναι δεῖ τῇ τοῦ φαρμάκου σκευασίᾳ τοσαύτας ὁλκὰς κηρωτῆς σκευασθείσης διὰ ῥοδίνου. ἐπιγινομένου δὲ πολλοῦ ῥεύματος, προστίθεμαι τῷ φαρμάκῳ ὑποκυστίδος χυλοῦ δραχ. γ΄. καὶ ῥόδων ἄνθους ἄλλην δραχ., ἀγρυπνίας δὲ ἐπιγενομένης καὶ τοῦ μήκωνος ὀποῦ προστίθει ἄλλην δραχ..

[Ἄλλο Νικηράτου κοιλιακοῖς, δυσεντερικοῖς, σφόδρα γενναῖον.] ♃ Οἰνάνθης δραχ. β΄. ῥόδων ξηρῶν γο α΄. μαστίχης γο α΄. ἀλόης γο α΄. κηκίδων ὀμφακιτίδων γο α΄. στυπτηρίας στρογγύλης γο α΄. ἀκακίας γο α΄. κηροῦ λίτραν α΄. πίσσης βρυτίας γο γ΄. μυρσίνου ἐλαίου λίτραν α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο σφόδρα γενναῖον. ♃ οἰνάνθης γο α΄. ὀμφακίου γο α΄. κηκίδος ὀμφακίτιδος γο α΄. στυπτηρίας σχιστῆς γο α΄. ἀκακίας γο α΄. κυτίνων ῥοιᾶς γο α΄. βαλαυστίου δραχ. α΄.

181
μαστίχης γο α΄. οἴνου μυρτίνου ὥστε τὰ ξηρὰ φυρᾶσαι, φοινικοβαλάνων τῆς σαρκὸς γο στ΄. ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ σχινίνου λίτρᾳ μιᾷ σκεύαζε καὶ χρῶ καθὰ προείρηται. τὰ μὲν οὖν προγεγραμμένα φάρμακα στυπτικώτερά ἐστι δυνάμει, τὰ δ’ ἐφεξῆς ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα μικτῆς, ὡς καὶ τὰς σκληρουμένας φλεγμονὰς ἐκθεραπεύειν καὶ διὰ τοῦτο καὶ τοῖς ἡπατικοῖς ἐστι χρήσιμα. δέονται γὰρ κᾀκεῖνοι μεμίχθαι τι τῶν στυπτικῶν τοῖς χαλαστικοῖς, οὐ μὴν ὁμοίως τοῖς στομαχικοῖς· ἐπικρατεῖ γὰρ ἡ στυπτικὴ ποιότης ἐν τοῖς στομαχικοῖς φαρμάκοις.

[Μάλαγμα Νείλου ἐπιγραφόμενον, ποιεῖ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις καὶ πρὸς τὰς τῶν ἄρθρων ὀδύνας. ἔστι δὲ καὶ διαλυτικὸν πάσης σκληρίας. ποιεῖ πρὸς τρίμματα καὶ λυγίσματα μετὰ τὰς παρακμὰς τῶν φλεγμονῶν ἐπιτιθέμενον, ποιεῖ σπληνικοῖς, ἡπατικοῖς.] ♃ Κηροῦ λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτραν α΄. κρόκου γο S". ὄξους ὅσον ἐξαρκεῖ, τὸ ἀμμωνιακὸν διαλύσας, εἶθ’ οὕτως ἐπίβαλλε τὰ ξηρά.

13.182

[Ἄλλο ἐκ τῶν Ἀρείου Ἀσκληπιάδου.] ♃ Ἀμμωνιακοῦ θυμιάματος λίτρας δύο, λεάνας ἐπιμελῶς καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν, ἐπίβαλλε τούτῳ ἁλὸς ἄνθους λίτραν α΄. καὶ ἐλαίου κυπρίνου λίτραν α΄ S". ἕψε μαλακῷ πυρὶ χρώμενος καὶ κινῶν συνεχῶς, καὶ ὅταν ἐμπλαστρῶδες γένηται, ἐπίβαλλε κηροῦ λίτρας β΄. καὶ ὅταν τακῇ καὶ ἀμόλυντον γένηται, ἐξεράσας εἰς θυίαν καὶ ἀνακόψας, ἐπιμελῶς ἀνελόμενος χρῶ.

[Μάλαγμα Νειλέως κροκηρὸν φάρμακον ἐπιτετευγμένον πρὸς τὰς εἰρημένας διαθέσεις. ποιεῖ καὶ πρὸς ἐρυσιπέλατα. τούτῳ ἐχρήσατο Λυκίνιος Ἀττικός.] ♃ Ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. κηροῦ λίτραν α΄. ῥοδίνου λίτραν α΄. κρόκου γο α΄. ὄξους ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον.

[Ἄλλο τὸ μήλινον ἐπιγραφόμενον ἀρωματικὸν, ἡπατικοῖς, στομαχικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. κηροῦ Ποντικοῦ δραχ. ρ΄. μελιλώτων δραχ. ιβ΄. κρόκου, σμύρνης, βδελλίου ἀνὰ δραχ. η΄. ἐλαίου κυπρίνου λίτραν α΄.

13.183

[Ἄλλο. ποιεῖ στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων φλεγμονὰς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.] ♃ Κηροῦ δραχ. ρ΄. κρόκου δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. σμύρνης δραχ. ιβ΄. βδελλίου δραχ. η΄. μάγματος ἡδυχρόου γο γ΄. οἴνου γλυκέος ὅσον ἐξαρκεῖ, ἐλαίου κυπρίνου λίτραν α΄. σκεύαζε μετὰ τρόπον.

[Ἄλλο τὸ τοῦ Νεαπολίτου ἀρωματικὸν ἐπιγραφόμενον, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς τῶν ἐντὸς διαθέσεις.] ♃ Ἀμμωνιακοῦ θυμιάματος λίτρας γ΄. κηροῦ λίτρας γ΄. ῥοδίνου λίτρας γ΄. μάγματος ἡδυχρόου λίτρας S". μελιλώτου λίτρας S". κυπρίου λίτρας S". νάρδου Κελτικῆς λίτρας S".σχοίνου ἄνθους λίτρας S". οἴνου γλυκέος ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φύρα.

[Τῶν χωρὶς ἀτονίας φλεγμονῶν χρονιζουσῶν μαλάγματα καλὰ καὶ πρὸς τὰς τοῦ ἥπατος ὁμοίως φλεγμονάς. Ἀσκληπιάδου μάλαγμα τὸ διὰ μελιλώτου, ἱερατικὸν ἐπιγραφόμενον, στομαχικοῖς, ἡπατικοῖς καὶ πρὸς τὰς τῶν σπλάγχνων ὀδύνας.] ♃ Νάρδου Κελτικῆς δραχ. ι΄. κυπέρου δραχ. ι΄. σμύρνης δραχ. ι΄.

13.184
καρδομώμου δραχ. η΄. μελιλώτου δραχ. μ΄. κρόκου δραχ. η΄. ἀμώμου δραχ. η΄. κύφεως ἱερατικοῦ δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. μ΄. ῥητίνης τερμινθίνης δραχ. π΄. κηροῦ μνᾶν α΄. ἐλαίου κυπρίνου μνᾶν α΄. οἴνου εὐώδους Ἰταλικοῦ κοτύλην α΄. σκεύαζε καθὰ προείρηται καὶ χρῶ.

[Ἄλλο βασιλικὸν ἐπιγραφόμενον, ποιοῦν πρὸς τὰς εἰρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν.] ♃ Κηροῦ μνᾶς γ΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶς β΄. ῥητίνης φρυκτῆς μνᾶν α΄. μελιλώτου μνᾶς S". προπόλεως δραχ. κε΄. σμύρνης δραχ. κε΄. νάρδου Κελτικῆς δραχ. κε΄. στύρακος δραχ. κε΄. κυπέρου δραχ. κε΄. Ἰλλυρικῆς δραχ. κε΄. καρδαμώμου, πάνακος ἀνὰ δραχ. κε΄. κρόκου, κασσίας, μαστίχης, ὀποβαλσάμου, ἀμώμου, σχοίνου ἄνθους ἀνὰ δραχ. ιστ΄. οἴνου Ἰταλικοῦ εὐώδους ὅσον ἐξαρκεῖ, τὰ ξηρὰ φυράσας, νάρδου Ἀσιανῆς ἀρωματικῆς λίτρας δ΄. σκεύαζε κατὰ τρόπον.

[Μάλαγμα Πολυάρχιον. ποιεῖ περιπνευμονικοῖς, στομαχικοῖς, σπληνικοῖς, ὑδρωπικοῖς, ποιεῖ πρὸς τὰς περὶ κύστιν ἢ μήτραν διαθέσεις, πρὸς πᾶσαν νευρικὴν συμπάθειαν.] ♃

13.185
Κηροῦ μνᾶν α΄. τερμινθίνης μνᾶν α΄. βδελλίου μνᾶν α΄. ἀμμωνιακοῦ θυμιάματος, καρδαμώμου, κυπέρου ἀνὰ μνῶν α΄. μελιλώτου, ἀμώμου, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης, λιβάνου, ξυλοκινναμώμου ἀνὰ δραχ. κε΄. ἐλαίου κυπρίνου κοτύλην α΄. οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ἔσθ’ ὅτε καὶ ἀνιεμένῳ κηρωτῇ σκευασθείσῃ διὰ κυπρίνου.

[Πολυάρχου φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ πρὸς τὰς εἰρημένας διαθέσεις καὶ πᾶσαν νευρικὴν συμπάθειαν. ποιεῖ καὶ πρὸς τὰς συνεχεῖς ἀπεψίας καὶ τοῖς φθείρουσι τὴν τροφὴν καὶ χολεμετοῦσι, καὶ πάσας τὰς κεχρονισμένας διαθέσεις. ἐχρήσατο Ἰούλιος Ἀγρίππας. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.] ♃ Καστορίου, ἀμώμου ἀνὰ γο α΄ S". πεπέρεως λευκοῦ γο α΄ S". καὶ μακροῦ γο α΄ S". σμύρνης γο γ΄. μάγματος ἡδυχρόου γο γ΄. καρποβαλσάμου γο γ΄. κόστου γο γ΄. φύλλων μαλαβάθρου, κασσίας ῥοδιζούσης, πάνακος, ὀποβαλσάμου, νάρδου Ἰνδικῆς ἀνὰ γο γ΄. σχοίνου ἄνθους. κινναμώμου ἀνὰ γο δ΄. πυρέθρου, κρόκου, καρδαμώμου ἀνὰ γο δ΄.

13.186
κυπέρου γο στ΄. ἴρεως Ἰλλυρικῆς, ἀριστολοχίας μακρᾶς καὶ στρογγύλης ἀνὰ γο στ΄. κηροῦ λίτρας δ΄. τερμινθίνης λίτρας β΄. ῥητίνης λάρικος γο γ΄. ἐν ἄλλῳ καὶ βδελλίου γο δ΄. ἀμμωνιακοῦ θυμιάματος γο δ΄. νάρδου Ἀσιανῆς τῶν μύρου λίτρας γ΄. οἴνου Φαλερίνου ὅσον ἐξαρκεῖ, σκεύαζε κατὰ τρόπον. ἐγὼ δὲ προσβάλλω, μαστίχης, κινναμώμου, ἀμμωνιακοῦ θυμιάματος, στύρακος, ἀλόης, ὀποβαλσάμου ἀνὰ γο γ΄.

[Τὸ διὰ μελιλώτου Ἀνδρομάχου μάλαγμα.] ♃ Νάρδου Κελτικῆς δραχ. η΄. κυπέρου δραχ. η΄. καρδαμώμου δραχ. η΄. ἴρεως Ἰλλυρικῆς δραχ. η΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. δ΄. μελιλώτου δραχ. κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ν΄. τερμινθίνης δραχ. ν΄. κηροῦ δραχ. ρ΄. κυπρίνου κοτύλης S". ὄξους τὸ ἱκανόν. τινὲς ἀμμωνιακοῦ θυμιάματος δραχ. ρ΄. ποιεῖ πρὸς τὰ ἐντὸς πάντα. τὸ Πολυάρχου ἐκ τῆς ἐπιστολῆς πρὸς πάντα τὰ ἐντὸς μάλαγμα. ♃ κυπέρου μνᾶν α΄. καρδαμώμου μνᾶν α΄. μάννης ἴσον, κηροῦ ἴσον, τερμινθίνης φρυκτῆς μνᾶν α΄. S". ἢ ὑγρᾶς μνᾶς γ΄. κυπρίνου τὸ ἱκανὸν, ἐγὼ δὲ καὶ βδελλίου προστίθημι μνᾶν α΄.

187
ἄλλο, ἡ δευτέρα γραφή. ♃ κυπέρου, καρδαμώμου, ἀμώμου, βδελλίου, λιβάνου, βαλσάμου ἀνὰ μνᾶν α΄. κηροῦ μνᾶν α΄. S". ῥητίνης φρυκτῆς μνᾶς δ΄. κυπρίνου κοτύλης S". οἴνου εὐώδους κοτύλην α΄ S". σκεύαζε κατὰ τρόπον καὶ χρῶ, ὡς καὶ τοῖς πρὸ αὐτοῦ. ὡς δὲ ἐγώ. ♃ κυπέρου, καρδαμώμου, ἀμώμου, βδελλίου, λιβάνου ἀνὰ μνᾶν α΄. κηροῦ μνᾶς S". ῥητίνης φρυκτῆς ἢ τερμινθίνης μνᾶς γ΄. κυπρίνου κοτύλην α΄. κασσίας μνᾶς δ΄. ἀμμωνιακοῦ θυμιάματος μνᾶς δ΄. νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης ἀνὰ μνᾶς δ΄. οἶνος εὐώδης.

[Περὶ ἥπατος καὶ τῶν ἐν αὐτῷ παθῶν.] Ὑστάτης ἁπασῶν τῆσδε τῆς πραγματείας μοι γραφομένης, ἡγοῦμαι παντί που πρόδηλον ὑπάρχειν, ὡς δυοῖν τῶνδε θάτερον ἀληθές ἐστιν, ἢ τὰς ἄλλας πάσας ἀχρήστους εἶναι καὶ περιττὰς, εἴ τις ἐκ ταύτης μόνης ἱκανὸς ἔσται θεραπεύειν ἅπαντα τὰ πάθη τὰ δεόμενα τῆς διὰ φαρμάκων ἰάσεως, ἢ εἴπερ ἐκεῖναι χρήσιμοι τυγχάνουσιν οὖσαι, πρῶτον αὐτὰς ἀναγνωστέον ἐστὶ καὶ μνημονευτέον τοῖς μέλλουσιν ὠφελήσεσθαί

13.188
τι πρὸς τῆσδε. τὰς μὲν γὰρ μεθόδους αὐτὰς τῆς τῶν εἰρημένων ἰάσεως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ιδ΄. βιβλίοις ἔγραψα· νῦν δὲ ὡς εἰδόσιν αὐτὰς ἤδη χωρὶς τῶν εἰρημένων ἀποδείξεων ἀναμιμνήσκω δεικνὺς πάντως, ὅπως καλῶς τε ἡμεῖς συνθήσομεν φάρμακα, τά τε ὑπὸ τῶν ἔμπροσθεν γεγραμμένα κρίναντες εἰς πεῖραν ἄγειν θαῤῥήσομεν. καὶ χρήσιμόν γε τοῦτο τὸ σκέμμα. καὶ γὰρ ἄλογον εἶναι βουλόμενοι τὴν ἑαυτῶν τέχνην οἱ ἐμπειρικοὶ μετεχειρίσαντο, πάντα μὲν ἀναγινώσκειν ἀξιοῦντες, ὅσα καὶ τοῖς ἐνδόξοις ἰατροῖς γέγραπται, μὴ πάντα δὲ εἰς χρῆσιν ἄγειν εὐθέως, ἀλλὰ καὶ κρίνειν πρότερον, εἰ δυνατὸν ἕκαστον αὐτῶν ἐστι τὴν ἐπαγγελίαν ἔργῳ ἐπιδείξασθαι. ἡμεῖς δὲ τὴν ἐμπειρίαν ἐν πάσῃ τῇ τέχνῃ μέγα τι δύνασθαι πεπεισμένοι τά τε διὰ λογικῆς μεθόδου τῶν θεωρημάτων εὑρημένα τοῖς περὶ κρίσεως ἱστορίας ὑπ’ αὐτῶν εἰρημένοις τὰ διὰ τῆς λογικῆς ἐνδείξεως προστίθεμεν, δεδειχότες ἐν ἑτέροις ὁποίαν δύναμιν εἰς τὸ βαδίζειν ἑκάτερον τῶν σκελῶν εἰσφέρεται, τοιαύτην ἐν ἰατρικῇ τὴν ἐμπειρίαν τε καὶ τὸν λόγον ἔχειν. ἐν μὲν οὖν τῇ
13.189
περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ δι’ ἕνδεκα βιβλίων γεγραμμένῃ τὴν δύναμιν ἑκάστου τῶν αὐτοφυῶν φαρμάκων, ὅπως ἄν τις εὑρίσκοι μεθόδῳ διήλθομεν, ἐπί τε τὴν κατὰ μέρος αὐτῶν ὕλην ἀφικόμενοι τὴν χρησιμωτάτην εἰς τὰ τῆς τέχνης ἔργα κατ’ εἴδη πᾶσαν ἐγράψαμεν. ἐφεξῆς δὲ αὐτῇ καὶ τὴν θεραπευτικὴν πραγματείαν, ὅπως ἄν τις ἄριστα μὴ μόνον τοῖς ἁπλοῖς, ἀλλὰ καὶ τοῖς συνθέτοις χρῷτο, διήλθομεν ἅμα τῷ καὶ τὰς ὁδοὺς τῆς συνθέσεως αὐτῶν πάσας εἰπεῖν. ἐν δὲ τῇ νῦν προκειμένῃ πραγματείᾳ τὴν ποικιλίαν τῶν συνθέτων φαρμάκων ὅπως ἐγένετο δηλοῦμεν, εἰς ὡρισμένους σκοποὺς κατ’ εἶδος ἄγοντες αὐτῶν τήν τε σύνθεσιν καὶ τὴν χρῆσιν, ἔτι τε τὴν κρίσιν τῶν ἤδη γεγραμμένων. μέλλοντες οὖν ἀκολούθως τοῖς προειρημένοις ἐπὶ τὴν τῶν ἐν ἥπατι παθῶν ἀφικνεῖσθαι διδασκαλίαν, ἐροῦμεν τὰ κατ’ αὐτὸ πάθη λόγῳ διελθόντες, οὐ ψιλαῖς διδασκαλίαις, ἀπό τε τῶν καθόλου σκοπῶν τῆς ἰάσεως αὐτῶν, οὓς ἐν τῇ θεραπευτικῇ πραγματείᾳ διήλθομεν, ἐπὶ τὴν τῶν συνθέτων ἀφίξομαι
13.190
διδασκαλίαν. ἔστιν οὖν ἐν αὐτῷ πρῶτον ἁπάντων διακρῖναι, πότερον ἀτονία τίς ἐστι τοῦ σπλάγχνου, καθάπερ ἐπὶ τῶν κατὰ τὴν κοιλίαν εἴπομεν, ἢ καί τι ἄλλο πάθημα κατείληφε τὸ σπλάγχνον, ἢ χωρὶς ἀτονίας πάσχει φλεγμαῖνον ἢ σκιῤῥούμενον ἢ ἀποστήματι κάμνον ἢ ἐμφράξει, καθάπερ καὶ ἐρυσιπελατώδη διάθεσιν ἴσχον ἢ ἕλκος, ἤ τινα σηπεδόνα. καὶ γὰρ οὖν κᾀπὶ τούτου ἡπατικὴν λέγουσι, καθάπερ κᾀπὶ τοῦ στόματος τῆς κοιλίας πάσχοντος οἱ πολλοὶ τῶν ἰατρῶν τε καὶ τῶν ἰδιωτῶν ὀνομάζουσι στομαχικὴν διάθεσιν ἐπὶ πολλοῖς συμπτώμασιν, οὐ κατὰ μίαν ἅπασι γιγνομένοις διάθεσιν, ἀλλὰ κατὰ πολλὰς μιᾷ μέν τινι γενικῇ κοινότητι παραλαμβανομένας, ἀλλήλων δὲ διαφερούσας εἰς τοσοῦτον, ὡς ἐνίας αὐτῶν ἐναντιωτάτας εἶναι. πῶς γάρ τις οὐκ ἐναντιωτάτην εἶναι φαίη τὴν μὲν ψυχρὰν δυσκρασίαν τῇ θερμῇ, τῇ δὲ ὑγρᾷ τὴν ξηρὰν, καίτοι κατά γε τὸ γένος εἰσὶν αἱ αὐταί. σχεδὸν δὲ καὶ πάντα τὰ ἐναντία τὰ αὐτὰ τῷ γένει λέγων ἄν τις οὐκ ἂν ἁμάρτοι, καὶ γὰρ ἡ ἔννοια
13.191
τῶν ἐναντίων ἐστὶν, ἐπειδὰν πλεῖστον ἀλλήλων ἀφέστηκε. πλεῖστον δὲ ἀφέστηκε τῶν μέσων καθοτιοῦν γένος τὰ ἐπὶ τοῖς πέρασιν ὄντα, ὡς τὰ ἐναντία πολλάκις μὲν τὰ αὐτὰ φαίνεσθαι κατὰ τὰ πέρατα τοῦ κοινοῦ γένους, πολλάκις δὲ ἐπαναβεβηκότων αὐτοῖς γενικωτέρων ἐναντίων, ὑπ’ ἐκείνων περιέχεσθαι, αὐτὰ δὲ ἐκεῖνα πάντως διὰ τοῦτό ἐστιν ἐναντία, διότι καθ’ ἓν γένος ὄντα πλεῖστον ἀλλήλων ἀφέστηκεν, ὥστε καὶ τὰ τούτοις ὑποπεπτωκότα τὸ πρῶτον καὶ ἀνωτάτω γένος κοινὸν ἴσχει. τοῦτο μὲν οὖν ἡμῖν ἅπαξ ἐνταῦθα κατὰ τὸ πάρεργον εἰρημένον εἰσαεὶ μνημνονευέσθω πρὸς τὸ μὴ δόξαι τινὶ διαφωνεῖν ἑαυτῷ, εἰπόντα ποτὲ μὲν ἕν τι πάθος εἶναι ταὐτὸν ἀνθρώποιν δυοῖν, ποτὲ δὲ οὐχ ἓν οὔτε ταὐτὸν, ἀλλ’ ἐναντία δύο. δυσκρασίαν γὰρ ἓν μέν τι πάθος γενικῶς ὀνομάζουσι, τεμνόμενον δ’ εἰς ἐναντίας διαφοράς ἔξεστι γὰρ, καθάπερ ἐνταῦθα εἴπομεν, οὕτως καὶ δύο καὶ τρία καὶ πολλὰ κατὰ τὰς ἐν μέρει διαφορὰς ἐναντιωτάτας ἀλλήλαις εἶναι καὶ κατὰ τοῦτο τῆς ἀτονίας τοῦ ἥπατος,
13.192
ὀρθῶς ἂν εἰπὼν διάθεσιν αἰτίαν εἶναι μίαν, ἣν δυσκρασίαν ὀνομάζομεν, αὖθις ὀρθῶς ἂν λέγοιμι μὴ μίαν, ἀλλ’ ὀκτὼ τὰς διαθέσεις εἶναι, διότι τοσαῦται διαφοραὶ τῶν δυσκρασιῶν εἰσι. καὶ γὰρ αὖ καὶ καθ’ ἑτέραν τομὴν δύο διαφοραὶ τῶν δυσκρασιῶν γίγνονται καὶ καθ’ ἑτέραν τρεῖς, αἱ μὲν ἐν ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν πασχόντων μορίων, αἱ δὲ μεθ’ ὑγρῶν τινῶν ἤτοι γε ἐν ταῖς εὐρυχωρίαις τῶν πεπονθότων περιεχομένων ἢ ἐν τοῖς σώμασιν αὐτοῖς διαβρόχοις ὑπ’ αὐτῶν γεγονόσι. κατὰ μὲν οὖν τὴν γαστέρα καὶ τὰ ἔντερα μία καθ’ ἕκαστόν ἐστι κοιλότης ὑγρότητα μοχθηρὰν δέξασθαι δυναμένη, κατὰ δὲ τὸ ἧπαρ τοσαῦται τὸν ἀριθμὸν, ὅσαι περ αἵ τε ἀρτηρίαι καὶ αἱ φλέβες. τῶν δ’ ἁπασῶν ἐχουσῶν στενὰ τὰ πέρατα, καθ’ ἃ συμβάλλει τὰ σιμὰ τοῦ σπλάγχνου τοῖς κυρτοῖς, ἔμφραξίς τε καὶ σφήνωσις ἐνίοτε γίγνονται τῶν μοχθηρῶν ὑγρῶν, αἷς ἕπεται σηπεδὼν ἐν τάχει ταῖς ψυχραῖς δυσκρασίαις, θερμαῖς δὲ οὐ ταχέως, ἀλλ’ ἐπὶ προήκοντι τῷ χρόνῳ συμπίπτουσα. γίνεται δὲ ἡ δυσκρασία κατά τε τὴν ἰδίαν οὐσίαν τοῦ ἥπατος, ἣν
13.193
Ἐρασίστρατος ἡγεῖται παρέγχυμά τι καὶ οὐκ αὐτὸ τὸ κυριώτατον εἶναι μόριον τοῦ σπλάγχνου. γίνεται δὲ ἡ δυσκρασία καὶ κατὰ τὰς περιεχομένας ἐν αὐτῷ φλέβας τε καὶ ἀρτηρίας καὶ δηλονότι καὶ κατὰ τὰς ἐν ταῖς εὐρυχωρίαις αὐτῶν ὕλας. ἔχοντος δὲ τοῦ σπλάγχνου τῶν ἐνεργειῶν, ἃς ἐνεργεῖ κατὰ τὸν τῆς ζωῆς χρόνον, οὐ μίαν, ἀλλὰ πλείους δυνάμεις καὶ τοσαύτας γε τὸν ἀριθμὸν, ὅσα τῶν ἐνεργειῶν εἴδη, συμβαίνει πολλάκις μὲν ἐξαιρέτως μίαν αὐτῶν βλάπτεσθαι, πολλάκις δὲ δύο καὶ τρεῖς καὶ πάσας ἅμα τὰς τέσσαρας. ἐνέργεια γὰρ αὐτοῦ μία μὲν ἑλκύσαι τὴν τροφὴν ἐφ’ αὑτὸ, μία δὲ ἄλλη περιστεῖλαί τε καὶ κατασχεῖν, ἄχρις ἂν ἀλλοιῶσαν αὐτὴν ἑαυτοῦ ποιήσηται μόριον. ἔστι γὰρ οὖν δὴ καὶ αὕτη δύναμις αὐτοῦ κυριωτάτη τε καὶ σχεδὸν πρώτη πέττειν τε καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν καὶ ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν, ἣν ὀνομάζομεν ἀλλοιωτικήν. ὅσα δὲ κατὰ τὴν ἀλλοίωσιν τήνδε γίνεται περιττώματα τῷ σπλάγχνῳ, ταῦτα δι’ ἑτέρας δυνάμεως, ἣν ὀνομάζομεν ἐκκριτικὴν καὶ ἀποκριτικὴν ἀπωθεῖται. δεδειγμέναι δέ εἰσιν αἱ δυνάμεις αἵδε πᾶσαι τοῖς
194
τοῦ σώματος ὑπάρχουσαι μορίοις, ἐν ἅπαντι τῷ τῆς ζωῆς χρόνῳ. πάντα γὰρ ἕλκει τὸ οἰκεῖον ἑαυτῷ καὶ ἀποκρίνει τὸ ἀλλότριον, ἀλλοιοῖ τε τὸ ἑλχθὲν, ἔν τε τῷ χρόνῳ, καθ’ ὃν ἀλλοιοῖ, κατέχει τε καὶ σφίγγει. καλεῖται δὴ ἀλλοίωσις αὕτη, μέχρι μὲν ἂν εἰς ὁμοιότητα τοῦ τρεφομένου μορίου μεταβάλληται, πέψις, ὅταν δὲ ἤδη προστίθεται τῷ μορίῳ, θρέψις. ὅταν μὲν οὖν ἕλκειν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τὴν τροφὴν ἀτονήσῃ τὸ ἧπαρ, ὑγρὰ καὶ ἀνεκχύμωτα ἐκκρίνεται διὰ τῆς ἕδρας. ἐὰν μὲν ἡ γάστηρ συνατονῇ τῷ πλάγχνῳ μὴ πέττουσα καλῶς, ἠπεπεπτημένα, ἐὰν δὲ εὐρωσθῇ, πεπεμμένα μὲν, ἀλλ’ ὑγρὰ διὰ τὸ μηδεμίαν ἢ βραχεῖάν γε τὴν ἐξ αὐτῆς ἀνάδοσιν εἰς τὸ ἧπαρ γεγονέναι. ἐὰν δὲ ἕλκῃ μὲν τὸ ἧπαρ ἐφ’ ἑαυτὸ τὴν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τροφὴν, αἱματοῦν δ’ αὐτὴν ὑπ’ ἀτονίας ἀδυνατῇ, καθάπερ ἐν τῇ γαστρὶ πολυειδὴς ἡ φθορὰ γίνεται τῶν ἀπεπτηθέντων, οὕτω καὶ κατὰ τὸ ἧπαρ. καλῶ δὲ νῦν ἀπεψίαν μόνην, οὐ περιλαμβάνων τῷ λόγῳ τὴν βραδυπεψίαν. εἰ δὲ βούλει, κᾀπειδὰν
13.195
τροφὴ ὠμὴ διαμείνῃ τὴν κατὰ φύσιν ὑπὸ τοῦ μορίου γενομένην ἀλλοίωσιν οὐκ εἰληφυῖα, καὶ ταύτην ἄπεπτον καλεῖν, οὐδ’ ἐγὼ φεύγω τὴν προσηγορίαν, ἐάν μοι μόνον ἡ διαφορὰ τῶν πραγμάτων φυλάττηται. χεῖρον μὲν γάρ ἐστιν ἡ εἰς ἀλλόκοτον ποιότητα μεταβολὴ κατὰ τὴν ἀπεψίαν γινομένη, μετριώτερον δὲ καθ’ ἣν ἐπὶ πλεῖστον φυλάττει τὴν ἑαυτῆς φύσιν ἡ τροφὴ μηδεμίαν ἐν τῷ πεφυκότι πέττειν αὐτὴν ἀλλοίωσιν εἰληφυῖα. καὶ μὴν καὶ τρίτον τι παρὰ ταῦτά ἐστιν εἶδος ἀποτυχίας πέψεως, ὅταν ἡμίπεπτος ἡ τροφὴ γίνηται, καὶ κατ’ αὐτήν γε τὴν ἀποτυχίαν τῆς ἀκριβοῦς πέψεως τοῖς ἡπατικοῖς ἐκκρίνεται διὰ τῆς κοιλίας αἱματώδης χυμὸς, τοιοῦτος δὲ τῇ συστάσει, καθάπερ εἴ τις ὕδατι κεράσειεν αἷμα. καὶ πολλοὶ τῶν ἰατρῶν ἔγραψαν, εἰκάζοντες αὐτοῦ τὴν σύστασιν, ὡς ἂν εἰ νεοσφαγοῦς ἱερείου τὰ κρέα πλύνειέ τις ὕδατι. καὶ πλεῖσταί γε τῶν ἡπατικῶν διαθέσεων ἀπὸ τοιούτων ἐκκρίσεων ἄρχονται, μήπω μεγάλην ἀτονίαν ἔχοντος τοῦ ἥπατος, ἀλλ’ ἔτι πέττειν τε καὶ μεταβάλλειν τὴν τροφὴν εἰς τὴν οἷον ὑπογραφὴν τοῦ αἵματος δυναμένου. αὐξηθέντος δὲ
13.196
τοῦ πάθους οὐκ ἔτι μὲν οὐδὲν τοιοῦτον ἐκκρίνεται, ἀλλὰ πολυειδεῖς ἄλλαι ποιότητές τε καὶ συστάσεις, ὥσπερ ἀπὸ τῆς γαστρὸς ἀπεπτούσης. ἀλλ’ ἐν μὲν τῇ γαστρὶ τῶν σιτίων αὐτῶν αἱ διαφοραὶ σαφῶς φαίνονται, κατὰ δὲ τὸ ἧπαρ τῆς ἀναδοθείσης τροφῆς μιγνυμένης τῷ προϋπάρχοντι κατὰ τὸ σπλάγχνον αἵματι. συνδιαφθείρεται γὰρ ἐν τῷ χρόνῳ καὶ τοῦτο τῇ μὴ πεφθείσῃ κατ’ αὐτὸ τροφῇ. θερμῆς μὲν οὖν κατὰ τὸ σπλάγχνον τῆς δυσκρασίας οὔσης αἱ συντήξεις γίνονται, πρῶτον μὲν τῶν χυμῶν, εἶτα καὶ τῆς σαρκὸς αὐτῆς τοῦ ἥπατος, καὶ κενοῦται διὰ τῆς γαστρὸς δυσώδης πάνυ χολὴ παχεῖα καὶ κατακορὴς τῇ χροιᾷ, καθάπερ ἐν τοῖς λοιμώδεσι πυρετοῖς. ψυχρᾶς δὲ δυσκρασίας οὔσης οὔτε συνεχεῖς ἐκκρίσεις οὔτε πολλαὶ γίνονται. χρονίζει δὲ τὸ πάθος καὶ δι’ ἡμερῶν τινων καταῤῥήσσει ἡ γαστὴρ αὐτοῖς ἀθροώτερον, οὔθ’ ὁμοίαν ἐχόντων τὴν δυσωδίαν τοῖς διὰ θερμότητα συντακεῖσιν οὔθ’ ὁμοίαν τὴν χρόαν ἢ τὴν σύστασιν, ἀλλ’ ἧττόν τε δυσώδη διαχωρεῖται τούτοις, ἰδέαν τε σεσηπότος αἵματος, οὐ συντετηκυίας ἔχοντα σαρκὸς, ἐνίοτε
13.197
δ’ ἄν σοι τὸ διαχωρούμενον οἷον αἷμα μέλαν εἶναι φανείη, θεωροῦντι δὲ ἀκριβῶς οὔτε αἷμα μέλαν ἐστὶν οὔτε θρόμβος, ἀλλ’ οἷον ἰλύς τις αἵματος παχέος ἐγγὺς τῇ μελαίνῃ χολῇ, καὶ πλείω γε καὶ δύσκριτα χρώματα κατὰ τὴν τοιαύτην διάθεσιν ἐμφαίνεται τοῖς διαχωρουμένοις. ἐν ἀμφοτέραις δὲ ταῖς δυσκρασίαις τῇ τε κατὰ θερμότητα καὶ τῇ κατὰ ψυχρότητα, μιχθείσης τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα δυσκρασίας, ὑγρότερα μὲν ἐπὶ τῆς καθ’ ὑγρότητα, ξηρότερα δὲ ἐπὶ τῆς κατὰ ξηρότητα τὰ διαχωρήματα γίνεται. ὁ σκοπὸς οὖν τῆς θεραπείας ἐν τοῖς τοιούτοις παθήμασι γίνεται, κοινὸς μὲν κατὰ τὴν ἐναντίωσιν τῆς δυσκρασίας, καθ’ ἑκάστην δὲ ἴδιος ὁ καθ’ ἑκάστην ἐναντίος. τὸ μὲν οὖν ἡπατικὸν ἰδίως ὀνομαζόμενον πάθος, ὥσπερ οὖν καὶ τὸ κοιλιακόν τε καὶ στομαχικὸν, ἄνευ τοῦ κατὰ τὰ μόρια παρὰ φύσιν ὄγκου γίνεται, φλεγμαίνειν μὲν ἧπαρ ἢ ἀφίστασθαι λεγόντων ἢ σκιῤῥοῦσθαι τῶν ἰατρῶν ἤ τι τοιοῦτον ἕτερον πάσχειν, οὐ μὴν ἡπατικόν γε καλούντων τὸν ἄνθρωπον αὐτὸν, ᾧ συμβαίνει τι τούτων· ἀλλ’ ὅταν ἄνευ φανεροῦ τινος ἐν τῷ σπλάγχνῳ
13.198
κακοῦ περὶ τὰς οἰκείας ἐνεργείας ἀτονῇ, τηνικαῦτα τὸν κάμνοντα προσαγορευόντων ἡπατικόν. ἴδωμεν οὖν πρῶτον ἃ γεγράφασιν οἱ πρὸ ἡμῶν ἄριστα πραγματευόμενοι περὶ φαρμάκων, ἀπὸ τῶν ὑπ’ Ἀνδρομάχου τὴν ἀρχὴν ποιησάμενοι. οὗτος γὰρ ἀνὴρ ἐν τῇ τῶν ἐντὸς παθῶν ἰάσεις ἐχούσῃ βίβλῳ πολλὰς ἔγραψε δυνάμεις ἡπατικὰς, ὧν ἁπασῶν μνημονεύσω, κᾀνταῦθα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ γεγράψεται τὰ φάρμακα, καὶ πρῶτόν γε αἱ ἀντίδοτοι. τὸ πρῶτον γεγραμμένον αὐτοῖς ὀνόμασιν ὡδί πως.

[Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα πρὸς ἡπατικοὺς φάρμακα.] Ἀνδρομάχου πρὸς ἡπατικοὺς κυφοειδὴς καὶ πρὸς τὰ ἐν θώρακι πάντα. ♃ σταφίδος σαρκὸς δραχ. κε΄. οἱ δὲ δραχ. ρ΄. κρόκου δραχ. α΄. οἱ δὲ τριώβολον· καλάμου δραχ. β΄ S". βδελλίου δραχ. β΄ S". κασσίας δραχ. α΄ S". κινναμώμου τριώβολον, ναρδοστάχυος δραχ. γ΄. σχοίνου ἄνθους δραχ. β΄ S". σμύρνης δραχ. δ΄. τερμινθίνης δραχ. δ΄. οἱ δὲ δραχ. ιστ΄. ἀσπαλάθου ῥινήματος δραχ. β΄. μέλιτος δραχ. ιστ΄. οἴνου τὸ ἀρκοῦν. αὕτη μὲν ἡ τῆς ἀντιδότου γραφή. κέκληκε δὲ ταύτην κυφοειδῆ διὰ τὴν ὁμοιότητα.

13.199
καὶ γὰρ ὀσμῇ καὶ γεύσει παραπλήσιός ἐστι τῷ κύφει καλουμένῳ πρὸς Αἰγυπτίων, οἵπερ δὴ καὶ πρῶτοι συνέθεσάν τε τὸ φάρμακον τοῦτο καὶ χρῶνται θυμιῶντες ἑκάστοτε τοῖς θεοῖς. τὰ πλεῖστα δ’. ἐστὶ τῶν ἐν ἐκείνῳ τῷ θυμιάματι γεγραμμένων τὰ αὐτὰ τοῖς ἐν τῷδε τῷ φαρμάκῳ, καὶ μέντοι καὶ θυμιᾶσθαι τοῦτ’ αὐτὸ δύναται παραπλησίως τῷ κύφει. σύγκειται δὲ ἔκ τε τῶν μετρίως στυφόντων καὶ ξηραινόντων τε καὶ διαφορούντων ἰχῶρας μοχθηροὺς καὶ ἐπανορθουμένων τὴν κακοχυμίαν, ἔτι τε ἐκ τῶν ἐναντιουμένων ταῖς σηπεδόσιν, ὧν τὰ πλεῖστα τῆς τῶν ἀρωμάτων ἐστὶν ὕλης. ἔχει γοῦν τὸ φάρμακον τοῦτο κιννάμωμον, πάσας ἐπανορθοῦν τὰς σηπεδονώδεις τε καὶ δηλητηρίους δυνάμεις, οὐ μόνον ἰχώρων τε καὶ χυμῶν, ἀλλὰ καὶ θανασίμων φαρμάκων, ὥσπερ γε καὶ τοῖς ἰοβόλοις ὀνομαζομένοις θηρίοις ὑπαρχόντων ἰῶν. ἐφεξῆς δὲ τοῦ κινναμώμου καὶ ἡ κασσία τὴν αὐτὴν ἔχει δύναμιν, ἡ ἀρίστη τε καὶ συγγενὴς αὐτῷ καὶ μετὰ ταύτην τῶν ἀρωμάτων ἅπαν γένος, ὥσπερ ἐνταῦθα νάρδος
13.200
τε καὶ σχοῖνος καὶ κάλαμος καὶ σμύρνα. ταῦτα γὰρ ἐμβέβληται τῷ προκειμένῳ φαρμάκῳ κατὰ τὸν εἰρημένον ἄρτι λογισμὸν καὶ τρόπον, ὥσπερ γε καὶ τῶν παρ’ ἡμῖν γενομένων ὅ τε ἀσπάλαθος καὶ ὁ κρόκος, στυπτικόν τε καὶ πεπτικὸν ὑπάρχον φάρμακον, ἐπανορθούμενόν τε σηπεδόνας. ἡ δὲ σταφὶς εὐκαταφρόνητος μὲν εἶναι δόξει διὰ τὸ σύνηθες, αὐτὸ δὲ τοῦτο αὐτὴν ἐργάζεται χρησιμωτέραν, ὅτι συνήθης ἡμῖν οὖσα στυπτικὸν ἐπὶ τοσοῦτόν ἐστιν, ὅσου δεῖται τὸ πεπονθὸς σπλάγχνον. ἔχει δὲ καί τι πεπτικὸν τῶν ἀπέπτων χυμῶν, ἐπικρατητικόν τε τῶν κακοήθων, αὐτή τε δύσσηπτός ἐστι καὶ προσέτι καθ’ ὅλην τὴν οὐσίαν οἰκεία τῷ σπλάγχνῳ. μεμαθήκαμεν γὰρ ὡς αἱ τροφαὶ τοῖς τρεφομένοις τὴν οἰκειότητα καθ’ ὅλην τὴν ἑαυτῶν οὐσίαν κέκτηνται, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις, ὅσα κατὰ δυσκρασίαν γένηται. κάλλιστα γὰρ ἐπ’ αὐτῶν ἐνεργεῖ τὰ πρὸς τῷ τὴν δυσκρασίαν ἰᾶσθαι τρέφειν δυνάμενα, καὶ διὰ τοῦτο καὶ ὁ οἶνος ἐπιτηδειότατός ἐστι τοῖς ἄνευ φλεγμονῆς
201
ἢ ἐρυσιπέλατος ἢ ἀποστήματος ἢ θερμῆς δυσκρασίας κάμνουσιν. καὶ γὰρ τρέφει καὶ πέττει καὶ τονοῖ καὶ σηπεδόσιν ἀνθίσταται, κᾂν δυσκρασία τύχῃ γεγονυῖα καθ’ ὑγρότητα καὶ ψύξιν, ἀλύπως τε καὶ ἀσφαλῶς αὐτὴν ἰᾶται. τὰ δ’ αὐτὰ καὶ τῷ μέλιτι πρόσεστι, πλὴν τοῦ μὴ συνάγειν τὴν οὐσίαν τῶν σωμάτων οἷς ἂν ὁμιλῇ, ἀλλ’ ἀντὶ τούτου διαῤῥύπτειν τε καὶ ἀναστομοῦν καὶ καθαρὰς ἐργάζεσθαι τὰς διεξόδους, ἐπ’ οὖρά τε προτρέπειν οὐ μικρὰ βοηθήματα κέκτηται. μέμικται δὲ ὑπὸ τοῦ συνθέντος τὸ φάρμακον καὶ βδέλλιον, ἱκανῶς μαλάττον τε καὶ πέττον, ὡς ἐμάθομεν, ἔτι τε μετρίως διαφοροῦν. ὁμοίως δέ πως αὐτῷ καὶ ἡ τερμινθίνη ῥητίνη δύναμιν ἔχει πρὸς τὸ διαῤῥύπτειν τε καὶ διακαθαίρειν τὰς στενὰς διεξόδους, ὧν καὶ αὐτῶν δεῖται τὸ θεραπευόμενον σπλάγχνον, ὅπως αἱ συναναστομώσεις τῶν κατὰ αὐτὸ φλεβῶν ἀναπεπταμέναι τε καὶ ἔκφρακτοι διαμένωσιν. μεμαθήκαμεν γὰρ ὅπως ἡ ἔμφραξις ἐργάζεται τὰς σηπεδόνας. ἔνιοι μέντοι τῶν συνθέντων τὰς τοιαύτας δυνάμεις, καθάπερ καὶ πρόσθεν ἐπὶ τῶν στομαχικῶν ἐδείκνυτο, μίξαντες
202
ὄπιον ἢ ὑοσκύαμον ἤ τι τῶν ἄλλων ὅσα ψύχει, πρὸς τὰς θερμὰς δυσκρασίας χρήσιμον εἰργάσαντο φάρμακον καὶ διὰ τοῦτο καὶ ἡ Φίλωνος ἐνίοτε θαυμαστῶς ὅπως ἅπαξ δοθεῖσα δυσκρασίαν ἡπατικὴν ἰάσατο, καὶ τοῦτο αὐτῇ καὶ ὁ συνθεὶς αὐτὴν ἐμαρτύρησεν. ἀλλὰ τῶν γε ὑπ’ Ἀνδρομάχου γεγραμμένων φαρμάκων ἡπατικῶν οὐδέν ἐστι τοιοῦτον, καὶ μέντοι καὶ σφοδρῶς ψυκτικὸν οὐδὲν εἶναι προσήκει, ἀλλ’ ὁποῖα γέγραπταί τισιν ἄλλοις τε καὶ τῷ Ἀσκληπιάδῃ. νῦν οὖν ὅσας ἐφεξῆς ἔγραψεν ὁ Ἀνδρόμαχος ἡπατικὰς ἀντιδότους ὑπογράψω, μεμνημένων ἡμῶν οὐδεμίαν αὐτῶν ἁρμόττειν θερμαῖς δυσκρασίαις, ἀλλ’ ἢ ταῖς ὑγραῖς ἢ ταῖς ψυχραῖς ἢ ταῖς ἐξ ἀμφοτέρων συνθέτοις, ἢ εἴπερ ἄρα ταῖς μὲν ὑγραῖς ἰσχυρῶς, μετρίως δὲ θερμαῖς. γεγράψονται δὲ πᾶσαι κατὰ τὴν αὐτοῦ Ἀνδρομάχου λέξιν.

[Ἄλλη κυφοειδὴς πρὸς ἡπατικοὺς ἐκ τῶν Γάλλου καὶ βῆχας καὶ ἀναγωγάς.] ♃ Κρόκου, κινναμώμου ἀνὰ δραχ. α΄. σμύρνης δραχ. α΄. βδελλίου δραχ. δ΄. ἀσπαλάθου τετρώβολον, σχοίνου δραχ. γ΄. καλάμου δραχ. β΄. κασσίας δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄.

13.203
τερμινθίνης δραχ. στ΄. σταφίδος σαρκὸς δραχ. ρξ΄. μέλιτος κοτύλης S". οἴνου Χίου εἰς τὸ βρέξαι τὴν σταφίδα καὶ τὸ βδέλλιον καὶ τὴν σμύρναν, τὴν δὲ ῥητίνην τήξας τῷ μέλιτι, εἶτα πάντα συμμίξας καὶ λεάνας ἀπόθου. πρὸς ἡπατικοὺς καὶ ἰκτερικούς. ♃ καρύων πικρῶν δραχ. β΄. ἀνίσου δραχ. α΄. ἀψινθίου, κυμίνου, σελίνου σπέρματος ἀνὰ δραχ. α΄. κέρατος ἐλαφείου τριώβολον, λεάνας σὺν ὕδατι τροχίσκους ποίει τριωβολιαίους, δίδου ἕνα πρωῒ καὶ δείλης σὺν οἰνομέλιτι. πρὸς ἡπατικοὺς καὶ ἰκτερικοὺς ἡ Νεκτάρειος. ♃ ἑλενίου λίτραν α΄ S". κροκομάγματος λίτρας β΄. ἀριστολοχίας γο α΄. πετροσελίνου γο α΄. πεπέρεως μέλανος γο S". σμύρνης γο α΄. μέλι τὸ ἱκανόν.

[Ἡπατικὴ ἀθανασία καλουμένη. ποιεῖ καὶ πρὸς νεφριτικοὺς καὶ ἰκτερικοὺς, κινεῖ δὲ ἱδρῶτα πολύν.] ♃ Κρόκου δραχ. β΄. κινναμώμου δραχ. α΄. νάρδου δραχ. β΄. κασσίας, σμύρνης, σχοίνου ἀνὰ δραχ. α΄. μέλιτι Ἀττικῷ ἀναλάμβανε. ἡ δόσις κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, πυρέσσουσι μεθ’ ὑδρομέλιτος.

13.204

[Ἡπατικὴ θαυμαστὴ, ᾗ Φαρνάκης ὁ ῥιζοτόμος παθὼν ἐχρήσατο.] ♃ Κρόκου δραχ. β΄. μήου, ἀσάρου, φοῦ Ποντικοῦ, δαύκου, πετροσελίνου, σμύρνης ἀνὰ δραχ. δ΄. νάρδου Ἰνδικῆς καὶ Κελτικῆς ἀνὰ δραχ. στ΄. κόστου, κασσίας, σχοίνου ἀνὰ τριώβολον, βαλσάμου καρποῦ δραχ. γ΄ S". ἐρυθροδάνου δραχ. η΄. γλυκείας χυλοῦ δραχ. γ΄. ἡμιονίτιδος βοτάνης δραχ. γ΄. πολίου δραχ. γ΄. ὀποῦ βαλσάμου δραχ. στ΄. μάγματος ἡδυχρόου δραχ. ε΄. μέλιτος τὸ ἱκανὸν χρῶ. πρὸς πάντα τὰ πάθη ἐνεργεῖ, καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος.

[Ἡπατικὴ παρὰ Νεάρχου ἐπαινουμένη.] ♃ Πάνακος ῥίζης, ἐρυθροδάνου, ἠρυγγίου ῥίζης, εὐπατορίου, ἑλενίου ῥίζης, πολίου, κόστου, ἀριστολοχίας, πεπέρεως, σκολοπένδρου βοτάνης, σικύου σπέρματος, χαμαιπίτυος, γεντιανῆς ῥίζης, Σινώπιδος μίλτου, χολῆς ἀρκείου, ναρδοστάχυος, ἀρκευθίδων, κράμβης σπέρματος, εὐζώμου σπέρματος, ἑκάστου ἴσον μέλιτι Ἀττικῷ ἑφθῷ ἀναλαβὼν χρῶ. ἡπατικὴ ἡ τοῦ Διοσκόρου. ♃ κινναμώμου, κασσίας ἀνὰ δραχ. δ΄. κρόκου, νάρδου, κόστου, βαλσάμου καρποῦ, ὑπερικοῦ, γλυκυῤῥίζης ἀνὰ δραχ. η΄.

205
μέλιτι Ἀττικῷ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος. ἄλλη πρὸς ἡπατικοὺς καὶ τὰ λοιπὰ τὰ ἐντὸς, ὡς Ἀριστοκλῆς. ♃ πεπέρεως κόκκους μ΄. σμύρνης δραχ. η΄. κρόκου, κόστου, μήου, ἀκόρου, νάρδου, δαύκου σπέρματος, πετροσελίνου, σκορδίου ἀνὰ δραχ. δ΄. κινναμώμου δραχ. ιβ΄. κασσίας δραχ. ιβ΄. μέλιτος τὸ ἀρκοῦν, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. πότιμα πρὸς ἡπατικοὺς, σπληνικοὺς, νεφριτικοὺς, ὑδρωπικοὺς, ὠφελεῖ καὶ στομαχικοὺς καὶ τὰς ἐκ τόκων ἐνοχλουμένας, καὶ πρὸς σπασμοὺς καὶ πρὸς τοὺς ἀπ’ ἀῤῥωστίας ἀναλαμβάνοντας καὶ κακοχύμους καὶ ἰκτερικοὺς καὶ βῆχας καὶ πλευριτικοὺς, ἀντίδοτος καὶ πρὸς τὰ θανάσιμα φάρμακα καὶ τὰς τῶν θηρίων πληγάς. ♃ νάρδου Ἰνδικῆς δραχ. β΄. κόστου δραχ. β΄. κασσίας δραχ. α΄. κρόκου δραχ. α΄. πεπέρεως λευκοῦ ὀβολοὺς ε΄. ἐν ἄλλῳ δραχ. β΄. σελίνου σπέρματος δραχ. α΄. τετρώβολον, ἴρεως Ἰλλυρικῆς ἴσον, ἀκόρου δραχ. α΄. ὀβολὸν α΄. ὀποβαλσάμου δραχ. α΄. ἄρου ἀρσενικοῦ ὀποῦ δραχ. γ΄. σταφίδος ἀγιγάρτου δραχ. στ΄. λεάνας σὺν τῷ γλυκεῖ ἢ μέλιτι ἀναλάμβανε καὶ δίδου δραχ. α΄. μετ’ οἴνου γλυκέος κεκραμένου ἢ ὑδρομέλιτος
13.206
κυάθων τεσσάρων ἢ ὡς ἂν ἁρμόττῃ. αὗται μέν εἰσιν αἱ ὑπὸ Ἀνδρομάχου γραφεῖσαι δυνάμεις ἡπατικαὶ, μεταβήσομαι δὲ ἤδη πρὸς τὰς ὑπ’ Ἀσκληπιάδου γεγραμμένας ἐν τῷ τρίτῳ τῶν ἐντὸς, ἃς Μνάσωνος ἐπιγράφει.

[Αἱ ὑπ’ Ἀσκληπιάδου γραφεῖσαι δυνάμεις ἡπατικαί.] Πρώτην μὲν ἔγραψεν, ἣν Ἀντωνίου Μούσα φησὶν εἶναι, συγκειμένην οὕτω. κιχωρίου χυλίσματος κύαθον α΄. δίδου μεθ’ ὕδατος θερμοῦ κυάθων γ΄. ἐπιβαλὼν μέλιτος Ἀττικοῦ κοχλιάριον· ἢ πτέρεως καὶ ἀνήθου χυλοῦ κύαθον α΄. μετὰ μελικράτου κυ. γ΄. ἢ ἴρεως ἁπαλῆς ἢ σέρεως ἁπαλῆς τοῦ χυλοῦ κύαθον α΄. μετὰ μελικράτου θερμοῦ κυάθων τριῶν. αὕτη ἡ πρώτη γραφὴ κατὰ τὸ τοῦ Ἀσκληπιάδου βιβλίον ἐστὶ φαρμάκων τριῶν. τὰ μὲν οὖν κιχώρια καὶ ἡ σέρις ἐκ τῶν ἐδωδίμων εἰσὶν, παρ’ ἡμῖν γοῦν οἱ κατὰ τοὺς ἀγροὺς ἐσθίουσιν ἄμφω ταῦτα καὶ ὠμὰ καὶ ἑφθά. χρῆται δὲ αὐτοῖς καὶ ὁ Ἐρασίστρατος ἱκανῶς, ἐν οἷς θεραπεύει τὰ κατὰ τὴν κοιλίαν πάθη, δύναμις δὲ τῶν λαχάνων τούτων ἐστὶν ὑπόψυχρός τε καὶ ὑπόπικρος καὶ μετρίως στύφουσα, καὶ διὰ

13.207
ταύτας γε τὰς ποιότητας ἄριστα φάρμακα ταῖς θερμαῖς δυσκρασίαις ἐστὶ τοῦ ἥπατος. πρὸς γὰρ τῷ ψύχειν μετρίως ἔτι καὶ τόνον ἐντίθησι τῷ σπλάγχνῳ διὰ τῆς στύψεως, ἔτι τε ἀναῤῥύπτει τὰς συναναστομώσεις τῶν ἐν τοῖς σιμοῖς τοῦ σπλάγχνου φλεβῶν πρὸς τὰς ἐν τοῖς κυρτοῖς, οὐ μὴν οὐδὲ τὰς ψυχρὰς δυσκρασίας βλάπτει μεγάλως, ὥσπερ ὅσα ψυχρὰν ὑγρότητα κέκτηται χωρὶς στύψεως ἢ πικρότητος. ὠφελεῖν δὲ δύναται τὸ σπλάγχνον ἡ τῶν τοιούτων λαχάνων οὐσία, κᾂν ἄνευ χυμῶν ἢ ἰχώρων μοχθηρῶν γίνηται ἡ δυσκρασία καθ’ αὑτὸ καὶ μεθ’ ὑγρότητος ἡστινοσοῦν. ἐν γὰρ τῇ μίξει τοῦ μέλιτος ἐπ’ οὖρα προάγει τὴν ὑγρότητα, διὸ κᾂν ξηρανθέντα κόψας ἐπιπάσῃ τις τῷ ποτῷ, καὶ οὕτως ὀνίνησι, καὶ μέντοι καὶ ἀφεψημένων τὸ ἀφέψημα πινόμενον ὠφέλιμον ἱκανῶς ἐστιν. εἰ δὲ μὴ θερμή τις ἐνοχλοίη δυσκρασία ἢ κᾂν μόνον ἔμφραξίς τις εἴη κατὰ τὸ σπλάγχνον, ὠφελεῖ μεγάλως δι’ οἴνου λευκοῦ λεπτοῦ πινόμενα μετὰ τῶν οὖρα κινούντων. χρήσιμος δὲ οὐ μόνον ὁ χυλὸς αὐτῶν ἐστι
13.208
πρόσφατός τε καὶ ἐξηραμμένος, ἀλλὰ κᾂν ξηραινόμενα κόψας καὶ λειώσας ἐπιμελῶς ἐπιπάττοι τις τῷ ποτῷ, κᾂν ἀφεψήσας πίνοι. πρὸς δὲ τὸ διακαθᾶραι τὸ σπλάγχνον, ἀναστομῶσαί τε τὰς διεξόδους αὐτοῦ χωρὶς τοῦ θερμῆναι σαφῶς ἢ ψῦξαι, κάλλιστον φάρμακον ἡ πτέρις ἐστὶν, ἐπικρατοῦσαν ἔχουσα τὴν πικρὰν ποιότητα. τὸ δ’ ἄνηθον οὐδὲν ἰσχυρὸν ἔχει πρὸς τὰς τοιαύτας διαθέσεις, ἀλλ’ ἔστιν ἐψυγμένου μετρίως καὶ πεπυκνωμένου τοῦ σπλάγχνου θεραπευτικόν. καὶ τὸ διὰ τῆς χαμαιπίτυος δὲ καταπότιον, οὗ καὶ αὐτοῦ μέμνηται, τῆς αὐτῆς ἐστι δυνάμεως τοῖς εἰρημένοις. πικρὸν γὰρ καὶ τοῦτό ἐστι τὸ φάρμακον, οὐδὲν οὖν θαυμαστόν ἐστιν αὐτήν τε καθ’ ἑαυτὴν πινομένην τὴν χαμαιπίτυν ὠφελεῖν τὰς ἡπατικὰς δυσκρασίας καὶ μετὰ κιχωρίου, καθάπερ ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως αὐτοῖς ὀνόμασιν.

[Καταπότιον ἡπατικοῖς.] ♃ Χαμαιπίτυος ῥίζης δραχ. η΄. κιχωρίου ῥίζης δραχ. δ΄. κόπτε καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος καὶ ὕδατος θερμοῦ ἐπιπίνειν κυάθους γ΄. ταῦτα μὲν ὁ Ἀσκληπιάδης ἔγραψεν,

13.209
ὠφελοῦσι δὲ αἱ εἰρημέναι βοτάναι τοὺς ἡπατικοὺς, οὐ μόνον ἐὰν τῶν ῥιζῶν τις αὐτῶν προσφέρηται, σκευάσας ὡς ὁ Ἀσκληπιάδης ἔγραψεν, ἀλλὰ κᾂν τὸν χυλὸν ἢ τὸ ἀφέψημα ἢ ξηρὰν τὴν κόμην μετὰ τοῦ καρποῦ κόψας καὶ λειώσας προσφέρῃ. καὶ ἡ τῆς σφενδάμνου δὲ ῥίζα, κοπεῖσα καὶ λειωθεῖσα, καὶ γὰρ καὶ ταύτης μέμνηται, τῆς αὐτῆς ἐστι τοῖς εἰρημένοις δυνάμεως. δίδωσι δὲ ταύτης δραχ. α΄. μεθ’ ὕδατος κεκραμένου κυάθων γ΄. καὶ τὸ διὰ τῆς νάρδου δὲ τῆς Κελτικῆς φάρμακον, οὗ καὶ αὐτοῦ μέμνηται, τούτοις ἐστὶ παραπλήσιον. ἔγραψε δ’ οὕτως αὐτό. ♃ νάρδου Κελτικῆς μέρη γ΄. ἀψινθίου μέρος ἓν, κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου ἐκλείχειν μύστρον. καὶ τὸ τούτῳ γεγραμμένον ἐφεξῆς παραπλήσιον ὑπάρχον αὐτῷ κατὰ τὰ ἄλλα πλέον ἔχει τὸ δι’ οὔρων μᾶλλον ἐκκαθαίρειν τὸ σπλάγχνον. ἔγραψε δ’ οὕτως ὁ Ἀσκληπιάδης περὶ αὐτοῦ. τροχίσκος ἡπατικὸς ὁ πικρός. ♃ ἀνίσου, σπέρματος σελίνου, ἀσάρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου, ἑκάστου ἀνὰ δραχ. δ΄. σκεύαζε δι’ ὕδατος καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου δραχ. α΄.
13.210
ἀπυρέτοις μετ’ οἴνου κεκραμένου κυάθων γ΄. πυρέττουσι μεθ’ ὑδρομέλιτος. τοῦτο τὸ φάρμακον ἠρέμα πώς ἐστι θερμὸν διὰ τὴν τῶν οὐρητικῶν μίξιν. τὰ δ’ ἄλλα πάντα τὰ πρόσθεν ἢ ἐπικρατοῦσαν ἔχει τὴν ψύξιν ἢ πάντως οὔτε ταύτην οὔτε τὴν θερμότητα. τὸ μέντοι διαῤῥύπτειν τε καὶ τὰς ὁδοὺς τῆς ἀναδόσεως ἐκφράττειν ἔχει πάντα. καὶ ἄλλα δέ τινα φάρμακα γέγραπται τῷ Ἀσκληπιάδῃ τὸ μὲν διαῤῥύπτειν καὶ ἐκφράττειν καὶ τέμνειν ἔχοντα, βραχεῖ δέ τινι τῶν μέσων ἕτερα θερμότερα. μέσα δὲ λέγω τὰ μήτε θερμαίνοντα μήτε ψύχοντα σαφῶς. ἓν δὲ ἐν αὐτοῖς τι τῶν θερμαινόντων ἐστὶν, ἔνθα φησὶ, κόστου λείου κοχλιάριον δίδου μετὰ μελικράτου θερμοῦ κυάθων γ΄. τὰ δ’ ἄλλα ὅσα πλησίον τῆς μέσης κράσεως ὄντα πρὸς τὸ θερμότερον ῥέπει, ταῦτά ἐστιν. ♃ ἑλενίου δραχ. ιβ΄. κροκομάγματος δραχ. η΄. ἀναλάμβανε κιχωρίου χυλῷ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν. ἡ τελεία δόσις ὁλκὴ καὶ οἰνομέλιτος κεκραμένου θερμοῦ κύαθοι γ΄. τοῦτο τὸ φάρμακον ἠδύνατο καὶ χωρὶς ἑλενίου ταῖς θερμαῖς δυσκρασίαις
211
ἁρμόττειν. ἐπεὶ δὲ τὸ ἑλένιον ἐμίχθη τοῖς ῥυπτικοῖς, ἐπὶ τὸ θερμότερον ἔῤῥεψε, πλὴν εἰ μὴ παντελῶς ὀλίγον ἐπιμίσγοιτο πλείονι τῷ ψυχρῷ. καὶ μέντοι καὶ τὸ διὰ τοῦ μαράθρου τῶν θερμαινόντων ἐστὶν, ἔχον οὕτω. ♃ μαράθρου δραχ. α΄. πετροσελίνου δραχ. β΄. ἀνίσου, ἀμυγδάλων πικρῶν, ἀψινθίου ἀνὰ δραχ. α΄. κρόκου, σμύρνης ἀνὰ τριώβολον, ὕδατι ἀναλάμβανε καὶ ἀνάπλασσε τροχίσκους καὶ δίδου δραχ. α΄. καθὼς ἀνώτερον προείρηται. καὶ γὰρ ἐνταῦθα τὸ μὲν μάραθρον καὶ τὸ πετροσέλινον ἱκανῶς θερμαίνει, τὰ ἄλλα μετρίως. τὰ δ’ ἀμύγδαλα τῆς λεπτυντικῆς ἐστι δυνάμεως, καὶ μᾶλλον ὅταν ᾖ πικρά. μέσον δέ πως τῶν θερμαινόντων τε καὶ ψυχόντων καὶ τοῦτό ἐστι τὸ φάρμακον, ὅπερ ὁ Ἀσκληπιάδης ἔγραψεν ὡδί πως. ἐκλεικτὸν ἡπατικὸν Παυλίνου, ὠφελεῖ παραχρῆμα. ♃ χαμαιπίτυος ξηρᾶς λίτραν α΄. σμύρνης γο α΄. γλυκέος προτρόπου ξε. γ΄. ἕψε χαμαιπίτυν καὶ γλυκὺν, καὶ ὅταν τὸ γ΄. ὑπολειφθῇ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τούτῳ ἐπιβαλὼν μέλιτος Ἀττικοῦ λίτρας S". πάλιν ἕψε. μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ σμύρνιον κινῶν συνεχῶς, καὶ
13.212
ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἀπόθου καὶ δίδου πρὸ τροφῆς μύστρον. ἔγραψε δὲ καὶ διὰ κοχλιῶν ὁ Ἀσκληπιάδης φάρμακον ἡπατικὸν τοιοῦτον. κοχλιῶν χερσαίων εὖ μάλα τὴν σάρκα λεάνας καὶ οἴνου μέλανος ἐπιβαλὼν κυάθους τρεῖς καὶ θερμήνας δίδου πίνειν. ἔοικε δὲ τὰ τοιαῦτα καθ’ ὅλην τὴν οὐσίαν ἐνεργεῖν, οὐ κατὰ μίαν ἢ δευτέραν ποιότητα, ὁποῖόν ἐστι καὶ τὸ λύκειον ἧπαρ, οὗ πεῖραν ἱκανὴν ἔχομεν, ἡ χρῆσις δὲ αὐτοῦ παραπλησία τοῖς κοχλίοις ἐστὶ, λειοῦται γὰρ ἀκριβῶς τὸ λύκειον ἧπαρ καὶ δίδοται δραχ. α΄. μετ’ οἴνου τῶν γλυκέων τινὸς, οἷοί πέρ εἰσιν Θηραῖος ὁ Κρητικὸς καὶ ὁ Σκυβελίτης, ὅ τε γλυκὺς πρότροπος. εὐμενεῖς γάρ εἰσιν οὗτοι τῷ σπλάγχνῳ, τρέφειν αὐτὸ δυνάμενοι καὶ μέσοι τῇ κατὰ τὸ ψυχρόν τε καὶ θερμὸν ἀντιθέσει, καὶ διὰ τοῦτο τὰ τοιαῦτα φάρμακα πάσαις ἁρμόττειν φαίνεται ταῖς δυσκρασίαις, ὡς ἂν τῇ τε τῆς οὐσίας ἰδιότητι τὴν ὠφέλειαν παρεχόμενα καὶ τῷ μήτε τὰς θερμὰς μήτε τὰς ψυχρὰς δυσκρασίας βλάπτειν. ἐπὶ μέντοι τῶν πυρεττόντων σαφῆ πυρετὸν ἢ οὐκ ἀμυδρῶς, ὥσπερ εἴωθεν
13.213
ἐνίοις τῶν ἡπατικῶν συμπίπτειν, ἄμεινόν ἐστι δι’ ὕδατος θερμοῦ διδόναι τὸ φάρμακον ἢ διά τινος τῶν εἰρημένων ἔμπροσθεν χυλῶν, ὁποῖός ἐστιν ὁ τῆς σέρεως. πρὸς τὰς τοῦ ἥπατος σκιῤῥώδεις διαθέσεις. καὶ πρὸς ταῦτα ἔγραψεν ὁ Ἀσκληπιάδης τέσσαρα φάρμακα τῇ λέξει τῇδε.

[Οὐρητικὴ, ποιεῖ πρὸς πὰς σκιῤῥώδεις τοῦ ἥπατος διαθέσεις καὶ σπληνικοῖς καὶ τοῖς δυσαναλήπτοις καὶ ὑδρωπικοῖς καὶ καθόλου εὔχροιαν ἐμποιεῖ.] ♃ Κρόκου, νάρδου, κασσίας ἀνὰ δραχ. β΄. κόστου, σχοίνου ἄνθους, κινναμώμου, σμύρνης στακτῆς ἀνὰ δραχ. α΄. μέλιτος ἑφθοῦ δραχ. κε΄. ἡ δόσις κυάμου Αἰγυπτίου τὸ μέγεθος, μετ’ οἰνομέλιτος κυάθων γ΄.

[Ἄλλη ᾗ ἐχρήσατο Πασικράτης, ἄγει οὖρα πολλά.] ♃ Δαύκου σπέρματος δραχ. α΄ S". ῥήου Ποντικοῦ τῆς ῥίζης, σχοίνου ἄνθους, βαλσάμου καρποῦ, κεδρίδων, ἀνίσου, νάρδου Ἰνδικῆς, κρόκου, κινναμώμου, κασσίας, φοῦ, ἀσάρου, πετροσελίνου, χαμαιπίτυος ἀνὰ δραχ. α΄ S". ἡδυόσμου ξηροῦ τριώβολον, πυρήνων στροβίλων κεκαθαρμένων ἀριθμῷ ν΄. ἀναλάμβανε

13.214
μέλιτι ἑφθῷ καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος μετ’ οἰνομέλιτος κεκραμένου κυάθων τριῶν.

[Ἀντίδοτος ἡ διὰ τῆς ἀρκείου χολῆς, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς σκιῤῥώδεις τοῦ ἥπατος διαθέσεις.] ♃ Χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, γεντιανῆς, ἄγνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος, μίλτου Λημνίας, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας, πεπέρεως, νάρδου Ἰνδικῆς, κόστου, σελίνου σπέρματος, εὐζώμου σπέρματος, ἠρυγγίου, πολίου, ἐχίου, εὐπατορίου, ἀρκευθίδων ἀνὰ δραχ. α΄. κόψας, σήσας, ἀναλάμβανε μέλιτι, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος ἐν οἰνομέλιτι κυάθοις β΄.

[Ἄλλη ἐπιτετευγμένη. ποιεῖ καὶ πρὸς τὰς ἄλλας τῶν ἐντὸς διαθέσεις χωρὶς βηχός.] ♃ Γεντιανῆς ῥίζης, χαμαιπίτυος, πρασίου, πετροσελίνου σπέρματος, ἄρκτου χολῆς, νάπυος, σικύου σπέρματος, σκολοπενδρίου, πάνακος ῥίζης, μίλτου Σινωπίδος, ἐρυθροδάνου, κράμβης σπέρματος, ἀριστολοχίας μακρᾶς, πεπέρεως λευκοῦ, ναρδοστάχυος, κόστου, εὐζώμου σπέρματος, ἠρυγγίου, ἀρκευθίδων, μελίας καρποῦ,

13.215
χαμαίδρυος, δικτάμνου Κρητικοῦ, κέστρου σπέρματος, δαύκου σπέρματος ἀνὰ γο α΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες, ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος. τὸ δ’ ὑγρὸν γλυκέος Κρητικοῦ κύαθοι β΄. τὸ φάρμακον δεδοκίμασται. ἐν ἄλλῳ ἀντιγράφῳ ἔχει καὶ πελεκίνου τὸ ἴσον. περὶ τῶν προγεγραμμένων τεσσάρων φαρμάκων καλῶς ἐποίησεν ὁ Ἀσκληπιάδης, οὐχ ἁπλῶς προσγράψας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅτι πρὸς ἡπατικοὺς αὐτοῖς χρηστέον, ἀλλὰ προσθεὶς τὸ πρὸς τὰς σκιῤῥώδεις διαθέσεις. αἱ γὰρ καθ’ ὑγρότητα τοῦ σπλάγχνου διαθέσεις ἔκλυτον αὐτὸ καὶ ἄτονον πεφύκασι ποιεῖν, ὡς τὰ κεχαλασμένα τῶν ἄρθρων, ἐάν τε μετὰ ψύξεως, ἐάν τε μετὰ θερμότητος, ἐάν τε χωρὶς τούτων ἡ χάλασις αὐτοῖς μόνη συστῇ. πάντως μὲν γὰρ δέονται τῶν στυφόντων φαρμάκων, ἤτοι δὲ μετὰ τῆς τῶν θερμαινόντων μίξεως, ἐὰν ἐπικρατῇ ψυχρὰ ποιότης, ἢ μετὰ τῆς τῶν ψυχόντων, ἐὰν ἡ θερμή. τὰ δὲ σκιῤῥούμενα διὰ ψυχροὺς χυμοὺς καὶ παχεῖς καὶ γλίσχρους ἀναπεμπομένους ἐν τοῖς στερεοῖς σώμασι ψυχρὰν ἐξ ἀνάγκης ἴσχει τὴν διάθεσιν, ὥστε καὶ τῶν θερμαινόντων τε
13.216
ἅμα καὶ λεπτομερῶν δεῖται φαρμάκων. ταῦτα γὰρ ἱκανὰ καὶ τὴν τῶν ἐμπεπλασμένων τοῖς σκιῤῥώδεσι μορίοις χυμῶν γλισχρότητα διαῤῥύψαι καὶ τὸ πάχος τεμεῖν καὶ διαφορῆσαι τοὺς οὕτω λεπτυνθέντας. ἀλλ’ ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἔνθα περὶ τῶν τοιούτων διαθέσεων ὁ λόγος ἐγίνετό μοι, τὴν μίξιν τῶν μαλακτικῶν ὀνομαζομένων φαρμάκων ἐπῄνουν, ὡς προπαρασκευάζουσαν τὰ σκιῤῥούμενα σώματα τοῖς εἰρημένοις φαρμάκοις ἐπιτήδεια. χωρὶς δὲ τοῦ προμαλαχθῆναι διαχεόμενά πως ταῦτα τὸ μὲν παραχρῆμα σαφῆ τὴν μείωσιν ἔχει, εἰς ἀθεράπευτον δὲ τελευτᾷ λείψανον ὑπερξηρανθέντα. τὰ δὲ αὐτὰ ταῦτα κᾀν τῷ ιδ΄. τῆς θεραπευτικῆς μεθόδου λέλεκται. καὶ κατὰ τὸ ἧπαρ οὖν δεῖ ἐστοχάσθαι τῆς μίξεως τῶν μαλαττόντων. τῷ δ’ οἷον ὑγροπαγὲς εἶναι τὸ τοῦ ἥπατος σῶμα πάνυ μετρίων δεῖται τῶν μαλαττόντων. ἐπικρατεῖ δ’ ἐν αὐτῷ παρὰ τὰ ἄλλα μόρια τὰ σκιῤῥούμενα τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἡ μίξις. εἰκότως οὖν ἐπαινεῖ μάλιστα τῶν γεγραμμένων
13.217
φαρμάκων τεσσάρων ὁ Ἀσκληπιάδης τὸ ἔσχατον, ὡς πεῖραν ἱκανὴν παρεσχηκώς. ἐξ ἀρωμάτων τε γὰρ σύγκειται, λεπτύνειν καὶ διαφορεῖν δυναμένων, ἕτερά τε προσείληφε φάρμακα δριμέα τε καὶ τμητικὰ καὶ διαφορητικὰ, πραϋντικὰ δὲ αὐτοῖς μέμικται, τό τε τοῦ σικύου σπέρμα καὶ ἀρκευθίδος, εἶτα μέλι καὶ τὸ ἠρύγγιον, ὥσπερ γε καὶ οὐρητικά τινα παρείη τούτοις, ἀποῤῥυπτομένης τῆς τοῦ σπλάγχνου διαθέσεως, ἐπὶ τὰ οὖρα τὴν ποδήγησιν ποιεῖσθαι.

[Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς ἡπατικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἡπατικῶν προηγουμένης τῆς ἁρμοζούσης ἀγωγῆς ἔν τε τροφαῖς καὶ ἀλείμμασι καὶ τοῖς κοινοῖς καταπλάσμασι, φλεβοτομίᾳ, σικύαις, σιναπισμοῖς, δρώπαξι καὶ τοῖς ὁμοίοις διαιτήμασι πρὸς τοῖς ἀναγραφησομένοις συνθέτοις ποτήμασί τε καὶ μαλάγμασι, τοῖς γε ἄριστα συμφωνοῦσι, χρῶ ποτήμασι μὲν τοῖσδε· ἠριγέροντος ἀφέψημα, ὡς μάλιστα ὠφέλιμον δίδου, φύεται δὲ τούτου ὁ καυλὸς ἐπὶ τοῖς κεράμοις. ἢ νάρδου μύρου κοχλιάρια δ΄. πίνειν δίδου καθ’.

13.218
ἡμέραν, καὶ μάλιστα ἐπὶ τῶν σκιῤῥουμένων. ἢ ἀριστολοχίας ὀβολοὺς γ΄. πότιζε πυρέσσοντας μεθ’ ὕδατος, ἀπυρέτους μετ’ οἴνου, λίαν καλῶς ποιεῖ. ἢ τρίφυλλον τὴν ὀξύζουσαν ἐν ὕδατι ἕψε, μέχρι τὸ τρίτον λειφθῇ καὶ δίδου ἡμέρας γ΄. ἀνὰ κύαθον α΄. ἢ χολὰς ἀρκείας πραέως ἐν ἀγγείῳ ζέσας ξήρανον ἐν ἡλίῳ καὶ δίδου ἐκ τούτου τοῖς ἡπατικοῖς κοχλιάριον ἕν. ἢ βάτου τῆς ῥίζης φλοιοῦ μνᾶν μίαν, σὺν ὕδατι χοῒ ἑνὶ ἑψήσας ἐν καινῷ ἀγγείῳ μέχρι λειφθῇ τὸ δ΄. αἰθριασθέντι πρόσμιξον μέλιτος τῷ χυλῷ κυάθους στ΄. καὶ πινέτω νῆστις ἐφ’ ἡμέρας γ΄. ἢ ψευδοβουνίου ὀβολὸν ἕνα δίδου μετὰ μέλιτος νήστει. ἢ δαύκου καὶ μαράθρου ῥίζης τὸ ἥμισυ σὺν ὀξυμέλιτι μέχρι τὸ τρίτον λειφθῇ, ἑψήσας δίδου νήστει κύαθον α΄. ἢ γλυκυῤῥίζης χυλοῦ ὀβολὸν α΄. ἢ β΄. δίδου νήστει, καὶ γὰρ κοιλίαν ὑπάγει καὶ οὖρα κινεῖ. ἐπὶ δὲ μεγάλης σκληρίας ἀβροτόνου χυλὸν ὡς ὅτι παχύτατον πότιζε. ἢ ἀκόρου ὀβολὸν α΄. πάνακος ἴσον μεθ’ ὕδατος πότιζε. ἢ ναρδοστάχυος ἀφέψημα διηνεκῶς δίδου.

13.219

[Περὶ καταπλασμάτων.] Κατάπλασμα δὲ ἡπατικὸν, μήλοις κυδωνίοις μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἑψημένοις, ἢ λινοσπέρματι λείῳ μετὰ ἀλφίτων ἐν οἴνῳ ἑψημένων, ἢ λινοσπέρματι ἑψημένῳ ἐν γλυκεῖ οἴνῳ, ἢ λινοσπέρματι λείῳ μετὰ μέλιτος πεφυραμένῳ, ἢ καππάρεως ῥίζης ἐν ὀξυμέλιτι ἑψημένης, ἢ κριθίνῳ ἀλεύρῳ μετὰ συκῆς, ἢ ἐλαίας ῥίζης ἐν οἴνῳ ἑψημένης, ἢ μυρεψικῆς βαλάνου κεκομμένης μετ’ οἴνου, ἢ τὴν διὰ φοινικοβαλάνων κηρωτήν. ἄκρως γὰρ ποιεῖ πρὸς φλεγμονὰς ἥπατος, μάλιστα δὲ ἐφ’ ὧν καὶ στόμαχος πέπονθε καὶ πλευραὶ διατεταμέναι εἰσίν. ἢ φοίνικα δίχα τῆς ἐντεριώνης κόψας ἐπιμελῶς, ἴσῃ κηρωτῇ ῥοδίνῃ ἐν ὅλμῳ γνησίως ἕνωσον, μικρὸν παραστάζων ῥόδινον καὶ ἐπιτίθει. ἢ Ἀμιναίῳ οἴνῳ ἐμβρέξας, σμύρναν μίξον τοῖς φοίνιξιν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει.

[Περὶ μαλαγμάτων φλεγμονῆς ἥπατος.] Οἷς ἄν τις χρήσαιτο μαλάγμασιν, ἐπὶ φλεγμονῇ ἥπατος ἄνευ φανερᾶς αἰτίας μετὰ τὰς ἐπιβροχὰς καὶ καταπλάσματα, γέγραπται ἤδη πρόσθεν ἐν τῷ περὶ τῆς τοῦ στόματος τῆς κοιλίας φλεγμονῆς

13.220
λόγῳ, τὰ κοινὰ ἐκείνου καὶ ἥπατος, ἐν οἷς ἐστι καὶ τὰ διὰ μελιλώτου σκευαζόμενα καὶ τὸ Πολυάρχιον, ἀλλὰ καὶ νῦν τινα προστεθήσεται ἐκ τῶν Ἀνδρομάχου.

[Ἀνδρομάχου μάλαγμα πρὸς ἡπατικούς.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχ. ρμδ΄. οἱ δὲ δραχ. ρ΄. βδελλίου δραχ. κδ΄. οἱ δὲ δραχ. ρ΄. ὄξους κοτύλης δ΄. κυπρίνου κοτύλην α΄. ἐγὼ δὲ κοτ. S".

[Τὸ Ἀπολλοφάνους.] ♃ Κηροῦ δραχ. π΄. βδελλίου δραχ. π΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. π΄. ῥητίνης τερμινθίνης δραχ. μ΄. μάννης λιβάνου δραχ. μ΄. ἰρίνῳ σύγκοπτε.

[Τὰ ὑπὸ Δαμοκράτους μαλάγματα γεγραμμένα πρὸς ἧπαρ καὶ ὑποχόνδριον. τινὰ δὲ αὐτῶν καὶ πρὸς ὅλην τὴν γαστέρα καὶ τὸν σπλῆνα.]

  • Ὑποχονδρίοις δὲ τοῖς πεπονθόσιν θέλων,
  • Διὰ στομάχου κάκωσιν ἢ τῆς κοιλίας,
  • Τῶν ἐντέρων τε καὶ κώλου τοῦ θ’ ἥπατος,
  • Ἄλλου θ’ ὁμοίως κυρίου σπλάγχνου τινὸς,
  • Μάλαγμ’ ἐπιρίπτειν τοῦτο πρῶτον σκευάσας
  • 13.221
  • Ἔμπροσθεν αὐτό. προσφάτως γὰρ γενόμενον
  • Ἔλαττον ἔσται τοῖς νοσοῦσι χρήσιμον.
  • Ἔστι δὲ κηροῦ Ποντικοῦ λίτραι δύο,
  • Ἀμμωνιακοῦ θυμιάματος λίτρα μία,
  • Τερμινθίνης τε τῆς πεφρυγμένης λίτρα,
  • Καὶ τῆς πιτυΐνης τῆς κεκαυμένης λίτρα.
  • Λίτρας δὲ τὸ τρίτον καρδαμώμου σπέρματος,
  • Ξηρᾶς κυπέρου ταὐτὸν, σμύρνης τὸ ἴσον,
  • Ἴσον τε ἑνὶ τούτων ἴρεως λευκῆς σταθμῷ,
  • Κεκαθαρμένης Κελτικῆς οὐγγίαι δύο.
  • Κρόκου δὲ γο α΄ S".
  • Ἓξ δὲ μελιλώτου πρὸς αὖ γε ταῖς δύο.
  • Τὸ δ’ Ἀττικὸν μελίλωτον αἱρετώτερον,
  • Κυπρίνου δ’ ἐλαίου προσφάτου λίτραι δύο.
  • Κυπρίνου μὲν οὖν καὶ τἄλλα τηκτὰ μίγματα,
  • Ἕψον φλογὶ τῇ κούφῃ, εἶθ’ οὕτω ξύσον.
  • Τὰ δ’ λοιπὰ κόψας σῆσον, εἶτ’ οἴνῳ καλῷ
  • Φύρασον, εἶτα νύκτα καὶ ἡμέραν μίαν
  • 13.222
  • Ἄφες τὸν οἶνον ἀναπιεῖν τὰ μίγματα.
  • Χεῖρας δ’ ἀλείψας τῷ κυπρίνῳ. τὰ φάρμακα
  • Ἅπαντα μίξας ἐν θυείᾳ πλατυτέρᾳ,
  • Οὕτως ἀποτίθου, δέρμασι μαλακοῖς σκέπε.
  • Ἄλλο μάλαγμα τοῦ αὐτοῦ.

  • Πρὸς ταῦτα ποιοῦν ἕτερον. ἂν χρόνον λάβῃ
  • Τὰ πάθη φόβους ἔχοντα τοὺς καχεξίας.
  • Τοῦτ’ ὠφελεῖται μᾶλλον, ὅσα μὴ πνεύμασιν
  • Τὰ σπλάγχνα βλάπτει φλεγμοναῖς μακροτέραις.
  • Πυκνῶς γὰρ ὀξύνοντα μετὰ πόνων σφοδρῶν,
  • Σκληρῶν τε καὶ σκίῤῥων γε δυσλύτους φόβους.
  • Λύει δὲ αὐτῶν τὰς κατασκευὰς ταχὺ,
  • Σκεύαζε δ’ οὕτω. τῆς καλῆς τερμινθίνης
  • Λίτρας ἥμισυ, Ποντικοῦ κηροῦ τὸ ἴσον,
  • Κεκαθαρμένης δὲ τήλεως λίτραν μίαν.
  • Νίτρου τε αὐτὸ καὶ πάνακος λίτραν μίαν,
  • Πάλιν ἀνίσου σπέρματος λίτραν μίαν,
  • Μόσχου τε λίπους κεκαθαρμένου λίτραν,
  • 13.223
  • Καὶ ταὐτὸ λευκῆς ἴρεως κεκομμένης.
  • Ὄξους δὲ κυάθους δύο ἥμισυ βραχύ.
  • Μέλιτος δὲ λίτρας δύο Ἀττικοῦ τοῦ προσφάτου,
  • Ἀμμωνιακοῦ θυμιάματος λίτραν μίαν
  • Τινὲς κατέμιξαν, ἄλλοι δὲ λίτρας δύο.
  • Τὰ ξηρὰ σήσας πάντα λεπτῷ κοσκίνῳ,
  • Ἕψησον ὡς κατάπλασμα προσβαλὼν μέλι,
  • Ὄξος τε μὴ πᾶν καὶ ποιήσας εὐαφὲς
  • Πρόσβαλε τῷ θερμῷ, παραχέων ὄξος βραχὺ,
  • Τετηγμένῳ κηρῷ τε καὶ λιπάσματι,
  • Τερμινθίνῃ τε καὶ καλῶς ἑψημένα,
  • Ταῖς χερσί τε ἅμα πάνθ’ ἑνώσας ἐπιμελῶς,
  • Ἐν μείζονι ἀγγείῳ χρήσαι μὴ παραυτίκα.
  • Ἀδρανέστερον γάρ ἐστιν, ἄρτι γενόμενον.
  • Ἄλλο Δαμοκράτους μάλαγμα.

  • Καὶ τοῦτο εὐῶδές τε καὶ τὰς ἥπατος
  • Αἶρον διαθέσεις τὰς νεφρῶν τε καὶ κώλου,
  • Τὰς τοῦ στομάχου τε χρονίας τῆς θ’ ὑστέρας.
  • 13.224
  • Ἐπίβαλλε δ’ αὐτὸ καὶ καχέκταις διὰ νόσους
  • Μακρᾶς γεγονόσιν ὠχροτέροις, ὑδερώδεσιν,
  • Καὶ τὸ βραχὺ μὴ πέττουσιν, ἀνορεκτοῦσί τε.
  • Ἔστιν δ’ ἀμώμου Σκυθικοῦ, ξυλοβαλσάμου,
  • Βδέλλης διαυγοῦς, καρδαμώμου σπέρματος,
  • Ξηρᾶς κυπέρου καὶ λιβάνου, πάντων ἴσα.
  • Τούτων ἀνὰ λίτραν καὶ κασσίας δαφνίτιδος,
  • Σμύρνης τε χρηστῆς καὶ κρόκου. τούτων πάλιν
  • Λίτρας ἑκάστου τὸ τρίτον ἢ μικρῷ πλέον.
  • Στάχυος δὲ νάρδου Συριακῆς δυ’ οὐγγίας,
  • Τερμινθίνης τε τῆς καθαρᾶς λίτρας δύο,
  • Κηροῦ τε λευκοῦ τοῦ καθαροῦ λίτραν μίαν,
  • Κυπρίνου τε μύρου προσφάτου λίτραν μίαν,
  • Οἴνου Φαλερίνου τοῦ καλοῦ ξέστην ἕνα.
  • Τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ,
  • Λίβανον δὲ καὶ βδέλλιον εἰς ὅλμον βαλὼν,
  • Σμύρναν τε χρηστὴν καὶ κρόκον λελεασμένον
  • Θραύων παράχεε κύπρινον δι’ οἴνου βραχὺ,
  • 13.225
  • Εἶτα ὁλμοκόπει, ὡς μέλιτος ἔχειν πάχος,
  • Προσεμβαλών τε τἄλλα λεῖ’ ἀρώματα,
  • Οἴνου τε τὸ λοιπὸν παραχέας, ἕνου καλῶς,
  • Ἄφες τε συμπιεῖν ἡμέραν καὶ νύχθ’ ὅλην,
  • Τερμινθίνην τε καὶ κύπρινον κηρόν θ’ ἅμα
  • Τήξας ἐπὶ πυρὸς κουφοτάτου, ἔασον.
  • Καὶ πάντα μίξας χερσὶ τῶν μύρων τινὶ
  • Λελιπασμέναις, ἔασον οὕτως, ἀποτίθου.
  • Μετὰ χρόνον αὐτῷ μὴ παραχρῆμα χρώμενος.
  • Τὰ πολλὰ μιγνὺς ξυσθὲν ἐκ μέρους τινὸς,
  • Κηρωτάριον γιγνόμενον εὐαφέστερον.
  • Σπανίως δὲ χρήσαι καὶ μόνῳ τῷ φαρμάκῳ.
  • Ἄλλο Δαμοκράτους μάλαγμα.

  • Πρὸς τὰς διαθέσεις τὰς ἄγαν κεχρονισμένας.
  • Ἕτερον μάλαγμα πρὸς ἃ προεῖπον, εὔτονον,
  • Τοῖς σπληνικοῖς, πάντων δὲ μᾶλλον ἁρμόσει,
  • Κᾂν ὦσιν ὠχροὶ καὶ πυρέσσωσιν σφοδρῶς,
  • Ὕδωρ τ’ ἔχωσιν ἐν ὑποχονδρίῳ βραχύ.
  • 13.226
  • Πολὺ γὰρ θεραπεύειν ἀδύνατον μαλάγμασι.
  • Σύκων λιπαρῶν, ξηρῶν μὲν, ἔτι δὲ προσφάτων,
  • Τὸ σπέρμ’ ἀπάρας τὸ πολὺ καὶ τὸν ὀμφαλὸν,
  • Στῆσον δραχμὰς γ΄. πέντε καὶ ἑτέρας δέκα,
  • Κηροῦ τε λευκοῦ Ποντικοῦ. ταύταις ἴσως
  • Μυροβαλάνου τε τῆς λιπαρᾶς λίτραν,
  • Νίτρου θαλασσίου δὲ λίτρας S".
  • Στυπτηρίας τε σχιστῆς δραχμὰς δώδεκα,
  • Μιᾶς τε δραχμῆς ἥμισυ τριώβολον,
  • Βδέλλης, ὄνυχός τε τὰς ἴσας, στυπτηρίας,
  • Ἴσον τε νίτρου τ’ ἄνθος Ἀσίου λίθου,
  • Ἀμμωνιακοῦ τε ταὐτὸ θυμιάματος.
  • Καὶ τήλεως δὲ σπέρματος καὶ καρδάμου
  • Καὶ καρδαμώμου καὶ καλῆς ὀριγάνου
  • Ξέστου τέταρτον ἐξ ἑκάστου μίγματος,
  • Ἐρεγμοῦ τε τὸ μέτριον, ἰρίνου μύρου.
  • Τὸ μάλαγμα δὲ σκεύαζε τοῦτον τὸν τρόπον,
  • 13.227
  • Βδέλλιον οἴνῳ διάβροχον ποιῶν γλυκεῖ,
  • Μάλασσ’ ἐν ὅλμῳ γενομένῳ λείῳ δ’ ἄγαν,
  • Πρόσβαλλε σῦκα καὶ πάλιν κόπτε ἅμα,
  • Οἶνον παραχέων, λεῖα ποίησον καλῶς.
  • Προσεμπάσας δὲ ἄλλα πάντα μίγματα,
  • Ἐν ὕδατι θερμῷ κηρὸν ἐμβρέξας καλῶς,
  • Μάλασσε χερσὶ καὶ πλατύνας πρόσβαλε
  • Τοῖς ὁλμοκοπουμένοις, ὑπέρῳ τε χρώμενος
  • Ξυλίνῳ, λιπαίνων ταῦτα συνεχῶς τῷ μύρῳ.
  • Καιρὸς δὲ πάντων χρήσεως μαλαγμάτων,
  • Ὅσα κοιλίᾳ, στομάχῳ, κᾀν καὶ τοῖς ἐντέροις
  • Ἐπιβάλλεται, κάλλιστος ὁ μέχρι τῆς τροφῆς
  • Ἧς ἔλαβον ἐν τῇ γαστρὶ μὴ παρακειμένης.
  • 13.228

    Γίνονται μὲν ἰκτερικοὶ καὶ λόγῳ κρίσεως ἀγαθῆς ἐν πυρετοῖς, ἐπισκήψαντος τοῦ χυμοῦ τοῦ χολώδους πρὸς τὸ δέρμα καὶ ῥᾷστα παύονται λουτροῖς ὑδάτων ποτίμων, ἐλαίου τε διαφορητικοῦ τρίψει καὶ πάντων τῶν ἀραιούντων, ὁποῖόν ἐστι τὸ ἀνήθινον ἔλαιον καὶ τὸ χαμαιμήλινον καὶ τὸ κίκινον. ἐφεξῆς δὲ τούτων χρίσματα, γλεύκινόν τε καὶ κομμαγηνὸν, εἶτα τὸ ἴρινον καὶ τὸ ἀμαράκινον.

    13.229
    τὰς ἄλλας δὲ τὰς ὀνομαζομένας ἐξαιρέτως ἰκτερικὰς δυνάμεις οἱ γράψαντες οὐ πρὸς τοιούτους ἰκτερικοὺς ἁρμόττειν ἔφασαν, ἀλλὰ μάλιστα μὲν πρὸς τοὺς δι’ ἔμφραξιν τῶν κατὰ τὸ ἧπαρ ἀγγείων, ἤδη δὲ καὶ πρὸς τοὺς διὰ φλεγμονάς. οἱ μὲν οὖν δι’ ἔμφραξιν ἰκτεριῶντες ἀπύρετοι διαμένουσι, πάντως δὲ οἱ ἐπὶ φλεγμονῇ πυρέττουσιν. ὅσοι μὲν οὖν οἷς ἔγραψαν ἰκτερικοῖς φαρμάκοις προσέθεσαν ἐπὶ τίνων ἁρμόττειν ταῦτά φασιν, ὀρθῶς ἐποίησαν· ὅσοι δὲ ἀδιορίστως καὶ ἁπλῶς ἔγραψαν, ἥμαρτον οὐ σμικρά. τὰ γὰρ ἱκανῶς φαρμακώδη, καθάπερ γε καὶ τὰ θερμὰ ταῖς δυνάμεσι, βλάπτει μεγάλως τοὺς πυρέττοντας. ἔστι δὲ τοιαῦτα γεντιανὴ καὶ στρούθιον, ἑλένιόν τε καὶ κόστος, ἀριστολοχία τε καὶ πόλιον καὶ κενταύριον. ἁρμόττει δὲ τοῖς ἐπὶ φλεγμονῇ τοῦ ἥπατος ἰκτεριῶσιν, ὅσα φλεγμονὰς ἰᾶται. καθάπερ γε καὶ τοῖς ἐπ’ ἐμφράξει πάνθ’ ὅσα ῥύπτει γενναίως, εἰ καὶ φαρμακώδη τύχοι ταῖς οὐσίαις ὄντα καὶ θερμὰ ταῖς δυνάμεσιν. ἐὰν δ’ εἰς ταὐτὸ συνέλθωσιν ἔμφραξίς τε καὶ φλεγμονὴ,
    13.230
    τῶν χαλώντων τε ἅμα καὶ ῥυπτόντων ἐστὶ χρεία. φευκτέον δέ ἐστιν ὅσα φαρμακώδη ταῖς οὐσίαις καὶ θερμὰ ταῖς δυνάμεσίν ἐστι. γεγραμμένων οὖν καὶ τῶν ἰκτερικῶν φαρμάκων ἀδιορίστως, τοῖς πλείστοις τῶν πρὸ ἐμοῦ προσθήσω τοὺς οἰκείους διορισμοὺς ἑκάστῳ αὐτῶν, ὅπως εἰδῆτε τίσι μὲν ἀκίνδυνον ἐν πυρετοῖς χρῆσθαι, τίσι δὲ ἕπεται μείζων τις ἐκ τοῦ διαῤῥύπτειν ὠφέλεια ἢ ἐκ τοῦ παροξύνειν τὸν πυρετόν τε καὶ τὴν φλεγμονὴν γιγνομένη βλάβη.

    [Περὶ τῶν ὑπ’ Ἀνδρομάχου γεγραμμένων ἰκτερικῶν φαρμάκων.] Ἀδιορίστως ἔγραψεν ὁ Ἀνδρόμαχος τέσσαρα φάρμακα πρὸς ἰκτερικοὺς, ἀκίνδυνον μὲν ἐπὶ τῶν ἀπυρέτων ἔχοντα τὴν χρῆσιν, οὐκ ἀσφαλῆ δὲ ἐπὶ τῶν πυρεττόντων, καὶ μάλιστα ἐὰν δι’ οἴνου τις ταῦτα ἢ οἰνομέλιτος δίδωσι, καθάπερ ἐνίοτε δίδομεν ἐπὶ μετρίοις μὲν πυρετοῖς ἐμφράξει τε τῇ κατὰ τὸ σπλάγχνον. ἀλλὰ δι’ ὀξυμέλιτος μὴ λίαν ὀξέος ἀσφαλέστερόν ἐστι τηνικαῦτα δίδοσθαι τὰ τοιαῦτα φάρμακα. ἔστι δὲ τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα φάρμακα τέσσαρα κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ ὑπογεγραμμένα. πρὸς

    13.231
    ἰκτερικούς. εἰς τὸ τῆς κολοκυνθίδος κέλυφος ἐμβαλὼν οἶνον καὶ θερμάνας, δίδου πιεῖν, ὑπάγει κοιλίαν. τὸ δ’ αὐτὸ καὶ λίβανος ποιεῖ. ἄλλο πρὸς ἰκτερικούς. ♃ ἀδιάντου τριώβολον, νάρδου ὀβολοὺς δύο, ἀψινθίου δραχ. α΄. σμύρνης τριώβολον, γλυκεῖ ἀναλάμβανε, δίδου καρύου Ποντικοῦ τὸ μέγεθος εἰς ὕδατος κυάθους β΄. ἄλλο πρὸς ἰκτερικοὺς ᾧ χρῶμαι. στρούθιον κρόκῳ χρῶσαι ἡλίκον κάρυον Ποντικὸν ἐν ὕδατι καὶ ὑδρομέλιτι, δίδοται δὲ καὶ ἄγχουσα πλῆθος κοχλιαρίου. ἄλλο πρὸς ἰκτερικοὺς, ὡς Ἀπολλώνιος. ♃ ὀρόβου δραχ. κδ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχ. η΄. λιβάνου δραχ. γ΄. νάρδου Κελτικῆς δραχ. β΄. νάρδου Συριακῆς δραχ. α΄. πεπέρεως δραχ. α΄. S". σχοίνου ἄνθους δραχ. α΄. σμύρνης ὀβολοὺς β΄. κόστου ὀβολοὺς β΄. κασσίας ὀβολὸν α΄. κινναμώμου ὀβολὸν ἕνα, χρῶ ξηρῷ σὺν οἰνομέλιτος κυάθοις τρισίν.

    [Περὶ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ἰκτερικῶν φαρμάκων ἐν τῷ τρίτῳ τῶν ἐντός.] Ἐξ ὧν ἔμπροσθεν εἴρηκα δῆλα, κᾂν χωρὶς διορισμοῦ γράφηται τὰ φάρμακα, τίνα φευκτέον ἐστὶν ἐπὶ τῶν πυρεσσόντων. εἴωθε δὲ ὁ Ἀσκληπιάδης

    13.232
    ἐνίοτε διορίζεσθαι, προστιθεὶς τοῖς πυρέττουσι μὲν ὡδί πως δίδοσθαι χρῆναι τὸ φάρμακον, ἀπυρέτοις δὲ ὡδί πως. ἔνθα δὲ ὅλως οὐδὲν προστίθησιν, ἐπὶ τῶν ἀπυρέτων ἐστὶ μᾶλλον χρηστέον, ὥσπερ γε κᾀπειδὰν δι’ οἴνου μόνου τὴν χρῆσιν ἢ δι’ οἰνομέλιτος ἀξιώσαιμεν γενέσθαι, τὰ γὰρ τοιαῦτα τοῖς ἀπυρέτοις ἁρμόττει. ταῦτα δὲ τὰ γεγραμμένα πρὸς αὐτοῦ φάρμακα τάδε ἐστί. πότημα ἰκτερικοῖς. κιχωρίου χυλοῦ κυάθους στ΄. δίδου πυρέττουσι μὲν καθ’ ἑαυτὸ, ἀπυρέτοις δὲ μετ’ οἴνου κυάθων γ΄. ἄλλο. στρύχνου χυλοῦ κύαθον α΄. καὶ οἰνομέλιτος κεκραμένου τὸ ἥμισυ. ἄλλο καταπαστόν. ἀγχούσης λειοτάτης κοχλιάρια β΄. δίδου μεθ’ ὕδατος ποτίμου πίνειν. ἄλλο. στρουθίου κοχλιάριον ἓν δίδου μετὰ μέλιτος κεκραμένου κυάθων γ΄. Νικηράτου διουρητικόν. ♃ ἐρεβίνθων ξηρῶν ξε. α΄. λιβανωτίδος χειροπληθὲς, ὕδατος ξε. στ΄. μαράθρου χειροπληθὲς, ἀσπαράγων ἑλείων ῥιζῶν τὸ χειροπληθές· σκεύαζε καὶ δίδου, ὡς εἴρηται, καθεψήσας καὶ διϋλίσας τὸ ὑγρὸν, δίδου πυρέττουσι πίνειν διηνεκῶς, ἀπυρέτοις μετ’ οἴνου κεκραμένου. ἄλλο. ♃ ἐρεβίνθων ξε. α΄. 
    13.233
    ἀδιάντου χειροπληθὲς, ὕδατος ξε. στ΄. ἀσπαράγων ἑλείων τῶν ῥιζῶν χειροπληθές· σκεύαζε καὶ δίδου καθὰ προείρηται.

    [Τροχίσκος ἰκτερικοῖς, ποιεῖ καὶ ἡπατικοῖς.] ♃ Ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. δ΄. ἀνίσου, ἀψινθίου ἀνὰ δραχ. α΄. νάρδου Ἰνδικῆς, ἀσάρου ἀνὰ δραχ. α΄. κόψας καὶ σήσας, ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. ἀπυρέτοις μετ’ οἰνομέλιτος κυάθων τριῶν. ἄλλος, ᾧ ἐχρήσατο Χαριξένης. ♃ ἀσάρου, ἀψινθίου ἀνὰ δραχ. η΄. ἀνίσου σπέρματος, μαράθρου, σελίνου σπέρματος, θασίων πικρῶν κεκαθαρμένων ἀνὰ δραχ. δ΄. ὕδατι φυράσας, ἀνάπλαττε τροχίσκους καὶ δίδου καθὰ προείρηται.

    [Νικηράτου ἔῤῥινον καθαρτικὸν ἰκτερικοῦ, ὅταν τὸ μὲν ἄλλο σῶμα κατὰ τὴν φύσιν ἔχῃ, οἱ δὲ ὀφθαλμοὶ μένωσιν ὠχροί.] Δίδου ἐν βαλανείῳ ὄξους δριμυτάτου κοχλιάριον ἓν διὰ τῶν μυκτήρων ἀνέλκειν, ἀποῤῥεῖ χολῶδες πολύ. τοῦ αὐτοῦ. καρδάμου χλωροῦ τὰ ἁπαλὰ φύλλα ἢ λιβανωτίδος χλωρᾶς τὰ ἁπαλώτατα τρίψας καὶ τούτων τὸ ὑγρὸν ἐκθλίψας, χρῶ καθὰ προείρηται. τοῦ αὐτοῦ. ἐλατήριον μετὰ γάλακτος

    13.234
    γυναικείου τρίψας ἐγχυμάτιζε τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο. κυκλαμίνου χυλὸν ὕδατι λειώσας χρῶ καθὰ προείρηται.

    [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα πρὸς ἰκτερικοὺς ἐν τῷ δευτέρῳ τῶν κατὰ γένος φαρμάκων.] Ἐπὶ δὲ τῶν ἰκτερικῶν τῇ ἁρμοδίῳ διαίτῃ καὶ διαγωγῇ, διά τε περιπάτων ἱκανῶν καὶ πολλῆς τῆς ἐπὶ τοῖς ἀλείμμασι τρίψεως, ἔτι τε τῶν ξηρῶν πυριῶν, χρῶ καὶ τοῖς ὑπογεγραμμένοις. φασὶ τοὺς ἐν πυρετοῖς, ἐὰν ἰκτεριῶσιν, ἐσθίοντας τὸν πυῤῥὸν καρπὸν τῆς κυνοσβάτου ὠφελεῖσθαι παραχρῆμα καλῶς. ὠφελεῖ καὶ τῆς χελιδόνος βοτάνης ὁ χυλὸς μετ’ οἴνου ἢ ὑδρομέλιτος ποτιζόμενος, ἢ ἀδίαντον ἢ ἐρυθροδάνου ῥίζης τριώβολον μετὰ μελικράτου δίδου, ἢ στρούθιον μετὰ μέλιτος ἐκλειχέτωσαν, ἢ ἄρκτου χολῆς ὅσον κύαθον δίδου πίνειν, ἢ ὑπερικοῦ γο α΄. πότιζε μετ’ οἰνομέλιτος, ἢ μελικράτου κύαθον α΄. ἢ ἑλξίνης ἀφέψημα ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ μετ’ οἰνομέλιτος, ἢ κυνείας λευκῆς γο β΄. μετὰ μέλιτος γο γ΄. ἐπὶ ἡμέρας γ΄. δίδου πίνειν; ἢ τοὺς ἀπὸ τῶν πετρῶν λειχῆνας

    13.235
    πότιζε μεθ’ ὑδρομέλιτος, ἢ λειχῆνος τοῦ ἐπὶ τοῖς κεράμοις ἢ λίθοις γινομένου δραχ. α΄. ἐν ἀκράτῳ πότιζε, ἢ κάρδαμον σὺν ἐλαίου κυάθῳ ἑνὶ δὸς πιεῖν. εἰς δὲ τοὺς ῥώθωνας τὴν ῥίζαν αὐτοῦ ἔμβαλλε, ἢ ἀψινθίου κοχλιάρια δ΄. ἀνίσου κοχλιάρια γ΄. δίδου ὀξυμέλιτος ἢ ὀξυλαπάθου, ἢ λαπάθου ῥίζης λείας ὀξύβαφον δίδου μεθ’ ὑδρομέλιτος. ἐὰν δὲ μὴ πυρέσσοι, μετ’ οἴνου ἢ ὀξυμέλιτος, ἢ ἀδιάντου καὶ ἡδυόσμου καὶ ἐρυθροδάνου ἴσον ζέσας ἐν ὕδατι δίδου πιεῖν κοτύλην α΄. ἐν ἡλίῳ ἡλιασμένῳ ἐπὶ πολὺ καὶ δεδιψηκότι καὶ πνευματιῶντι, ἵνα πιὼν ἱδρώσῃ, εὐθέως μεταβάλλει τὸ χρῶμα, ἢ ἀδιάντου καὶ σμύρνης τὸ ἥμισυ νήστει λελουμένῳ δίδου ἐν οἴνου κοτύλης ἡμίσει, ἢ λαγωοῦ πητύαν μετὰ ἀκράτου, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄ δίδου, ἢ σκολοπενδρίου δραχ. δ΄. ἐν οἴνῳ δίδου νήστει, ἐπὶ ἡμέρας ε΄ ἢ στ΄. ἢ ἡδύοσμον καὶ ἐρυθρόδανον καὶ ἀδίαντον, ἴσα πότιζε μεθ’ ὕδατος κυάθων β΄. ἢ τεύτλου φύλλων ὠμῶν δραχ. στ΄. σμύρνης ὀβολοὺς δύο μετὰ μελικράτου νῆστιν πότιζε, ἢ προλούσας ἐπιμελῶς νήστει δίδου
    13.236
    μετ’ οἴνου κοτύλης ἥμισυ, ἢ ♃ ἀδιάντου δραχ. α΄. σμύρνης δραχ. η΄. ἡδυόσμου δραχ. α΄. ὕδατος κοτύλας δύο, ἕψε μέχρι τὸ ἥμισυ λειφθῇ, εἶτα περιπατήσαντα πολλὰ τρίψας εὖ μάλα, ἔτι μετεωροτέρου τοῦ πνεύματος ὄντος δὸς πιεῖν. τοῦτο ποίει ἐπὶ ἡμέρας δύο. ἢ ἐρεβίνθους τοὺς ὀροβίας ἐξαιθριάσας ἐν ὕδατι, δὸς τοῦ ὕδατος πίνειν καὶ τοὺς ἐρεβίνθους ἐπιφαγεῖν πρωῒ καὶ δείλης, εἶτα τρεῖς ἡμέρας ἀψίνθιον ἐν μελικράτῳ πινέτωσαν. ἢ κυκλαμίνου χυλῷ διὰ ῥινὸς καθάρας λοῦε, ἢ τὴν λεγομένην ὀρόντιον βοτάνην πολλὴν καθεψήσας ἢ ἀφεψήσας, λοῦε τῷ ἀφεψήματι καὶ καταστήσεις εὐθέως γίνεσθαι τὸ ὕδωρ χλωρόν. ἢ τὴν ὑπὸ τὴν γλῶσσαν τέμνε φλέβα. εἰ δὲ πρὸς μηδὲν τούτων ὑπείκοι, τότε τῷ διὰ σκαμμωνίας καὶ ἀκριβοῦς διαίτης αὐτοὺς ἀκτέον καὶ ἐπὶ τούτῳ ἐπὶ γυμνάσια ἀπολυτέον.

    [Περὶ σπληνός] Ὅτι πάντα τὰ μόρια τὸν οἰκεῖον ἑαυτοῖς ἐκ τῶν φλεβῶν ἕλκει χυμὸν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι μεμαθηκότες, ἐν οἷς καὶ ὅτι τὴν οἷον ἰλὺν τοῦ αἵματος, ἐξ ἧς ἡ μέλαινα γεννᾶται χολὴ,

    13.237
    τὸ σπλάγχνον τοῦτο τὴν τροφὴν ἔχει. πρὸς αὐτοῖς δὲ ἀναμνησθέντες καὶ ὅσα κατὰ τὴν θεραπευτικὴν μέθοδον εἴρηται περὶ σπληνὸς, ὁμοίως ἀκολουθήσετε τοῖς νῦν λεχθησομένοις, ὧν τὸ πρῶτον καὶ κυριώτατόν ἐστι τὸ ὅτι τάχιστα τὸ σπλάγχνον τοῦτο σκιῤῥοῦσθαι πέφυκε τοῦ κατὰ τὰς φλέβας αὐτοῦ σφηνωθέντος αἵματος, οὔτε ἐκκριθῆναι διὰ τὸ πάχος οὔτε διαφορηθῆναι ῥᾳδίως δυναμένου. λεπτυνόντων οὖν χρῄζει φαρμάκων ἄνευ θερμότητος ἐπιφανοῦς, ὅπως μὴ παχυνθείη σφοδρότερον ὁ ἐσφηνωμένος ἐν αὐτῷ παχὺς χυμός. ὅπως δ’ αὐτῷ φυλάττοιντο τὰ τῆς ἐνεργείας, ἐπιμίγνυται τούτοις τι καὶ τῶν αὐστηρῶν, ὁποῖόν ἐστι καὶ τὸ τῶν στυφόντων γένος. ἐμάθετε γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λόγοις, ὅτι πάντων τῶν μορίων, ἕνεκα τῆς ἑαυτοῦ διαμονῆς ἐχόντων δυνάμεις, τήν τε τῶν οἰκείων ἑλκτικὴν καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικὴν καὶ δηλονότι καὶ τὴν ὁμοιωτικὴν ἑαυτοῖς ὧν ἂν ἕλξωσιν, ἐνίοις αὐτῶν ὑπάρχει κατὰ συμβεβηκὸς ὠφελεῖν μεγάλα τὸ σύμπαν σῶμα. τῶν τοιούτων δέ ἐστι καὶ ὁ σπλὴν, ἕλκων εἰς ἑαυτὸν ἐκ τοῦ 
    13.238
    ἥπατος τὴν οἷον τρύγα τοῦ αἵματος, ὥσπερ ἡ μὲν ἐπὶ τοῦ ἥπατος κύστις τὴν χολὴν, οἱ δὲ νεφροὶ τὸ οὖρον. ἐὰν οὖν ἀτονήσας ἀδυνατῇ πρὸς ἑαυτὸν ἕλκειν τὸ τοιοῦτον αἷμα, κακοχυμία ἅπαντι τῷ σώματι προστρίβεται. διὰ τοῦτο οὖν αὐτοῦ δεῖ φυλάττεσθαι τὸν φυσικὸν τόνον, ὅπως ἕλκῃ τὴν προσήκουσαν αὐτῷ τροφὴν, ὑφ’ ἧς ἐνεργείας εἰς εὐχυμίαν τῷ παντὶ σώματι συντελεῖ, τά τε ἐν αὐτῷ γεννηθέντα περιττώματα καταπέμπειν εἰς τὴν γαστέρα δύναται, μετὰ τῶν τῆς τροφῆς περιττῶν ἐκκριθησόμενα. διὰ τοῦτο οὖν αὐτῷ τά τε πάνυ πικρὰ φάρμακα προσφέρομεν, ἔνιά τε μίγνυμεν αὐτοῖς τῶν αὐστηρῶν. εἰς δὲ ὕλην χρήσιμον ἢ κηρωμάτων τε καὶ μαλαγμάτων ποίησιν ἔνια προστίθεμεν, ὁποῖόν ἐστι φάρμακον ὅ τε κηρὸς καὶ ἡ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος ὅσα τε ἄλλα τοιαῦτα. κατὰ πρῶτον δὲ λόγον ὄξος τε καὶ ὀξύμελι χρήσιμα τῷ σπλάγχνῳ, τέμνειν τε καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς δυνάμενα χωρὶς τοῦ θερμαίνειν. ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων μορίων, ὅσα διὰ καταπλασμάτων ἢ ὑγρῶν
    13.239
    φαρμάκων ἐπιθέσεως ἢ καταντλήσεως ὠφελεῖ, καθ’ ἑτέραν εἴρηται πραγματείαν, οὕτως καὶ νῦν ἐάσας τὰ τοὺς φλεγμαίνοντας ὠφελοῦντα σπλῆνας μόνων μνημονεύσω τῶν τοῖς σκιῤῥουμένοις ἁρμοζόντων, ὃ κᾀν ταῖς φαρμακίτισι βίβλοις οἱ πρὸ ἐμοῦ τὴν γραφὴν ἐποιήσαντο, καλοῦντες ἰδίως σπληνικοὺς τοὺς ἐν σκιῤῥώδει διαθέσει τὸν σπλῆνα ἔχοντας.

    [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπληνικοὺς κατὰ λέξιν οὕτω.] Πότημα πρὸς σπληνικοὺς Ἀντιπάτρου, ὡς Νεῖλος. ♃ μυροβαλάνου σαρκὸς δραχ. γ΄. ἡμιονίτιδος βοτάνης, ἣν οἱ μὲν ἄσπληνον, οἱ δὲ σκολοπένδριον λέγουσι, δραχ. στ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. δ΄. χαμαίδρυος δραχ. στ΄. πολίου δραχ. γ΄. κοτυληδόνος ῥίζης δραχ. β΄. κισσοῦ μέλανος τῶν κορύμβων κόκκους κε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. ὑπερικοῦ καρποῦ δραχ. β΄. χαλβάνης δραχ. β΄. περικλυμένου καρποῦ δραχ. α΄. ἢ τῆς ῥίζης δραχ. γ΄. καρδάμου μέλανος δραχ. α΄ S". σκίλλης καρποῦ ὀποῦ δραχ. ιστ΄. ἐν ὀξυμέλιτι δίδου ὀβολοὺς β΄. ἄλλο σπληνικοῖς πότιμον. ♃ βαλάνου μυρεψικῆς δραχ. δ΄. κισσοῦ λευκοῦ κόκκους κδ΄.

    13.240
    κόστου δραχ. β΄. περικλυμένου σπέρματος δραχ. β΄. ὑπερικοῦ δραχ. α΄. ἐν ἄλλαις δραχ. δ΄. χαλβάνης δραχ. α΄. ὀβολοὺς β΄. καρδάμου δραχ. δ΄. ἀναλάμβανε σκίλλης ἑφθῷ χυλῷ, δίδου κύαθον Ἑλληνικὸν δι’ ὀξυμέλιτος. ἄλλο. ♃ μυροβαλάνου σαρσὸς δραχ. γ΄. ὑπερικοῦ δραχ. στ΄. περικλυμένου καρποῦ δραχ. στ΄. δαύκου ῥίζης δραχ. στ΄. ἐρυθροδάνου, ἀκόρου, φοῦ Ποντικοῦ, κρόκου ἀνὰ δραχ. στ΄. σχοίνου δραχ. γ΄. μήου δραχ. στ΄. καρδάμου, χαμαιπίτυος, καππάρεως ῥίζης ἀνὰ δραχ. στ΄. πολίου δραχ. στ΄. οἱ δὲ δραχ. γ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ὀξυμέλιτος ἀναλάμβανε τροχίσκους ἀνὰ ὀβολοὺς β΄. καὶ δίδου ἐν ὀξυμέλιτι ἕνα. ποιεῖ δὲ καὶ πρὸς ἡπατικοὺς καὶ ὑδρωπικούς. ἄλλο ποιεῖ σπληνικοῖς. ♃ χαμαίδρυος δραχ. δ΄. πολίου δραχ. ε΄. χαμαιπίτυος δραχ. δ΄. ἐρυθροδάνου δραχ. ε΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. γ΄. ἀρτεμισίας δραχ. γ΄. μυροβαλάνου δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. γ΄. ἀριστολοχίας δραχ. στ΄. τραγακάνθης δραχ. β΄. ὕδατι ἀναλάμβανε τροχίσκους τριωβολιαίους, δίδου ἐν ὀξυμέλιτι.

    [Ἄλλο εὐστόμαχον. χρῶ δὲ πρὸς πᾶσαν διάθεσιν

    13.241
    σπληνός. ποιεῖ δὲ πρὸς σπάσματα, πνευματώσεις καὶ πρὸς γυναικεῖα πάθη.] ♃ Σμύρνης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. καππάρεως ῥίζης φλοιοῦ δραχ. δ΄. κόστου δραχ. ε΄. πάνακος ῥίζης δραχ. δ΄. πευκεδάνου ῥίζης δραχ. δ΄. δικτάμνου δραχ. δ΄. πολίου δραχ. β΄. περικλυμένου ῥίζης φλοιοῦ δραχ. δ΄. ἐρυθροδάνου δραχ. γ΄ S". ἀμμωνιακοῦ θυμιάματος δραχ. δ΄. S". ἔνιοι καὶ ἴρεως δραχ. δ΄. S". ὀξυμέλιτι ἀναλάμβανε, δίδου ὀβολοὺς δύο ἐν ὀξυμέλιτι. ἄλλο σπληνικοῖς, ὀρθοπνοϊκοῖς. ♃ στρουθίου, σκίλλης ὀπτῆς, πάνακος, καππάρεως ῥίζης ἀνὰ δραχ. ε΄. κροκομάγματος δραχ. β΄. S". ὄξει ἀναλάμβανε, δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ. ἄλλο. ♃ στρουθίου, καππάρεως ῥίζης φλοιοῦ, χαμαίδρυος, πάνακος ἀνὰ δραχ. ι΄. μυρίκης καρποῦ δραχ. γ΄. ὄξει σκιλλητικῷ ἀναλάμβανε καὶ δραχ. α΄. δίδου ἐν ὀξυμέλιτι σκιλλητικῷ.

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ποτὰ φάρμακα πρὸς σπλῆνα.] Κυνογλώσσου χειροπληθὲς λαβὼν τρῖβε μετ’ οἴνου κυάθων γ΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας, δίδου πίνειν πρὸ τροφῆς, ποιεῖ καὶ ὁ χυλὸς κατ’ ἰδίαν. αἴρειν δὲ δεῖ τὴν βοτάνην

    13.242
    εὐωνύμῳ χειρὶ πρὶν ἡλίου ἀνατολῆς. ἄλλο. χαμαίδρυος χειροπληθὲς ἀφέψας μετ’ οἴνου ξε. α΄. καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀπόθου καὶ δίδου κυάθους δύο πρὸ τροφῆς. καταπλαστὸν σπληνικοῖς. μυρίκης καρπὸν κόψας καὶ σήσας ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως, δίδου κοχλιάρια β΄. μετ’ ὀξυμέλιτος κεκραμένου κυάθων τριῶν. ἢ βοτάνην τὴν λεγομένην πελαργῖτιν κόψας καὶ σήσας δίδου καθὰ προείρηται. ἄλλο. ὀνάγρου ἢ ἵππου ἀγρίου σπλῆνα ξηράνας κόψε ἀπόθου καὶ δίδου κοχλιάρια β΄. μετ’ οἴνου κεκραμένου κυάθων τριῶν. καταπότιον σπληνικοῖς. κισσοῦ λευκοῦ τῶν κορύμβων δίδου κόκκους γ΄. καὶ ὀξυμέλιτος ἐπιπίνειν κυάθους γ΄. Ἀνδρέου τὸ παιόνιον. μυρίκης τὸν καρπὸν κόψας καὶ σήσας ἀναλάμβανε χαλβάνῃ καὶ ποίει καταπότια καὶ δίδου πρὸς δύναμιν.

    [Τροχίσκος σπληνικὸς, ὑπεκτήκει τὸν ὄγκον.] ♃ Ἐρείκης καρποῦ δραχ. δ΄. πεπέρεως λευκοῦ, νάρδου Συριακῆς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. β΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται· τὸ δὲ ἀμμωνιακὸν ὄξει σκιλλητικώδει διαλύεται καὶ 

    13.243
    τοῖς ξηροῖς ἐπιβαλλόμενον ἀναπλάττεται καὶ γίγνονται τροχίσκοι ἀνὰ δραχ. α΄. ἄγοντες, δίδοται δραχ. α΄. καὶ ὀξυμέλιτος κύαθοι γ΄. ὁ δοὺς τὸ φάρμακον ἔλεγε πεποτηκέναι δελφάκιον ἐπὶ ἡμέρας τρεῖς. μετὰ δὲ ταῦτα τὸ δελφάκιον ἀνατμηθὲν ἄσπληνον εὑρεθῆναι.

    [Ἄλλο ὑπεκτήκει τὸν ὄγκον.] ♃ Ἀμμωνιακοῦ θυμιάματος, βάτου φύλλων τῶν ἁπαλωτάτων ἀνὰ δραχ. η΄. καππάρεως φλοιοῦ δραχ. δ΄. μυρίκης καρποῦ, βοτάνης ἀσπλήνου, λεγομένης σκολοπενδρίου ἢ ἡμιονίτιδος ἀνὰ δραχ. β΄. σκίλλης ὀπτῆς κεκαθαρμένης τοῦ πυρῆνος, πεπέρεως λευκοῦ ἀνὰ δραχ. β΄. ὕδατι ἀναλάμβανε καὶ ἀνάπλαττε τροχίσκους καὶ δίδου δραχ. α΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. Χρυσέρμου σπληνικοῖς, ὑδρωπικοῖς. ἔστι δὲ καὶ διουρητικοῖς ἀγαθὴ, κοιλίας μαλακτική. σκίλλαν εὐμεγέθη πηλῷ περιπλάσας, ὄπτα καὶ περίελε τὸν φλοιὸν καὶ τοῦ πυθμένος τὸ σκληρὸν, τοῦ δὲ πυρῆνος λαβὼν λίτρας β΄. δαύκου σπέρματος ὀξύβαφον, ὅ ἐστιν γο α΄. ἀνίσου, σεσέλεως, πάνακος ῥίζης, ἴρεως, ἑκάστου ἴσον, κνίδης

    13.244
    σπέρματος, κεδρίδων ἀνὰ δραχ. ιβ΄. σμύρνης δραχ. δ΄. ὀρόβων ἀληλεσμένων χοίνικα, οἴνου εὐώδους ὅσον ἐξαρκεῖ, φυράσας ἀνάπλαττε τροχίσκους. ἔχει δὲ καὶ τραγακάνθης μνᾶς δ΄. ἡ δόσις δραχ. α΄. μετ’ ὀξυμέλιτος τριῶν κυάθων. ἄλλο. Εὐγηρασίας. ♃ σκίλλης ὀπτῆς κεκαθαρμένης μνᾶς δύο, βρυωνίας ῥίζης μνᾶς η΄. πεπέρεως λευκοῦ τὸ ἴσον, πετροσελίνου τὸ ἴσον, δαύκου Κρητικοῦ σπέρματος τὸ ἴσον, ὀρόβων ἀληλεσμένων τὸ ἴσον, κεδρίδων ξε. στ΄. ἐχέτω δὲ ὄξους γο η΄. ἴρεως, πάνακος ῥίζης, σμύρνης ἀνὰ γο γ΄. οἴνου Φαλερίνου εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλαττε τροχίσκου καὶ ξήραινε ἐν σκιᾷ, δίδου δραχ. α΄. μετ’ οἴνου κεκραμένου κυάθων γ΄.

    [Ἐπιθέματα καὶ ἔμπλαστρα τοῦ αὐτοῦ Ἀσκληπιάδου πρὸς τὰς προσφάτους τοῦ σπληνὸς φλεγμονάς.] ♃ Δένδρου ἀκτῆς τῶν ἁπαλωτάτων φύλλων λίτρας γ΄. ἀλόης λίτραν α΄. σκεύαζε δι’ ὄξους καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. ἄλλο. ♃ ἐρείκης καρποῦ γο στ΄. χαλβάνης λίτραν α΄. ἔνιοι γο στ΄. τὸν καρπὸν κόπτε καὶ σῆθε καὶ οὕτως ἐπίβαλον

    245
    τὴν χαλβάνην καὶ μίξας φιλοπόνως, εἰς ὀθόνιον ἐπιτίθει ἐμπλάσας.

    [Τὸ τοῦ Ἰδιώτου φάρμακον ἐπιτετευγμένον.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου λίτραν α΄. τὸν ἰξὸν βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ θεὶς ἐπ’ ἀνθράκων, ἔα διαλύεσθαι· ὅταν δὲ διαλυθῇ κατάπασσε τὴν ἄσβεστον καὶ μίξας καὶ θερμὸν ἐμπλάσας εἰς δέρμα λευκὸν ἐπιτίθει. δεῖ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ καὶ οὕτως ἐᾷν ἕως αὐτόματον ἀποπέσῃ. φροντίζειν δὲ δεῖ, ὥστε τὰ ἀφιστάμενα μέρη τοῦ σπληνὸς ἀποκόπτειν. ἄλλο. ♃ ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο α΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο α΄. σκεύαζε κατὰ τρόπον καὶ χρῶ, καθ’ ἡμέραν αἴρων τὸ φάρμακον καὶ σπόγγοις ἀποπυριῶν τοὺς τόπους καὶ πάλιν ἐπιῤῥίπτων. τὸ φάρμακον οὖρα κινεῖ.

    [Μάλαγμα χρυσίζον σφόδρα καλόν.] ♃ Κηροῦ, πιτυΐνης καὶ φρυκτῆς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο δύο, ὄξους, ἐλαίου ἀνὰ κυάθους η΄. σκεύαζε κατὰ τρόπον.

    13.246

    [Ἄλλο σφόδρα γενναῖον, ᾧ ἐχρήσατο Ἀνδρόμαχος.] ♃ Κηροῦ, πιτυΐνης, πίσσης βρυτίας ξηρᾶς ἀνὰ λίτρας δύο, ἀρσενικοῦ, στυπτηρίας σχιστῆς, ἀσβέστου ἀνὰ γο β΄. ὄξους κυάθους η΄. σκεύαζε κατὰ τρόπον, ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἡμεῖς προεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄ S". ἰξοῦ γο δ΄.

    [Πρὸς τὰς σκιῤῥώδεις τοῦ σπληνὸς διαθέσεις. ἐχρήσατο Τρύφων Γορτυνιάτης.] ♃ Τήλεως ἀληλεσμένης, νάπυος, μάννης λιβάνου ἀνὰ ξε. α΄. μυροβαλάνου πιέσματος ξε. S". νίτρου ἀφροῦ γο γ΄. λειότατα ποιήσας καὶ μίξας, ἀναλάμβανε ἀφεψημένῃ κεδρίᾳ, ὥστε ἐμπλάστρου ὑγρᾶς ἔχειν τὸ πάχος. ἡ χρῆσις ἐν διαλείμματι, ἐπιθεὶς τὸ φάρμακον καταλάμβανε ταινιδίοις. ὁ χρόνος τῆς ἐπιθέσεως πρὸ βαλανείου, ἐφ’ ὅσον οἷόν τέ ἐστι τὸν πάσχοντα φέρειν, ἔπειτα ἐπιδεδεμένον εἰσάγειν εἰς τὸ βαλανεῖον καὶ μετὰ τὴν λοιπὴν τοῦ σώματος ἐπιμέλειαν ἐμβιβάζειν καὶ οὕτως ἐν τῷ ὕδατι λύειν τὴν ταινίαν.

    13.247

    [Ἄλλο σπληνικοῖς αὐθήμερον. πρὸ δὲ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τρεῖς ἡμέρας διαιτῶμεν.] ♃ Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. σινήπεως Ἀλεξανδρίνου, καρδάμου ἀνὰ γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, σίνηπι, κάρδαμον κόψας καὶ σήσας, τὴν δὲ μάνναν καὶ τὴν σμύρνην ἐκλειώσας ἐπίβαλλε τὰ ξηρὰ καὶ φυράσας τῷ ὄξει ποίει μαλαγματῶδες καὶ ἀποτίθει ἀπὸ ὥρας δευτέρας μέχρι ἐνάτης. ἔπειτα δὲ ἐπιδεδεμένον δυσὶ ταινίαις εἰσάγομεν εἰς βαλανεῖον, καὶ ὅταν ἀναχαλασθῇ, ἐμβιβάζομεν. ἐν δὲ τῇ ἐμβάσει πλείονα χρόνον κατεχέσθω, ἔξω ἔχων τοῦ ὕδατος τὰ σκέλη. πρὸς δὲ τὸ μὴ λειποθυμεῖν ὄξος καὶ γλήχωνα ὀσφραινέσθω καὶ τὰς ταινίας κατὰ μικρὸν ἐπιλυέσθω. ἐξελθόντι δὲ ἐκ τοῦ βαλανείου, δοτέον τάριχος χωρὶς ἄρτου καὶ οἶνον τεθαλαττωμένον καὶ τῇ ἐπιούσῃ τὰ αὐτὰ δοτέον. τῇ δὲ τρίτῃ γυμνασίοις χρηστέον, ἀποξύνειν τὸ πνεῦμα δυναμένοις. ἄλλο Ἀρείου Ταρσέως, ἡ χρῆσις ἐν διαλείμματι. ♃ σύκων πιοτάτων, σινήπεως, καππάρεως ῥίζης τοῦ φλοιοῦ ἀνὰ λίτραν α΄. ὄξους τὸ 

    248
    ἱκανόν. ἄλλο Διοδώρου. ♃ σινήπεως, καρδάμου, τήλεως, λινοσπέρμου, μυροβαλάνου πιέσματος ἀνὰ δραχ. η΄. ἀναλάμβανε κεδρίᾳ ἑφθῇ, προσφυράσας ὄξει σκιλλητικῷ. ἡ χρῆσις πρὸ βαλανείου, τὸ φάρμακόν ἐστι καλὸν, καὶ μετὰ τὴν χρῆσιν αἷμα ἀπουροῦσι. [Τὰ ὑπὸ τοῦ αὐτοῦ Ἀσκληπιάδου γεγραμμένα φάρμακα κατὰ τὸ δ΄ τῶν ἐκτὸς, πρὸς σπληνικοὺς καὶ ὑδρωπικοὺς, κατὰ λέξιν οὕτως ἔχοντα.] Ἐπίθεμα σπληνικοῖς τοὺς ὄγκους ὑπεκτήκει. ♃ ἀκτῆς τῶν φύλλων ἁπαλῶν λίτρας γ΄. ἀλόης λιπαρᾶς λίτραν α΄. τρῖβε μετ’ ὄξους, καὶ λεάνας καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. ἄλλο. ♃ ἐρείκης καρποῦ λίτραν α΄. χαλβάνης λίτρ. α΄. κόψας τὸν καρπὸν καὶ σήσας ἀναλάμβανε χαλβάνῃ, καὶ πάλιν κόπτε παραπτόμενος ἰρίνου ὑποστάθμης, ὥστε μαλαγματῶδες γενέσθαι, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. μάλαγμα σπληνικοῖς. ♃ μυροβαλάνου τῶν λεπύρων κεκομμένων καὶ σεσησμένων μνᾶς ἥμισυ καὶ τοῦ πιέσματος τὸ ἴσον, κηροῦ δραχ. στ΄. ῥητίνης τερμινθίνης δραχ. λβ΄. χαλβάνης δραχ. ι΄. ἰρίνου βραχὺ, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν.
    249
    ἄλλο λίαν γενναῖον. ♃ μυροβαλάνου ἀλεύρων γο γ΄. νίτρου γο α΄. οἱ δὲ δ΄. κηροῦ γο στ΄. τερμινθίνης γο η΄. ὄξους τὸ αὔταρκες, ὑπεκτήκει.

    [Μάλαγμα τὸ διὰ τῆς κεδρίας, σπληνικοῖς, ὑδρωπικοῖς φάρμακον ἐπιτετευγμένον, οὖρα κινεῖ πολλὰ καὶ τὸν σπλῆνα ὑπεκτήκει. δεῖ δὲ συλλούεσθαι τῷ φαρμάκῳ καὶ τὸ ἀφιστάμενον ἀπὸ τοῦ χρωτὸς περικείρειν, τουτέστι τοῦ σπληνίου, ἐᾷν γὰρ δεῖ τὸ φάρμακον περικεῖσθαι μέχρις οὗ αὐτόματον ἀποπέσοι. ἡ δὲ σύνθεσίς ἐστιν ἥδε.] ♃ Ἰξοῦ δρυΐνου λίτραν α΄. ἀσβέστου γο στ΄. λίθου Ἀσίου τοῦ ἄνθους γο δ΄. κεδρίας γο γ΄. τὸν ἰξὸν ἕψε βαλὼν εἰς λοπάδα χαλκῆν καὶ ὅταν ξανθὸς γένηται, ἐπίβαλλε τὴν κεδρίαν κινῶν συνεχῶς, καὶ τὰ ξηρὰ λεάνας ἐπίβαλλε, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ποσῶς ψυγῆναι, εἶτα ἐμπλάσας εἰς δέρμα λευκὸν τὸ ἀπὸ ἀκάνθης λεγόμενον, ἐπιτίθει κατὰ τῶν πασχόντων τόπων καὶ συλλούεσθαι παραίνει, ἕως αὐτόματον ἀποπέσοι τὸ σπλήνιον. δεῖ μέντοι, ὥσπερ καὶ ἄνω προείρηται, τὰ ἀφιστάμενα μέρη τοῦ σπληνίου ἀποκείρειν. ἄλλο σφόδρα γενναῖον. ♃

    13.250
    λίθου Ἀσίου τοῦ ἄνθους γο β΄. λίθου γαγάτου γο α΄. ἀσβέστου γο η΄. ἰξοῦ δρυΐνου λίτραν α΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. μάλαγμα Ἀντιοχίδος, σπληνικοῖς, ὑδρωπικοῖς, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ἐσκευάσθη Φαβίλλῃ. ♃ κηροῦ λίτρας γ΄. ῥητίνης τερμινθίνης λίτρας γ΄. μυροβαλάνου πιέσματος λίτραν α΄. νίτρου ἀφροῦ λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. ἀμμωνιακοῦ θυμιάματος λίτραν α΄. ἐλαίου κυπρίνου λίτρας γ΄. ὄξος ὥστε τὸ ἀμμωνιακὸν διαλῦσαι. ἄλλο Φαβίλλῃ συντεθὲν, σφόδρα γενναῖον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σμύρνης στακτῆς, βδελλίου, ὄνυχος, μυελοῦ ἐλαφείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ξηρᾶς ἀνὰ λίτρας β΄. ὀποπάνακος λίτραν α΄. χαλβάνης λίτραν α΄. μαστίχης λίτραν α΄. λίθου Ἀσίου τοῦ ἄνθους λίτραν α΄. στύρακος λίτραν α΄. ὀποῦ συκομόρων λίτραν α΄. κάγχρους λίτραν α΄. πεπέρεως λευκοῦ οὐγγίας στ΄. κηροῦ λίτρας ε΄. τερμινθίνης λίτρας ε΄. κοπτόν ἐστι τὸ φάρμακον. καὶ δεῖ κόπτοντας παράπτεσθαι ἰρίνου μύρου τῇ ὑποστάθμῃ ἕως ἂν εὐαφέστατον γένηται τὸ φάρμακον, καὶ γὰρ κείμενον εὐαφέστατον γίνεται. μάλαγμα
    13.251
    ὃ καὶ χρυσίζουσαν καλοῦμεν. ♃ ἀρσενικοῦ γο α΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. τὰ ξηρὰ κόπτομεν καὶ σήθομεν καὶ εἰς θυείαν ἐμβάλλομεν, τούτοις ἐπιβάλλομεν ὄξους κυάθους η΄. καὶ λεάναντες ἐπιμελῶς ἀναλαμβάνομεν τοῖς τηκτοῖς. ἔστι δὲ ταῦτα κηροῦ λίτρα α΄. ῥητίνης φρυκτῆς λίτραι β΄. πιτυΐνης λίτραι β΄. ἐλαίου κοινοῦ κύαθοι η΄. ταῦτα τήξαντες ἐῶμεν ψυγῆναι καὶ ἀναξύσαντες ἐπιβάλλομεν τοῖς λεανθεῖσιν. ἡμεῖς προστεθείκαμεν τῇ τοῦ φαρμάκου σκευασίᾳ σμύρνης γο β΄.

    [Ἄλλο. τούτῳ ἐχρήσατο Ἀνδρόμαχος. ποιεῖ σπληνικοῖς, ὑδρωπικοῖς καὶ πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις.] ♃ Κηροῦ λίτραν α΄. πίσσης Βρυτίας λίτραν α΄. ἀντὶ ῥητίνης φρυκτῆς τὴν πίσσαν βάλλομεν, ἐλαίου κυ. η΄. ἀρσενικοῦ χρυσίζοντος γο β΄. στυπτηρίας σχιστῆς γο β΄. ἀσβέστου γο β΄. σκεύαζε καθὰ προείρηται. ἡμεῖς προσεθήκαμεν τῷ φαρμάκῳ σμύρνης γο β΄. ἰξοῦ δρυΐνου γο δ΄.

    [Πρὸς τὰς κεχρονισμένας τοῦ σπληνὸς σκιῤῥώδεις διαθέσεις,

    13.252
    αὐθήμερον λεγόμενον. δεῖ δὲ πρὸ τῆς ἐπιθέσεως τοῦ φαρμάκου ἐπὶ τρεῖς ἡμέρας τὸν κάμνοντα διαιτῆσαι.] ♃ Σμύρνης, μάννης λιβάνου ἀνὰ γο γ΄. νάπυος Ἀλεξανδρίνου γο β΄. καρδάμου γο β΄. ὄξους σκιλλητικοῦ τὸ ἱκανὸν, κόψας καὶ σήσας τὰ ξηρὰ καὶ ὄξει φυράσας, ὥστε μαλαγματῶδες γενέσθαι, ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει ἀπὸ ὥρας β΄. ἕως θ΄. φυλάττων καὶ ταινιδίῳ κατέχων τὸ ἐπικείμενον μάλαγμα, εἶτα πέμπε εἰς βαλανεῖον οὕτως ἐπιδεδεμένον, καὶ ὅταν καλῶς ἀναχαλασθῇ, ἐμβίβαζε κελεύων ἔξω τῆς ἐμβατῆς ἔχειν τοὺς πόδας καὶ ἐπὶ πλείονα χρόνον ἐμμένειν. πρὸς δὲ τὴν τούτων ἀνάκτησιν ὄξος καὶ γλήχωνα προσάγομεν τοῖς μυκτῆρσι καὶ πειρώμεθα κατὰ μικρὸν ἐπιλύειν τὰς ταινίας, ἔστωσαν δὲ δύο κατὰ τοῦ μαλάγματος ἐπικείμεναι. κατὰ δὲ τὴν ἄρσιν τῶν ταινιδίων αἴρομεν καὶ τὸ ἐπικείμενον μάλαγμα καὶ τοὺς πεπονθότας τόπους ἱκανῶς ἀπαντλοῦμεν. ἐξελθόντι δὲ τοῦ βαλανείου δίδομεν τάριχον χωρὶς ἄρτου καὶ οἶνον τεθαλασσωμένον καὶ τῇ ἐπιούσῃ τὸ αὐτὸ ποιοῦμεν. τῇ δὲ 
    253
    τρίτῃ τὸ αὐτὸ ποιούμεθα, γυμνασίοις χρώμεθα ἀποξύνειν δυναμένοις τὸ πνεῦμα.

    [Ἄλλο Τρύφωνος Γορτυνιάτου Κρητὸς φάρμακον ἐπιτετευγμένον.] ♃ Τήλεως ἀληλεσμένης ξέστην α΄. μυροβαλάνου πιέσματος ξέστου S". νίτρου ἀφροῦ γο γ΄. πάντα λεάνας ἀναλάμβανε κεδρίᾳ, δεῖ δὲ πρότερον ταύτην ἑψήσαντα συστρέφειν, ὥστε κηρωτῆς ἔχειν πάχος. ἡ χρῆσις πρὸ βαλανείου, ἐφ’ ὅσον ὁ κάμνων δύναται φέρειν, μετὰ δὲ τὸ βαλανεῖον ἐπιῤῥίπτομεν κηρωτάριον.

    [Ἄλλο αὐθήμερον ἐπιγραφόμενον, ἀπαλλάττει τῆς ὅλης διαθέσεως.] ♃ πυρέθρου δραχ. κ΄. μυροβαλάνου γο η΄. καρδάμου γο η΄. κνίδης σπέρματος γο η΄. πεπέρεως γο η΄. σινήπεως ξέστου S". ἅπαντα λειώσας καὶ ὄξει φυράσας καὶ λεάνας ἐπιτίθει ἐν διαλείμμασιν ἐπὶ ὥρας γ΄. εἰ δυνατὸν ὑπὸ μένειν τὸν ἀσθενοῦντα, ἔπειτα βαστάσας τὸ φάρμακον λούεσθαι παραίνει. κατὰ δὲ τὸ βαλανεῖον χρηστέον κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἄλλο τὸν ὄγκον ἐκτήκει. ♃ λίθου Ἀσίου τοῦ ἄνθους, νίτρου ἐρυθροῦ, μυροβαλάνου πιέσματος,

    13.254
    ἀμμωνιακοῦ θυμιάματος ἀνὰ δραχ. κδ΄. καππάρεως ῥίζης τοῦ φλοιοῦ δραχ. η΄. ῥαφάνου σπέρματος δραχ. ι΄. ἢ τοῦ χυλοῦ κύαθον α΄. ὄξους δριμυτάτου τὸ αὔταρκες, ἰξοῦ δρυΐνου δραχ. μ΄. διάλυε ἀμμωνιακὸν ἀκτῆς χυλῷ ἢ μυρίκης ἢ τριφύλλου. τὰ δὲ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ καὶ ὄξει φυράσας καὶ μίξας ἐπίβαλλε τὸν ἰξὸν, καὶ ἀνακόψας ἀνελόμενος χρῶ.

    [Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένων σπληνικοῖς.] Ἐπὶ δὲ τῶν σπληνικῶν προηγουμένης ὁμοίως τῆς ὅλης διαίτης, ἐκ τῶν ἀναγραφησομένων συνθέσεων τοῖσδε χρῶ πόμα μὲν ὕδωρ, σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος αὐτῷ, ἀπυρέτοις μὲν μετ’ οἴνου, πυρέσσουσι δὲ ὕδωρ πιεῖν. ἢ ἀναγαλλίδος τῆς τὸ κύανον ἄνθος ἐχούσης ὀβολὸν ἕνα μετ’ ὀξυμέλιτος, ἢ ἕρπυλλον μετ’ ὄξους, ἢ πάνακος ῥίζαν χλωρὰν πότιζε μετὰ μελικράτου, ἢ τὸν καρπὸν ὁμοίως, προεξαιθρίαζε δὲ τὸ μελίκρατον, ἢ περικλυμένου ῥίζης φλοιοῦ καὶ τοῦ καρποῦ ὅσον τοῖς τρισὶ δακτύλοις, ἐν ἀκράτῳ οἴνῳ θερμῷ

    13.255
    λευκῷ δίδου πίνειν νήστει ἐπὶ ἡμέρας μ΄. ἢ ἀλώπεκος ξηρὸν ἧπαρ μετ’ ὀξυμέλιτος δίδου πίνειν, ἢ κύμινον Αἰθιοπικὸν, ὁμοίως τῷ ἥπατι πινόμενον ἐν ὀξυμέλιτι, ἢ ἄρου ῥίζης φλοιοῦ δραχ. S". μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ πόλιον ὁμοίως μετ’ ὀξυμέλιτος, ἢ κισσοῦ λευκοῦ κόκκους γ΄. μετ’ ὀξυμέλιτος κυάθων γ΄. ἢ καππάρεως λεῖα ξηρὰ φύλλα μετ’ ἀκράτου πότιζε. κατάπλασσε δὲ τοὺς σπληνικοὺς τοῖσδε πρὸς τοὺς ἡπατικούς· καὶ ἔτι τέφρα ἐκ χαλκείου μετ’ ὄξους, ἢ καππάρει βεβρεγμένη ἐν ὄξει λείᾳ ἀνειλημμένη κηρωτῇ κυπρίνῃ, ἢ τῷ διὰ καρδάμου καὶ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ τήλεως καὶ ἀσβέστου καὶ νίτρου καὶ μέλιτος μαλάσσων ἐπιτίθει, ἢ κατάπλασσε λεπιδίου φύλλοις. ὅταν δὲ ἤδη δάκνωνται, εἰσαγαγὼν εἰς τὸ βαλανεῖον, ἄρας τὸ φάρμακον εἰς ζεστὸν ἐμβίβαζε καὶ κάτεχε. δυσανασχετοῦσι γὰρ ὑπερδακνόμενοι, ὑγιεῖς δὲ ἐξίασι. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἰσχιαδικῶν ποιεῖ. ἢ μυροβαλάνου τὸ πίεσμα ὄξει βρέξας, ῥοδίνῃ κηρωτῇ μίσγε καὶ ἐπιτίθει, ἢ
    256
    τήλεως καὶ καρδάμου τὸ ἴσον, μάννης τὸ διπλοῦν, ἀσβέστου βραχὺ σὺν μέλιτι, ὡς ἐμπλάστρῳ σπλήνια ποιήσας ἐπιτίθει, ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει. καππάρεως ῥίζαν μετ’ ὄξους, ἢ σπόγγον ἐξ ὄξους δριμυτάτου. ἄκρως ποιεῖ μυροβαλάνου λεπύχανα καὶ νίτρου τὸ τρίτον, λεῖα ὄξει φυράσας. ῥητίνην καὶ κηρὸν κατ’ ὀλίγον ἐλαίου τήξας ἐπίχει καὶ μαλάξας χρῶ. ἐπιμένοντος δὲ σικύας πρόσβαλλε παραμύσσων. περίαπτα δὲ καὶ ἀντιπαθῆ πρός τε ἧπαρ καὶ σπλῆνα τάδε δοκεῖ πεπιστεῦσθαι. τὴν ὑπὲρ τὸ ἀριστερὸν οὖς φλέβα λύσας, ἀνάτριβε τῷ αἵματι τὸν πεπονθότα σπλῆνα.