De compositione medicamentorum secundum locos I-VI

Galen

Galen, De compositione medicamentorum secundum locos I-VI

[Περὶ τῶν φθειρόντων τὰς τρίχας φαρμάκων.] Ὡς τῶν αὐξανόντων τὰς τρίχας φαρμάκων ἑτέρα μέν ἐστιν ἰατρικὴ χρῆσις, ἑτέρα δὲ κομμωτικὴ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν φθειρόντων αὐτάς. γίγνεται γάρ ποτε καὶ τοῖς ἰατροῖς ἀνάγκη χρήσασθαι τοιούτοις φαρμάκοις κατὰ τὰς τρεῖς αὐτῶν διαφοράς. λέγω δὲ τρεῖς, ἐπειδὴ τὰ μὲν ἰδίως καλεῖται ψίλωθρα, τὰ δὲ λεπτυντικὰ τριχῶν, τὰ δὲ εἰς τὸ παντελὲς ἀναιρετικά. ταῦτα μὲν οὖν τὰ ὕστατα ῥηθέντα σφαλερὰν ἔχει τὴν χρῆσιν. ἐνίοτε γὰρ οὐ μόνον τὰ χρισθέντα μόρια τοῦ σώματος ἄτριχα τοῦ λοιποῦ πάντα γίγνεται διὰ παντὸς, ἀλλὰ καὶ μέχρι τῆς κεφαλῆς καὶ τῶν γενείων καὶ τῶν ὀφρύων καὶ τῶν βλεφαρίδων

451
ἡ ψίλωσις τῶν τριχῶν ἐξικνεῖται. τὰ δὲ ἕτερα δύο τὴν χρῆσιν ἀκίνδυνον ἔχει, τὰ μὲν ψιλωτικὰ τῶν τριχῶν, ἅπερ ἔφην ἰδίως καλεῖσθαι ψίλωθρα, καθ’ ἑκάστην ἡμέραν ἐν χρήσει γιγνόμενα ταῖς γυναιξὶν ἁπάσαις σχεδὸν καί τισι τῶν ἀνδρῶν, ἕτερα δὲ τὰς λεπτοτέρας τὰς τρίχας ἐργαζόμενα καὶ μικροτέρας, ἐπιτήδεια τοῖς σκληρὰς καὶ μεγάλας καὶ πολλὰς καὶ παχείας ἔχουσιν καὶ διὰ τοῦτο φαινομένοις ὑώδεσιν. ἀλλήλων δὲ διαφέρει ταῦτα τῷ μᾶλλόν τε καὶ τῷ ἧττον, ἐπεὶ τὸ γένος αὐτῶν ἓν, ἐξ ἐκείνων συγκείμενον τῶν φαρμάκων, ὅσα σηπτικὴν ἔχει ἢ καυστικὴν δύναμιν. ἀμείνω δὲ δηλονότι τὰ σηπτικὴν ἔχοντα, τὴν γὰρ χρῆσιν ἀκινδυνοτέραν ἴσχει. κινδυνωδεστέρα δέ πώς ἐστιν ἡ τῶν καυστικῶν, ἐάν τις ἀμελήσῃ βραχὺ, φλυκταινούντων ἢ ἑλκούντων ἢ ὁπωσοῦν ἐπικαιόντων τὸ δέρμα. τὴν δὲ κατὰ μέρος ὕλην αὐτῶν ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν ἅπασαν ἔγραψα. παραδείγματος δ’ ἕνεκεν οἷς συνεχῶς χρώμεθα καὶ δὴ φράσω. τῶν μὲν οὖν ὑγρῶν ἡ στακτὴ καλουμένη κονία τοιαύτην ἔχει δύναμιν· τῶν δὲ ξηρῶν καὶ μεταλλικῶν,
12.452
ἀρσενικόν τε καὶ σανδαράχη καὶ τίτανος ἡ ἀκατάσβεστος, ἣν οἱ πολλοὶ καλοῦσιν αὐτὸ δὴ τοῦτο μόνον ἄσβεστον. εὔδηλον οὖν ὅτι τῶν σφοδρῶν ἐν αὐτοῖς ἡ δύναμις θραύεται μίξει τῶν ἀσθενεστέρων φαρμάκων ὑγρῶν τε καὶ ξηρῶν, ὧν τὴν συμμετρίαν στοχαστικῶς μὲν πρῶτον ὁ τῆς δυνάμεως αὐτῶν ἔμπειρος ποιεῖται, διὰ δὲ τῆς ἐμπειρίας ἐπανορθοῦται τὸ ἐλλεῖπον ἢ προστίθησιν. ὅπως δὲ καὶ τούτων ὅσαι διὰ τῆς πείρας ἐκρίθησαν ἔχητε, παραγράψω τὰς ὑπὸ Κρίτωνος ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν εἰρημένας ἐπιδείξας πρότερον, ὅτι καὶ τοῖς ἰατροῖς ἀναγκαία πολλάκις ἡ χρῆσις αὐτῶν γίγνεται. ὥσπερ τὰ βάμματα δυνατὸν ἡμῖν ἀρνεῖσθαι τῆς κομμωτικῆς ὄντα κακίας, οὕτως ἀδύνατον ἀρνεῖσθαι τὰ ψιλωτικὰ τῶν τριχῶν. ἐὰν μὲν γὰρ ἔχῃ συμμέτρους τις τρίχας, οὐχ ὑπηρετήσομεν αὐτῷ τρυφῶντι περιττῶι. ἐὰν δὲ πάνυ πολλὰς καὶ μακρὰς καὶ σκληρὰς, εὔλογον εἶναι δοκεῖ ταύτας ἐλάττους τε καὶ λεπτοτέρας καὶ μαλακωτέρας καὶ ἀραιοτέρας ἐργάζεσθαι. γίγνεται δέ ποτε
12.453
χρεία καὶ τοῖς πολλὰς ἔχουσι καὶ βαθείας, οὐ μὴν σκληρᾶς γε παντελοῦς αὐτῶν ἀφαιρέσεως, ὅτε ἤτοι πιττώσεως δέηται τὸ πᾶν σῶμα, χρώμεθα γὰρ ἐνίοτε τῷ βοηθήματι τούτῳ κατὰ τὸν τῆς ἰατρικῆς λόγον, ἢ καί τι φάρμακον ἐμπλαστὸν ἐπιτεθέντων ἡμῶν, ἀναγκαῖον ἦν πάσας τοῦ μέρους προαφελεῖν τὰς τρίχας, ὅπερ ἔνεστι μὲν καὶ διὰ ξυροῦ ποιεῖν, ἔνιοι δὲ εἴτε κατ’ ἀλήθειαν ἢ καὶ πλαττόμενοι δεδιέναι φασὶ τὸ ξυρόν. ἐνδέχεται γὰρ ὑπ’ αὐτοῦ τρωθῆναι τὸ δέρμα. τινὲς δὲ ἴσως καὶ δεδίασιν εὐλόγως καὶ μάλισθ’ ὅταν δεήσῃ ξυρᾶσθαι τὰ κατὰ τὸν λάρυγγα χωρία. διὰ ταῦτα ὁμοῦ ἀναγκαῖόν ἐστι τῷ ἰατρῷ καὶ τῶν τοιούτων φαρμάκων ἐμπειρίας ἔχειν τῆς τε συνθέσεως καὶ τῆς χρήσεως.

[Ψίλωθρα τὰ ὑπὸ Κρίτωνος γεγραμμένα κατὰ λέξιν οὕτως.] Ψίλωθρα τριχῶν. ♃ ἀρσενικοῦ χρυσίζοντος ♀΄ ζ΄, ἢ ι΄, ἀσβέστου τὸ ἴσον, ἀμύλου γο β΄, γῆς τῆς λεγομένης Ῥωμαϊστὶ Σελινουσίας γο α΄. ἅπαντα τρίψας σήσας λεπτοτάτῳ κοσκίνῳ ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως, αἱρῶν τοῦ φαρμάκου

12.454
ὅσον ἐξαρκεῖ ἀνάκοπτε ὕδατι, εἶτα ἐπιχρίεσθαι παραίνει καὶ προσέχειν ὅπως μὴ ἐπικαῇ. ἄλλο παραχρῆμα λεῖον ποιεῖ. ♃ ἀσβέστου μέρη δύο, ἀρσενικοῦ μέρος α΄. ταῦτα βαλὼν εἰς θυίαν μολυβδίνην καὶ ὕδωρ ἐπιχέας ἢ πτισάνης χυλὸν τρῖβε, καὶ ὅταν μέλαν γένηται, θερμαίνοντας κέλευε καταχρίεσθαι καὶ τοῦτο ποιεῖν ἐν βαλανείῳ, λεῖον γὰρ ποιεῖ τὸ σῶμα. εἰ δὲ φυομένη λεπτὴ ἀναβαίνει, ἕψε τὴν κονίαν καὶ τὸ ἀρσενικὸν τρῖβε μεθ’ ὕδατος καὶ εἰς ἀγγεῖον κεραμεοῦν ἀκόνιτον βαλὼν ἕψε, καὶ ὅτε συστραφῇ καὶ μέλαν γένηται, ἐπιχριέσθω. Πάριδος τοῦ ὀρχηστοῦ παραχρῆμα τὰς τρίχας αἴρει. ♃ σανδαράχης γο α΄. ἀσβέστου ξεστ. α΄. ἕψε μεθ’ ὕδατος ἐπιμελῶς καὶ ὅταν ἄρξηται ἀναζεῖν, ἀνελόμενος χρῶ. τοῦτο δὲ ἔσται φανερὸν εἰ πτερὸν καθιέντι σοι εἰς τὸ ψίλωθρον ἀπομαδίσει συντόμως. ἄλλο. ♃ ἀμύλου γο α΄. ἀσβέστου γο α΄. ἀρσενικοῦ γο α΄. κόψας καὶ σήσας ἀπόθου καὶ χρῶ καθάπερ εἴρηται. Ἡρακλείδου Ταραντίνου παραχρῆμα αἴρει τὰς τρίχας. ♃ ἀσβέστου ξεστ. α΄. κιμωλίας ξεστ. α΄. κισσήρεως
12.455
κεκαυμένης ξεστ. α΄. ἀρσενικοῦ μέρη δ΄, λεῖα ποιήσας ἀπόθου, ἐπὶ δὲ τῆς χρήσεως ἄνιε ὕδατι καὶ χρῶ καθάπερ προείρηται. ταῦτα μὲν οὖν ὁ Κρίτων ἔγραψε, χρῆσθαι δὲ αὐτοῖς ἄμεινον, ὡς καὶ νῦν αἱ γυναῖκες χρῶνται καταχρίουσαι τὸ σῶμα, κᾄπειτα εἰς χλιαρὸν οἶκον εἰσιοῦσαι βαλανείου, κᾀπειδὰν ἱδροῦν ἄρξωνται, στλεγγίδι τὸ φάρμακον ἀφαιροῦσι κατά τι μέρος τοῦ σώματος, εἶτα ἂν αἴσθωνται τὰς τρίχας συναφαιρουμένας αὐτῷ, τὸ λοιπὸν ἅπαν ἀποπλύνουσι σῶμα.

[Ἀφανιστικὰ τριχῶν.] Γέγραπται καὶ περὶ τούτων ἐν τοῖς κομμωτικοῖς βιβλίοις, ἐκπεπτωκότων ἤδη τῆς ἰατρικῆς ὕλης, διὸ κᾀγὼ μόνον τῶν ἁπλῶν ἐν αὐτοῖς ἀναμνήσω, λεγομένων κᾀν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. συντιθέασι γὰρ τὰ προκείμενα κατὰ τὸν λόγον φάρμακα, διά τε τοῦ λαγωοῦ θαλαττίου καὶ ἥπατος θύννου σεσηπότος καὶ κεδρίας καὶ βατράχου τῶν ἐν τοῖς χλωροῖς καλάμοις νεμομένων τῶν ἰχώρων καὶ χελώνης θαλαττίας τοῦ αἵματος, ἀμπέλου τε λευκῆς τοῦ δακρύου κισσοῦ τοῦ δακρύου

12.456
καὶ βρυωνίας ὁμοίως, ἐλαίου τε τοῦ ἀνάλου καλουμένου καὶ διὰ τῶν θαλασσίων σκολοπένδρων καὶ κνίδης τῆς θαλασσίας ἀστέρων τε τῶν θαλασσίων, νίτρον τούτοις καὶ ἀμόργην μιγνύντες. ἄλλα δὲ ἰσχυρότερα δι’ ἐχίνων τε καὶ σαλαμάνδρας συντιθέασιν, ἕψοντες ἐν ἐλαίῳ, μιγνύουσι δ’ αὐτοῖς καὶ τὰ ἀλκυόνια καὶ τὴν σανδαράχην καὶ ὅσα ἄλλα τοιαῦτα.

[Λεπτυντικὰ τριχῶν.] Τοῖς λεπτυντικοῖς τῶν τριχῶν χρήσαιτο ἄν ποτε καὶ ἰατρὸς, ὡς ἔφην, οὐ τῆς αὐτῆς δυνάμεως οὖσι τοῖς ψιλωτικοῖς. ἣν γὰρ ἐκαλέσαμεν ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασι δύναμιν ῥυπτικὴν, ταύτης ἐστὶ τὰ λεπτυντικὰ τῶν τριχῶν. ὥσπερ δὲ ἐν ἅπασι τοῖς ὁμογενέσι φαρμάκοις ἡ διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, οὕτω καὶ ἐν τοῖς ῥυπτικοῖς. τὸ μὲν οὖν τῶν κριθῶν καὶ τὸ τῶν κυάμων, ἔτι τε πρὸς τούτοις ὀρόβων, ἀφρονίτρου τε καὶ νίτρου συνήθη πᾶσίν εἰσιν εἰς ἀφαίρεσιν ῥύπου χρωμένοις αὐτοῖς. ἡ δὲ συνεχὴς χρῆσις καὶ λεπτύνει τὰς τρίχας. ὅσα δὲ ἰσχυροτέραν ἔχει τὴν ῥυπτικὴν δύναμιν, ἐπὶ τῶν πάνυ σκληρὰς καὶ μεγάλας ἐχόντων

12.457
τὰς τρίχας ἁρμόττει παραλαμβανόμενα. τῶν τοιούτων μὲν οὖν ἤδη φαρμάκων ἐστὶ καὶ τὸ κεκαυμένον νίτρον καὶ ὁ ἀφρὸς τοῦ νίτρου τό τε ἀφρῶδες ἀφρόνιτρον. ἐν δὲ τῇ συνεχεῖ χρήσει καὶ τὰ μέλαινα καλούμενα σκεύη τὰ Ἀλεξανδριωτικὰ κοπτόμενα δηλονότι καὶ διαττώμενα λεπτῷ κοσκίνῳ. τοῖς πένησι δ’ ἐγὼ καὶ τὰ τῶν κεραμίδων ὄστρακα καὶ τὰ τοῦ κλιβάνου καὶ τὴν κίσσηριν ἄκαυστόν τε καὶ κεκαυμένην ἐδήλωσα. προῖκα δ’ ἂν ἔχοι τις ἐπὶ θαλάττῃ διατρίβων ἢ πόλει μὴ πόῤῥω θαλάττης, ὄστρακα κεκαυμένα κηρύκων τε καὶ πορφυρῶν καὶ τῶν ἄλλων ὀστρέων. τὸ δὲ τῆς σηπίας ὄστρακον καὶ χωρὶς τοῦ καυθῆναι. ταῦτα μὲν τοῖς πάνυ πένησιν, τοῖς δ’ ἄλλοις ἀλκυόνιόν τε καὶ στρούθιον οἵ τε ἐλλέβοροι καὶ ἡ τῆς βρυωνίας ῥίζα καὶ ἡ τοῦ δρακοντίου καὶ ἀριστολοχίαι καὶ κάγχρου καὶ πάνακος ῥίζα καὶ τἄλλα ὅσα τοιαῦτα. λέλεκται γὰρ, ὡς ἔφην, πολλὰ διὰ τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας. ταῦτα δ’ εὐώδη ποιῆσαι βουλόμενος μίξεις κυπέρου καὶ μελιλώτου καὶ ῥόδων
12.458
ξηρῶν καὶ σχίνου ἄνθους ἴρεώς τε τῆς Ἰλλυρίδος μελισσοφύλλου τε καὶ τῆς κυδωνίας πόας. καὶ εἰ πλουσίοις σκευάζοις, ἐμβαλεῖς στάχυος νάρδου τῆς τε Ἰνδικῆς καὶ τῆς Κελτικῆς καὶ τῆς ὀρείας καὶ γῆς Ἐρετριάδος, ἐμβαλεῖς δὲ καὶ μαλαβάθρου καὶ φύλλου μαλαβάθρου καὶ ἀμώμου καὶ σμύρνης καὶ κρόκου καὶ κόστου καὶ ἡδυχρόου. τῷ δὲ ἀποροῦντι πολυτελοῦς ὕλης καὶ δι’ εὐτελεστέρας οἱ τὰ κοσμητικὰ συνθέντες ἐπενόησαν, ὧν καὶ Κρίτων μέμνηται ἐν τῷ πρώτῳ τῶν κοσμητικῶν γράφων ὧδε. λαβὼν χύτραν ὀστρακίνην καινὴν, πῶμα ἔχουσαν μεγάλην, ἔμβαλλε εἰς αὐτὴν κατὰ θέσιν βώλους κιμωλίας. συγκείσθωσαν δὲ οὗτοι κατὰ τὸ ἐνδεχόμενον θεατροειδῶς, ὥστε τὸ μέσον αὐτῶν εἶναι κενόν. μεταξὺ δὲ τῶν βώλων τεθέσθω παραλλήλως μῆλα κυδώνια πρόσφατα εἴκοσι, ταῦτα ἐκ διαλειμμάτων ἀλλάσσειν παραίνει, εἶτα πωμάσας ἔα μαραίνεσθαι τὰ μῆλα. ἐπὶ δὲ τῆς χρήσεως αἱρῶν ὅσον ἐξαρκεῖ καὶ λεαίνων χρῆσθαι παραίνει. μετὰ δὲ τὴν τῶν ψιλώθρων ἐπίθεσιν, ἔχει ἡδεῖάν τινα ὀσμήν. ἄλλο. ῥόδα
12.459
μάλιστα εὐωδέστατα ψύξας ἐν σκιᾷ, ἐπὶ μίαν ἡμέραν ὥστε αὐτὰ μόνα ἰκμάδα μὴ ἔχειν, συντίθει εἰς ἀγγεῖον ὀστράκινον καὶ βώλους κιμωλίας καθὰ προείρηται, ὥστε ὑπεστρῶσθαι τὰ ῥόδα καὶ πάλιν μεταξὺ τῶν βώλων ἐντίθεσθαι, εἶτα πωμάσας ἔα συμπίνειν. ἡ χρῆσις δεδήλωται.

[Περὶ πιτυριάσεως.] Πιτύροις ὅμοια ἀπὸ τοῦ τῆς κεφαλῆς δέρματος ἀποπίπτει πολλάκις ἐνίοις κνωμένοις καὶ διὰ τοῦτο πιτυρίασιν ὀνομάζουσιν οἱ ἰατροὶ τὸ σύμπτωμα τοῦτο, γιγνόμενον ὑπὸ μοχθηρῶν ἰχώρων οὓς ἐκδαπανῆσαι σκοπός ἐστι τοῖς ἰωμένοις αὐτό. πρόδηλον οὖν ὅτι διαφορητικὰ καὶ ῥυπτικὰ προσακτέον ἐστὶ φάρμακα, προπαρασκευάσαντας τὸ σύμπαν σῶμα εἰ φαίνοιτο κακοχυμίας μεστόν. ἐπὶ πάντων γὰρ ἠξίωσα τούτου μεμνῆσθαι, κᾂν παραλείπηταί που κατὰ τὸν λόγον. ἔμιξαν δέ τινες τοῖς εἰρημένοις φαρμάκοις καὶ τῶν στυφόντων ἔνια, ῥωννύναι βουλόμενοι τὸ πεπονθὸς μόριον, ὡς μὴ ῥᾳδίως εἰς ἑαυτὸ καταδέχοιτο τοὺς ἐπιῤῥέοντας ἰχῶρας, ἀλλ’ ἀντιβαίνοιτο καὶ

12.460
ἀποκρούοιτο, καὶ διὰ τοῦτο καὶ Ἀρχιγένης ἐπὶ τοῦ διὰ χαλκάνθου συντιθεμένου φαρμάκου προσέγραψε κατὰ λέξιν οὕτως. τοῦτ’ ἐνεργεῖ ὡς μηδὲν τὸ λοιπὸν γενέσθαι. Κρίτων μὲν οὖν ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν τὴν τῶν τοιούτων φαρμάκων ὕλην ἔγραψεν, εὐθέως κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου, καὶ διὰ τοῦτο, καθάπερ ἀρτίως εἶπον, οὐκ ἀναγκαῖον ἐμὲ γράφειν αὐτὰ πάντων ἐχόντων τὰ βιβλία. τῶν δ’ ὑπ’ Ἀρχιγένους γεγραμμένων μνημονεύσω μάλιστα, ἐπειδὴ καὶ προσέγραψεν αὐτῶν ἐνίοις τὸ μὴ αὖθις ἐᾷν γενέσθαι τὸ σύμπτωμα, γράφει δὲ οὕτω πως αὐτοῖς ὀνόμασιν. δίαιτα δὲ ἔστω τούτοις ἄφυσος μηδὲν τῶν παχυχύμων ἔχουσα, οἷά ἐστιν ὕδνα, μύκητες, βολβὸς, ὄσπριον καὶ κρέα μάλιστα βόειον καὶ τὰ ὅμοια. ἔστω δὲ τὰ προσφερόμενα εὔχυλα, εὔπεπτα καὶ προσπλεκέσθω μέλι ταῖς τροφαῖς. ἔμβαμμα, ὄξος μετὰ ἑψήματος, ἄρτυμα, κύμινον, μάραθρα. τῶν δὲ ἄλλων πεφεισμένη ἡ χρῆσις ἔστω καὶ μάλιστα τραγήματος παντὸς φείδεσθαι καὶ οἶνος λευκὸς καὶ λεπτὸς χρήσιμος εἰς ἡδονὴν
461
δὲ ὁ γλυκὺς καὶ τὸ οἰνόμελι. ὀπώρας ἄριστον σταφυλὴ μαρανθεῖσα, εἶτα σῦκα πρὸ τροφῆς σιτεῖσθαι ἄμεινον. εὐπεψίας δὲ παντὸς μᾶλλον φροντιστέον, περίπατοι πρᾳεῖς πλεῖστοι καὶ ἕωθεν καὶ δείλης ἄριστοι. ψυχρολουσία βαλανείων κρείττων. θερμολουτοῦντι δὲ ἀνοίκειον ἡ πολλὴ διατριβὴ ἐν τῷ ἀέρι καὶ ἡ κατὰ κεφαλῆς περίχυσις μᾶλλον τῆς ἐμβάσεως ἀμείνων καὶ μετὰ ταῦτα δαψιλῶς τῷ ψυχρῷ ἀνάψυχε. ὑπνοῦν εἰς κόρον χρήσιμον. ὀργῆς καὶ θυμοῦ καὶ ἡλιώσεως καὶ σφοδρᾶς ψύξεως ἀπέχεσθαι καὶ πάντων τῶν τὴν κεφαλὴν πληρούντων. Ἀρχιγένους πρὸς πιτυρίασιν. ἐφ’ ὧν δὲ πίτυρα ἐν τῇ κεφαλῇ ἐστιν, προσμίξας τήλει μετὰ τεύτλου χυλοῦ καὶ νίτρου, κιμωλίαν χολῇ βοείᾳ ἢ ὑείᾳ καὶ ὄξει φυρῶν κατάχριε, εἶτα μεθ’ ὥραν ἀποκλύσας ἐπίχριε χαλκάνθῳ καὶ νίτρῳ μετ’ ἐλαίου λείοις ἢ μυροβάλανον καὶ κυάμινον ἄλευρον, ἴσα λεάνας ἐν ὕδατι ἕψε καὶ σμῶ. ἄλλο. ἀμυγδάλοις πικροῖς λελεπισμένοις μεθ’ ὕδατος ἢ ὄξους σμῶ. ὅταν δὲ ξηρανθῶσιν αἱ τρίχες, ἀπόπλυνε θερμῷ. ἢ μαλάχην ἀγρίαν
12.462
ἐν θαλάσσῃ ἑψήσας μέχρι τὸ δέκατον λειφθῇ λέαινε καὶ σμῶ. ἢ νίτρου ἀφρὸν καὶ χάλκανθον, ἴσα μετ’ οἴνου χρῶ τρὶς ἢ τετράκις τοῦ μηνός. τοῦτο ἐνεργεῖ ὡς μὴ τὸ λοιπὸν γενέσθαι. ἢ τρυγὶ οἴνου Ῥοδίου ἢ κισσήρει καὶ νίτρῳ, ἴσοις μετὰ θέρμων σμῆχε. ἢ κιμωλίᾳ μετὰ τήλεως ἀποβρέγματος ἢ νίτρῳ ὀπτῷ καὶ βολβῷ, τούτοις ἅμα ὅλοις ἴσοις σμῶ. ἢ πίσσης ὑγρᾶς ὀῤῥὸν καταχρίσας στυττηρίαν ἐπίπασσε.