De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[γ΄. Περὶ ἀρμενιακοῦ.] Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν τὸ μόριον, οὗ τά τ’ ἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν· αὐτὰ μὲν

212
γὰρ ξηραίνει μετρίως τὰ μετρίως βεβλαμμένα μόρια, τὴν φθείρουσαν τὰς τρίχας ὑγρότητα δαπανῶντα. ταύτης δὲ ἀπολομένης ἡ φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται τῶν τέως αὐτὴν ἐμποδιζόντων οὐκέτ’ ἐνόντων.