De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[θ΄. Περὶ Ἀσσίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἐν Ἀσσῷ γεννώμενος, ὃν καὶ δι’ αὐτὸ τοῦτο καλοῦσιν Ἄσσιον, οὐ σκληρὸς ὡς αἱ πέτραι· πωροειδὴς γάρ ἐστι κατά τε χρόαν καὶ σύστασιν, εὔθρυπτός τε καὶ χαῦνος, ἐπιτρέφεται δ’ αὐτῷ παραπλήσιόν τι ἀλεύρῳ λεπτοτάτῳ, τῷ προσιζάνοντι τοῖς τοίχοις τῶν ἐν τοῖς μύλωσι διαττομένων ἀλεύρων. καλοῦσι μὲν οὖν τὸ φάρμακον τοῦτο πέτρας Ἀσίας ἄνθος. ἔστι δὲ λεπτομερὲς, ὡς ἀδήκτως τὰς πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δ’ αὐτῷ δύναμιν ἔχουσα καὶ ἡ πέτρα καθ’ ἣν γεννᾶται τῷ σφοδρῷ τῆς ἐνεργείας ἀπολείπεται. πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος οὐ μόνον τῷ μᾶλλον ἐκτήκειν καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ χωρὶς δήξεως ἰσχυρῶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτὸ, δρόσου τινὸς ἐκ θαλάττης ἐφιζούσης τῇ πέτρᾳ, κᾄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου.

203

[ι΄. Περὶ γαγάτου καὶ θρᾳκίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ πυρὶ, παραπλησίαν ὀσμὴν ἀσφάλτου ποιῶν, ὃν ὁ Διοσκορίδης καὶ ἄλλοι τινὲς ἐν Λυκίᾳ φασὶν εὑρίσκεσθαι, κατὰ τὸν ποταμὸν ὄνομα Γαγάτην, ὅθεν περ καὶ αὐτῷ τῷ λίθῳ τὴν προσηγορίαν εἶναι φαμέν. οὐ μὴν ἐγὼ εἶδον ἐκεῖνον τὸν ποταμὸν, καίτοι παραπλεύσας ὅλην Λυκίαν μικρῷ πλοίῳ τῆς ἱστορίας ἕνεκα τῶν ἐν αὐτῇ. πλακώδεις δὲ λίθους μελαίνας, εἰ κατὰ πυρὸς ἐπιτεθεῖεν, ἀσθενῆ φλόγα γεννῶντας ἐκόμισα πολλὰς ἐκ τῆς κοίλης Συρίας, ἐν τῷ λόφῳ γεννωμένας τῷ περιέχοντι τὴν νεκρὰν ὀνομαζομένην θάλασσαν, ἐν τοῖς ἀνατολικοῖς αὐτῆς μέρεσιν, ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται. καὶ ἦν ἡ ὀσμὴ τῶν λίθων τῇ ἀσφάλτῳ παραπλησία. ἐχρησάμην δ’ αὐτοῖς εἰς ἐμφυσήματα χρόνια κατὰ γόνυ γινόμενα δυσθεράπευτα, μιγνὺς ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειρασμέναις δυνάμεσιν, καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστέραν αὐτῶν πεποιηκέναι τὴν δύναμιν. ἔμιξα δ’ αὐτὸν καὶ τῇ βαρβάρῳ καλουμένῃ καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς καὶ κόλπους προστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾷν 

204
ἐφ’ ὧν ἡρμοκέναι μάλιστα πεπίστευται. ἔστι δὲ καὶ ἄλλη τις λίθος, ἧς καὶ Νίκανδρος μέμνηται γράφων οὕτως.

  • Ἠέ σύ γε Θρήϊσσαν ἐνὶ φλέξαις πυρὶ λίαν·
  • Εἶθ’ ὕδατι ῥανθεῖσα ἐλάσεται, ἔσβεσε δ’ αὐτὴν
  • Τυτθὸν, ὅτ’ ὀσμήσηται, ἐπιῤῥανθέντος ἐλαίου,
  • Τὴν ἀπὸ Θρηϊκίου νομέες ποταμοῖο φέρουσιν,
  • Ὃν Πόντον καλέουσιν.
  • Ἀλλ’ οὐδὲν ἐξ αὐτῆς ὤφελος ἐς ἰατρικὴν οὐδ’ ὁ Νίκανδρος γράφει παρὰ τὴν δυσωδίαν, ἣ τὰ θηρία θυμιώμενα διώκει.

    [ια΄. Περὶ μαγνίτιδός τε καὶ ἡρακλείας.] Τῶν λίθων δ’ ἐστὶ μία καὶ ἡ μαγνῖτις τε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν.

    [ιβ΄. Περὶ Ἀραβίου.] Ὅ γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως.