De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[γ΄. Περὶ σχιστοῦ καὶ ἄλλων πολλῶν λίθων.] Τούτῳ δὲ τῷ λίθῳ παραπλησίαν μὲν, ἀσθενεστέραν δὲ τὴν δύναμιν

197
ὁ σχιστὸς καλούμενος ἔχει, καὶ μετ’ αὐτὸν ὁ γαλακτίτης. ὁ δὲ μελιτίτης, ὡς ἔφην, ἤδη τι καὶ θερμότητος προσείληφεν. ἕκαστος οὖν αὐτῶν ὁ ἀποχωρῶν κατὰ βραχὺ τῆς τοῦ αἱματίτου δυνάμεως ἐπὶ μὲν τῶν ὀφθαλμῶν ὁμοίως εἰς χρῆσιν ἄγεται, πρᾳότερος δέ ἐστιν· ἀεὶ δὲ τὰ πρᾳότερα φάρμακα τοῖς μὲν ἔτι φλεγμαίνουσι μορίοις ἐστὶ προσηνέστερα, τοῖς δ’ ἀποφλεγμήνασιν μορίοις ἀσθενέστερα πρὸς τὸ τέλος ἐξυγιάσαι. κοινοῦ δὲ τοῦ ξηραίνειν ἅπασι τοῖς λίθοις ὑπάρχοντος, ὅσοι μὲν αὐτῶν ἢ εἰς χυλὸν λυθέντες ἢ ἄλλως λειωθέντες οὐδεμίαν ἐν ἀρχῇ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα, τούτους μὲν ἡγητέον ἀσθενεστάτους τ’ εἶναι καὶ προσηνεστάτους καὶ ἀδηκτοτάτους. ὅσοι δὲ φαίνονταί τινα σαφῆ ποιότητα κατὰ γεῦσιν ἐνδεικνύμενοι, τῆς ποιότητος ἀνάλογον ἔχουσι τὴν ἰσχύν· εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς τὸ θερμῆναί τε καὶ διαφορῆσαι καὶ τῆξαι, μέσοι δ’ αὐτῶν εἰσὶν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν ἢ δάκνειν. ὁ μὲν οὖν αἱματίτης καὶ ὁ σχιστὸς, ὅ τε γαλακτίτης καὶ ὁ μελιτίτης
198
εἰς χυλὸν ἀναλύονται, παρατριβόμενοι, καθάπερ εἶπον, ἀκόναις τε καὶ θυίαις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων λίθων, ὥσπερ οὗτος ὁ κατ’ Αἴγυπτον γεννώμενος, ᾧ χρῶνται στιλπνοῦντες τὰς ὀθόνας. ἔστι δ’ ἀποιότερος τῶν εἰρημένων, οὔτε στύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων. ὅθεν αὐτὸ δὴ τοῦτο μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν, καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντες αὐτὸν εἰς ἐπούλωσιν ἑλκῶν ἐπὶ τῶν μαλακῶν σωμάτων χρῶνται. μίγνυνται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν ὁμοίως τοῖς προειρημένοις. ὅσῳ δ’ ἐστὶ μαλακτικώτερος αὐτῶν διὰ τὸ μηδεμίαν ἔχειν δραστικὴν ποιότητα, τοσούτῳ μετριώτερός τε καὶ ἀναισθητότερος ὑπάρχει. τοῦτον τὸν λίθον ἔνιοι μὲν μόροξον, ἔνιοι δὲ γραφίδα καλοῦσιν.

[δ΄. Περὶ τοῦ Διοσκουρίδου θυΐτου.] Ἁπάντων δὲ τῶν εἰρημένων λίθων ἰσχυροτέραν ἔχει δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας κομιζόμενος, ὑπόχλωρός πως, ὡς ἴασπις ὀνομαζόμενος. ἀνιέμενος οὗτος ὁ λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν δακνώδη τοῖς γενομένοις, καὶ διὰ τοῦτ’ αὐτὴν οὐδεὶς ἔμιξεν 

199
ὀφθαλμικαῖς δυνάμεσιν, οὔτ’ ἀποκρουστικαῖς ῥευμάτων οὔθ’ ἑλκῶν ἰατικαῖς, ἀλλὰ μόνον εἰς τὸ καθῆραί τε καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις, ἐξ ὧν εἰσι καὶ αἱ πρόσφατοι τῶν οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀποῤῥύπτει δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων.

[ε΄. Περὶ Ἰουδαϊκοῦ.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρότερος τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ γινόμενος, λευκὸς μὲν τὴν χρόαν, εὔρυθμος δὲ κατὰ τὸ σχῆμα καὶ γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας. ὀνομάζουσι δ’ αὐτὸν ἀπὸ τῆς χώρας ἐν ᾗ γεννᾶσθαι πέφυκεν Ἰουδαϊκὸν, καὶ χρῶνται πρὸς τοὺς ἐν τῇ κύστει λίθους, ἀνιέντες μὲν ἐπ’ ἀκόνης, ποτίζοντες δὲ δι’ ὕδατος θερμοῦ κυάθων τριῶν. ἡμεῖς δ’ ἐφ’ ὧν ἐπειράθημεν οὐδὲν ἤνυσεν ὡς πρὸς τοὺς ἐν κύστει λίθους, ἐπὶ δὲ τῶν ἐν νεφροῖς συνιμένων ἐστὶ δραστήριος.

[στ΄. Περὶ πυρίτου.] Εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων ἐστὶν καὶ ὁ πυρίτης ὀνομαζόμενος, ᾧ χρώμεθα μιγνύντες ἐμπλάστρῳ διαφορητικῷ. προσεμβάλλεται δ’ αὐτῇ καὶ ὁ

200
σχιστός. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πτύον μὲν πολλάκις, ἀλλὰ καὶ θρομβώδης σύστασις ἐν ταῖς μεταξὺ χώραις τῶν μυῶν γενομένη διεφορήθη. κεκόφθαι δὲ καὶ λελειῶσθαι πάνυ σφόδρα χρὴ τοὺς λίθους ἅπαντας ὅταν εἰς χρῆσιν ἄγωνται, παραπλησίως τοῖς εἰς τὰς ὀφθαλμικὰς δυνάμεις μιγνυμένοις. εἰ μὴ γὰρ χνοώδεις γεννηθεῖεν ὡς εἰς τὸ βάθος καταδύεσθαι τῶν σωμάτων οἷς προσφέρονται, παραπλήσιοι μενοῦσι ταύταις ταῖς θαλαττίαις τε καὶ ποταμίαις ψάμμοις, αἵτινες καὶ αὐταὶ τὴν μὲν κοινὴν ἁπάντων λίθων δύναμιν ἔχουσιν. ξηραίνουσι γοῦν τὴν ὕποιδόν τε καὶ ὑδερώδη σάρκα, κατακλινομένων ἐν αὐταῖς τεθερμασμέναις τῶν καμνόντων. οὐ μὴν εἰς ἄλλο γέ τι χρώμεθα αὐταῖς, ὥσπερ τοῖς προειρημένοις εἰς ὀφθαλμικάς τε καὶ σταλτικὰς αἵματος καὶ ῥοῦ γυναικείου δυνάμεις, ἔτι τε κολλητικὸν ἑλκῶν, ἐπουλωτικόν τε καὶ σαρκωτικόν. ὅσοι γὰρ αὐτῶν οὐκ εἰσὶ δριμεῖς, εἰς ταῦτα πάντες εἰσὶ χρήσιμοι, καθάπερ οἱ δριμεῖς, ὧν ὕστερον ἐμνημόνευσα, πρὸς τὸ ῥύψαι τε καὶ ἀποσμῆξαι
201
καὶ ἀφελεῖν, λεπτῦναί τε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναι καὶ τῆξαι.

[ζ΄. Περὶ φρυγίου.] Ταύτης τῆς δυνάμεως ἔχεται καὶ ὁ φρύγιος καλούμενος. ἀεὶ δ’ αὐτῷ κεκαυμένῳ κέχρημαι, καὶ πρὸς μὲν τὰ σηπεδονώδη τῶν ἑλκῶν ἢ αὐτὸν καθ’ ἑαυτὸν ἢ δι’ ὄξους ἢ δι’ οἰνομέλιτος ἢ δι’ ὀξυκράτου. πρὸς ὀφθαλμοὺς δὲ ξηρὸν ποιῶν φάρμακον, ὃ πολλοὶ λαβόντες ἔχουσιν ἤδη παρ’ ἐμοῦ. μίγνυμι δὲ αὐτῷ καὶ ἄλλα τινά. λεχθήσεται δὲ περὶ αὐτοῦ κατὰ τὴν περὶ συνθέσεως τῶν φαρμάκων πραγματείαν. νυνὶ δ’ ἀρκεῖ περὶ τῆς καθόλου δεδηλῶσθαι δυνάμεως αὐτοῦ. ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως ἅμα καὶ δήξεως. εἴρηται δέ μοι κᾀν τοῖς ἔμπροσθεν ἄριστά τε καὶ πολύχρηστα φάρμακα εἶναι πάντα τὰ μεμιγμένα, ἐν αὑτοῖς ἔχοντα τὰς δύο δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ διαφορητικήν.

[η΄. Περὶ ἀγηράτου.] Ἔστι δὲ καὶ ὁ ἀγήρατος καλούμενος λίθος, ᾧ τοὺς σκυτοτόμους ὁρῶμεν χρωμένους, μικτῆς δ’ ἐστὶ δυνάμεως στυπτικῆς τε καὶ διαφορητικῆς, ἀλλὰ περὶ μόνης τῆς στυπτικῆς σκεπτέον. ὠφελεῖ μὲν ἐναργῶς γαργαρεῶνας

202
φλεγμαίνοντας, οὐ μὴν γευομένοις γε σαφῆ στύψιν ἔχων ἢ δριμύτητα φαίνεται.

[θ΄. Περὶ Ἀσσίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος ἐν Ἀσσῷ γεννώμενος, ὃν καὶ δι’ αὐτὸ τοῦτο καλοῦσιν Ἄσσιον, οὐ σκληρὸς ὡς αἱ πέτραι· πωροειδὴς γάρ ἐστι κατά τε χρόαν καὶ σύστασιν, εὔθρυπτός τε καὶ χαῦνος, ἐπιτρέφεται δ’ αὐτῷ παραπλήσιόν τι ἀλεύρῳ λεπτοτάτῳ, τῷ προσιζάνοντι τοῖς τοίχοις τῶν ἐν τοῖς μύλωσι διαττομένων ἀλεύρων. καλοῦσι μὲν οὖν τὸ φάρμακον τοῦτο πέτρας Ἀσίας ἄνθος. ἔστι δὲ λεπτομερὲς, ὡς ἀδήκτως τὰς πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δ’ αὐτῷ δύναμιν ἔχουσα καὶ ἡ πέτρα καθ’ ἣν γεννᾶται τῷ σφοδρῷ τῆς ἐνεργείας ἀπολείπεται. πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος οὐ μόνον τῷ μᾶλλον ἐκτήκειν καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ χωρὶς δήξεως ἰσχυρῶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, ὡς εἰκάσαι τὴν γένεσιν ἴσχειν αὐτὸ, δρόσου τινὸς ἐκ θαλάττης ἐφιζούσης τῇ πέτρᾳ, κᾄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου.

203

[ι΄. Περὶ γαγάτου καὶ θρᾳκίου.] Ἔστι δὲ καὶ ἄλλος λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ πυρὶ, παραπλησίαν ὀσμὴν ἀσφάλτου ποιῶν, ὃν ὁ Διοσκορίδης καὶ ἄλλοι τινὲς ἐν Λυκίᾳ φασὶν εὑρίσκεσθαι, κατὰ τὸν ποταμὸν ὄνομα Γαγάτην, ὅθεν περ καὶ αὐτῷ τῷ λίθῳ τὴν προσηγορίαν εἶναι φαμέν. οὐ μὴν ἐγὼ εἶδον ἐκεῖνον τὸν ποταμὸν, καίτοι παραπλεύσας ὅλην Λυκίαν μικρῷ πλοίῳ τῆς ἱστορίας ἕνεκα τῶν ἐν αὐτῇ. πλακώδεις δὲ λίθους μελαίνας, εἰ κατὰ πυρὸς ἐπιτεθεῖεν, ἀσθενῆ φλόγα γεννῶντας ἐκόμισα πολλὰς ἐκ τῆς κοίλης Συρίας, ἐν τῷ λόφῳ γεννωμένας τῷ περιέχοντι τὴν νεκρὰν ὀνομαζομένην θάλασσαν, ἐν τοῖς ἀνατολικοῖς αὐτῆς μέρεσιν, ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται. καὶ ἦν ἡ ὀσμὴ τῶν λίθων τῇ ἀσφάλτῳ παραπλησία. ἐχρησάμην δ’ αὐτοῖς εἰς ἐμφυσήματα χρόνια κατὰ γόνυ γινόμενα δυσθεράπευτα, μιγνὺς ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειρασμέναις δυνάμεσιν, καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστέραν αὐτῶν πεποιηκέναι τὴν δύναμιν. ἔμιξα δ’ αὐτὸν καὶ τῇ βαρβάρῳ καλουμένῃ καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς καὶ κόλπους προστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾷν 

204
ἐφ’ ὧν ἡρμοκέναι μάλιστα πεπίστευται. ἔστι δὲ καὶ ἄλλη τις λίθος, ἧς καὶ Νίκανδρος μέμνηται γράφων οὕτως.

  • Ἠέ σύ γε Θρήϊσσαν ἐνὶ φλέξαις πυρὶ λίαν·
  • Εἶθ’ ὕδατι ῥανθεῖσα ἐλάσεται, ἔσβεσε δ’ αὐτὴν
  • Τυτθὸν, ὅτ’ ὀσμήσηται, ἐπιῤῥανθέντος ἐλαίου,
  • Τὴν ἀπὸ Θρηϊκίου νομέες ποταμοῖο φέρουσιν,
  • Ὃν Πόντον καλέουσιν.
  • Ἀλλ’ οὐδὲν ἐξ αὐτῆς ὤφελος ἐς ἰατρικὴν οὐδ’ ὁ Νίκανδρος γράφει παρὰ τὴν δυσωδίαν, ἣ τὰ θηρία θυμιώμενα διώκει.

    [ια΄. Περὶ μαγνίτιδός τε καὶ ἡρακλείας.] Τῶν λίθων δ’ ἐστὶ μία καὶ ἡ μαγνῖτις τε καὶ Ἡρακλεία καλουμένη, παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν.

    [ιβ΄. Περὶ Ἀραβίου.] Ὅ γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως.

    [ιγ΄. Περὶ ἀλαβαστρίτου.] Καὶ ὁ ἀλαβαστρίτης δὲ καλούμενος

    205
    ὄνυξ εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. ἔνιοι δὲ καὶ ποτίζουσι τοὺς στομαχικοὺς αὐτήν.