De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[θ΄. Περὶ σεσέλεως.] Σέσελι. καὶ ἡ ῥίζα μὲν, ἔτι δὲ καὶ ὁ καρπὸς τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον. ἔστι δὲ καὶ λεπτομερὲς, ὡς καὶ πρὸς ἐπιληψίας τε καὶ ὀρθοπνοίας ἁρμόττειν.

[ι΄. Περὶ σησάμου.] Σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον ἐν αὑτῷ καὶ λιπαρὸν, ὅθεν ἐμπλαστικόν τ’ ἐστὶν ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’ αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. καὶ τῆς πόας δὲ τὸ ἀφέψημα παραπλησίας ἐστὶ δυνάμεως.

[ια΄. Περὶ σησαμοειδοῦς.] Σηταμοειδὲς τὸ μέγα, ὅπερ καὶ Ἀντικυρικὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ. τοῦτο καὶ τῇ ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον ἐκείνῳ τὴν δύναμίν ἐστιν.

121

[ιβ΄. Περὶ σησαμοειδοῦς τοῦ λευκοῦ.] Σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος. πικρὸν δ’ ἱκανῶς ἐστι. θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ ῥύπτει.

[ιγ΄. Περὶ σιδηρίτιδος.] Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικὸν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν ἐστι καὶ μετρίως ψυχρὸν, ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντός τ’ ἐστὶ καὶ κολλητικός. καλοῦσι δ’ ἔνιοι καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν ἐμφερῆ μὲν τῇ προειρημένῃ κατὰ τὴν δύναμιν οὖσαν, εἴς γε τὰ νῦν εἰρημένα, πλεονεκτούσης δ’ αὐτῆς τῇ στύψει. διὸ καὶ πρὸς αἱμοῤῥαγίας τε καὶ δυσεντερίας καὶ τοὺς γυναικείους ἁρμόττει ῥοῦς.

[ιδ΄. Περὶ σικύου ἐδωδίμου.] Σίκυος ἐδώδιμος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τ’ εἰσὶ καὶ λαμπρύνουσι τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κᾄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ ἐν αὐτοῖς

122
ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, οὐ μὴν ἰσχυρῶς, ἀλλ’ ὡς ἐν τῇ δευτέρᾳ που τάξει τίθεται. εἰ μέντοι τις τὸ σπέρμα ξηραίνειεν ἢ τὴν ῥίζαν, οὐκέτ’ οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’ ἤδη τῆς ξηραινούσης κατὰ τὴν πρώτην που τάξιν, ἢ καὶ τὴν δευτέραν ἀρχομένην. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ.

[ιε΄. Περὶ σικύου ἀγρίου.] Σικύου ἀγρίου καὶ ὁ τοῦ καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ τὰ ἄλλα τὰ πικρά τε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον. ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον καὶ διαφορητικῆς ἐστι δυνάμεως· οὕτω γοῦν αὐτῷ καὶ συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἢ ἐλαίου παλαιοῦ. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται. 

123
τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, ὁ δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν, ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως. καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος δ’ αὐτῆς ἐστιν ὁ φλοιός.

[ιστ΄. Περὶ σιλφίου.] Σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπὸς, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο δύσπεπτα. ἔξωθεν μέντοι κατὰ τοῦ σώματος ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν.

[ιζ΄. Περὶ σίσωνος.] Σίσων θερμὸς καὶ ὑπόπικρός ἐστι τὴν γεῦσιν. ὅθεν οὐρητικός τ’ ἐστὶ καὶ πεπτικὸς, ἐμμήνων τε προκλητικὸς ἐκφρακτικός τε τῶν κατὰ τὰ σπλάγχνα πασῶν ἐμφράξεων.

[ιη΄. Περὶ σίου.] Σίον, εἰς ὅσον ἀρωματίζει πως κατὰ τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης πως μετείληφε

124
δυνάμεως. ἔστι δὲ διαφορητικόν τε καὶ διουρητικὸν καὶ λίθων τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν.

[ιθ΄. Περὶ σισάρου ῥίζης.] Σισάρου ἡ ῥίζα ἑφθεῖσα εὐστόμαχός τέ ἐστι καὶ οὐρητικὴ, θερμαίνουσα κατὰ τὴν δευτέραν τάξιν, ἔχουσα δέ τι καὶ πικρότητος καί τι στύψεως βραχείας.

[κ΄. Περὶ σισυμβρίου.] Σισύμβριον λεπτομεροῦς διαφορητικῆς, θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶ δυνάμεώς τε καὶ κράσεως. καὶ τὸ σπέρμα δ’ αὐτοῦ λεπτομερές τε καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὴν διδόασι τοῖς τε λύζουσιν καὶ τοῖς στροφουμένοις.

[κα΄. Περὶ σισυμβρίου.] Σισύμβριον, ὅπερ ἔνιοι καρδαμίνην ὀνομάζουσιν, ἐπειδὴ καρδαμώμου τι παραπλήσιον ἔχει κατὰ τὴν γεῦσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων τε ἅμα καὶ θερμαινόντων, ὅταν δ’ ὑγρόν τε καὶ χλωρὸν, τῆς δευτέρας.

[κβ΄. Περὶ σκάνδικος.] Σκάνδιξ τῶν ἀγρίων ἐστὶ λαχάνων, ὑπόδριμύ τε καὶ πικρὸν, ὡς εἶναι ἐν τῷ ξηραίνειν τε

125
καὶ τῷ θερμαίνειν ἤτοι τῆς δευτέρας τάξεως ἐπιτεταμένης ἢ τρίτης ἀρχομένης. οὐρητικὸν δ’ ἱκανῶς ἐστι καὶ τῶν σπλάγχνων ἐκφρακτικὸν, ἐκ τῶν εἰρημένων ποιοτήτων συγκείμενον.

[κγ΄. Περὶ σκίλλας] Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ κατά γε τοῦτο θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων. ἄμεινον δ’ ὀπτῶντας ἢ ἑψοῦντας λαμβάνειν· ἐκλύεται γὰρ οὕτως αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως.

[κδ΄. Περὶ σκολύμου ῥίζης.] Σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι. καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος. τοῦτο μὲν οὖν ὡς καθαρτικῷ τοιούτου χυμοῦ τῷ φαρμάκῳ καθ’ ὅλην ὑπάρχει τὴν οὐσίαν. ἡ δὲ κατὰ τὰς ποιότητας ἐνέργεια θερμὸν μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη πληρουμένην ἢ τρίτην ἀρχομένην ἐνδείκνυται τὸ φάρμακον, ξηρὸν δὲ κατὰ τὴν δευτέραν.

[κε΄. Περὶ σκορδίου.] Σκόρδιον. ἐκ πολυειδῶν τοῦτο καὶ χυμῶν καὶ δυνάμεων σύγκειται. καὶ γὰρ καὶ πικρὸν ἔχει

126
τι καὶ στρυφνὸν καὶ δριμὺ, καὶ μάλιστά γε σκορόδῳ προσέοικεν αὐτοῦ τὸ δριμὺ, ὅθεν, οἶμαι, καὶ τὴν προσηγορίαν ἀπηνέγκατο. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν καὶ ψύξιν ἰᾶται πινόμενον, κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν ἐπιπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ, καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον.

[κστ΄. Περὶ σκορόδου.] Σκόροδον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ ὀφιοσκόροδον ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον ἰσχυρότερον τοῦ ἡμέρου, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἄγρια.

[κζ΄. Περὶ σκορδοπράσου.] Σκορδόπρασον ὥσπερ ἐν τῇ γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν σκόρδου τε καὶ πράσου κέκτηται ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τῇ δυνάμει.

[κη΄. Περὶ σκορπιοειδοῦς.] Σκορπιοειδὲς θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν.

127