De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[γ΄. Περὶ ῥήου.] Ῥῆον, ἔνιοι δὲ προσαγορεύουσιν αὐτὸ ῥᾶ, μικτῆς ἐστι κράσεώς τε καὶ δυνάμεως. ἔχει μὲν γάρ τι καὶ γεῶδες ψυχρὸν, ὡς ἡ στύψις δηλοῦ σύνεστι δέ τις αὐτῷ καὶ θερμότης, ὑπόδριμυ γὰρ ἐπιπλέον διαμασώμενον φαίνεται. καὶ μὴν ὡς ἀερώδους τινὸς οὐσίας μετέχει λεπτομεροῦς δηλοῖ μὲν καὶ ἡ χαυνότης τε καὶ ἡ κουφότης, ἀτὰρ οὐχ ἥκιστα καὶ τὰ ἔργα. δι’ αὐτὸ γάρ τοι τοῦτο καί τοι στῦφον ὅμως οὐ σπάσματα μόνον, ἀλλὰ καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ. οὕτω δὴ καὶ πελιώματα καὶ λειχῆνας ἰᾶται μετ’ ὄξους ἐπαλειφόμενον. ὅτι δὲ καὶ τὰ τῆς στύψεως ἔργα γενναῖα, καταμαθεῖν ἔστιν ἐξ ὧν ὀνίνησιν αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς καὶ δυσεντερικούς. οὐ γὰρ ἀντιπράττει τῷ γεώδει ψυχρῷ τὸ λεπτομερὲς ἀερῶδες. ἀλλ’ οὖν τὸ ποδηγοῦν τε καὶ πρὸς βάθος ἄγον αἴτιον ἰσχυροτέρας ἐνεργείας γίνεται.

113

[δ΄. Περὶ ῥητινῶν.] Ῥητίναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι. διαφέρουσι δ’ ἀλλήλων τῷ τε πλέον ἢ ἔλαττον ἔχειν ἔν τε τῇ γεύσει δριμὺ κᾀν τῇ δυνάμει θερμαῖνον καὶ τῷ τὰς μὲν ἧττον αὐτῶν εἶναι λεπτομερεῖς, τὰς δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’ οὔ. προκέκριται δ’ εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη, μαστίχην δ’ αὐτὴν ὀνομάζουσι. πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀτονίαις καὶ φλεγμοναῖς ἁρμόττειν, ἔτι καὶ τὸ ξηραίνειν καὶ ἀλύπως αὐτῇ πάρεστιν. ἥκιστα γάρ ἐστι δριμεῖα καὶ μάλιστα λεπτομερής. τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει, σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα, πικρότητα δέ τινα κεκτημένη, δι’ ἣν καὶ μᾶλλον τῆς μαστίχης διαφορεῖ. διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ ῥύπτειν αὐτῇ πάρεστιν ἐπὶ τοσοῦτον, ὥστε καὶ ψώρας ἰᾶσθαι. καὶ μὲν δὴ καὶ τὰ ἐκ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστι. ἥ γέ

114
τοι πευκίνη, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, δριμύτεραι μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτ’ ἐπισπῶνται. μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη καὶ ἐλατίνη, δριμύτεραι μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς πευκίνης τε καὶ στροβιλίνης. ἔχει δὲ καὶ μαλακτικὸν ἡ τερμινθίνη ῥητίνη. δευτέρα δ’ ἐστὶν ἐν τῷ μαλάσσειν ἡ σχινίνη, καθάπερ ἡ κυπαρισσίνη δριμεῖα.