De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιε΄. Περὶ μήκωνος ἡρακλείας.] Μήκων ἡρακλεία, καλεῖται δὲ καὶ ἀφρώδης, ὅτι σύμπασα λευκή τ’ ἐστὶ καὶ

75
ἀφρώδης οὖσα σμικρά. καθαρτικὸν δ’ ἔχει φλέγματος τὸ σπέρμα.

[ιστ΄. Περὶ μηλέας.] Μηλέα οὐ πᾶσά ἐστι μιᾶς φύσεως, ὥσπερ οὐδὲ τοῦ καρποῦ. τὰ μὲν γάρ ἐστι γλυκέα τῶν μήλων, τὰ δ’ αὐστηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δ’ ὀξέα τὰ δὲ τελέως ἔκλυτα καὶ ὑδατώδη. καὶ δὴ καὶ κρατεῖ τὸ μὲν ὑδατῶδες ἐν τούτοις, ὡς εἶναι τὴν κρᾶσιν αὐτῶν ὑγροτέραν τε καὶ ψυχροτέραν, τὸ γεῶδες ψυχρὸν ἐν τοῖς στρυφνοῖς, ἐν δὲ τοῖς αὐστηροῖς τοῦτό τε καὶ τὸ ὑδατῶδες ψυχρὸν, ὥσπερ ἐν τοῖς γλυκέσι τὸ ὑδατῶδες εὔκρατον. οὕτω δὲ καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν δένδρων ἀλλήλων διαφέρουσιν, ὥστ’ ἔχοις αὐτοῖς μὲν αὐστηροτέροις τε καὶ ὀξυτέροις τραύματά τε κολλᾷν καὶ τῶν ἐν γενέσει φλεγμονῶν ἀναστέλλειν τὸ ἐπιῤῥέον καὶ στόμαχον ἔκλυτον καὶ γαστέρα ῥωννύναι, τοῖς δ’ ὑδατωδεστέροις τὰς μετρίας φλεγμονὰς ἀρχομένας τε καὶ ἐπιδιδούσας ἀνιέναι. τῆς θεραπευτικῆς δ’ ἐστὶν ἤδη ταῦτα μεθόδου, διὸ καὶ θᾶττον ἀπολειπτέον αὐτά. ὅτι δὲ παμπόλλη τις ἅπασι τοῖς μήλοις

76
ὑγρότης ἐμφέρεται περιττωματικὴ καὶ ψυχρὰ δῆλον κᾀκ τοῦ μηδενὸς αὐτῶν τὸν χυλὸν διαμένειν, ἀλλ’ ὀξύνεσθαί τε καὶ φθείρεσθαι πάντας. μόνον γὰρ τῶν κυδωνίων καὶ στρουθίων, ἃ δὴ διὰ τὴν ἐπικρατοῦσαν στύψιν ἧττόν ἐστιν ὑγρὰ τῶν ἄλλων, ὁ χυλὸς ἑψηθεὶς μετὰ μέλιτος οἷός τε διαμένειν ἐστίν. αὐτὸς δὲ καθ’ ἑαυτὸν οὐδ’ οὕτως μόνιμος.

[ιζ΄. Περὶ μηλέας Περσικῆς.] Μηλέα Περσικὴ καλεῖται συνήθως ὑπὸ πάντων ἤδη Περσικὴ μόνον, αὐτὸ δὴ τοῦτο παραλιπόντων τὸ μῆλον. τὸ δένδρον ἔν τε τοῖς βλαστοῖς καὶ τοῖς φύλλοις ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα καὶ διὰ τοῦτο αὐτοῦ τὰ φύλλα τὰς ἕλμινθας ἀποκτείνει λειωθέντα καὶ κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα. καὶ ἄλλως δὲ διαφορητικόν ἐστι φάρμακον. ὁ δὲ καρπὸς αὐτοῦ, τοῦτο δὴ ἐδώδιμον περσικὸν, ὑγρότερόν τ’ ἐστὶ καὶ ψυχρότερον τὴν κρᾶσιν.

[ιη΄. Περὶ μηλέας Ἀρμενικῆς.] Μηλέα Ἀρμενική. ταύτης ἐκλέλειπται τὸ παλαιὸν ὄνομα. καλοῦσι· γὰρ ἅπαντες καὶ τὸν καρπὸν καὶ τὸ δένδρον πρεκόκκιον. ἔστι δὲ ὑγρός 

77
τε καὶ ψυχρὸς ὁ καρπὸς, ἄμφω κατὰ δευτέραν που μάλιστα πεπονθὼς ἀπόστασιν.

[ιθ΄. Περὶ μηλέας Μηδικῆς.] Μηλέα Μηδική. ταύτης ὁ καρπὸς ,οὐκέτι μῆλον Μηδικὸν, ἀλλὰ κιτρίον ὑπὸ πάντων ὀνομάζεται, κατὰ μὲν τὸ σπέρμα τὴν ὀξεῖαν ποιότητα καὶ ξηραντικὴν δύναμιν ἐπικρατοῦσαν ἔχον, ὡς τῆς τρίτης εἶναι τάξεως ἀπὸ τῶν ξηραινόντων τε καὶ ψυχόντων· κατὰ δὲ τὸν φλοιὸν ξηραινούσης κᾀνταῦθα μετείληφε κράσεως, ἀλλ’ οὐκ ὀλίγον ἐχούσης τὸ δριμὺ, διὸ καὶ ξηραίνει τοῦτο κατὰ δευτέραν ἀπόστασιν. οὐ μὴν ψυχρόν γ’ ἐστὶν, ἀλλ’ ἤτοι σύμμετρον ἢ βραχύ τι κατωτέρω. ἡ δὲ σὰρξ αὐτοῦ παχύχυμός τέ ἐστι καὶ φλεγματικὴ καὶ ψυχρά· αὐτὴ μὲν γὰρ ἐσθίεται καθάπερ καὶ ὁ φλοιός. τὸ δὲ σπέρμα πᾶν ἄβρωτον, τό θ’ ὑγρὸν καὶ ὀξῶδες, ὑπὲρ οὗ πρώτου διείλεγμαι καὶ ὁ ἐν αὐτῷ πυρὴν εὑρισκόμενος, ὅσπερ ὄντως ἐστὶ σπέρμα, πικρὸς δ’ οὗτός ἐστι καὶ δηλονότι διαφορητικὸς καὶ ξηραντικὸς κατὰ τὴν δευτέραν που τάξιν ἀφεστηκὼς τῶν συμμέτρων. καὶ τὰ φύλλα δὲ ξηραντικῆς τέ ἐστι καὶ διαφορητικῆς δυνάμεως.

78

[κ΄. Περὶ μήου.] Μῆον. αἱ ῥίζαι τούτου χρήσιμοι, θερμαὶ μὲν κατὰ τὴν τρίτην ἀπόστασιν ὑπάρχουσαι, ξηραὶ δὲ κατὰ τὴν δευτέραν. διὰ τοῦτο γοῦν οὖρά τε κινῆσαι βουλόμενοι καὶ καταμήνια προκαλέσασθαι, χρῶνται τῷ φαρμάκῳ. κεφαλαλγές τ’ ἐστι πλεῖον λαμβανόμενον, ὡς ἂν ἐπὶ πλέον ὑπάρχον θερμὸν ἢ ξηρόν. ὑγρότητα γὰρ ἀπεπτοτέραν τε ἔτι καὶ φυσωδεστέραν ἡ ἐν αὐτῇ θερμότης ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, οὕτως αὐτὴν ἀδικεῖ.

[κα΄. Περὶ μίλακος τραχείας.] Μῖλαξ ἡ τραχεῖα κληματώδης ἐστὶν, ὡς ἑλίττεσθαι περὶ τὰ δένδρα πολυειδῶς ἄνω καὶ κάτω. τὰ δὲ φύλλα καὶ γευσάμενα δριμύ τι ἔχει καὶ ἄλλως χρώμενα θερμαίνει.

[κβ΄. Περὶ μίλακος λείας.] Μῖλαξ ἡ λεία παραπλησία πώς ἐστι τῇ προειρημένῃ κατὰ τὴν δύναμιν.

[κγ΄. Περὶ μορέας.] Μορέας ὁ καρπὸς ὁ μὲν πέπειρος ὑπάγει γαστέρα, ὁ δ’ ἄωρος ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττει καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις. κόπτεται

79
δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ καὶ ὁ τῆς ῥοῦ καρπὸς, ἢ εἴ τις ἐθέλει δι’ ὕδατος ἢ οἴνου πίνεται. ὅτι δὲ ὁ τῶν πεπείρων χυλὸς εἰς τὰ στοματικὰ φάρμακα χρήσιμος ὑπάρχει διὰ τὴν συνοῦσαν αὐτῷ στύψιν, οὐδεὶς ἀγνοεῖ. καὶ πρὸς ἄλλα δὲ δηλονότι πολλὰ τῶν κατὰ μέρος, ὅσα μετρίας δεῖται στύψεως, ἁρμόττει. τὰ δ’ ἄωρα πρὸς τῇ στρυφνότητι καὶ ὀξύτητος μετέχει. καὶ τὸ σύμπαν δένδρον ἐν ἅπασι τοῖς αὐτοῦ μέρεσι μικτήν τινα δύναμιν ἔοικεν ἔχειν ἐξ ἐφεκτικῆς τε καὶ καθαρτικῆς συγκείμενον. ἐπικρατεῖ δὲ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτικὴ μετά τινος πικρότητος, ὥστε καὶ πλατεῖαν ἕλμινθα κτείνει· ἐν δὲ τοῖς ἄλλοις μορίοις ἡ ἐφεκτικὴ. κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς, μέση πως ἀμφοῖν ἐστιν ἡ κρᾶσις.