De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[θ΄. Περὶ λευκάδος.] Λευκὰς δριμείας ἐστὶ ποιότητος ἐπικρατούσης, κράσεως δὲ θερμῆς καὶ ξηρᾶς κατὰ τὴν τρίτην που τάξιν.

[ι΄. Περὶ λευκακάνθου.] Λευκάκανθον, οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα καλοῦσι, πικρὰ ταύτης ἡ ῥίζα, καὶ διὰ τοῦτο τέμνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς πρώτης ἐστὶ τάξεως.

[ια΄. Περὶ λευκοΐου.] Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν χλωρῶν μᾶλλον, ὥστε καὶ τὰς ἐπ’ ὀφθαλμοῖς οὐλὰς τὰς παχείας λεπτύνει καὶ καταμήνιά τε τὸ ἀφέψημα αὐτῶν προτρέπει καὶ χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται, καὶ εἰ ποθείη δὲ, φθόριόν ἐστι φάρμακον. καὶ γὰρ οὖν καὶ πικρόν

59
ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ὕδατος ἐπιμιξίᾳ πολλοῦ πραΰνειεν, ἤ τινι τῶν τοιούτων, ἕξει καὶ πρὸς φλεγμονὴν ἀγαθὸν φάρμακον. οὕτω γοῦν καὶ τὸ ἀφέψημα αὐτοῦ, εἰ μὴ ἄκρατον εἴη, τὰς ἐν μήτρᾳ φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλισθ’ ὅσαι κεχρονίκασι σκιῤῥωδῶς. οὕτω δὲ καὶ μετὰ κηρωτῆς ἕλκη δυσεπούλωτα θεραπεύει. χρῶνται δ’ αὐτῷ τινες σὺν μέλιτι καὶ πρὸς ἄφθας. ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως ἐπιτηδειότατός ἐστι πινόμενος ὅσον δυοῖν δραχμῶν πλῆθος ἢ προστιθέμενος σὺν μέλιτι, καταμήνιά τε κινεῖν πεπίστευται καὶ ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν. αἱ δὲ ῥίζαι παραπλησίας οὖσαι δυνάμεως, πλὴν ὅσον παχυμερέστεραί τ’ εἰσὶ καὶ γεωδέστεραι, μετ’ ὄξους ἰῶνται σπλῆνας σκιῤῥουμένους. ἔνιοι δὲ καὶ τὰς σκιῤῥουμένας φλεγμονὰς ἰῶνται δι’ αὐτοῦ.

[ιβ΄. Περὶ λεύκης.] Λεύκη τὸ δένδρον μικτόν πώς ἐστι τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης οὐσίας, ὅθεν καὶ τῆς ῥυπτικῆς μετέχει δυνάμεως.

60