De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[λδ΄. Περὶ κόκκου βαφικοῦ.] Κόκκος βαφικὸς στυπτικὴν μὲν ἔχει καὶ πικρὰν ἅμα τὴν ποιότητα, ξηραίνει δ’ ἀμφοτέραις ἀδήκτως, καὶ διὰ τοῦτο πρός τε τὰ μεγάλα τῶν τραυμάτων ἁρμόττει καὶ πρὸς τὰς τῶν νεύρων τρώσεις. λειοῦσι δ’ αὐτὴν ἔνιοι μὲν σὺν ὄξει τηνικαῦτα, σὺν ὀξυμέλιτι δ’ ἄλλοι.

[λε΄. Περὶ κοκκυμηλέας.] Κοκκυμηλέας ὁ καρπὸς ὑπάγει γαστέρα, καὶ πρόσφατος μὲν ὑπάρχων μᾶλλον, ξηρανθεὶς δ’ ἧττον. Διοσκουρίδης δ’ οὐκ οἶδ’ ὅπως τὰ Δαμασκηνὰ κοκκύμηλα ξηρανθέντα φησὶν ὑπέχειν γαστέρα. ὑπάγει μὲν γὰρ καὶ ταῦτα σαφῶς, ἀλλ’ ἧττον τῶν ἐκ τῆς Ἰβηρίας.

33
ἔστι δὲ τὰ μὲν Δαμασκηνὰ στυπτικώτερα, τὰ δ’ ἐκ τῆς Ἰβηρίας γλυκύτερα, καὶ δὴ καὶ τὰ δένδρα τοῖς καρποῖς ἀνάλογον. ἧττον μὲν στυπτικὰ τὰ κατὰ τὴν Ἰβηρίαν, μᾶλλον δὲ τὰ κατὰ τὴν Δαμασκόν. ἁπλῶς δ’ εἰπεῖν ὧν ἐν τοῖς φύλλοις ἢ τοῖς βλαστοῖς ἐμφαίνεταί τις στύψις σαφὴς, ταῦτα ἀφεψόμενα διάκλυσμα γίγνεται τῶν περὶ γαργαρεῶνα καὶ παρίσθμια φλεγμονῶν. ὁ δὲ τῶν ἀγρίων καρπὸς στυπτικὸς ἐναργῶς ἐστι καὶ σταλτικὸς γαστρός. ὀνομάζεται δὲ τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀσίαν προῦμνον. τὸ δὲ κόμμι τοῦ δένδρου φασὶν ἔνιοι μετ’ οἴνου πινόμενον λίθων εἶναι θρυπτικὸν, σὺν ὄξει δὲ λειχῆνας ἰᾶσθαι παίδων, καὶ εἴπερ αὐτὸ ποιεῖ, δῆλον ὡς τμητικῆς τε καὶ λεπτομεροῦς μετέχει δυνάμεως.

[λστ΄. Περὶ κόλλας.] Κόλλα, ἣν εἰς τὰ βιβλία σκευάζουσιν ἐκ σεμιδάμεώς τε καὶ γύρεως, ἐμπλαστικῆς τε καὶ πεπτικῆς ἐστι δυνάμεως οἷς ἂν καταπλασθῇ μέρεσιν.

[λζ΄. Περὶ κολοκύνθης.] Κολοκύνθη ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν δευτέραν ἐν ἀμφοῖν τάξιν, ὅθεν καὶ

34
τῶν ξυσμάτων αὐτοῦ ὁ χυλὸς πρὸς ὠταλγίας τὰς κατὰ φλεγμονὴν ἁρμόττει σὺν ῥοδίνῳ χρωμένοις. οὕτω δὲ καὶ ὅλη καταπλαττομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει μετρίως. ἔστι δὲ καὶ ἐσθιομένη πλαδώδης καὶ ἄδιψος.

[λη΄. Περὶ κολοκυνθίδος.] Κολοκυνθὶς πικρὰ μέν ἐστι τὴν γεῦσιν, ἀλλ’ ὅσα πικρότητος ἔργα πρόσεστι πινομένῳ φαρμάκῳ, ταῦτ’ οὐ δύναται δρᾷν ἐναργῶς ἀπὸ τῆς καθαρτικῆς δυνάμεως, ἣν ἰσχυρὰν ἐν αὐτῇ κέκτηται, φθάνουσα μεθ’ ὧν καθαίρει διὰ τῆς γαστρὸς ἐκκρίνεσθαι. χλωρᾶς δ’ αὐτῆς ὁ χυλὸς ἀνατριβόμενος ἰσχιάδας ὀνίνησι.

[λθ΄. Περὶ κομάρου.] Κόμαρος. στρυφνὸν τῇ ποιότητι τὸ δένδρον ἅμα τῷ καρπῷ, μημέκυλον δὲ ὀνομάζουσιν αὐτόν. ἔστι δὲ καὶ κακοστόμαχος οὗτος καὶ κεφαλαλγής.