De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[κβ΄. Περὶ κηκίδος.] Κηκὶς ἡ μὲν ὀμφακῖτις ὀνομαζομένη στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον μετέχουσα, δι’ ἣν ξηραίνει καὶ ἀποκρούεται ῥεύματα καὶ συνάγει καὶ σφίγγει τὰ χαλαρὰ καὶ ἄῤῥωστα μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται. καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δὲ ἐν τῷ ψύχειν τάξεως. ἡ δ’ ἑτέρα κηκὶς, ἡ ξανθὴ καὶ χαύνη καὶ μεγάλη, ξηραίνει μὲν καὶ αὐτὴ, ἀλλ’ εἰς τοσοῦτον ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ αὑτὴν, εἶτα λειουμένη, κατάπλασμα τῶν ἐν ἕδρᾳ φλεγμονῶν ἐστι καὶ προπτώσεων οὐκ ἀγεννές. ἑψεῖν δὲ χρὴ μετρίας μὲν τῆς στύψεως

25
δεόμενον ἐν ὕδατι, σφοδροτέρας δ’ ἐν οἴνῳ, καὶ εἰ μᾶλλον ἔτι δέοιτο παραυξῆσαι τὴν στύψιν, ἔστω σοι καὶ ὁ οἶνος αὐστηρότερος. οἰνοκηκίδα ταύτην ὀνομάζουσιν οἱ παρ’ ἡμῖν ἄγροικοι. καυθεῖσαι δὲ αἱ κηκίδες ἰσχαίμου δυνάμεως γίγνονται καὶ δηλονότι θερμότητος καὶ δριμύτητος ἐκ τῆς καύσεως μεταλαμβάνουσι, καὶ λεπτομερέστεραι τῶν ἀκαύστων εἰσὶ καὶ ξηραντικώτεραι. χρὴ δὲ ὅταν ἰσχαίμους αὐτὰς ποιῆσαι βουληθῇς, διαπύρους ἐπ’ ἀνθράκων ἐργασάμενον καὶ οἴνῳ, ἢ ὄξει σβεννύναι.

[κγ΄. Περὶ κηροῦ.] Κηρὸς ἐν τῷ μέσῳ πώς ἐστι τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων. ἔχει δέ τι καὶ παχυμερὲς καὶ ἐμπλαστικὸν, διὸ οὐ μόνον οὐ ξηραίνειν, ἀλλὰ καὶ κατὰ συμβεβηκὸς ὑγραίνειν ἂν ἴσως δόξειε κωλύων τὰς διαπνοὰς, ὅθεν καὶ ὕλη τῶν ἄλλων ἐστὶ φαρμάκων τῶν θερμαινόντων τε καὶ ψυχόντων, αὐτὸς δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν, οὔτ’ εἴσω τοῦ σώματος λαμβανόμενον, ἀλλὰ τῶν ἔξωθεν 

26
ἐπιτιθεμένων. ἔχει γάρ τι βραχὺ διαφορητικῆς τε καὶ θερμῆς δυνάμεως, ἧς πλείστης τὸ μέλι μετείληφε.

[κδ΄. Περὶ κίκεως.] Κίκεως ὁ καρπὸς ὥσπερ καὶ καθαίρει, ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν, οὕτω καὶ τὸ φύλλον, ἀλλὰ πάντῃ ἀσθενέστερον. τό γ’ ἔλαιον τὸ ἐκ τοῦ καρποῦ θερμότερόν τε καὶ λεπτομερέστερόν ἐστι τοῦ κοινοῦ ἐλαίου καὶ διὰ τοῦτο καὶ διαφορητικόν.

[κε΄. Περὶ κινναμώμου.] Κιννάμωμον ἄκρως ἐστὶ λεπτομερὲς, οὐ μὴν ἄκρως γε θερμὸν, ἀλλ’ ἐκ τῆς τρίτης τάξεως· οὐδὲν δ’ οὕτω ξηραίνει τῶν ἐξ ἴσου θερμαινόντων αὐτῷ διὰ τὸ λεπτομερὲς τῆς οὐσίας. ἡ μέντοι κινναμωμὶς οἷόν περ ἀσθενές τί ἐστι κιννάμωμον, ἔνιοι δ’ αὐτὴν ψευδοκιννάμωμον ὀνομάζουσιν.

[κστ΄. Περὶ κιρκέας.] Κιρκέας τῆς πόας τὴν μὲν ῥίζαν φησὶ Διοσκουρίδης σὺν οἴνῳ γλυκεῖ πινομένην ὑστέρας ἐκκαθαίρειν, οὖσαν εὐώδη τε καὶ θερμαντικὴν, τὸν δὲ καρπὸν ἐν ῥοφήματι διδόμενον εἰς γένεσιν γάλακτος συνεργεῖν.

27

[κζ΄. Περὶ κίστου.] Κίστος, ἢ κίσθαρος, στυπτικὸς θάμνος ἐν τῇ γεύσει καὶ ἅπασι τοῖς κατὰ μέρος ἔργοις. τὰ μέντοι φύλλα καὶ οἱ μικροὶ βλαστοὶ λειωθέντες εἰς τοσοῦτο ξηραίνουσι καὶ στύφουσι, ὡς κολλᾷν τραύματα. τὰ δ’ ἄνθη δραστικώτερα, ὡς μετ’ οἴνου πινόμενα δυσεντερίας καὶ γαστρὸς ἀτονίας καὶ ῥεύματα καὶ ὑγρότητας ἰᾶσθαι. καταπλαττόμενα δὲ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὀνίνησιν, ἔστι γὰρ ἡ δύναμις αὐτῶν οὐκ ἀγεννῶς ξηραντικὴ, σχεδόν που κατὰ τὴν δευτέραν ἀπόστασιν, ἀπὸ τῶν συμμέτρων ἤδη που συμπληρουμένων. ἔστι δὲ ψυχρὸς εἰς τοσοῦτον ὁ θάμνος, ὡς χλιαρᾶς μετέχειν θερμότητος. ἡ δὲ ὑποκιστὶς ὀνομαζομένη πολὺ δή τι καὶ τῶν φύλλων ἐστὶ στυπτικωτέρα, δραστικὸν ἱκανῶς φάρμακον εἰς ἅπαντα τὰ ῥοώδη πάθη, οἷον αἵματος ἀναγωγὰς, ῥοῦς γυναικείους, κοιλιακάς τε καὶ δυσεντερικὰς διαθέσεις. ἀλλὰ καὶ ῥωννύναι τι μόριον εἰ βουληθείης μὲν, ἔκλυτον ὑγρότητι πλείονι γεγενημένον, ἐντίθησιν αὐτῷ τόνον οὐκ ἀγεννῶς. οὕτω τοι καὶ στομαχικοῖς ἐπιθέμασι καὶ ἡπατικοῖς μίγνυται καὶ εἰς τὴν διὰ

28
τῶν ἐχιδνῶν ἀντίδοτον ἐμβάλλεται ῥώσεως ἕνεκα καὶ τόνου τῶν σωμάτων.