De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ι΄. Περὶ κάρου.] Κάρου τὸ σπέρμα θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν δριμεῖαν μετρίως ἔχον τὴν ποιότητα. ταῦτά τοι καὶ ἄφυσόν ἐστι καὶ οὐρητικὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ τὸ φυτὸν.

[ια΄. Περὶ κασίας.] Κασία ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τρίτην που τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμὺ, βραχὺ δέ τι καὶ στῦφον, ὥστε καὶ διὰ πάντα ταῦτα τέμνει τε ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ, καὶ πρὸς τούτοις ἔτι ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν καταμηνίων ἐπισχέσεις ἐστὶν, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι κωλύηται.

[ιβ΄. Περὶ καρύων.] Κάρυα. τὸ δένδρον ἔχει μέν τι κᾀν τοῖς βλαστοῖς κᾀν τοῖς φύλλοις στυπτικὸν, ἐναργὲς δὲ καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ τε καὶ ξηρῷ. χρῶνται γοῦν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖς. ἡμεῖς δὲ καὶ ἐκθλίβοντες αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν

14
μόρων τε καὶ βάτων ἕψοντες σὺν μέλιτι στοματικῷ χρώμεθα φαρμάκῳ, καὶ πρὸς τἄλλα πάντα, πρὸς ἅπερ ἁρμόττουσιν οἱ προειρημένοι χυλοί· τοῦ καρύου δ’ αὐτοῦ τὸ μὲν ἐδώδιμον ἐλαιῶδές τ’ ἐστὶ καὶ λεπτομερὲς, ὥστε διὰ τοῦτο καὶ ἐκχυλοῦται ῥᾳδίως καὶ μᾶλλον, ὅσῳ περ ἂν ἀποκείμενον χρονίζῃ, τοιοῦτο γίνεται. ἔλαιον γοῦν ἐκθλῖψαι δυνατόν ἐστιν ἐξ αὐτοῦ παλαιουμένου. τηνικαῦτα δὲ καὶ διαφορητικὸν ἱκανῶς γίγνεται. ὥστε τινὲς καὶ γαγγραίνας αὐτῷ καὶ ἄνθρακας καὶ αἰγίλωπας ἰῶνται, τινὲς δὲ καὶ πρὸς τὰ νευρότρωτα χρῶνται. πρόσφατον δ’ ὑπάρχον ἔχει τι καὶ τῆς στυφούσης ποιότητος. τὸ δ’ ἀτελὲς ἔτι καὶ μηδέπω ξηρὸν, ὁμοίως τοῖς ἄλλοις καρποῖς, ὅσοι χλωροὶ, πλῆρές ἐστιν ὑγρότητος ἡμιπέπτου. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον. ἔστι δὲ καὶ ἕτερόν τι γένος καρύων μικροτέρων, ἃ δὴ Ποντικὰ προσαγορεύεται, πλείονος μετέχον τῆς γεώδους οὐσίας ψυχρᾶς, ὥστε καὶ αὐστηρότερον γευομένῳ τό τε φυτὸν αὐτὸ καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς φαίνεται, τὰ δ’ ἄλλα
15
παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ καρύῳ τῷ καλουμένῳ πρός τινων βασιλικῷ. προσαγορεύεται δὲ τὸ μικρὸν τοῦτο κάρυον ὑπὸ τῶν πολλῶν λεπτοκάρυον.

[ιγ΄. Περὶ καυκαλίδος.] Καυκαλίς. ἔνιοι δὲ τοῦτο δαῦκον ἄγριον ὀνομάζουσιν· ἔστι γὰρ ὅμοιον αὐτῷ καὶ κατὰ τὴν γεῦσιν καὶ κατὰ τὴν δύναμιν. θερμαίνει τε γὰρ ὡς ἐκεῖνο καὶ ξηραίνει καὶ διουρεῖται, καὶ ταριχεύεταί γε εἰς ἀπόθεσιν.

[ιδ΄. Περὶ καρπησίου.] Καρπήσιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν, ἐπιπλέον δ’ ἐστὶ λεπτομερὲς, διὸ καὶ μᾶλλον ἐκείνου ῥύπτει τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομερές ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι μὴ παρόντος, ὥσπερ ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ Ποντικὸν καρπήσιον τοῦ Λαερτικοῦ, οὐ μὴν οὐδ’ αὐτὸ πλησίον κινναμώμου τὴν δύναμιν, ἀλλὰ καὶ τῆς ἀρίστης κασίας οὐκ ὀλίγῳ λειπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρῶν 

16
τῆς Παμφυλίας, ἐν οἷς γεννᾶται καὶ πλείστων αὐτῶν εὐπορήσαις ἂν ἐν Συρίῃ.

[ιε΄. Περὶ κέγχρου.] Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην ἢ τὴν δευτέραν ἐπιτεταμένην. ἔστι δέ περ καὶ λεπτομερὴς ἐπ’ ὀλίγον. ἐξ οὖν τῆς τοιαύτης συστάσεώς τε καὶ κράσεως ἐσθιόμενος μὲν ὡς ἔδεσμα παντελῶς ὀλιγότροφόν ἐστιν ἁπάντων σχεδόν τι τῶν σιτηρῶν ἐδεσμάτων. ἀτὰρ οὖν καὶ τὴν κοιλίαν ἐπιξηραίνει, ἔξωθεν δὲ ἐπιτιθέμενος διά τε μαρσύππων ἐπιτήδειός ἐστι πυρία τοῖς ἀδήκτως ξηρανθῆναι δεομένοις, καὶ καταπλασσόμενος δὲ ξηραίνειν πέφυκεν, ἱκανῶς μέντοι ψαθυρὸν καὶ διὰ τοῦτο δύσχρηστον γίγνεται τὸ δι’ αὐτοῦ κατάπλασμα.