De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ε΄. Περὶ θλάσπεως.] Θλάσπι σπέρμα. δριμὺ καὶ τοῦτ’ ἔστι τὴν δύναμιν, ὥστε καὶ τὰ ἐντὸς ἀποστήματα ῥήσσει

887
ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κτείνει καὶ δι’ ἕδραν ἐνιέμενον ἰσχιάδας ὀνίνησιν αἱματώδη κενοῦν. ἔστι γὰρ καὶ ἄλλως καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν, ὀξυβάφου πλῆθος πινόμενον.

[στ΄. Περὶ θρίδακος.] Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον, οὐ μὴν ἐσχάτως γε, οὐδὲ γὰρ ἂν ἐδώδιμον ἦν, ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα δύναμιν ἤτοι ψυχρότητα. διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν ἐρυσιπελάτων, οὐ μὴν τοῖς γε μείζοσιν ἐπαρκεῖν ἱκανή. ἔστι δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονοῤῥοίας, ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. οὕτω καὶ τὸ τῆς ἀγρίας, ἧς καὶ τὸν ὀπὸν ἀθροίζουσιν, ἄργεμά τε καὶ ἀχλῦς ἀποκαθαῖρόν τε καὶ πρὸς τὰ ἐπικαύματα, μετὰ γυναικείου γάλακτος ὑπαλειφόμενον.

[ζ΄. Περὶ θύμου.] Θύμος τέμνει καὶ θερμαίνει σαφῶς, διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ

888
καὶ τὰ σπλάγχνα διακαθαίρει πινομένη, ταῖς τε ἐκ θώρακος καὶ πνεύμονος ἀναγωγαῖς συναίρεται. καὶ τοίνυν ἔν τε τῷ ξηραίνειν. καὶ θερμαίνειν ἐν τῇ τρίτῃ τάξει θετέον αὐτήν.

[α΄. Περὶ ἰδαίας ῥίζης.] Ἰδαία ῥίζα καὶ γευομένη μέν ἐστι σφόδρα στρυφνὴ καὶ τοῖς ἔργοις δὲ πειρωμένῳ τὴν αὐτὴν ἐπιδείκνυται δύναμιν, αἱμοῤῥαγίας τε καὶ κοιλίας ῥεύματα καὶ δυσεντερίας καὶ ῥοῦν γυναικεῖον καὶ ὅσα τἄλλα τοιαῦτα θεραπεύουσα πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη.

[β΄. Περὶ ἰξοῦ.] Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται. τὸ γοῦν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ καὶ τοίνυν καὶ τὰ ἔργα κατὰ τὴν οὐσίαν αὐτῷ. ἕλκει γὰρ ἐκ τοῦ βάθους ἰσχυρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον, ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ. ἔστι δὲ τῶν οὐκ εὐθὺς θερμαινόντων φαρμάκων, μετὰ τὴν πρώτην ἐπίθεσιν, ἀλλὰ χρόνου δεομένων ὥσπερ ἡ θαψία. τοῦτο δ’ εἴρηται καὶ πρόσθεν, ὡς τοῖς θερμοῖς κατὰ

889
δύναμιν ὑπάρχει φαρμάκοις, ὅταν ὑγρότητα περιττωματικὴν ἔχῃ δαψιλῆ.

[γ΄. Περὶ ἴου.] Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ καθ’ ἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπλαττόμενα, τὰς θερμὰς φλεγμονὰς παρηγορεῖ. ἐπιτίθεται δὲ καὶ κατὰ τοῦ στόματος τῆς γαστρὸς ἐκκαιομένου καὶ κατ’ ὀφθαλμῶν.

[δ΄. Περὶ ἱππούριδος.] Ἵππουρις στυπτικὴν μετὰ πικρότητος ἔχει ποιότητα, καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς τε ἅμα καὶ ἀδήκτως. τραύματα οὖν τὰ μέγιστα καταπλαττομένη κολλᾷ, κᾂν νεῦρα διατετμημένα τύχῃ καὶ τὰς καλουμένας ἐντεροκήλας, ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ αἵματος, καὶ πρὸς ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν ἐρυθρὸν, ἔτι τε δυσεντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα ῥεύματα, γενναῖόν ἐστι φάρμακον ἡ πόα πινομένη δι’ ὕδατος ἢ οἴνου. γράφουσι δ’ ὑπὲρ αὐτῆς τινες ὡς καὶ κύστεως ἰάσατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα ὁ χυλὸς αὐτῆς. αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ κατὰ

890
τὴν γαστέρα ῥοώδη πάθη, σύν τινι τῶν αὐστηρῶν οἴνων πινόμενος καὶ δι’ ὕδατος, ἂν πυρέττοντες τύχωσιν.

[ε΄. Περὶ ἱππομαράθρου.] Ἱππομάραθρον. ἅμα τῷ μαράθρῳ περὶ τούτου ῥηθήσεται.

[στ΄. Περὶ ἰσάτιδος.] Ἰσάτις ἡ μὲν ἥμερος, ᾗ οἱ βαφεῖς χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω δακνούσης. ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική. ταῦτά τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ, κᾂν ἐν ταῖς τῶν μυῶν ᾖ κεφαλαῖς, καὶ κατὰ τῶν αἱμοῤῥαγούντων ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις ὄγκους, θαυμαστῶς διαφορεῖ τε ἅμα καὶ προστέλλει καὶ πρὸς πάντα τὰ κακοήθη ἕλκη θαυμαστῶς ἀνθίσταται, κᾂν σήπηται κᾂν διαβιβρώσκηται. εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυρότερος φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λεανθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. ἡ δὲ ἀγρία ἰσάτις ἔχει τι δριμὺ σαφὲς ἤδη κατά τε τὴν γεῦσιν καὶ κατὰ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα

891
γενομένη πρὸς τὰς ὑγρὰς σηπεδόνας ἰσχυροτέρως ἀνθίσταται, τὰ δ’ ἄλλα τὰ προειρημένα χείρων ἐστὶν, ἀμετροτέρως γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν ξηραίνει. τὰ τοιαῦτα δ’ ἐρεθίζεται καὶ φλεγμονώδη γίνεται. διὰ δὲ τὸ ἰσχυρὸν τῆς δυνάμεως καὶ τοῖς σπληνικοῖς ὑπάρχει χρήσιμος, οὔπω τῆς ἑτέρας ὠφελούσης.

[ζ΄. Περὶ ἰσοπύρου.] Ἰσόπυρον ἢ φασίολον σπέρμα πικρὸν καὶ ὑπόστρυφνον ἔχει. ῥύπτει τοιγαροῦν καὶ τέμνει τοὺς παχεῖς χυμοὺς, μετὰ τοῦ συνάγειν καὶ σφίγγειν τὰ σώματα, καὶ διὰ τοῦτο καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσι συναίρεται, καὶ ἧπαρ ἐκκαθαίρει καὶ αἱμοπτυχϊκοῖς οὐκ ἀντιπράττειν, ἀλλ’ ἔτι καὶ προσωφελεῖν πεπίστευται. διὰ γὰρ τὸ μικτὸν τῆς κράσεως ἁρμόττειν δοκεῖ καὶ πρὸς τὰ ἐναντία.

[η΄. Περὶ ἰτέας.] Ἰτέας χρήσαιτο μὲν ἄν τις καὶ τοῖς φύλλοις εἰς τραυμάτων ἐναίμων κόλλησιν, οὐ μὴν ἀλλὰ τῷ ἄνθει μάλιστ’ αὐτῆς ἅπαντες σχεδὸν οἱ ἰατροὶ χρῶνται πρὸς ἐμπλάστρου ξηραινούσης σκευασίαν. ἔστι γὰρ ἡ δύναμις αὐτῶν ξηραντικὴ καὶ ἄδηκτος, ἔχει δὲ καὶ στύψιν. ἔνιοι δὲ

892
καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες, ἄδηκτον καὶ ξηραῖνον ἴσχουσι φάρμακον εἰς πολλὰ χρήσιμον. οὐδὲν γάρ ἐστι πολυχρηστότερον ἀδήκτου καὶ ξηραίνοντος φαρμάκου, στύφοντος ὀλίγον, ὡς κᾀν τοῖς περὶ συνθέσεως τῶν φαρμάκων ἀκριβέστερον δειχθήσεται. καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν ὅσα ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει καὶ πάντες οἱ φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ πρὸς ὅσα περ ἂν ἰσχυρῶς δέωνται ξηραίνειν. τοὺς γοῦν καλουμένους ἥλους καὶ τύλους, ἔτι τε μυρμηκίας ἐξαίρουσιν αὐτὴν δεύοντες ὄξει δριμεῖ. ἔνιοι δὲ κατὰ τὸν καιρὸν τῆς ἀνθήσεως ἐντέμνοντες τὸν φλοιὸν, ὀπὸν ἀθροίζουσί τινα καὶ χρῶνται πρὸς τὰ ταῖς κόραις ἐπισκοτοῦντα, ῥυπτικῷ τε ἅμα καὶ λεπτομερεῖ φαρμάκῳ. χρήσαιτο δ’ ἄν τις καὶ εἰς ἄλλα πολλὰ τοιούτῳ γε ὄντι αὐτῷ.

1

Προοίμιον. Ἕβδομον τοῦτο περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπόμνημα γράφοντες ἀναγκαῖον ἡγούμεθα προειπεῖν ὡς μόνοις ἔσοιτο σαφὲς, ὅσοι τοῖς ἔμπροσθεν ὡμίλησαν οὐκ ἐν παρέργῳ, τοὺς δ’ ἄλλους ἡγοῦμαι παρακούσεσθαι μᾶλλον ἢ μαθήσεσθαί τι τῶν ἐν αὐτῷ λεχθησομένων καὶ αὐτούς τε σφαλήσεσθαι καὶ ἡμᾶς ἴσως ἐπηρεάσειν, ὡς οὐκ ὀρθῶς τινα γράφοντας. ὅσοι μὲν οὖν

2
σώφρονές εἰσιν οἶδ’ ὅτι πεισθήσονται, καὶ εἴπερ ὅλως πεφροντίκασι τῆς προκειμένης θεωρίας, ἀπὸ τῆς ἀρχῆς ἀναλέξονται τὴν ὅλην πραγματείαν· ὅσοι δὲ περίεργοι μᾶλλον ἢ φιλομαθεῖς ὑπάρχουσιν, ἀπειθήσουσι τῇ προσρήσει, καὶ οὐδὲν ἴσως θαυμαστὸν, εἴ γε καὶ μυστηρίων βίβλους ἐτόλμησαν ἔνιοι τῶν ἀμυήτων ἀναγινώσκειν. ἀλλ’ οὔτ’ ἐκείνας ἔγραψαν οἱ γράψαντες τοῖς βεβήλοις οὔτ’ ἐγὼ ταῦτα τοῖς μήπω περὶ τὰ πρῶτα γεγυμνασμένοις. εἰρήσονται δ’ ἐν τούτῳ τῷ βιβλίῳ καὶ τῷ μετ’ αὐτὸ τῶν ὑπολοίπων φυτῶν αἱ πρῶται δυνάμεις, τὴν τάξιν τῆς διδασκαλίας κᾀνταῦθα κατὰ τὴν τάξιν τῶν γραμμάτων ποιησαμένων ἡμῶν, ἀφ’ ὧν ἄρχονται. ἐν μὲν οὖν τῷ πρὸ τοῦδε μέχρι τοῦ ι προήλθομεν· ἐνταυθοῖ δὲ τὴν ἀρχὴν ἀπὸ τοῦ κ ποιησόμεθα τοσοῦτον ἔτι προαναμνήσαντες, ὡς εἰς τὰς προαποδεδειγμένας ἀρχὰς ἀνάξομεν ἅπαντα· τῷ γὰρ ἐπὶ τοσόνδε θερμὸν ἢ ψυχρὸν, ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ λεπτομερὲς ἢ παχυμερὲς ὑπάρχειν ἕκαστον τῶν φαρμάκων αἱ διαφοραὶ τῶν κατὰ μέρος ἐνεργειῶν
3
αὐτῶν γίγνονται, τὸ δ’ ἐπὶ τοσόνδε προήκειν ἐν ἑκάστῳ τῶν προειρημένων ἄῤῥητόν ἐστι πρός γε τὴν ἀκριβεστάτην ἀλήθειαν. ἀλλ’ ἡμεῖς καὶ τοῦτο περιλαβεῖν ἐπειράθημεν ὅροις σαφέσιν, ἱκανοῖς εἰς τὴν χρείαν τῆς τέχνης, ἓν μὲν εἶναι γένος φαρμάκων ἐπιδείξαντες εἰς ὁμοίαν τοῖς σώμασιν ἡμῶν ἀφικνούμενον κρᾶσιν, ἐπειδὰν ὑπὸ τῆς ἐν αὐτοῖς θερμότητος ἀρχήν τινα δέξηται μεταβολῆς τε καὶ ἀλλοιώσεως, ἕτερον δὲ θερμότερον ᾖ καθ’ ἡμᾶς γιγνόμενον, οὗ τέτταρας ἔδοξε ποιήσασθαι τάξεις· πρώτην μὲν τὴν ἀσαφῆ πρὸς αἴσθησιν, ὡς λόγου δεῖσθαι τοῦ φωράσαντος, ἑτέραν δ’ ἐπ’ αὐτῇ δευτέραν, ἤδη πως σαφῆ πρὸς αἴσθησιν, ἄλλην δὲ τρίτην θερμαίνουσαν μὲν ἰσχυρῶς, οὐ μὴν ἤδη γέ πως καίουσαν, ἐφ’ ᾗ τετάρτην τε καὶ ὑστάτην τὴν καυστικήν. οὕτω δὲ καὶ τῶν ψυχόντων πρώτην μὲν τὴν τάξιν τῶν λόγου δεομένων εἰς ἀπόδειξιν τοῦ ψύχειν, δευτέραν δὲ τῶν αἰσθητῶς ψυχόντων, καὶ τρίτην τῶν ἰσχυρῶς, καὶ τετάρτην
4
τῶν νεκρούντων. ἀνάλογον δὲ ταύταις καὶ περὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων.

[α΄. Περὶ καλαμίνθης.] Καλαμίνθη λεπτομερὴς τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἀμφοτέρας τὰς ποιότητας. ἐναργῆ δὲ τούτων τὰ γνωρίσματα τά τε τῇ γεύσει φαινόμενα καὶ τὰ διὰ τῆς πείρας γιγνωσκόμενα. τῇ μὲν γὰρ γεύσει δριμεῖά τε καὶ θερμὴ σαφῶς ἐστι καὶ βραχύ τι παντελῶς ὑπόπικρον ἔχει. πειρωμένοις δ’ αὐτῆς καὶ προσάγουσι τῷ σώματι πρῶτον μὲν ἔξωθεν ἐπιτιθεμένη λίαν θερμαίνει τε καὶ δάκνει καὶ ἀμύττει τὸ δέρμα καὶ τελευτῶσα ἕλκος ἐργάζεται. λαμβανομένη δὲ εἴσω τοῦ σώματος αὐτή τε καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου, θερμαίνει τε σαφῶς καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ πᾶν σῶμα. διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν μὲν ἐναφέψοντες ἐλαίῳ καὶ συναλείφοντες ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίως, ἔσωθεν δὲ λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων

5
καταπλάττουσί τινες αὐτὴν ἐπὶ τῶν ἰσχιαδικῶν ἀῤῥωστημάτων ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐκτὸς ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον, ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ καταμήνιά τε πινομένη καὶ προστιθεμένη προσκαλεῖται πάνυ δραστηρίως. ἀγαθὸν δὲ καὶ τῶν ἐλεφαντιώντων φάρμακον, οὐ μόνον τῷ γενναίως διαφορεῖν τοὺς λεπτοὺς χυμοὺς, ἀλλὰ καὶ τῷ λεπτύνειν καὶ τέμνειν ἰσχυρῶς τοὺς παχεῖς, οἷοί πέρ εἰσιν οἱ τὸ τοιοῦτο νόσημα γεννῶντες, οὕτω δὲ καὶ οὐλὰς μελαίνας λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων χλωρὰν ἐν οἴνῳ ἑψηθεῖσαν καταπλάττειν αὐτὴν μᾶλλον, ἢ ξηράν. ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίγνεται καὶ καίειν ἑτοιμοτέρα. τῷ δ’ εἶναι τοιαύτη καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα παραλαμβάνεται, καθάπερ τά τε καυτήρια καὶ ὅσα τῶν φαρμάκων ἐστὶ θερμὰ καὶ δριμέα καὶ λεπτομερῆ καὶ ῥᾳδίως ἐκ τοῦ βάθους ἐπισπώμενα πρὸς ἑαυτὰ τὴν παρακειμένην ἅπασαν ὑγρότητα. ἡ δὲ συνοῦσα πικρότης αὐτῇ βραχεῖα μέν ἐστι παντελῶς· δρᾷ δ’ ἅπερ ἡ ἰσχυροτάτη 
6
πρὸς ἔνια, διὰ τὸ συνεῖναι σφοδρᾷ θερμότητι μετὰ λεπτομεροῦς οὐσίας. οὕτω γοῦν ἀσκαρίδας τε καὶ ἕλμινθας ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκε. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοὺς ἐν ὠσὶ σκώληκας, ἢ εἴ που καθ’ ἕλκους σηπεδονώδους ἑτέρωθι τοῦ σώματος ἡ τοιαύτη γένοιτο διάθεσις. οὕτω δὲ καὶ τὰ κυούμενα πινομένη τε καὶ προστιθεμένη διαφθείρει τε καὶ ἐκβάλλει. ἡ μὲν οὖν τμητικὴ δύναμις ὑπάρχει διά τε τὸ θερμὸν αὐτῆς καὶ λεπτομερὲς καὶ πικρὸν, ἡ δὲ ῥυπτικὴ διὰ τὸ πικρὸν μόνον. καὶ τοίνυν ὀνίνησι τοὺς μὲν ἀσθματικοὺς διὰ πάντα τὰ εἰρημένα, τοὺς δ’ ἰκτεριώδεις διὰ τὴν πικρότητα μάλιστα, καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ πικρὰ τῷ ῥύπτειν τε καὶ καθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. ἔστι δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.

[β΄. Περὶ καλάμου ἀρωματικοῦ.] Κάλαμος ἀρωματικὸς καὶ στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει. τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους, εὔκρατον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ.

7
ὅθεν οὐρητικός τε μετρίως ἐστὶν καὶ ταῖς πρὸς ἧπαρ καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς τῆς ὑστέρας πυρίας, ὅσαι φλεγμονῆς ἕνεκεν ἢ καταμηνίων ἐρεθισμοῦ παραλαμβάνονται, χρησίμως μίγνυται. κείσθω τοίνυν δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, καὶ σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ λεπτομερὲς, ὥσπερ καὶ τἄλλα σύμπαντα ἀρώματα. ἀλλ’ ἐκείνων μὲν τοῖς πλείστοις πάμπολυ τὸ λεπτομερὲς ὑπάρχει, τῷ καλάμῳ δ’ οὐ πολύ.

[γ΄. Περὶ καλάμου φραγμίτου.] Καλάμου φραγμίτου τὴν ῥίζαν σὺν βολβοῖς ἀκίδας καὶ σκόλοπας ἐκ βάθους ἐπισπᾶσθαί τινες ἔγραψαν, ὡς ἂν ἑλκτικῆς τινος ὑπαρχούσης αὐτῇ δυνάμεως. οὐ μὴν ἡμεῖς γε ἐπειράθημεν, ὅσον μέντοι τῇ γεύσει τεκμήρασθαι, ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν, ὥστε καὶ ξηραίνειν

8
καὶ θερμαίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον γε ξηραίνειν ἢ θερμαίνειν. φυλάττεσθαι δ’ αὐτοῦ προσήκει τὴν καλουμένην ἀνθήλην. ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάττεται ἀναπολύτως καὶ κακοῖ τὴν ἀκοὴν, ὥστε κωφώσεις ἐργάζεσθαι πολλάκις.

[δ΄. Περὶ καγκάνου.] Καγκάνου ἡ ῥίζα δυνάμεως μέν ἐστιν ἀδήκτου τε καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς ἐμπλαστικῆς. ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα καὶ ἐκλειχομένη, τὰς τῆς ἀρτηρίας ἰᾶται τραχύτητας, οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμασήσαιτό τις αὐτὴν, ὁ παραῤῥέων χυλὸς ὀνίνησι τὴν ἀρτηρίαν ὁμοίως τῷ τῆς γλυκυρίζης.

[ε΄. Περὶ καννάβεως.] Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικὸς εἰς τοσοῦτόν ἐστιν ὡς, εἰ πλείων βρωθείη, ξηραίνειν τὴν γονήν. ἔνιοι δὲ χλωρὸν αὐτὸν χυλίζοντες εἰς ὤτων ἀλγήματα χρῶνται τὰ κατ’ ἔμφραξιν, ὡς ἐμοὶ δοκεῖ, γινόμενα.

[στ΄. Περὶ καπνίου.] Κάπνιος οἱ δὲ καπνὸν ὀνομάζουσι, δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται

9
δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὀξυδερκής ἐστι καὶ ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον, ὥσπερ ὁ καπνὸς, ἐντεῦθεν δ’ αὐτῇ καὶ τοὔνομα. ἐχρῆτο δ’ αὐτῇ τις ἰδιώτης καὶ ὡς στόμαχον ῥωννυούσῃ μετὰ τοῦ καὶ γαστέρα λαπάσσειν. ἐξήραινε γὰρ τὴν πόαν πρότερον καὶ ἀπετίθετο καὶ οὕτως ἀπέπασσεν ὑπαγωγῆς μὲν ἕνεκα μελικράτῳ, ῥωννύναι δὲ βουλόμενος τὸν στόμαχον οἴνῳ κεκραμένῳ [δηλονότι].

[ζ΄. Περὶ καππάρεως.] Καππάρεως ὁ μὲν τῆς ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν. ᾧ καὶ δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων. ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν τε καὶ τέμνειν τῇ συνιούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν τῇ στρυφνότητι. καὶ διὰ τοῦτο σπλῆνας μὲν σκιῤῥώδεις, εἴ πέρ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθεν δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ

10
τοῦ σώματος λαμβανόμενον, ἤτοι ἀφεψημένον ἐν ὄξει καὶ ὀξυμέλιτι καὶ τοῖς τοιούτοις, ἢ ξηρὸν κεκομμένον ἀναμιγνύμενον αὐτοῖς. καὶ γὰρ δὴ καὶ κενοῖ φανερῶς τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν, οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ κατὰ γαστέρα. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν, ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι. καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ ῥήγμασι καὶ σπάσμασι βοηθεῖ. τὸ δ’ ὅτῳ χρὴ πόματι μιγνύειν αὐτὴν ἐφ’ ἑκάστου τῶν παθῶν, οὐ τῆς προκειμένης πραγματείας ἐστὶν, ἀλλ’ ἤτοι τῆς περὶ συνθέσεως φαρμάκων, ἢ τῆς θεραπευτικῆς μεθόδου. καὶ καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν ἕλκεσι τῆς ῥίζης ὁ φλοιὸς ἀγαθὸν φάρμακον, ὡς ἂν ἀποῤῥύπτειν τε δυνάμενος αὐτὰ καὶ ξηραίνειν ἰσχυρῶς, καὶ τοὺς τῶν ὀδόντων τε πόνους κατὰ τὰς προειρημένας ὠφελεῖ ποιότητας, ἐνίοτε μὲν ὄξει συνεψηθεὶς, ἐνίοτε δ’ οἴνῳ, πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος. ἔστι δὲ οὐδὲ τούτων τοὺς καιροὺς διορίσαι τῆς ἐνεστώσης πραγματείας. οὐ γὰρ τοῦτο πρόκειται νῦν, ἀλλ’ ἐξ ἑκάστου τῶν κατὰ μέρος 
11
ἔργων ἔνδειξίν τινα λαβεῖν τῶν δυνάμεων αὐτῆς, ἀναγαγόντα τὸν λόγον ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποκειμένας ἀρχάς. εὔδηλον οὖν ἐκ τῶν εἰρημένων ὡς τμητική τις ἐν αὐτῇ δύναμίς ἐστι καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ συνακτική. καὶ γὰρ δὴ καὶ ἀλφοὺς ἀφαιρεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνυμένη. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον ἔχει δυνάμεως, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς αὐτῶν ὁμοίας εἰσὶ δυνάμεως, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις οἶδα διαφορήσας ἐν ὀλίγαις ἡμέραις χοιραδώδη σκληρότητα. μίγνυμεν δ’ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ σκώληκας ὁ χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα. ἡ δ’ ἐν τοῖς θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς καυστικῆς ἐπιπλέον μετέχει δυνάμεως.

[η΄. Περὶ καρδάμου.] Καρδάμου τὸ σπέρμα καυστικῆς

12
μετέχει δυνάμεως, ὥσπερ τὸ νᾶπυ, καὶ διὰ τοῦτο ἰσχιάδας, κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον, ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.

[θ΄. Περὶ καρδαμώμου.] Καρδάμωμον ἔστι μὲν ἀμέλει καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρῶς ὡς τὸ κάρδαμον, ἀλλ’ ὅσον ἥδιόν τε καὶ ἀρωματικώτερον ὑπάρχει καρδάμου, τοσοῦτο καὶ τῆς θερμῆς δυνάμεως ἀσθενεστέρας μετείληφεν. οὐ μὴν ἑλκοῦν ἱκανόν ἐστι καὶ αὐτὸ καθ’ αὑτὸ καταπλασσόμενον, ἔχει δέ τι καὶ πικρότητος ἐμφερόμενον ἑαυτῷ, δι’ ἣν καὶ τὰς ἕλμινθας ἀναιρεῖ καὶ ψώρας ἰσχυρῶς ἀποῤῥύπτει καὶ σὺν ὄξει.

13