De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ ἡδυόσμου.] Ἡδύοσμον, ἔνιοι δὲ μίνθην προσαγορεύουσιν. ἔστι γὰρ ἑτέρα τις οὐκ εὐώδης μίνθη, ἣν καὶ καλαμίνθην καλοῦσι. δριμεῖαι δ’ εἰσὶ γευομένοις

883
ἀμφότεραι καὶ θερμαὶ τὴν δύναμιν ἐκ τῆς τρίτης που τάξεως τῶν θερμαινόντων. ἀσθενεστέρα μὴν ἡ εὐώδης μίνθη τῆς καλαμίνθης ἐστὶ καὶ ἧττον θερμαντική. καθόλου γὰρ εἰπεῖν ἡ μὲν ὥσπερ ἀγρία τίς ἐστιν, ἡ δ’ ἥμερος, ὥστε διὰ τὴν ἐκ τοῦ κηπεύεσθαι προσοῦσαν ὑγρότητα καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετρίως. ὑπάρχει δὲ τοῦτο κοινὸν ἅπασιν οἷς μέτεστιν ὑγρότητος ἡμιπέπτου τε καὶ φυσώδους. διὰ δὲ τὴν τοιαύτην τῆς πόας κρᾶσιν καὶ κατὰ τῶν ἀποστημάτων ἐπιτιθέασιν ἔνιοι μετ’ ἀλφίτων αὐτὴν, ὅπερ ἡ καλαμίνθη ποιεῖν οὐ δύναται τῷ σφοδρότερον ἢ τὰ τοιαῦτα θερμαίνειν καὶ ξηραίνειν. ἔχει δέ τι καὶ πικρὸν καὶ στρυφνὸν ἐν ἑαυτῇ, καὶ τῷ μὲν πικρῷ τὰς ἕλμινθας ἀναιρεῖ, τῷ δὲ στρυφνῷ μετ’ ὀξυκράτου πινομένη τὰς προσφάτους αἵματος ἀναγωγὰς ἐπέχει. λεπτομερὴς δ’ ἐστὶ τὴν οὐσίαν εἴπερ τις καὶ ἄλλη πόα.

[β΄. Περὶ ἡδυσάρου.] Ἡδύσαρον ἢ πελεκῖνος. τούτου τοῦ θάμνου τὸ σπέρμα πυῤῥὸν μὲν τὴν χρόαν, ἀμφίστομον δὲ καθάπερ οἱ πελέκεις· πικρὸν καὶ ὑπόστρυφνον

884
φαίνεται, ὅθεν εὐστόμαχόν τ’ ἐστὶ πινόμενον, ἐκκαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω καὶ οἱ κλῶνες ὅλου τοῦ θάμνου δρῶσιν.

[γ΄. Περὶ ἡμεροκάλλους.] Ἡμεροκάλλους ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ κατὰ τὴν δύναμιν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυτα. καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι.

[δ΄. Περὶ ἡμιονίτιδος.] Ἡμιονίτις στύψεως ἅμα σὺν πικρότητι μετέχει, διὸ καὶ σπληνικοὺς ὠφελεῖ σὺν ὄξει πινομένη.

[ε΄. Περὶ ἠριγέροντος.] Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει, ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν.

[στ΄. Περὶ ἠρυγγίου.] Ἠρύγγιον θερμότητι μὲν ἢ βραχὺ τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς οὐκ ὀλίγης μετέχει.