De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[β΄. Περὶ ζιγγιβέρεως.] Ζιγγιβέρεως ἡ ῥίζα χρήσιμός ἐστιν, ἥνπερ δὴ κομίζουσιν ὡς ἡμᾶς ἐκ τῆς βαρβάρου. θερμαίνει μὲν οὖν ἰσχυρῶς, ἀλλὰ οὐ κατὰ τὴν πρώτην προσβολὴν ὡς τὸ πέπερι. ταύτῃ τοι καὶ λεπτομερέστερον ἧττον αὐτὸ πεπέρεως ὑποληπτέον ὑπάρχειν. ἐλύετο γὰρ ἂν εἰς λεπτὰ μόρια καὶ διὰ ταχέων ἐνεργείᾳ θερμὸν ἐγίγνετο, καθάπερ ἐκεῖνο. φαίνεται γοῦν ἀκατεργάστου τινὸς ἔτι καὶ παχυμερεστέρας οὐσίας μετέχον καὶ ταύτης οὐ ξηρᾶς καὶ γεώδους, ἀλλ’ ὑγρᾶς καὶ ὑδατώδους μᾶλλον. διὰ τοῦτό γέ τοι καὶ τιτρᾶται ῥᾳδίως, ὅτι μέτεστιν αὐτῆς περιττωματικῆς

881
ὑγρότητος. οὐδὲν γοῦν τοῦτο πάσχει τῶν ἤτοι ξηρῶν ἀκριβῶς ἢ ὑγρῶν μὲν, ἀλλὰ τῶν κατειργασμένην τε καὶ οἰκείαν ἐχόντων ὑγρότητα. ταὐτὸν τούτῳ καὶ τὸ μακροπέπερι πεπονθὸς, καὶ διὰ τοῦτο παραμένει μέχρι πλείονος ἡ ἀπὸ ζιγγιβέρεως καὶ μακροπεπέρεως θερμότης ἤπερ ἡ ἀπὸ λευκοῦ τε καὶ μέλανος. ὡς γὰρ ἡ ἀπὸ τῶν ξηρῶν καλάμων φλὸξ ἀνάπτεται μὲν ἅμα, καὶ πάντῃ σκίδναται τάχιστα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀπὸ τῶν ξηρῶν τῇ δυνάμει φαρμάκων. ἡ δ’ ἀπὸ τῶν ὑγροτέρων ἀνάλογον τοῖς χλωροῖς ξύλοις καὶ βραδύτερον ἐξάπτεται καὶ παραμένει μέχρι πλείονος, ὅθεν καὶ ἡ χρεία διάφορος ἑκατέρου τῶν φαρμάκων. ὅταν μὲν γὰρ τὸ πᾶν σῶμα῾ ἐκθερμῆναι βουλώμεθα διὰ ταχέων, ὅσα ταχέως μὲν ἐκθερμαίνει πλησιάζοντα τῷ τοῦ ζώου θερμῷ, ταχέως δὲ πάντῃ φέρεται δοτέον. ἐπειδὰν δέ τι μόριον ἐψυγμένον ἐκθερμῆναι βουληθῶμεν, ἔμπαλιν πρακτέον, ὅσα βραδέως θερμαινόμενα μέχρι πλείστου παραμένει, ταῦτα προσφέρονται. τὸ μὲν οὖν ζιγγίβερι καὶ τὸ μακροπέπερι, κᾂν εἰ διαφέρει ταύτῃ τοῦ
882
μέλανος πεπέρεως, ἀλλ’ ἐπ’ ὀλίγον. κάρδαμον δὲ καὶ νᾶπυ καὶ θαψία καὶ ὁ τῶν ἀγρίων περιστερῶν ἀπόπατος ἐν χρόνῳ τε πλείονι τελέως ἐκπυροῦται καὶ μέχρι πλείστου παραμένει.

[γ΄. Περὶ ζύθου.] Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν οὐ σμικρῷ, κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεγενημένος. ἔστι δὲ καὶ φυσώδης, καὶ τὸ μέν τι δριμὺ καὶ θερμαῖνον ἔχον, τὸ πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ.

[δ΄. Περὶ ζύμης.] Ζύμη λεπτομερὴς μέν ἐστι καὶ μετρίως θερμή. διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως ἐπισπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται δὲ ἐξ ἐναντίων καὶ ἥδε δυνάμεων, ὥσπερ καὶ ἄλλα πολλά. καὶ γὰρ ὀξύτητος μετέχει ψυχρᾶς καὶ σηπεδονώδους θερμότητος καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν καὶ τῆς ἀπὸ τοῦ ἀλεύρου κατὰ φύσιν.

[α΄. Περὶ ἡδυόσμου.] Ἡδύοσμον, ἔνιοι δὲ μίνθην προσαγορεύουσιν. ἔστι γὰρ ἑτέρα τις οὐκ εὐώδης μίνθη, ἣν καὶ καλαμίνθην καλοῦσι. δριμεῖαι δ’ εἰσὶ γευομένοις

883
ἀμφότεραι καὶ θερμαὶ τὴν δύναμιν ἐκ τῆς τρίτης που τάξεως τῶν θερμαινόντων. ἀσθενεστέρα μὴν ἡ εὐώδης μίνθη τῆς καλαμίνθης ἐστὶ καὶ ἧττον θερμαντική. καθόλου γὰρ εἰπεῖν ἡ μὲν ὥσπερ ἀγρία τίς ἐστιν, ἡ δ’ ἥμερος, ὥστε διὰ τὴν ἐκ τοῦ κηπεύεσθαι προσοῦσαν ὑγρότητα καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετρίως. ὑπάρχει δὲ τοῦτο κοινὸν ἅπασιν οἷς μέτεστιν ὑγρότητος ἡμιπέπτου τε καὶ φυσώδους. διὰ δὲ τὴν τοιαύτην τῆς πόας κρᾶσιν καὶ κατὰ τῶν ἀποστημάτων ἐπιτιθέασιν ἔνιοι μετ’ ἀλφίτων αὐτὴν, ὅπερ ἡ καλαμίνθη ποιεῖν οὐ δύναται τῷ σφοδρότερον ἢ τὰ τοιαῦτα θερμαίνειν καὶ ξηραίνειν. ἔχει δέ τι καὶ πικρὸν καὶ στρυφνὸν ἐν ἑαυτῇ, καὶ τῷ μὲν πικρῷ τὰς ἕλμινθας ἀναιρεῖ, τῷ δὲ στρυφνῷ μετ’ ὀξυκράτου πινομένη τὰς προσφάτους αἵματος ἀναγωγὰς ἐπέχει. λεπτομερὴς δ’ ἐστὶ τὴν οὐσίαν εἴπερ τις καὶ ἄλλη πόα.

[β΄. Περὶ ἡδυσάρου.] Ἡδύσαρον ἢ πελεκῖνος. τούτου τοῦ θάμνου τὸ σπέρμα πυῤῥὸν μὲν τὴν χρόαν, ἀμφίστομον δὲ καθάπερ οἱ πελέκεις· πικρὸν καὶ ὑπόστρυφνον

884
φαίνεται, ὅθεν εὐστόμαχόν τ’ ἐστὶ πινόμενον, ἐκκαθαίρει τε τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω καὶ οἱ κλῶνες ὅλου τοῦ θάμνου δρῶσιν.

[γ΄. Περὶ ἡμεροκάλλους.] Ἡμεροκάλλους ἡ ῥίζα παραπλησία τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ κατὰ τὴν δύναμιν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυτα. καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ ἀποκρουστικὸν ἔχειν τι.

[δ΄. Περὶ ἡμιονίτιδος.] Ἡμιονίτις στύψεως ἅμα σὺν πικρότητι μετέχει, διὸ καὶ σπληνικοὺς ὠφελεῖ σὺν ὄξει πινομένη.

[ε΄. Περὶ ἠριγέροντος.] Ἠριγέρων δύναμιν ἐπίμικτον ἔχει, ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν.