De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[η΄. Περὶ δορυκνιδίου.] Δορυκνίδιον ὅμοιον τῇ κράσει μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς ἐστιν, ἐπικρατούμενον, ὑδατώδει ψυχρότητι πάνυ δραστηρίῳ. καροῖ μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλέον συλληφθέν.

[θ΄. Περὶ δρακοντίου.] Δρακόντιον ἔχει μέν τι παραπλήσιον ἄρῳ καὶ τοῖς φύλλοις καὶ τῇ ῥίζῃ. δριμύτερον δέ ἐστιν αὐτοῦ καὶ πικρότερον, καὶ διὰ τοῦτο καὶ θερμαντικώτερόν τε καὶ λεπτομερέστερον. ἔχει δέ τινα καὶ στύψιν βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι, τῇ τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίγνεται τὸ φάρμακον ἐν τοῖς μάλιστα. καὶ γὰρ ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα, τοὺς παχεῖς μάλιστα καὶ γλίσχρους λεπτύνουσα χυμοὺς, καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει τε καὶ ἀποῤῥύπτει γενικῶς τά τ’ ἄλλα τὰ ῥύψεως δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τά τε φύλλα, παραπλήσιον

865
ἔχοντα δύναμιν ἕλκεσί τε καὶ τραύμασι νεοτρώτοις ἁρμόττει, καὶ ὅσῳ ἂν ἧττον ᾖ ξηρὰ τοσοῦτον μᾶλλον κολλᾷ. τὰ γὰρ ξηρότερα δριμύτερα τὴν δύναμίν ἐστιν ἢ ὡς τραύμασι πρέπει. πεπίστευται δὲ καὶ τυρὸν ὑγρὸν ἄσηπτον διαφυλάττειν, ἔξωθεν αὐτῷ περιτιθέμενον, διὰ τὴν τῆς κράσεως ξηρότητα. ὁ δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ τῆς ῥίζης ἐστὶν, ὥστε καὶ καρκίνους καὶ πολύποδας ἐκτήκειν πεπίστευται. καὶ ὁ χυλὸς δ’ αὐτοῦ τὰ ἐν ὀφθαλμοῖς ἀποκαθαίρει.

[ι΄. Περὶ δρυοπτερίδος.] Δρυοπτερὶς μικτῆς ἐστι γευομένῳ ποιότητος γλυκείας δριμείας ὑποπίκρου, κατὰ δὲ τὴν ῥίζαν καὶ στρυφνῆς. δύναμιν δ’ ἔχει σηπτικὴν, ὅθεν καὶ τρίχας ψιλοῖ.

[ια΄. Περὶ δρυός.] Δρυὸς ἅπαντα μὲν τὰ μόρια στυφούσης μετέχει ποιότητος, ἐπιπλέον δὲ τὸ ἐν τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμενῶδες, καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου, τὸ ἐπὶ τῇ σαρκὶ τοῦ καρποῦ. διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον,

866
αἵματός τε πτύσεις καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα χρόνια χρήσιμον εἶναι πεπίστευται, μάλιστα δ’ ἀφέψοντες αὐτῷ χρῶνται. σφοδρότερον δ’ ἔτι στύφει φηγὸς καὶ πρῖνος, εἴτ’ οὖν εἴδη δρυὸς ὀνομάζειν αὐτά τις εἴτε καὶ διαφέρειν ὅλῳ τῷ γένει βούλοιτο. καὶ δὴ καὶ τὰ φύλλα τὰ μὲν τούτων τῶν φυτῶν ἁπαλὰ καταπλασσόμενα ξηραίνειν οὐκ ἀγεννῶς πέφυκε, τὰ δὲ τῆς ἑτέρας δρυὸς ἧττον, εἰς ὅσον καὶ στύψεως ἧττον μετείληφεν. ἔγωγ’ οὖν οἶδα καὶ κολλήσας ποτὲ τραῦμα δρεπάνῳ γεγονὸς, οὐδαμῶς ἑτέρου παρόντος φαρμάκου, τοῖς φύλλοις τῆς δρυός. ἔτριψα δ’ ἐπὶ πέτρας λείας αὐτὰ καὶ τὸ τραῦμα μετὰ τοῦ πέριξ χωρίου παντὸς κατέπλασα. ἔστι δὲ τῆς αὐτῆς τοῖς φύλλοις δυνάμεως καὶ ὁ καρπὸς τῆς δρυός. καὶ κέχρηνταί γε τούτῳ τινὲς τῶν ἰατρῶν ἐπὶ τῶν ἀρχομένων ἔτι καὶ αὐξανομένων φλεγμονῶν. ὅσαι γὰρ ἤδη σφοδραὶ τῶν στυφόντων οὐ δέονται. τὰ μὲν δὴ τοιαῦτα θεραπευτικῆς μᾶλλον ἢ τῆς ἐνεστώσης ἐστὶ πραγματείας. ἀπόχρη δ’ εἴς γε τὰ παρόντα γιγνώσκειν ὡς στυπτικῆς μὲν εἰς ὅσον εἴρηται μετείληφε δυνάμεως
867
δρῦς, καὶ διὰ τοῦτο ξηραντικῆς τε καὶ στυπτικῆς, θερμῆς δ’ ἐπ’ ὀλίγον εἶναι κατωτέρω τῶν μέσων ἐν τοῖς ὡς ἂν οὕτω τις εἴποι χλιαροῖς.

[α΄. Περὶ ἐβίσκου.] Ἐβίσκος ἢ ἀλθαία. ἔστι δὲ μαλάχη ἡ ἀγρία διαφορητικὴ, χαλαστικὴ, ἀφλέγμαντος, πραϋντικὴ, πεπτικὴ φυμάτων δυσπέπτων. καὶ ἡ ῥίζα δὲ αὐτῆς καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ χλωρᾷ, λεπτομερεστέραν δὲ ἐκείνης καὶ ξηραντικωτέραν καὶ προσέτι ῥυπτικωτέραν ἐπιδείκνυνται τὴν δύναμιν, ὥστε καὶ ἀλφοὺς ἀποῤῥύπτειν καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους διαιρεῖν. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν καὶ διάῤῥοιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν ἐχούσης τινὰ δύναμιν στυπτικήν.

[β΄. Περὶ ἐβένου.] Ἔβενος τῶν εἰς χυλὸν ἀναλυομένων ἐστὶ ξύλων εἰ παρατρίβοιτο μεθ’ ὕδατος, ὥσπερ ἔνιοι τῶν λίθων. ἡ δὲ δύναμις θερμαντική τέ ἐστι καὶ ῥυπτικὴ καὶ λεπτομερὴς, ὅθεν καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα πεπίστευται ῥύπτειν. ταῖς τε ἄλλαις ὀφθαλμικαῖς μίσγεται δυνάμεσιν,

868
ὅσαι πρὸς ἕλκη παλαιὰ καὶ ῥεύματα καὶ φλυκταίνας ἁρμόττουσιν.