De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[στ΄. Περὶ βδελλίου.] Βδέλλιον τὸ μὲν Σκυθικὸν ὀνομαζόμενον,

850
ὃ δὴ καὶ μελάντερόν ἐστιν καὶ ῥητινωδέστερον, μαλακτικῆς ἐστιν ἱκανῶς καὶ δραστηρίου δυνάμεως. τὸ δ’ ἕτερον τὸ Ἀραβικὸν, ὃ δὴ καὶ διαυγέστερόν ἐστι, μᾶλλον ξηραίνει τῶν μαλακτικῶν. ὅσον οὖν ἐστι νέον αὐτοῦ, καὶ ὑγρόν ἐστι καὶ κοπτόμενον μαλάττεται ῥᾳδίως, ἐπιτήδειον εἰς ὅσα περ καὶ τὸ Σκυθικόν. ὅσον δὲ παλαιότερόν τέ ἐστι καὶ πικρὸν ἱκανῶς ἐν τῇ γεύσει καὶ δριμὺ καὶ ξηρὸν, ἐκπέπτωκεν ἤδη τοῦτο τὴν τῶν μαλαττόντων τὰ σκιῤῥούμενα συμμετρίαν. χρῶνται δ’ αὐτοῖς τινες, καὶ μάλιστα τῷ Ἀραβικῷ. ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων, ἀσίτῳ πτυέλῳ δεύοντες, ὡς ἐμπλαστρώδη σύστασιν ἔχειν. τὸ δὲ Ἀραβικὸν καὶ τοὺς ἐν νεφροῖς λίθους δοκεῖ θρύπτειν πινόμενον, οὖρά τε προτρέπειν καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς ἐξιᾶσθαι καὶ πόνους πλευρῶν καὶ ῥήγματα.

[ζ΄. Περὶ βηχίου.] Βηχίον ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ πεπιστεῦσθαι βῆχάς τε καὶ ὀρθοπνοίας ὠφελεῖν, εἴ τις ἤτοι τὰ φύλλα ξηρὰ λαβὼν, ἢ τὴν ῥίζαν ἐπ’ ἀνθράκων θυμιάσας, εἰσπνέοι τὴν ἀναφερομένην λιγνύν. ἔστι δὲ δριμεῖα

851
συμμέτρως, ὥστε καὶ ῥήσσειν ἀλύπως πεπιστεῦσθαι τὰ κατὰ τὸν θώρακα πάντ’ ἀποστήματα. τὰ μὲν δὴ χλωρὰ φύλλα καὶ τὰ φλεγμαίνοντα μόρια δυσπέπτως ὀνίνησιν ἔξωθὲν καταπλασσόμενα διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος, ἧς ἅπαντα τὰ χλωρὰ καὶ ἁπαλὰ τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον μετέχει. τὰ γὰρ ἤδη ξηρὰ φύλλα τοῦ βηχίου δριμυτέρας ἐστὶν ἢ κατὰ τὰ φλεγμαίνοντα δυνάμεως.

[η΄. Περὶ βλίτου.] Βλίτον ἐδώδιμόν ἐστι λάχανον ὑγρὸν καὶ ψυχρὸν τῇ κράσει ἐν τῇ δευτέρᾳ μάλιστα τῶν εὐκράτων ἀποστάσει.

[θ΄. Περὶ βολβοῦ ἡμέρου.] Βολβὸς ἐσθιόμενος μὲν ψυχρότερός τ’ ἐστὶ καὶ παχύτερος καὶ γλίσχρου χυμοῦ γεννητικός. καὶ γὰρ δύσπεπτός τ’ ἐστὶ καὶ φυσώδης καὶ ἀφροδισιαστικός. ἐπιπλαττόμενός γε διὰ τὸ πικρότητός τε ἅμα καὶ στύψεως μετέχειν, στυπτικός τε καὶ κολλητικὸς γίνεται καὶ δηλονότι ξηραντικός. ἐδείχθη γὰρ ὡς ἡ μὲν πικρότης ἐν ταῖς ῥυπτικαῖς οὐσίαις ἐστὶν, ἡ δὲ στύψις ἐν ταῖς κολλητικαῖς, ἡ δὲ ξηρότης ἀμφοτέραις ἠκολούθηκεν.

852

[ι΄. Περὶ βολβοῦ ἐμετικοῦ.] Βολβὸς ἐμετικὸς θερμότερός ἐστι πολὺ τῆς τοῦ προειρημένου βολβοῦ κράσεως.

[ια΄. Περὶ βουβωνίου.] Βουβώνιον ἢ ἀστὴρ Ἀττικὸς, ὠνόμασται μὲν ἀπὸ τοῦ πεπιστεῦσθαι βουβῶνας ἰᾶσθαι καταπλαττόμενόν τε καὶ περιαπτόμενον. ἔστι δὲ διαφορητικῆς μετρίως δυνάμεως, ὅτι καὶ θερμόν ἐστι μετρίως καὶ οὐ σφοδρῶς οὐδὲ συντατικῶς ξηραίνει, καὶ μάλισθ’ ὅταν ἔτι μαλακὸν ᾖ καὶ νέον.

[ιβ΄. Περὶ βουγλώσσου.] Βούγλωσσον ὑγρὸν καὶ θερμόν ἐστι τὴν κρᾶσιν, ὅθεν καὶ τοῖς οἴνοις ἐμβαλλόμενον εὐφροσύνης αἴτιον εἶναι πεπίστευται. ἁρμόζει δὲ καὶ τοῖς διὰ τραχύτητα φάρυγγος βήττουσιν ἐν μελικράτῳ ἀφεψόμενον.

[ιγ΄. Περὶ Βουνίου.] Βούνιον, οἱ δὲ ἀρκτικὸν, τῶν θερμαινόντων ἐστὶν εἰς τοσοῦτον ὡς οὐρητικόν τε εἶναι καὶ καταμηνίων ἀγωγόν. καὶ τὸ ψευδοβούνιον δὲ παραπλησίως αὐτῷ θερμόν ἐστιν.

[ιδ΄. Περὶ βουφθάλμου.] Βούφθαλμον ὠνόμασται μὲν οὕτως ἀπὸ τῶν ἀνθῶν ἐοικέναι δοκούντων κατὰ τὸ σχῆμα

853
βοὸς ὀφθαλμῷ, ἐπί τε τήν γε χρόαν τοῖς τῆς ἀνθεμίδος ἐστὶν ὁμοιότατα. μείζω δ’ ἐστὶν αὐτῶν συχνῷ καὶ δριμύτερα, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα, μέχρι τοῦ καὶ σκληρίας ἰᾶσθαι μιγνύμενα κηρωτῇ.

[ιε΄. Περὶ βράθυος.] Βράθυ τῶν ἰσχυρῶς ξηραινόντων ἐστὶ, κατά γε τὰς τρεῖς ποιότητας ἃς καὶ τῷ γεύεσθαι διασημαίνει, παραπλησίως κυπαρίσσῳ, πλὴν ὅτι δριμύτερον αὐτῆς ἐστι καὶ ὡς ἂν εἴποι τις ἀρωματικώτερον. αὐτῆς τε οὖν ταύτης μετέχει τῆς ποιότητος ἧς εἴρηκα νῦν τῆς δριμείας, ἐπὶ θερμῇ κράσει συνισταμένης, ἔτι τε πικρότητός τε καὶ στύψεως ἀμυδροτέρας ἢ κατὰ κυπάρισσον. ὅσον γὰρ ἐν δριμύτητι πλεονεκτεῖ κυπαρίσσου, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον. κολλῆσαι μὲν οὖν οὐ δύναται διὰ ῥώμην ξηρότητος καὶ θερμότητος. εἰς τοσοῦτον γὰρ ἀμφοῖν τούτων μετείληφεν, ὡς ἤδη συντατικὸν καὶ φλογῶδες ὑπάρχειν· εἰς δὲ τὰς σηπεδόνας ὁμοίως ἁρμόττει κυπαρίσσῳ, καὶ μάλισθ’ ὅσαι κακοηθέστεραί τ’ εἰσὶ καὶ χρονιώτεραι. φέρουσι γὰρ ἀλύπως αὗται τὴν ἰσχὺν τοῦ φαρμάκου. καὶ τοίνυν καὶ τὰ μεμελασμένα

854
καὶ τὰ λίαν ῥυπαρὰ μετὰ μέλιτος ἀποκαθαίρει καὶ ἄνθρακας ἀπολύει. διὰ δὲ τὴν λεπτομέρειαν καὶ καταμηνίων ἐστὶν ἀγωγὸν, εἴπερ τι καὶ ἄλλο, καὶ δι’ οὔρων αἷμα κινεῖ, καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει, τὰ νεκρὰ δ’ ἐκβάλλει. κείσθω δὴ καὶ τοῦτο τὸ φάρμακον ἐν τῇ τρίτῃ τῶν ἀποστάσεων κατά τε τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν ἐν τοῖς μάλιστα λεπτομερέσιν ὑπάρχον. ταῦτ’ ἄρα καὶ μύροις μίγνυται καὶ μάλιστα τῷ γλευκίνῳ καὶ εἰς ἀντιδότους ἐμβάλλεται παμπόλλας. ἔνιοι καὶ ἀντὶ κινναμώμου διπλάσιον αὐτὸ βάλλουσι, λεπτυντικῆς τε γάρ ἐστι καὶ διαφορητικῆς εἰ ποθείη δυνάμεως.

[ιστ΄. Περὶ βρετανικῆς.] Βρετανικῆς τῆς πόας ἐστὶ μὲν καὶ τὰ φύλλα στυπτικά τε καὶ κολλητικὰ τραυμάτων, ὅμοια τοῖς τῶν ἀγρίων ὄντα λαπάθων, πλὴν ὅσον μελάντερά τε καὶ δασύτερα φαίνεται. ἔστι δὲ ὁ ἐξ αὐτῶν χυλὸς ὁμοίως στυπτικὸς, ὥστε καὶ ἕψοντες αὐτὸν ἀποτίθενταί τινες ὡς δραστικώτατον τῶν στοματικῶν φαρμάκων. ἰᾶσθαι γὰρ δοκεῖ καὶ τὰ ἤδη σηπόμενα.

855

[ιζ΄. Περὶ βρόμου.] Βρόμος ἐστὶ μὲν ἕν τι τῶν ὀσπρίων, ἀλλ’ ὡς φάρμακον ὁμοίαν ἔχει δύναμιν κριθῇ. καταπλασσόμενον γὰρ ξηραίνει καὶ διαφορεῖ μετρίως τε καὶ ἀδήκτως. ἔστι δὲ καὶ ψυχρότερον ἀτρέμα τῇ κράσει καί τι καὶ στύψεως ἔχων, ὥστε καὶ τὰς κατὰ γαστέρα διαῤῥοίας ὠφελεῖν.

[ιη΄. Περὶ βρύου.] Βρύον θαλάττιον σύνθετόν ἐστιν ἐκ γεώδους τε ἅμα καὶ ὑδατώδους οὐσίας ἀμφοτέρων ψυχρῶν. στύφει τε γὰρ γευόμενον καὶ πάνθ’ ὅσα θερμὰ καταπλασσόμενον ἐναργῶς ἐμψύχει τε καὶ ὠφελεῖ.

[ιθ΄. Περὶ βρύου ἢ καὶ σπλάγχνου.] Βρύον, ἔνιοι δὲ σπλάγχνον. εὑρίσκεται μὲν ἐπὶ δρυσὶ καὶ πεύκαις καὶ λεύκαις. ἔχει δὲ καὶ δύναμιν στυπτικὴν οὐκ ἰσχυράν. οὐδὲ γὰρ ψυχρὸν ἱκανῶς ἐστιν, ἀλλ’ ἐγγύς πως τοῖς μέσοις, ὅτι καὶ διαφορητικῆς τε καὶ μαλακτικῆς μετείληφε δυνάμεως, καὶ μάλιστα τὸ ἐπὶ κεδρίνων εὑρισκόμενον ξύλων.

[α΄. Περὶ γαλλίου.] Γάλλιον ὠνόμασται μὲν ἀπὸ τοῦ τὸ γάλα πηγνύναι. παραπλήσιον δ’ ἐστὶν ἀπαρίνῃ

856
δύναμιν ἔχον ξηραντικὴν καὶ ὑπόδριμυν. τὸ δὲ ἄνθος αὐτοῦ πρὸς αἱμοῤῥαγίας ἁρμόττειν δοκεῖ καὶ πυρίκαυστα ἰᾶσθαι. ἔστι δὲ εὔοσμόν τε καὶ τῇ χροιᾷ μήλινον.

[β΄. Περὶ γεντιανῆς.] Γεντιανή. ταύτης τῆς πόας ἡ ῥίζα δραστήριος ἱκανῶς ἐστιν, ἵνα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι, καὶ ἀποῤῥῦψαι καὶ ἐκφράξαι, καὶ οὐδὲν θαυμαστὸν εἰ ταῦτα δύναται πικρὰ σφοδρῶς ὑπάρχουσα.

[γ΄. Περὶ γιγάρτων.] Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην. ἡ δ’ οὐσία παχυμερὴς αὐτῶν ἐστι καὶ γεώδης, ὡς τῇ γεύσει δηλοῦται· στρυφνὰ γὰρ φαίνεται, καὶ ἡ πεῖρα διδάσκει. πᾶσι γὰρ τοῖς κατὰ γαστέρα πάθεσι τοῖς ῥοώδεσιν ἱκανῶς ἁρμόττει.

[δ΄. Περὶ γιγγιδίου.] Γιγγίδιον, ὥσπερ τῇ γεύσει πικρότητός τε καὶ στύψεως μετέχει, οὕτως καὶ τῇ κράσει θερμότητός τε καὶ ψύξεως. ξηραντικὸν δ’ ἐστὶν κατ’ ἀμφοτέρας τὰς ποιότητας, καὶ μέντοι καὶ εὐστόμαχον, ὅτι στύψεως

857
οὐκ ὀλίγης μετείληφε. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ κέκτηται. ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν.

[ε΄. Περὶ γλαυκίου.] Γλαύκιον στύφει μετά τινος ἀηδίας, ἀλλὰ καὶ ψύχει σαφῶς οὕτως, ὥστε θεραπεύειν μόνον ἐρυσιπέλατα πολλάκις, ὅσα γε μὴ ἰσχυρά. καὶ ἔστιν ἡ κρᾶσις αὐτοῦ σύνθετος ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ψυχρῶν μὲν ἀμφοῖν, οὐ μὴν ἄκρως, ἀλλ’ οὕτως ὡς ὕδωρ κρηναῖον.

[στ΄. Περὶ γλαυκός.] Γλαὺξ ἡ πόα· καὶ αὐτὴ γάλακτος εἶναι δοκεῖ γεννητική. καὶ εἴπερ τοῦτο οὕτως ἔχει, θερμὴ ἂν πως εἴη καὶ ὑγρὰ τὴν κρᾶσιν.