De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[νθ΄. Περὶ ἑτέρου ἀρκτίου.] Τὸ δ’ ἕτερον ἄρκτιον, ὃ δὴ καὶ προσωπίδα καλοῦσιν, οὗ τὰ φύλλα τοῖς τῆς κολοκύνθης ἐστὶν ὁμοιότατα, πλὴν ὅσῳ μείζω τε καὶ σκληρότερα, διαφορητικὸν μέν ἐστιν καὶ ξηραντικόν. ἔχει δέ τι καὶ στυπτικὸν μετρίως, διὰ τοῦτο αὐτοῦ καὶ τὰ φύλλα παλαιῶν ἑλκῶν ἐστιν ἰατικά.

838

[ξ΄. Περὶ ἀρνογλώσσου.] Ἀρνόγλωσσον. μικτῆς καὶ τοῦτο κράσεώς ἐστιν. ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρὸν, ἔχει δέ τι καὶ αὐστηρὸν, ὅπερ ἐστὶ γεῶδες, ξηρὸν ψυχρὸν, ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει καὶ κατ’ ἄμφω τῆς δευτέρας ἐστὶν ἀποστάσεως τῶν μέσων. ὅσα δὲ μετὰ ψύξεως ξηρά ἐστι φάρμακα, καὶ πρὸς ἕλκη κακοήθη πάντα καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς δυσεντερίας, καὶ γὰρ καὶ τὰς αἱμοῤῥαγίας ἵστησι καὶ, εἴ τι διακαὲς, ἐμψύχει, καὶ κολλητικὰ κόλπων ἐστὶ καὶ τῶν ἄλλων ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν. ἐν ἅπασι δὲ σχεδὸν τοῖς τοιούτοις φαρμάκοις ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον ἀρνόγλωσσον ὑπάρχει τῇ συμμετρίᾳ τῆς κράσεως. καὶ γὰρ ξηρότητος ἀδήκτου μετέχει καὶ ψύξεως μηδέπω ναρκούσης, καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ αἱ ῥίζαι παραπλησίας εἰσὶ δυνάμεως, πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ’ ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως, ὡς ἀποπνεύσαντος

839
αὐτῶν καὶ διαφορηθέντος τοῦ ὑδατώδους περιττώματος. ταῦτ’ ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα χρῶνται, διαμασωμέναις τε καὶ τοῖς διακλύμασιν αὐτῶν ἐνεψομέναις. πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις καὶ ταύταις μὲν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολὺ μᾶλλον ἔτι τῷ καρπῷ. μετέχει γάρ τινος ἅπαντα ταῦτα δυνάμεως ῥυπτικῆς, ἣν εἰκὸς εἶναι κᾀν τῇ πόᾳ μὲν χλωρᾷ, νικᾶσθαι δ’ ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος.

[ξα΄. Περὶ ἄρου.] Ἄρον. ἐκ γεώδους καὶ τοῦτο γέγονεν οὐσίας θερμῆς, καὶ διὰ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως, ἀλλ’ οὐκ ἰσχυρᾶς ὥσπερ τὸ δρακόντιον. ἔστιν οὖν ἔν τε τῷ ξηραίνειν καὶ τῷ θερμαίνειν τῆς πρώτης κατ’ ἄμφω τάξεως. αἱ ῥίζαι δ’ αὐτοῦ μάλιστ’ εἰσὶ χρήσιμοι. καὶ δὴ καὶ ἐσθιόμεναι τέμνουσι πάχος χυμῶν μετρίως, ὥστε καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσίν εἰσιν ἐπιτήδειοι. τὸ δὲ δρακόντιον εἰς ταῦτα ἐπιτηδειότερον.

[ξβ΄. Περὶ ἀρτεμισίας.] Ἀρτεμισία. διττὴ μέν ἐστι καὶ ἡ ἀρτεμισία πόα. θερμαίνουσι δ’ ἀμφότεραι καὶ μετρίως

840
ξηραίνουσι, καὶ κείσθωσαν ἐν μὲν τῷ θερμαίνειν δευτέρας ἀποστάσεως, ἐν δὲ τῷ ξηραίνειν ἢ πρώτης ἐπιτεταμένης ἢ δευτέρας ἀρχομένης. εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως, ὥστε καὶ πρὸς τοὺς ἐν νεφροῖς λίθους ἁρμόττειν μετρίως καὶ εἰς πυρίας ὑστερῶν.

[ξγ΄. Περὶ ἀσάρου.] Ἄσαρον. ταύτης τῆς πόας αἱ ῥίζαι χρήσιμοι, παραπλήσιαι μὲν ταῖς τοῦ ἀκόρου τὴν δύναμιν, ἐπιτεταμέναι δὲ μᾶλλον, ὥστ’ ἐξ ὧν ὑπὲρ ἐκείνου προείρηται καὶ περὶ τούτου χρὴ γνωρίζειν.

[ξδ΄. Περὶ ἀσκληπιάδος.] Ἀσκληπιάς. ἐν τῷ τρίτῳ Διοσκουρίδης περὶ ταύτης τῆς πόας ἔγραψεν. ἡμεῖς δὲ οὐδέπω πεῖραν αὐτῆς ἔχομεν.

[ξε΄. Περὶ ἀσπαλάθου.] Ἀσπάλαθος καὶ κατὰ τὴν γεῦσίν ἐστι δριμὺς ἅμα καὶ στυπτικὸς καὶ κατὰ τὴν δύναμιν ἐξ ἀνομοιομερῶν δηλονότι σύγκειται, μέρεσι μὲν ἑαυτοῦ τοῖς δριμέσι θερμαίνων, μέρεσι δ’ ἑτέροις τοῖς αὐστηροῖς ψύχων, ὥστε ξηραίνει κατ’ ἄμφω καὶ ψύχει, καὶ διὰ τοῦτο πρὸς σηπεδόνας καὶ ῥεύματα χρήσιμος ὑπάρχει.

841

[ξστ΄. Περὶ ἀσπαράγου.] Ἀσπάραγος πετραῖος ἢ μυακάνθινος, ῥυπτικῆς ἐστι δυνάμεως, οὐ μὴν οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ταῦτά τοι καὶ νεφρῶν καὶ ἥπατος ἐκφρακτικὸς ὑπάρχει, καὶ μάλισθ’ αἱ ῥίζαι τῆς βοτάνης καὶ τὸ σπέρμα. καὶ μὲν δὴ καὶ ὀδονταλγίας ἰᾶται τῷ ξηραίνειν, ὧν δὴ καὶ μάλιστα χρῄζουσιν οἱ ὀδόντες. Ἀθηναῖοι δὲ διὰ τοῦ φ λέγουσιν ἀσφάραγον.

[ξζ΄. Περὶ ἀσπλήνου.] Ἄσπληνον. λεπτομερὴς μὲν, οὐ μὴν θερμή γε τὴν δύναμιν ἡ πόα. ταῦτ’ ἄρα καὶ λίθους θρύπτει καὶ σπλῆνας τήκει.

[ξη΄. Περὶ ἀστραγάλου.] Ἀστράγαλος θαμνίσκος ἐστὶ μικρὸς, ἔχων ῥίζας στυπτικὰς, διὸ καὶ τῶν ξηραινόντων ἐστὶν οὐκ ἀγεννῶς. ἐπουλοῖ γοῦν ἕλκη παλαιὰ καὶ κοιλίαν ἵστησι ῥευματιζομένην, εἴ τις ἀφεψήσας ἐν οἴνῳ τὴν ῥίζαν πίνοι πλεῖστος ὁ θάμνος ἐν Φενεῷ τῆς Ἀρκαδίας γεννᾶται.

[ξθ΄. Περὶ ἀστέρος Ἀττικοῦ.] Ἀστὴρ Ἀττικός. οἱ δὲ βουβώνιον ὀνομάζουσιν, ὅτι μὴ μόνον ἐπιπλαττόμενον,

842
ἀλλὰ καὶ περιαπτόμενον ἰᾶσθαι πεπίστευται βουβῶνας. ἔχει μέν τι καὶ διαφορητικὸν, ἀλλ’ οὐχ ἥκιστα καὶ ψυκτικόν τι καὶ ἀποκρουστικὸν, ὥστε καὶ μικτῆς εἶναι δυνάμεως ὥσπερ καὶ τὸ ῥόδον, ἀλλ’ οὐ στύφει γε τοῦτο.

[ο΄. Περὶ ἀσταφίδος.] Ἀσταφὶς ἡ μὲν ἥμερος πεπτικῆς τε ἅμα καὶ στυπτικῆς καὶ διαφορητικῆς ἀτρέμα μετέχει δυνάμεως. ἡ δ’ ἀγρία δριμείας ἰσχυρῶς, ὡς ἀποφλεγματίζειν τε καὶ ῥύπτειν σφοδρῶς, ὥστε καὶ πρὸς ψώραν ἁρμόττει. μετέχει δὲ καὶ καυστικῆς τινος δυνάμεως.