De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιστ΄. Περὶ ἀκάνθου λευκῆς.] Ἄκανθος λευκή. ταύτην ἔνιοι λευκάκανθον ὀνομάζουσιν. ἔστι δ’ αὐτῆς ἡ μὲν ῥίζα ξηραντικὴ καὶ μετρίως στύφουσα, διὸ καὶ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ, καὶ τὰς τοῦ αἵματος ἀγωγὰς ἐπέχει καὶ τὰ οἰδήματα καταπλαττομένη συστέλλει καὶ ὀδόντας ἀλγοῦντας, εἰ διακλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ σπέρμα λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις ἁρμόττειν πινόμενον.

[ιζ΄. Περὶ ἀκάνθου Αἰγυπτίας.] Ἄκανθος Αἰγυπτία· ἔνιοι δὲ Ἀραβικὴν ὀνομάζουσιν. ἔοικε δὲ καὶ τῇ παρ’ ἡμῖν ἀκάνθῃ τῇ λευκῇ. στυπτικωτέρα δὲ καὶ ξηραντικωτέρα τὴν δύναμίν ἐστιν, ὥστε καὶ ῥοῦν γυναικεῖον ὀνίνησιν αὐτῆς ἡ ῥίζα. καὶ πρὸς τὰ ἄλλα ὅσα περ ἡ παρ’ ἡμῖν ἅπαντα βοηθεῖ σφοδροτέρως ἥ τε ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ. οὗτος δὲ καὶ τὰ κατὰ τὴν σταφυλὴν καὶ τὰ καθ’ ἕδραν ἐμφυσώμενα, καὶ εἰς οὐλὴν ἄγει τὰ ἕλκη μετρίαν ἔχουσα καὶ οὐκ ἀηδῆ τὴν στύψιν.

[ιη΄. Περὶ ἀκόρου.] Ἄκορον. τούτου τῇ ῥίζῃ χρώμεθα, δριμείᾳ μὲν οὔσῃ καὶ ὑποπίκρῳ μετρίως κατὰ γεῦσιν,

820
οὐκ ἀηδεῖ δὲ κατὰ τὴν ὀσμήν. ὅθεν δῆλον ὡς θερμὴ τὴν δύναμίν ἐστιν καὶ λεπτομερὴς τὴν σύστασιν. ὁμολογεῖ δὲ τούτῳ καὶ τὸ κινεῖν οὖρα καὶ σκιῤῥουμένους τοὺς σπλῆνας ὠφελεῖν, ἀποῤῥύπτειν τε καὶ λεπτύνειν τὰ πάχη τοῦ κερατοειδοῦς. ἀμείνων δὲ ὁ χυλὸς αὐτῆς εἰς τοῦτο. δῆλον δὲ ὅτι ξηραντικὸν πάντως ἐστίν. καὶ δὴ καὶ κείσθω τρίτης τάξεως ἐν ἀμφοῖν, ἔν τε τῷ θερμαίνειν κᾀν τῷ ξηραίνειν.

[ιθ΄. Περὶ ἀκονίτου ἢ παρδαλιαγχοῦς.] Ἀκόνιτον ἢ παρδαλιαγχές. σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς ἐστιν, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέσματι λαβεῖν ἢ ποτῷ. πρὸς μέντοι τὸ ἀποσῆψαί τινα ἐκ τοῦ σώματος ἢ κατὰ τὴν ἕδραν ἐπιτήδειόν ἐστι. χρήσιμος δὲ ἡ ῥίζα τῆς πόας εἰς ταῦτα.

[κ΄. Περὶ ἀκονίτου ἢ λυκοκτόνου.] Ἀκόνιτον ἢ λυκοκτόνον. ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ δυνάμεως, ἰδιώτερον δὲ λύκους ἀναιρεῖν πέφυκεν ὥσπερ ἐκεῖνο παρδάλεις.

[κα΄. Περὶ ἄκτης καὶ χαμαιάκτης.] Ἀκτὴ ἥ τε μεγάλη καὶ δενδρώδης καὶ ἡ βοτανωδεστέρα, ἥν περ δὴ καὶ

821
χαμαιάκτην ὀνομάζουσιν· ξηραντικῆς ἀμφότεραι δυνάμεώς εἰσι, κολλητικῆς τε καὶ μετρίως διαφορητικῆς.

[κβ΄. Περὶ ἀλίμου.] Ἄλιμον. θάμνος τοῦτό ἐστι τὸ φυτὸν, ἐν Κιλικίᾳ μάλιστα πλεῖστον γεννώμενον, ἵνα καὶ τοὺς βλαστοὺς αὐτοῦ ἐσθίωσι προσφάτους τε καὶ εἰς ἀπόθεσιν θησαυρίζοντες. ἔστι δὲ καὶ σπέρματος καὶ γάλακτος γεννητικὸν τὸ φυτὸν καὶ κατὰ τὴν γεῦσιν ἁλυκόν τέ ἐστι καὶ ὑποστῦφον ἔχον. ἐξ ὧν ἁπάντων δῆλον ὡς ἀνομοιομερὲς μέν ἐστι, τὸ δὲ πλεῖον αὐτοῦ τῆς οὐσίας θερμὸν εὐκράτως ὑπάρχει μεθ’ ὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους ἀτρέμα.

[κγ΄. Περὶ ἀλόης.] Ἀλόη. αὕτη μὲν ἡ πόα παρ’ ἡμῖν οὐ πάνυ τι φύεται, καὶ ἡ φυομένη δὲ κατὰ Συρίαν τὴν μεγάλην ὑδατωδεστέρα τε καὶ ἀσθενεστέρα τὴν δύναμίν ἐστιν. ἄχρι μέντοι τοσούτου ξηραίνειν πέφυκεν ὡς κολλᾷν τραύματα. κατὰ δὲ τὰς θερμοτέρας χώρας, ὧν ἐστιν ἡ κοίλη Συρία καὶ Ἀραβία, πολὺ βελτίων ἐστίν. ἀρίστη δὲ καὶ ἡ κατὰ τὴν Ἰνδίαν, ἧς ὀπός ἐστιν τὸ κομιζόμενον ἐνταυθοῖ τοῦτο φάρμακον ἡ ἀλόη προσαγορευομένη, χρείαν παμπόλλην

822
παρεχόμενον ἐκ τοῦ ξηραίνειν ἀδήκτως. ἔστι δὲ οὐχ ἁπλῆς φύσεως, ἀλλ’ ὥσπερ καὶ ἡ γεῦσις μαρτυρεῖ, στύφει τε ἅμα καὶ πικράζει. στύφει μὲν οὖν μετρίως, πικρὰ δὲ ἰσχυρῶς ἐστιν. ὑπάγει δὲ καὶ γαστέρα τῶν ἐκκοπρωτικῶν καλουμένων οὖσα φαρμάκων, ὥστε ἐκ τῶν εἰρημένων δῆλον, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ τετάρτῳ λόγῳ δεδειγμένων, ὡς τῶν μὲν ξηραινόντων φαρμάκων τῆς τρίτης ἐστὶν ἀποστάσεως, τῶν θερμαινόντων δὲ ἤτοι τῆς πρώτης ἐπιτεταμένης ἢ τῆς δευτέρας ἐκλελυμένης. τῷ δὲ μικτῷ τῆς δυνάμεως αὐτῆς μαρτυρεῖ καὶ τὰ κατὰ μέρος ἔργα. καὶ γὰρ εὐστόμαχόν ἐστι τὸ φάρμακον, εἴπέρ τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν. ἰᾶται δὲ τὰ δυσεπούλωτα τῶν ἑλκῶν, καὶ μάλιστα τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον. ἁρμόζει δὲ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στόματι καὶ ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς. καὶ ὅλως ἀποκρούεσθαί τε καὶ διαφορεῖν ἅμα πέφυκεν, μετὰ καὶ τοῦ ῥύπτειν ἐπ’ ὀλίγον, εἰς ὅσον ἕλκεσι καθαροῖς ἄλυπον.

823

[κδ΄. Περὶ ἀλύσσου.] Ἄλυσσον. ὠνόμασται μὲν ἄλυσσον ἡ πόα διὰ τὸ θαυμαστῶς ὀνινάναι τοὺς ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένους. ἀλλὰ καὶ ἤδη λυττῶντι δοθεῖσα πολλάκις ἐξιάσατο. τοῦτο μὲν ἐκ τῆς καθ’ ὅλην οὐσίαν ὁμοιότητος δύναται, καὶ λέλεκται πρόσθεν ὡς ἡ τοιαύτη δύναμις ἐκ πείρας τε μόνης λαμβάνεται καὶ παντάπασιν ἀμέθοδός ἐστιν. εἰ δὲ ἄν τις καὶ χρήσαιτο πρὸς πολλὰ, δυνάμεως γνώσεται ὡς μετρίως ἐστὶν ξηραντικῆς καὶ διαφορητικῆς, πρὸς τῷ καὶ ῥυπτικόν τι ἔχειν. ταύτῃ γέ τοι καὶ ἀλφοὺς καὶ ἔφηλιν ἀποκαθαίρει.

[κε΄. Περὶ ἀλσίνης.] Ἀλσίνη ἢ μυὸς ὦτα. ὁμοίαν ἔχει καὶ αὕτη τὴν δύναμιν τῇ ἑλξίνῃ ψύχουσάν τε καὶ ὑγραίνουσαν. ἔστι γὰρ οὐσίας ὑδατώδους ψυχρᾶς, διὸ καὶ χωρὶς στύψεως ἐμψύχει. ταῦτ’ ἄρα πρὸς τὰς ζεούσας ἁρμόττει φλεγμονὰς καὶ πρὸς ἐρυσιπέλατα μέτρια.

[κστ΄. Περὶ ἀμαράκου.] Ἀμάρακον θερμαίνει μὲν οὐκ ἀγγεννῶς, ξηραίνει δὲ οὐ σφοδρῶς. ἀλλ’ ἐν μὲν τῇ θερμότητι τῆς τρίτης ἐστὶ τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας.

824

[κζ΄. Περὶ ἀμβροσίας.] Ἀμβροσία καταπλαττομένη δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν.

[κη΄. Περὶ ἄμεως.] Ἄμι. τῆς πόας ἣν ἄμιν καλοῦσι, τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, θερμαντικῆς καὶ ξηραντικῆς καὶ λεπτομεροῦς ὑπάρχει δυνάμεως. ἔστι δὲ καὶ γευομένοις ὑπόπικρόν τε καὶ δριμὺ καὶ δῆλον ὅτι καὶ διουρητικόν τε καὶ διαφορητικόν. ἕποιτο δ’ ἂν καὶ τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν ἐκ τρίτης τάξεως ἐπιτεταμένης.

[κθ΄. Περὶ ἀμαράνθου.] Ἀμάρανθον δυνάμεώς ἐστιν τμητικῆς τε καὶ λεπτυντικῆς. ἔμμηνα οὖν ἄγει σὺν οἴνῳ ποθεῖσα ἡ κόμη καὶ θρόμβους αἵματος τήκειν πεπίστευται αὐτοὺς, οὐ τοὺς ἐν γαστρὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐν κύστει. χρὴ δὲ μᾶλλον τηνικαῦτα σὺν οἰνομέλιτι πίνειν, καὶ πάντων δ’ ἐστὶν ἁπλῶς ῥευμάτων ξηραντικὴ πινομένη κακοστόμαχος ὑπάρχουσα.

[λ΄. Περὶ ἀμόργης.] Ἀμόργη γεώδους ἐστὶν οὐσίας θερμῆς, οὐ μὴν εἰς τοσοῦτον μετέχει θερμότητος ὡς δάκνειν ἐπιφανῶς. εἰ δὲ καὶ ἑψηθείη, πολὺ μᾶλλον ἔτι παχυμερής

825
τε γίνεται καὶ ξηρά. καὶ εἴη ἂν ἐκ τῆς δευτέρας τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης πως μᾶλλον. οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράσει σωμάτων ἕλκη θεραπεύει, τὰ δ’ ἐν τοῖς ἄλλοις ἅπασι παροξύνει. συντατικὴ γάρ ἐστιν ὥσπερ ῥητίνη καὶ πίττα ξηρὰ καὶ ἄσφαλτος, ἅπερ καὶ αὐτὰ τῶν σκληρῶν μὲν πάνυ σωμάτων ἤτοι τραῦμα ἐχόντων ἢ κόλπων ἐστὶ κολλητική. τὰ δὲ ἄλλα πάντα συντείνει τε καὶ παροξύνει.