De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ε΄. Περὶ ἁλῶν κεκαυμένων.] Ἅλες κεκαυμένοι τὸ μὲν διαφορητικὸν μᾶλλον ἔχουσι τῶν ἀκαύστων, εἰς ὅσον αὐτῶν λεπτομερέστερον γίγνεται τὸ σῶμα, τὴν ἀπὸ τοῦ πυρὸς λαμβάνον δύναμιν, ὡς κᾀπὶ τῶν ἄλλων ἐδείχθη τῶν κεκαυμένων συμβαίνειν, οὐ μὴν ὁμοίως γε τοῖς ἀκαύστοις συνάγειν καὶ πιλοῦν τὴν στερεὰν οὐσίαν ἔτι δύνανται.

[στ΄. Περὶ νίτρου.] Νίτρον. ἐδείχθη καὶ τοῦτο τὸ φάρμακον ἐν τῷ μεταξὺ δύναμιν ἔχον ἁλῶν τε καὶ ἀφρονίτρου.

[ζ΄. Περὶ ἁλὸς ἄνθους.] Ἁλὸς ἄνθος, ἔνιοι μὲν ὡς ἓν ὄνομα τὸ ἁλόσανθον, ἔνιοι δὲ καὶ διαιροῦντες ἁλὸς ἄνθος ὀνομάζουσιν. ἔστι δ’ ὑγρὸν τοῦτο τὸ φάρμακον λεπτομερέστερον καὶ τῶν κεκαυμένων ἁλῶν, δριμύ τε τῇ ποιότητι καὶ διαφορητικὸν ἱκανῶς τῇ δυνάμει.