De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[κα΄. Περὶ ἵππων λειχήνων.] Λειχῆνας ἵππων λειωθέντας σὺν ὄξει γεγράφασί τινες ἐπιληψίας θεραπεύειν, ἔνιοι δὲ καὶ πρὸς παντὸς θηρίου δῆγμα συμβουλεύουσι χρῆσθαι.

343

[κβ΄. Περὶ ἀράχνης ὑφάσματος.] Ἀράχνης ὕφασμα γράφουσί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.

[κγ΄. Περὶ δερμάτων παλαιῶν.] Δέρματα παλαιὰ τὰ ἀπὸ τῶν καττυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων ἐκθλίμματα γεγράφασιν ἁρμόττειν, ὡς δῆθεν ἀντιπαθείᾳ τινὶ τοῦτο ποιοῦντα. φλεγμαίνοντα μὲν οὖν οὐκ ὠφελεῖται, παυσαμένης δὲ τῆς φλεγμονῆς εἰκότως ὠφελεῖται ξηραινόμενα· ξηραντικὴ γὰρ ἡ τοιαύτη τέφρα. καὶ ἡμεῖς ἐχρησάμεθά ποτε κατὰ ἀγρὸν αὐτῇ πρός τι τοιοῦτον ἐκ παρατρίμματος ἕλκος. θεραπεύει δ’ εἰκότως ἡ τοιαύτη τέφρα καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν καὶ τὰ καλούμενα παρατρίμματα κατὰ τοὺς μηροὺς γινόμενα.

[κδ΄. Περὶ ὀστρείων.] Ὄστρεια καλοῦσιν ἔνιοι πάντα τὰ ὀστρακόδερμα πρὸς Ἀριστοτέλους ὀνομασθέντα. τὸ δ’ ὑπὸ τῶν πολλῶν ὄστρεον ὀνομαζόμενον, ἐν τῇ δευτέρᾳ συλλαβῇ χωρὶς τοῦ ι λεγόμενον, εἶδος ἕν τι τῶν ὀστρείων τίθενται, περιλαμβάνοντες ἐν τῷ παντὶ γένει καὶ κήρυκας καὶ

344
πορφύρας καὶ χήμας καὶ πίνας ἅπαντά τε τὰ παραπλήσια, ἐφ’ ὧν ἐφεξῆς ἐρῶ.

[κε΄. Περὶ κηρύκων καὶ πορφυρῶν.] Κηρύκων καὶ πορφυρῶν τὸ ὄστρακον, ἐπειδὴ σκληρότατόν ἐστιν, οὐδέποτ’ αὐτῷ χωρὶς καύσεως κέχρημαι. καυθὲν μέντοι ξηραντικῆς ἐστι δυνάμεως, ἀκριβῶς δ’ αὐτὸ χρὴ λειοῦν, ὡς χνοῶδες γίνεσθαι, κόψαντα δηλονότι τι καὶ σήσαντα πρότερον. ἔστω δέ σοι τοῦτο κοινὸν ἐπὶ πάντων τῶν λιθώδη καὶ ὀστρακώδη τὴν οὐσίαν ἐχόντων. εἰ μὴ γὰρ ἀκριβῶς λειωθείη, παραπλήσια ταῖς ψάμμοις ἐστί. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειωθέντων αὐτῶν τὸ γινόμενον ἄλευρον ἕλκεσι κακοήθεσιν ἁρμόττει. κοινὸν δὲ καὶ τοῦτ’ αὐτὸ πάντων ἐστὶ τῶν ξηραινόντων ἰσχυρῶς, ἄνευ τοῦ δάκνειν ἐπιφανῶς· ἐρεθίζοντα γὰρ ἐκεῖνα ῥευμάτων αἴτια γίνεται. καὶ ἄλλο δέ τι κοινὸν ὑπάρχει τοῖς τοιούτοις ἅπασι, μετ’ ὀξυκράτου γὰρ ἢ ὄξους ἢ οἰνομέλιτος ἢ ὀξυμέλιτος ἐπιτήδεια τοῖς σηπεδονώδεσιν ἕλκεσι γίγνεται. διὰ τοῦτο καὶ οἱ λίθοι πάντες εἰς τοιαύτην ἀγόμενοι χρείαν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ἅπαντες δ’ αὖ ὠφελοῦσι.

345

[κστ΄. Περὶ ὀστρέων.] Ὀστρέων τὸ ὄστρακον καυθὲν ὁμοίας ἐστὶ δυνάμεως τῷ τῶν κηρύκων ὀστράκῳ, καὶ μᾶλλον ἔτι λεπτομερεστέρας, ἀσφαλέστερον δ’ εἰπεῖν, ἧττον παχυμεροῦς. ἅπαντα γὰρ γεώδη καὶ σκληρὰν τὴν τοῦ σώματος ἔχοντα σύστασίν τε καὶ πῆξιν ἱκανῶς ἐστι παχυμερῆ, διὸ καὶ λειοῦν ἐπιμελῶς αὐτὰ προσήκει. ὅταν οὖν ποτ’ εἴπωμεν ἕτερον ἑτέρου τούτων εἶναι λεπτομερέστερον, οὕτως ἀκούειν χρὴ τῆς λέξεως, ὡς εἰ καὶ τὸν Ὀδυσσέα φαίημεν εἶναι τοῦ Θερσίτου μείζονα, μικρῶν ἀμφοτέρων ὄντων, ἢ τὸν Αἴαντα τοῦ Ἀχιλλέως μικρότερον, ἀμφοῖν καὶ τούτων μεγάλων ὄντων. ἔχει δ’, ὡς εἴρηται καὶ πρόσθεν, ἅπαντα τὰ τοιαῦτα τῆς συνακτικῆς τι δυνάμεως ἐν ἑαυτοῖς, δι’ ἣν καὶ πιληθείσης αὐτῶν τῆς οὐσίας σκληρὰ καὶ γεώδη γέγονεν, ὃ διὰ τῆς καύσεως ἀποβαλόντα τὴν ἐναντίαν ἐπικτᾶται δύναμιν, ἣν διαφορητικὴν ὀνομάζομεν. εἰ δὲ πλύναις αὐτὰ καὶ καύσαις, τὸ μὲν οἷον ἐμπύρευμα πᾶν ἐναποτίθεται τῷ ὕδατι, καὶ τοῦτό γ’ ἐργάζεται θερμαῖνον λεπτομερῶς, ὡς καὶ σήπειν ἐνίοτε. τὸ δὲ ὑπόλοιπον ἄδηκτον γίγνεται γεῶδες, ὃ

346
μάλιστά ἐστιν ἐπὶ τῶν ὑγρῶν ἑλκῶν χρήσιμον, εἰς πλήρωσίν τε καὶ συνούλωσιν. τῷ δ’ οὖν ὀστράκῳ τῶν ὀνομαζομένων ἰδίως ὀστρέων κεκαυμένῳ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συραγγώδεις εἰσὶ καὶ βαθεῖαι, περιτεθεὶς ἔξωθεν αὐτὸ μετὰ παλαιοῦ στέατος ὑείου. καλεῖται δ’ ὑπὸ τῶν πολλῶν ἀξούγγιον τοῦτο. καὶ εἴς γε τὸν κόλπον αὐτὸν ἐμβάλλω τι τῶν τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον διφρυγὲς, ὃ καλοῦσι σπεκάριον. ὁμοίας δὲ κατὰ γένος ἐστὶ δυνάμεως καὶ τὰ τῶν ἄλλων ὀστρακοδέρμων ὄστρακα καυθέντα, μάλιστα δ’, ὡς ἔφην, τὸ τῶν ὀστρέων, εἶτα τῶν κηρύκων τε καὶ πορφυρῶν. μίγνυταί τε οὖν ἐμπλαστικαῖς δυνάμεσι διαφορητικαῖς ἡ τοιαύτη τέφρα καὶ μετὰ στέατος ἅπαντος διαφορεῖ. τῷ δ’ εἶναι διαφορητικώτερον τὸ παλαιὸν ἐκείνῳ μᾶλλον μίγνυται. δριμύτερον δὲ τοῦ προσήκοντος γίνεται τὸ φάρμακον, εἰ τῶν δριμέων τι μίξειας αὐτῷ στεάτων, ὑπὲρ ὧν ἔμπροσθεν διωρισάμην. ἀλλὰ καὶ λαμπρύνει τοὺς ὀδόντας ἡ τῶν τοιούτων ἁπάντων τέφρα, οὐ
347
μόνῳ τῷ ῥυπτικῷ τῆς δυνάμεως, ἀλλὰ καὶ τῷ τῆς οὐσίας τραχεῖ, καθάπερ ἡ κίσσηρίς τε καὶ τὸ τῶν κλιβάνων ὄστρακον. ἐν μὲν οὖν τῇ τοιαύτῃ χρήσει πάνυ σφόδρα λειοῦν οὐκ ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα, τοῖς δὲ κακοήθεσιν ἕλκεσιν ἐπὶ πάντων ἀκριβῶς προλειώσεις. καὶ τὰ ὑπερσαρκοῦντα δὲ μετρίως καθαιρεῖ καὶ προστέλλει. μετά γε μὴν ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ τὸ τῶν ὀδόντων σμῆγμα δραστικώτερον, ὡς τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ.

[κζ΄. Περὶ σηπίας.] Ἱκανῶς τὸ σηπίας ὄστρακον χαῦνόν ἐστιν, οὐχ ὥσπερ τὰ τῶν ὀστρείων λιθώδη. τὸ μὲν οὖν ῥύπτειν, ὥσπερ καὶ τἄλλα τῶν ὀστρακοδέρμων ὄστρακα, κοινὸν αὐτῷ πρὸς ἐκεῖνα, καθάπερ γε καὶ τὸ ξηραίνειν. τὸ δὲ τῆς οὐσίας λεπτομερὲς ἐξαίρετον αὐτῷ παρὰ τἄλλα ὑπάρχει, διὸ καὶ καυθέντι χρώμεθα πρὸς ἀλφοὺς ἔφηλίν τε καὶ φακοὺς καὶ ψώρας. ἀλλὰ καὶ τοῖς ὀρυκτοῖς ἁλσὶ μιχθὲν ἀποτήκει τὰ κατ’ ὀφθαλμοὺς γινόμενα πτερύγια. καὶ πρὶν καυθῆναι δὲ ὀπτώμενόν τε καὶ λειούμενον ὀδόντας τε λαμπρύνει

348
καὶ ξηραίνει τὰ ἕλκη. τῷ συμμέτρῳ αὐτοῦ τῆς τραχύτητος καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μεγάλας τραχύτητας, ἃς καλοῦσιν συκώσεις, εἰώθαμεν χρῆσθαι, διαγλύφοντες ἐξ αὐτοῦ παραπλήσιόν τι κολλυρίῳ κατὰ τὸ σχῆμα καὶ ἀνατρίβοντες αὐτὰς ὡς αἱμάξαι. τούτου γὰρ γενομένου καὶ τὰ καθαιρετικὰ τῶν κολλυρίων ἄμεινον ἐπ’ αὐτῶν ἐνεργεῖ.

[κη΄. Περὶ πωμάτων πορφυρῶν.] Πώματα πορφυρῶν δι’ ὄξους ποθέντα σπλῆνας οἰδαλέους ἔγραψάν τινες ἰᾶσθαι, θυμιώμενα δὲ τὰς πνιγομένας ὑστερικῶς ὠφελεῖν ἐκβάλλειν τε τὰ κατεχόμενα χόρια.

[κθ΄. Περὶ ἐρίων οἰσυπηρῶν.] Ἔρια τὰ μὲν ἔτι ῥυπαρὰ, καὶ διὰ τοῦτο καλούμενα πρός τινων οἰσυπηρὰ, χρησίμως δέχεται τὰς κατὰ τῶν τεθλασμένων ἢ ὁπωσοῦν πεπληγότων μορίων ἐπιβροχὰς, συνεργαζόμενα πρὸς τὴν ἐξ αὐτῶν ὠφέλειαν διὰ τὸν οἴσυπον. τὰ δὲ πεπλυμένα καὶ μηκέτι ἔχοντα τὸν οἴσυπον ὕλη τις ἐπιτήδειος γίνεται πρὸς τὸ δέξασθαι τὰς ἐπιβρεχομένας ὑγρότητας. καυθέντα δὲ δύναμιν

349
ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα. βάλλεται δὲ καὶ εἰς φάρμακον ξηραντικὸν, καῖε δ’ αὐτὰ καθάπερ καὶ τῶν ἄλλων τὰ πλεῖστα, χύτραν καινὴν πληρῶν, εἶτα πωμάζων ὀπὰς πλέονας ἔχοντι πώματι.

[λ΄. Περὶ τριχῶν κεκαυμένων.] Τρίχες κεκαυμέναι παραπλησίως τοῖς κεκαυμένοις ἐρίοις θερμαντικῆς τε καὶ ξηραντικῆς ἱκανῶς εἰσι δυνάμεως.