De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ σαρκὸς ἐχίδνης.] Οὐχ ἅπασαι τῶν ζώων αἱ σάρκες ἄνθρωπον τρέφουσιν, ἀλλ’ ἐνίων εἰσὶ καὶ θανάσιμοι τῶν φαρμακωδῶν οὐδὲν ἧττον, ἃ καλοῦσι δηλητήρια, καὶ τῶν τρεφουσῶν δὲ ἡμᾶς σαρκῶν ἔνιαι μὲν αὐτὸ τοῦτο μόνον εἰσὶ τροφαὶ, τινὲς δὲ πρὸς τῷ τρέφειν

312
ἔχουσι καὶ τὴν ὡς φαρμάκου δύναμιν, ἐπειδὴ κατὰ τὸ ξηραίνειν ἢ ὑγραίνειν καὶ θερμαίνειν ἢ ψύχειν, ἀλλοιοῦσι τὸ σῶμα. τὰς γοῦν τῶν ἐχιδνῶν θερμαινούσας τε καὶ ξηραινούσας ἐναργῶς ἔστιν ἰδεῖν ἀρτυομένας, ὥσπερ αἱ ἐγχέλεις ἐλαίῳ καὶ ἁλσὶ καὶ ἀνήθῳ καὶ πράσῳ καὶ ὕδατι δηλονότι μετὰ τοῦ συμμέτρου. ὅτι δὲ καθαίρουσιν διὰ τοῦ δέρματος ἅπαν τὸ σῶμα γνῶναί σοι πάρεστι κᾀξ ὧν ἐπειράθην ἐγὼ ἔτι νέος γενόμενος ἐπὶ τῆς ἡμετέρας Ἀσίας, ὧν ἕκαστον ἐφεξῆς ἤδη δίειμι. ἄνθρωπος νοσῶν τὸ καλούμενον πάθος ἐλέφαντα μέχρι μέν τινος ὁμοδίαιτος ἦν τοῖς συνήθεσιν, ἐπεὶ δ’ ἐκ τῆς πρὸς αὐτὸν κοινωνίας τε καὶ ὁμιλίας ἐκοινώνησαν μὲν ἔνιοι τοῦ πάθους, αὐτὸς δὲ δυσώδης ἦν ἤδη καὶ εἰδεχθὴς, καλύβην αὐτῷ πηξάμενοι πλησίον τῆς κώμης ἐπὶ χθαμαλοῦ τοῦ λόφου παρά τινι πηγῇ ἱδρύουσιν ἐν αὐτῇ τὸν ἄνθρωπον φέροντες τροφὰς αὐτῷ ἐφ’ ἡμέρας τοσαύτας ὅσον ἀποζῆν ἱκανῶς. περὶ δὲ κυνὸς ἐπιτολὴν θερισταῖς πλησίον αὐτοῦ θερίζουσιν ἐκομίσθη τις οἶνος ἐν κεραμίῳ μάλ’
313
εὐώδης. ὁ μὲν κομίσας ἐγγὺς τῶν θεριζόντων καταθεὶς ἐχωρίσθη· τοῖς δ’ ὡς ἧκεν ὁ καιρὸς τοῦ πίνειν, ἔθος μὲν ἦν αὐτοῖς ἐκχέουσι κρατῆρα μεθ’ ὕδατος συμμέτρου κεραννύναι τὸν οἶνον, ὡς δὲ ἀνελομένου νεανίσκου τὸ κεράμιον, ἐξαιροῦντά τε τὸν οἶνον εἰς τὸν κρατῆρα, συνεξέπεσεν ἔχιδνα νεκρά. δείσαντες οὖν οἱ θερισταὶ μή τι πάθοιεν ἐκ τοῦ πόματος, αὐτοὶ μὲν ὕδατος ἔπιον, ὡς δ’ ἀπηλλάττοντο, χαρίζονται δῆθεν ὑπὸ φιλανθρωπίας τῷ τὸν ἐλέφαντα νοσοῦντι τὸν ὅλον οἶνον, ἄμεινον αὐτῷ κρίναντες εἶναι τεθνάναι μᾶλλον ἢ ζῇν τοιούτῳ. ὁ δ’ ἐκ τούτου πίνων ὑγιὴς ἐγένετο θαυμαστόν τινα τρόπον. ὅλον γὰρ αὐτοῦ τὸ τοῦ δέρματος ὀχθῶδες ἀπέπεσεν ὡς τῶν μαλακοστράκων ζώων τὸ σκέπασμα. ὅσον δ’ ὑπόλοιπον ἦν ἔτι μαλακὸν ἱκανῶς ἐφαίνετο καθάπερ τὸ τῶν καράβων τε καὶ καρκίνων, ὅταν ἀποπέσῃ τὸ πέριξ ὄστρακον. ἕτερον τοιοῦτον ἐξ ὁμοίας περιπτώσεως ἐγένετο κατὰ τὴν ἐν Ἀσίᾳ Μυσίαν, οὐ πόῤῥω τῆς ἡμετέρας πόλεως. ἄνθρωπος ἐλέφαντι κάμνων ἐπὶ χρῆσιν ὥρμησεν ὑδάτων θερμῶν αὐτοφυῶν ὠφελείας ἐλπίδι. παλλακὶς δ’
314
ἦν αὐτῷ δούλη νέα τε καὶ καλὴ πολλοὺς ἐραστὰς ἔχουσα, ταύτῃ καὶ ἄλλα μέν τινα τῶν κατὰ τὴν οἰκίαν, ἀτὰρ οὖν καὶ τὰ κατὰ τὸ ταμεῖον ἐπίστευεν ὁ κάμνων. ὡς δὲ καταχθέντων αὐτῶν, ἡνίκ’ ἐχρῆτο τοῖς ὕδασιν, ἐν οἰκίᾳ παρακείμενον ἐχούσῃ χωρίον αὐχμηρὸν ἐχιδνῶν μεστὸν, ἐμπεσοῦσά τις αὐτῶν εἰς οἴνου κεράμιον ἀμελῶς κείμενον ἐναπέθανεν, ἕρμαιον ἡγησαμένη τὸ κατὰ τύχην ἐκβὰν ἡ παλλακὴ τῷ δεσπότῃ τὸν ποτὸν ἐκ τούτου προσέφερεν. ὁ δὲ πίνων αὐτὸ τῷ κατὰ τὴν καλύβην ὡσαύτως ὑγιάσθη. δύο μὲν ἤδη σοι ταῦτα διδάγματα τῆς κατὰ τὴν περίπτωσιν πείρας, ἕτερον δ’ ἐπ’ αὐτοῖς τρίτον ἐξ ἡμετέρας μιμήσεως. ἐπειδὴ γάρ τις νοσῶν τοῦτο τὸ νόσημα φιλοσοφώτερος ἢ κατὰ τοὺς πολλοὺς ἐδυσχέραινέ τε δεινῶς καὶ τεθνάναι βέλτιον ἢ ζῇν ἔφασκεν εἶναι, διακειμένῳ οὕτως ἀθλίως ἐδήλωσα τὰς προειρημένας δύο περιπτώσεις αὐτῶν. ὁ δ’ , αὐτός τε γὰρ ἦν ἔμπειρος οἰωνῶν ἐχρήσατό τε φίλῳ θαυμαστῶς κατορθοῦντι τὸ μάθημα, καθίσας ἐπ’ ὄρνισιν ἅμ’ ἐκείνῳ προὐτράπη 
315
τε μιμήσασθαι τὰ διὰ τῆς πείρας ἐγνωσμένα καὶ πίνων οἶνον οὕτω φαρμαχθέντα λεπρώδης ἐγένετο. χρόνῳ δ’ ὕστερον ἰασάμεθα καὶ τὴν λέπραν αὐτοῦ τοῖς συνήθεσι φαρμάκοις. τέταρτος ἐπὶ τούτῳ τέχνην πεποιημένος ἐχίδνας ζώσας συλλαμβάνειν ἐν ἀρχῇ μὲν ἦν τοῦ πάθους ἐκείνου, προὔκειτο δ’ ἡμῖν ὅπως ἰαθῇ τάχιστα. φλέβα τε οὖν αὐτοῦ τεμόντες καὶ καθήραντες φαρμάκῳ μέλαιναν κενοῦντι, χρήσασθαι ταῖς ἀγρευομέναις ἐχίδναις συνεβουλεύσαμεν, ἐν λοπάδι σκευάζοντι, καθάπερ τὰς ἐγχέλεις. οὗτος μὲν οὖν οὕτως ἐθεραπεύθη, διαπνεύσαντος αὐτῷ τοῦ πάθους. ἄλλος δέ τις ἀνὴρ πλούσιος οὐχ ἡμεδαπὸς οὗτός γε, ἀλλ’ ἐκ μέσης Θρᾴκης ἧκεν, ὀνείρατος προτρέψαντος αὐτὸν εἰς τὸ Πέργαμον, εἶτα τοῦ θεοῦ προστάξαντος ὄναρ αὐτῷ πίνειν τε τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου καθ’ ἑκάστην ἡμέραν καὶ χρίειν ἔξωθεν τὸ σῶμα, μετέπεσεν τὸ πάθος οὐ μετὰ πολλὰς ἡμέρας εἰς λέπραν, ἐθεραπεύθη τε πάλιν οἷς ὁ θεὸς ἐκέλευεν φαρμάκοις καὶ τοῦτο τὸ νόσημα. ἡ μὲν δὴ τῶν ἐχιδνῶν σὰρξ εἰς τοσοῦτον ἥκει τῆς ξηραντικῆς δυνάμεως·
316
ἐπεὶ δ’ ἔνιοι τῶν φαγόντων αὐτὴν ἑάλωσαν δίψει σφοδροτάτῳ καὶ διὰ τοῦτο προσαγορεύουσι τὰς ἐχίδνας διψάδας. εἰσὶ δ’ οἳ καὶ τοὺς δηχθέντας ὑπ’ αὐτῶν φασιν οὐκ ἐμπίπλασθαι πίνοντας, ἀλλὰ διαῤῥήγνυσθαι πρότερον ἢ παύσασθαι διψῶντας. διὰ τοῦτο τῶν ἐν Ῥώμῃ τὰς ἐχίδνας θηρευόντων, οὓς ὀνομάζουσι Μαρσοὺς, ἐπυθόμην εἴ τι σημεῖον ἔχοιέν με διδάξαι διακριτικὸν ἑκατέρου τοῦ γένους τῶν ἐχιδνῶν· οἱ δ’ οὐδὲν ὅλως ἔφασαν εἶναι γένος ἐχιδνῶν διψάδων, ἀλλὰ τὰς παρὰ θαλάττῃ καὶ τόποις ἁλμυρίδα πολλὴν ἔχουσι διαιτωμένας ἁλμυρὰν ἴσχειν τὴν σάρκα, διὸ καὶ κατὰ Λιβύην πολλὰς γίγνεσθαι τοιαύτας, ἐν Ἰταλίᾳ δ’ οὐκ εἶναι διὰ τὴν ὑγρότητα τῆς χώρας. ταῦτα μὲν οὖν ἤκουσα τῶν Μαρσῶν λεγόντων, οὐ μὴν ἔχω βεβαίως εἰπεῖν εἴτ’ ἀληθεύσουσι τὸ σύμπαν εἴτε καὶ ψεύδονται κατά τι. τὸ μὲν γὰρ ἐν οἷς εἰρήκασι χωρίοις γίνεσθαί τινας ἐχίδνας ἁλυκὴν ἐχούσας τὴν σάρκα πιθανώτατον εἶναί μοι δοκεῖ. συμμεταβαλλούσας γὰρ οἶδα ταῖς τροφαῖς τὰς τῶν ζώων σάρκας, οὐ μὴν ὡς οὐδέν ἐστι γένος ἐχιδνῶν διψάδων ἀποφήνασθαι
317
δύναμαι. τὸ δ’ οὖν ἀσφαλέστατόν ἐστι φυλάττεσθαι τὰς ἐν τοῖς τοιούτοις χωρίοις ἐχίδνας θηρεύειν εἰς ἐδωδὴν ἢ φαρμάκου κατασκευὴν, ὁποῖόν ἐστι καὶ τουτὶ τὸ ἔνδοξον, ὃ καλοῦσιν ἅπαντες σχεδὸν ἰατροὶ θηριακήν. ἐπεὶ δ’ ἔθος ἡμῖν ἐστιν, ὅταν τοὺς καλουμένους ἀρτίσκους θηριακοὺς σκευάζωμεν, ἀφαιρεῖν οὐ μόνον τὴν κεφαλὴν αὐτῶν, ἀλλὰ καὶ τὴν οὐρὰν, ἐνενόησα πολλάκις εὐλόγως ἴσως μὲν τὴν κεφαλὴν ὅλην, διὰ τὸν ἐν τῷ στόματι περιεχόμενον ἰὸν, ἀλόγως δὲ τὴν οὐρὰν ἀφαιρεῖσθαι. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι διὰ τὰ περιττώματα τῆς τροφῆς τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ πρακτέον οὕτως ἐστίν. ἀποκτείναντες γὰρ αὐτὰς, εἶτ’ ἐκδείραντές τε καὶ ἀναπτύξαντες, ἐξαιροῦμέν τε καὶ ἀποῤῥίπτομεν ἅπαντα τὰ ἔνδον, ὡς μόνην καταλείπεσθαι τὴν τῶν σαρκῶν οὐσίαν ἅμα ταῖς διαπεφυκυίαις αὐτῶν ἀρτηρίαις τε καὶ φλεψὶν, ἐλάχιστον ἐχούσαις ὄγκον ὡς πρὸς τὴν ὅλην σάρκα, καὶ μηδὲ φαινόμενον, ἐὰν μὴ πάνυ τις ἐπιμελῶς κατασκέψηται. τοὺς μὲν οὖν ἀρτίσκους, οὓς δὴ καὶ θηριακοὺς ὀνομάζουσι, σκευάζομεν οὕτως. κεκαθαρμένας αὐτὰς λαβόντες, εἶθ’ ἕψοντες ἐν ὕδατι, μέχρις ἂν ἀκριβῶς ἡμῖν εἶναι δόξωσιν
318
ἑφθαί. συνεμβάλλομεν δ’ εὐθέως ἐξ ἀρχῆς ἀνήθου τῷ ὕδατι καὶ μετὰ τὴν ἕψησιν ἀπὸ τῶν σαρκῶν διακρίνομεν τὰς ἀκάνθας, εἶτα μίγνυμεν ἄρτῳ λελειωμένῳ τὴν σάρκα. τὸν δ’ ἄρτον τοῦτον οὐ τὸν ἐπιτυχόντα λαμβάνομεν, ἀλλ’ ὡς ἔνι μάλιστα καθαρώτατόν τε καὶ καλῶς ὠπτημένον ἐν κλιβάνῳ, συμμέτρων ἁλῶν ἔχοντα καὶ ζύμης. προαναξηραίνομεν δὲ αὐτὸν ἐν οἴκῳ ξηρῷ καὶ ἀνίκμῳ, μέχρις ἂν οὕτω γένηται ξηρὸς ὡς ἐν ὅλμῳ κοπῆναι δύνασθαι. οὐ μὴν κόπτοντές γε μίγνυμεν, ἀλλὰ διαβρέχοντες τῷ ὕδατι, καθὸ τὰς ἐχίδνας ἑψήσαμεν. αὐτὴν δὲ τὴν σάρκα πρὶν μιγνύναι τῷ ἄρτῳ, τρίβομεν ἐν θυίᾳ τῶν μαγείρων, ἄχρις ἂν ἀκριβῶς γένηται λεία. καὶ μετὰ ταῦτα μικροὺς ἀρτίσκους λεπτοὺς πλάσαντες, εἶτα ξηράναντες ἐν οἴκῳ θερμῷ καὶ ξηρῷ φυλάττομεν ἀποτιθέμενοι πάλιν ἐν οἴκῳ τοιούτῳ. τούτους μὲν οὖν εἰσβάλλοντος τοῦ θέρους σκευάζομεν, ἡνίκα μάλιστα βελτίστη τῶν ἐχιδνῶν ἐστιν ἡ σάρξ. χρώμεθα δ’ ὕστερον κόπτοντές τε καὶ διάττοντες, εἶτ’ αὖθις λειοῦντες ἀναμιγνύντες τε τοῖς ἐσκευασμένοις εἰς ἡδονὴν ἁλσὶν, ἐμβάλλομεν
319
δ’ αὐτῶν καὶ τῇ θηριακῇ. γίγνονται δὲ καὶ οἱ διὰ τῶν ὀπτηθεισῶν ἐχιδνῶν ἅλες ὑπὸ τὸν αὐτὸν καιρὸν εἶς χύτραν καινὴν ἐμβαλλόντων ἡμῶν τὰς ἐχίδνας ζώσας, ἅμα τοῖς ὑπεστορεσμένοις τε καὶ περικειμένοις αὐταῖς φαρμάκοις, ἃ λέγειν ἅπαντα νῦν οὐκ ἔστι τῆς ἐνεστώσης πραγματείας. ἴσως γάρ τις ἡμῖν εὐλόγως ἐγκαλέσει καὶ περὶ τῶν ἀρτίσκων τῆς κατασκευῆς ὡς οὐκ ἐν καιρῷ διελθοῦσιν. ἀλλὰ ταῦτα μὲν ἐπειδὴ φθάνει λελέχθαι, φυλαττέσθω, κᾂν δοκῇ μὴ πάνυ τι τῆς προκειμένης εἶναι πραγματείας ἴδια. τὰ δ’ ἑξῆς κατὰ τὸ προσῆκον μέτρον λεγέσθω. προσῆκον δ’ ἐστὶ περὶ τῆς καθόλου δυνάμεως ἀναμνῆσαι τὴν σάρκα τῶν ἐχιδνῶν, εἰπόντα εἶναι ξηραντικήν τε καὶ διαφορητικὴν ἰσχυρῶς, ἄμα τῷ θερμαίνειν μετρίως. ἐπείγεται δ’, ὡς ἔοικεν, ἡ δύναμις αὐτῆς ἐπὶ τὸ δέρμα, διὰ τούτου κινοῦσα τὰ κατὰ τὸ σῶμα περιττώματα. φθειρῶν τε οὖν πλῆθος οὐκ ὀλίγον γεννᾶται τοῖς ἔχουσι κακοχυμίαν ἐν τοῖς σώμασι δαψιλῆ καὶ τοῦ δέρματος ἀφίσταταί τε καὶ ἀποπίπτει καθάπερ τι λέπος ἡ ἐπιδερμὶς ὀνομαζομένη, καθ’ ἣν ἴσχονται μᾶλλον τῶν 
320
εἰς τὸ δέρμα φερομένων χυμῶν οἱ παχεῖς καὶ γεώδεις, ὑφ’ ὧν αἵ τε ψῶραι καὶ αἱ λέπραι καὶ οἱ ἐλέφαντες γίνονται. ταῦτα μὲν οὖν εἶχόν σοι λέγειν περὶ τῶν τῆς ἐχίδνης σαρκῶν, ἐφεξῆς δὲ πάλιν ἀναλήψομαι τὸν λόγον. αἱ μὲν τῶν θερμοτέρων φύσει ζώων σάρκες οὐ μόνον τρέφουσιν ἡμᾶς, ἀλλὰ καὶ θερμαίνουσιν, αἱ δὲ τῶν ψυχροτέρων ψύχουσιν. οὕτως δὲ καὶ αἱ μὲν τῶν ξηροτέρων ξηραίνουσιν, αἱ δὲ τῶν ὑγροτέρων ὑγραίνουσιν. μεμνημένος οὖν ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων, ὅταν γνωρίσῃς τι τῶν ζώων εἶναι τῇ κράσει ξηρότερον, ὥσπερ εἰ τύχοι τὸν ἄγριον ὗν τοῦ ἡμέρου, γίνωσκε τούτου καὶ τὴν σάρκα ξηραντικωτέραν εἶναι καὶ κατὰ τὰς ἄλλας διαφορὰς τῶν κράσεων ὡσαύτως, οἷον ὅτι συὸς μὲν πρόβατον ξηρότερον, τούτου δ’ αἴξ, τούτου δὲ βοῦς, καὶ τούτου λέων. οὕτω δὲ καὶ κατὰ θερμότητα λέων μὲν κυνὸς θερμότερος, κύων δὲ ταύρου, ταῦρος δὲ τοῦ τοὺς ὄρχεις ἐκτετμημένου βοός. ἀνάλογον οὖν τῇ κατὰ τὴν κρᾶσιν ὑπεροχῇ τῶν ἄλλων ζώων καὶ αἱ σάρκες αὐτῶν διοίσουσιν. καὶ διὰ τοῦτο ξηραίνειν μὲν ἐθέλων τὸ σῶμα τῶν ξηροτέρων τῇ κράσει ζώων δώσεις τὴν σάρκα, θερμαίνειν δὲ βουλόμενος
321
τῶν θερμοτέρων, καὶ ψυχρότερον μὲν ἐπιχειρῶν ἐργάζεσθαι τῶν ψυχροτέρων, ὑγρότερον δὲ τῶν ὑγροτέρων. οὐ σμικρὰ δὲ διαφορὰ τῶν σαρκῶν ἐστι κᾀν τῷ τεταριχεῦσθαί τινας αὐτῶν. ὅλῳ γὰρ παντὶ διαλλάττουσιν, ὡς πολλάκις ὑγροτάτου τῇ κράσει ζώου ταριχευθεῖσαν σάρκα ξηραντικωτέραν εἶναι μακρῷ τῆς φύσεως ξηρᾶς. ἀταριχεύτου καὶ ἡ ὀπτηθεῖσα δὲ ξηροτέρα τῆς ἑψηθείσης ἐστὶν ἐν ὕδατι. ἔγραψαν δὲ καὶ ἄλλων ζώων ἔνιοι σάρκας ὠφελεῖν ἐσθιομένας τε καὶ κατὰ πεπονθότων μερῶν ἐπιτιθεμένας, οἷον τὴν τοῦ χερσαίου ἐχίνου σκελετευθεῖσαν, εἰ ποθείη ἐλεφαντιῶσιν καὶ καχέκταις καὶ σπασμώδεσιν καὶ νεφριτικοῖς, ἔτι τε τοῖς τὸν ἀνασάρκα προσαγορευόμενον ὕδερον ἔχουσιν. εἰ δὲ ταῦτα ποιεῖν πέφυκεν, εἴη ἂν ἡ δύναμις αὐτῆς ἰσχυρῶς διαφορητική τε καὶ ξηραντικὴ, ὥσπερ καὶ ἡ τῆς σκελετευθείσης γαλῆς, ἥπερ οὖν ὀνίνησι τοὺς ἐπιληπτικοὺς πινομένη. τῶν δὲ ταριχευθέντων αἰλούρων τὴν σάρκα λειωθεῖσαν ἐπιτιθεμένην ἐξάγειν σκόλοπάς φασιν, ὡς ἑλκτικὴν ἔχουσαν
322
δύναμιν δηλονότι, τῶν δὲ μυάκων ἁρμόττειν ἕλκεσιν ὑπὸ κυνὸς δάκνοντος γεγονόσιν. ἐγὼ δ’ οὐδεμίαν ἐξαίρετον εὑρίσκω δύναμιν, ἧς δεῖται τὰ τοιαῦτα τῶν ἑλκῶν, ὥσπερ τὰ ὑπὸ τοῦ λυττῶντος κυνὸς δακόντος γενόμενα. καὶ ἡ τῶν κοχλιῶν δὲ σὰρξ κοπεῖσα πρότερον ἐν ὅλμῳ καὶ μετὰ ταῦτα λειωθεῖσα ξηραντικωτάτη γίνεται πάντων τῶν ὑγρότητα περιττὴν ἐχόντων μορίων, ὥστε καὶ τοῖς ὑδερικοῖς ἁρμόττειν. ἡ δὲ ἐξ αὐτῶν ὑγρότης, μόνη καθ’ ἑαυτὴν ἄνευ τῆς σαρκὸς λαμβανομένη, καλεῖται ὑπὸ τῶν πολλῶν μύξα κοχλίου, μιγνυμένη δὲ λιβανωτῷ ἢ ἀλόῃ ἢ σμύρνῃ ἤ τισι τούτων ἢ πᾶσιν ἄχρι τοῦ κηρωτῆς πάχος ἔχειν, ἐχέκολλόν τε γίνεται φάρμακον καὶ ξηραίνει καλῶς τοὺς ὑποπύους μύξους τῶν ὤτων. ἔστι δὲ καὶ ἀνακόλλημα ξηραντικὸν τῶν εἰς ὀφθαλμοὺς ῥευμάτων, ἐπιτιθεμένη κατὰ τὸ μέτωπον. ἔνιοι δὲ καὶ πρὸς σκόλοπας χρῶνται, λειοῦντες ὅλους μετὰ τῶν ὀστράκων, εἰσὶ δ’ οἳ καὶ πρὸς καταμηνίων ἐπίσχεσιν. αὐτὰς δὲ τὰς σάρκας μόνας κᾀγώ ποτε κατ’ ἀγρὸν ἐπὶ τραύματος ἅμα νεύρου τρώσει τε καὶ θλάσει γεγονότος ἐπέθηκα
323
λειώσας, καὶ τό τε τραῦμα καλῶς ἐκολλήθη καὶ τὸ νεῦρον οὐκ ἐφλέγμηνε. ἦν δὲ σκληρὸς καὶ ἀγροῖκος ἄνθρωπος, ἔμιξά γε μὴν λειουμέναις αὐταῖς ἄχνην ἀλεύρου, λαβὼν ἀπὸ τοῦ πλησιάζοντος τῇ μύλῃ τοίχου. γεγράφασι δέ τινες τῶν πρὸ ἡμῶν ἰατρῶν σμύρναν ἢ λιβανωτὸν μιγνύειν αὐτοῖς δεῖν ἐπὶ τῆς τοιαύτης χρήσεως, ἀλλ’ οὐδετέραν εἶχον τούτων ἔξωθεν τῆς πόλεως ἐπὶ τῆς ἀγροικίας. δύναιτο δ’ ἄν τις καὶ ῥητίνης φρικτῆς λείας μιγνύειν εἰ παρείη. ὁπόταν μέντοι πολὺ τῆς μύξης τῶν κοχλιῶν ἐθέλεις λαβεῖν μόνης, κατακέντησον αὐτῶν τὴν σάρκα γραφείῳ. χρὴ δὲ μὴ πρὸ πολλῶν ἡμερῶν αὐτοὺς θηρεῦσαι, καταξηραίνονται γὰρ ἐν τῷ χρόνῳ. πρόσφατοι δ’ ὄντες πολὺ τῆς γλίσχρας ὑγρότητος ἔχουσιν, ἣν κατακεντούμενοι τῷ γραφείῳ προϊᾶσιν. ἡ δ’ ὑγρότης αὕτη καὶ τῶν ἐν τοῖς βλεφάροις τριχῶν παρὰ φύσιν ἀνακόλλημα γίνεται.

[β΄. Περὶ πιμελῆς καὶ στέατος.] Πιμελὴ καὶ στέαρ. κοινότατα καὶ ταῦτα τῶν ἐν τοῖς ζώοις μορίων ἐστί. τὰ γὰρ εὐτροφοῦντα πάντα πιμελὴν ἢ στέαρ ἴσχει, τὰ δὲ

324
ἰσχνὰ καὶ ἄτροφα πολλάκις μὲν οὐδ’ ὅλως ἔχειν φαίνεται, πολλάκις δ’ οὕτως ὀλίγην τε καὶ ξηρὰν, ὡς δύσχρηστον εἶναι. διαφέρει δὲ πιμελῆς στέαρ τῷ πάχει, διὸ καὶ τοῖς γεωδεστέραν ἔχουσιν τὴν ὅλην φύσιν ζώοις τὸ στέαρ γίνεται καθάπερ τοῖς ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοιγαροῦν ἡ μὲν πιμελὴ τήκεται ῥαδίως ὑπὸ τοῦ πυρὸς, οὐ ῥᾳδίως δὲ πήγνυται τακεῖσα. τὸ δὲ στέαρ οὔτε τήκεται ῥᾳδίως, κᾂν τακῇ, πήγνυται τάχιστα καὶ φαίνεται πολὺ σκληρότερον τῆς πιμελῆς. ὗς μὲν οὖν εὐτροφῶν πιμελὴν πλείστην ἔχει διὰ τὴν φυσικὴν τῆς κράσεως ὑγρότητα, βόες δὲ καὶ αἶγες ὅσα τε ἄλλα κερασφόρα διὰ τὴν ξηρότητα τὸ στέαρ πλεῖστον γεννᾷ. σὺ δ’ εἰ βούλει τὴν ἐλαιώδη καὶ λιπαρὰν οὐσίαν ἅπασαν ἐν τοῖς ζώοις κάλει στέαρ, ὥσπερ οἱ πλεῖστοι τῶν ἰατρῶν. ἔξεστι δέ σοι καὶ πιμελὴν ὀνομάζειν ἅπαν τοῦτο τὸ γένος. οὐ μὴν ἔξεστί γέ σοι βουλομένῳ μὴ ψεύδεσθαι τὸ στέαρ τῶν αἰγῶν ὑγρότερον εἶναι φάναι τοῦ τῶν ὑῶν. ὑγρότατον γὰρ τοῦτο σχεδὸν ἁπάντων τῶν ἄλλων ἐστὶ, καὶ 
325
διὰ τοῦτο κατὰ τὴν ἐνέργειαν ἐγγὺς ἐλαίου τὴν δύναμιν, μαλακτικώτερόν γε μὴν ἐλαίου καὶ πεπτικώτερόν ἐστι. καὶ διὰ τοῦτο τοῖς πρὸς φλεγμονὰς ἁρμόττουσιν καταπλάσμασι μίγνυται. τοῖς δὲ δακνομένοις τὰ κατὰ τὸ ἀπευθυσμένον ἢ τὸ κῶλον ἐνίεμεν αἴγειον μᾶλλον ἢ ὕειον στέαρ, οὐχ ὅτι μᾶλλον ἀμβλυτικόν ἐστι δριμύτητος, ὅσον γὰρ ἐπὶ τῇ φύσει μᾶλλον ἀμβλύνει τὸ ὕειον καὶ διὰ τοῦτο μίγνυται καὶ τοῖς ἕλκη θεραπεύουσι φαρμάκοις, οἷόν πέρ ἐστι καὶ τὸ καλούμενον πάρυγρον. ἀλλ’ ὅτι τὸ μὲν αἴγειον πήγνυται ῥᾳδίως διὰ πάχος, ἀποῤῥεῖ δὲ τὸ ὕειον ὁμοίως τῷ ἐλαίῳ διὰ τοῦτ’ ἐνίεμεν αὐτὸ μᾶλλον ἐπὶ τῶν δυσεντερικῶν τε καὶ τεινεσμωδῶν, ὅταν παρηγορῆσαι τὴν δῆξιν αὐτῶν βουληθῶμεν. καὶ διὰ λεπτομέρειαν δ’ ἔνια μᾶλλον ἀμβλύνει δριμύτητας, ὅταν ἐν τῷ βάθει τῶν δακνομένων σωμάτων τὸ λυποῦν ᾖ. ἧττον μὲν γὰρ τὸ παχυμερὲς, μᾶλλον δὲ τὸ λεπτομερὲς ὅλα διεξέρχεται τὰ σώματα καὶ πᾶσι κεράννυται τοῖς δάκνουσιν ἰχῶρσιν αὐτό. κατὰ τοῦτο γοῦν καὶ τὸ χήνειον
326
στέαρ τὰ κατὰ βάθος τῶν σωμάτων δάκνοντα μᾶλλον ἀμβλύνει. ἔστι δὲ καὶ θερμότερον τοῦ ὑείου. μεταξύ γε μὴν αὐτῶν ἐστι τὸ τῶν ἀλεκτρυόνων, θερμότερον δ’ ἀεὶ καὶ ξηρότερον τὸ τῶν ἀῤῥένων ζώων ἐστίν. αὐτῶν δὲ τούτων τὸ τῶν ἐκτεμνομένων τοὺς ὄρχεις ἧττον θερμόν τε καὶ ξηρόν. ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ἄῤῥεν τοῖς ὁμογενέσι θήλεσι. κεφάλαιον δ’ ἐστὶ τοῦ λόγου τόδε κοινὸν, οὗ μεμνῆσθαι χρὴ, τὸ κατὰ τὴν τῶν ζώων κρᾶσιν ἀεὶ τὰς διαφορὰς γίνεσθαι τῆς ἐν αὐτοῖς πιμελῆς ἢ στέατος ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς ὅλον τὸ γένος τοῦτο τοῦ κατὰ τὰ ζῶα σώματος ἐλαιώδους τε καὶ λιπαροῦ. ἐπεὶ τοίνυν ὗς ἀπολείπεται κατὰ θερμότητά τε καὶ ξηρότητα σχεδὸν ἁπάντων τῶν τετραπόδων ζώων, διὰ τοῦτο καὶ πιμελὴν ἧττόν τε θερμὴν ἔχει καὶ μᾶλλον ὑγράν. ἁπάσης μὲν οὖν πιμελῆς δύναμίς ἐστιν ὑγραντική τε καὶ θερμαντικὴ τῶν ἀνθρωπίνων σωμάτων. τούτου γὰρ μεμνῆσθαι χρὴ διὰ παντὸς, εἰρημένου κατὰ τὴν ἀρχὴν τῆσδε τῆς πραγματείας· αἱ δὲ καθ’ ἕκαστον αὐτῶν διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν εἰσιν.
327
τοῦ μὲν γὰρ ὑὸς ὡς πρὸς ἡμᾶς ἡ πιμελὴ τὸ μὲν ὑγραίνειν ἔχει δαψιλῶς, τὸ θερμαίνειν δ’ οὐχ ὁμοίως ὥσπερ τοὔλαιον, ἀλλ’ ἔστι κατὰ τὴν ἐν ἡμῖν θερμότητα καὶ ἡ τοῦ λίπους τῶν ὑῶν. ἡ δὲ τῶν ταύρων πολὺ θερμοτέρα καὶ ξηροτέρα τῆς τῶν ὑῶν, μεμνημένων ἡμῶν πάλιν κἀνταῦθα τὸ μὲν ἄῤῥεν τοῦ θήλεος ἀεὶ ξηρότερον εἶναι καὶ θερμότερον, τὸ δ’ εὐνουχισθὲν ἄῤῥεν ὁμοιοῦσθαι τῷ θήλει, καθάπερ γε καὶ τὸ νέον ἅπαν. αὐτῶν δὲ τῶν νέων τὸ θῆλυ τοῦ ἄῤῥενος ὑγρότερόν τε εἶναι καὶ ἧττον θερμόν. οὕτως οὖν καὶ τὸ μόσχειον στέαρ ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητί τε καὶ ξηρότητι καὶ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν, ἀπολείπεται δὲ καὶ τὸ τῶν αἰγῶν τοῦ τῶν τράγων, αὐτῶν δὴ πάλιν τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γὰρ ἐκεῖνο σχεδὸν ἁπάντων τῶν ἐν τοῖς τετράποσι. καὶ γὰρ καὶ θερμότατον αὐτῶν ἐστι καὶ λεπτομερέστατον, ὥστε εἰ μίξαις αὐτὸ τοῖς πρὸς ἕλκη καὶ φλεγμονὰς ἁρμόττουσι φαρμάκοις, οὐ μόνον οὐδὲν ὀνήσεις, ἀλλὰ καὶ βλάψεις δριμύτερον τοῦ προσήκοντος ἐργασάμενος. ὄγκοις δὲ χρονίοις ἐσκληρυσμένοις
328
καὶ νεύρων ἀγκύλαις καὶ ἁπλῶς ὅσα σκιῤῥώδη, προσφορώτατόν ἐστιν ἐφ’ ὧν ἀπρακτότατον φαίνεται τὸ τῶν ὑῶν. τὸ δὲ τῶν ταύρων ἶσόν πως ἑκατέρου διέστηκεν, ὅσῳ θερμότερόν τέ ἐστι καὶ ξηρότερον τοῦ τῶν ὑῶν, τοσούτῳ καὶ τοῦ τῶν λεόντων ἀπολειπόμενον. ὡς ἂν οὖν ἐν τῷ μέσῳ τεταγμένον, εἰκότως ἑκατέρῳ τῷ γένει μίγνυται τῶν φαρμάκων, τοῖς τε τὰ σκιῤῥώδη θεραπεύουσι. καὶ τοῖς τὰ φλεγμαίνοντα πέπτουσιν, ὁποῖόν ἐστιν τὸ τετραφάρμακον ὀνομαζόμενον ἐκ κηροῦ καὶ ῥητίνης καὶ πίττης καὶ στέατος συγκειμένου. εἰς γάρ τοι τοῦτο, κᾂν ταύρειον βάλῃς κᾂν μόσχειον κᾂν τράγειον κᾂν αἴγειον κᾂν ὕειον, ἐκπυπτικόν τε καὶ πεπτικὸν ἐργάσῃ φάρμακον. ἀλλὰ τὸ μὲν ὕειον ἐμβληθὲν ἐπὶ παίδων ἁρμόζει καὶ γυναικῶν καὶ συνελόντι φάναι τῶν ἁπαλοσάρκων, τὸ δὲ τοῦ ταύρου σκαπανεῦσι καὶ θερισταῖς καὶ πᾶσι τοῖς σκληρὰς ἔχουσι σάρκας ἢ διὰ τὴν φυσικὴν κρᾶσιν ἢ διὰ τὴν ἰδέαν τοῦ βίου χρήσιμον ὑπάρχει. χρονίζον δ’ ἅπαν στέαρ ἑαυτοῦ γίνεται θερμότερόν τε καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. ὑπάρχει δὲ
329
τοῦτο σχεδὸν ἅπασι τοῖς χρονίζουσιν, ὅσα γε μὴ φθάνει σαπῆναι. καὶ γὰρ οἶνος καὶ μέλι καὶ ὄξος καὶ τυρὸς καὶ βούτυρον καὶ οἴσυπος ἔλαιόν τε πᾶν, εἴτε σχίνινον εἴτε κίκινον εἴτε ῥαφάνινον εἴτ’ αὐτὸ τὸ ἐκ τῶν ἐλαιῶν εἴη, χρονίζοντα λεπτότερά τε καὶ λεπτομερέστερα γίνεται καὶ διὰ τοῦτο δριμύτερά τε γευομένοις φαίνεται διαφορητικώτερόν τε χρωμένοις, ἐπὶ τῶν σκληρυνομένων τε καὶ δυσλύτων ἁπάντων παθῶν. ἐγὼ μὲν οὖν εἴρηκα δριμύτερον γευομένοις φαίνεσθαι. τινὲς δὲ τῶν διαφθειρόντων τὰ σημαινόμενα τῶν ὀνομάτων οὐ δριμέα καλοῦσιν, ἀλλὰ στύφοντα τὰ τοιαῦτα πάντα, μέχρι τοῦ πεπέρεως, ὡς οὐδὲν διαφέρον ἢ στῦφον εἰπεῖν ἢ δριμύ. καὶ εἰ αὖθις αὐτοὺς ἔροιο περί τε κηκίδων καὶ μύρτων καὶ μεσπίλων καὶ σιδίων ῥοιᾶς, ὀμφακίου τε καὶ ῥοῦ, καὶ ταῦτα στύφειν φασὶ, καίτοι γε ἐναντιωτάτην αἴσθησιν ἔχομεν ἐπ’ αὐτῶν τῆς γινομένης ἡμῖν ἀπὸ πεπέρεως καὶ πυρέθρου καὶ νάπυος, εὐφορβίου τε καὶ κρομμύου καὶ σκορόδου καὶ ἀδάρκης. εἰ μὲν οὖν ὡς τὸ τῆς στύψεως ὄνομα κοινὸν ἐπιφέρουσιν, κατ’ ἀμφοτέρων τῶν γιγνομένων ἡμῖν ἐν τῇ γεύσει παθῶν, οὕτω καὶ αὐτὰ τὰ 
330
πάθη μίαν ἔχειν οἴονται φύσιν, ἀλλ’ ὅτι μᾶλλον ἢ ἀνθρώπους αὐτοὺς εἶναι νομιστέον ἰδίας αἰσθήσεις ἔχοντας μόνους. εἰ δ’ ὄμφακα μὲν καὶ ῥοῦν καὶ κηκῖδα βαλαύστιόν τε καὶ ὑποκυστίδα, συνάγειν τε καὶ σφίγγειν ἡμῶν ὁμολογοῦσι τὴν οὐσίαν, διακρίνειν τε καὶ δάκνειν καὶ διεξέρχεσθαι τὸ πέπερι καὶ νᾶπυ καὶ πύρεθρον, ἀκύρως μὲν ὀνομάζουσι στύφοντα τὰ δάκνοντα καὶ θερμαίνοντα, τῆς γνώσεως μέντοι τῶν φαρμάκων αὐτῶν οὐχ ἡμαρτήκασιν. εἰ δὲ δεῖ στοχασάμενον εἰπεῖν πότερον ἐν τοῖς ὀνόμασιν ἢ ἐν τοῖς πράγμασι σφάλλονται, φαίην ἂν ἔγωγε μᾶλλον ἐν τοῖς ὀνόμασιν ἐσφάλθαι τοὺς ἄνδρας, καὶ μάλιστα τοὺς ἀήθεις Ἑλλάδος φωνῆς, οἷός ἐστιν ὁ Ἀναζαρβεὺς Διοσκορίδης, πολλὰ μὲν καλῶς εἴρηκε τῶν περὶ τῆς ἰατρικῆς ὕλης ἱστορουμένων, ἀγνοῶν δὲ τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων. οὗτος οὖν, ὅταν λέγει στυπτικώτερον στέαρ εἶναι τὸ τῶν αἰγῶν τοῦ τῶν ὑῶν, εἰ μὲν οὖν τὸ δριμύτερον διὰ τοῦ στυπτικωτέρου βούλεται δηλῶσαι, ἐκδεξόμεθα τὸν λόγον ὡς ἀληθῆ· εἰ δὲ τὸ τοιαύτην ἔχον ποιότητά τε καὶ δύναμιν, οἷον ῥοῦς καὶ ῥῆον ὑπόκυστίς
331
τε καὶ βαλαύστιον, οὐκ ἀληθῆ φήσομεν εἶναι τὸν λόγον. ἐπειδὴ δὲ καὶ τὸ τῶν ἐχιδνῶν στέαρ, ὅταν ἐκ ῥιζῶν τις ἀνασπάσας τὰς ἐν ταῖς μασχάλαις τρίχας ἐπαλείφῃ, φασὶ μὴ καὶ ταύτας φύεσθαι, κάλλιον ἔδοξέ μοι καὶ τούτου πειραθῆναι, καὶ πράξας ὡς ἐκέλευσαν εὗρον ψευδομένους αὐτοὺς, ὥσπερ καὶ ὅτι τὰς ἀρχὰς τῶν ὑποχύσεων ἰᾶται. τὸ δὲ τῶν ἄρκτων στέαρ ἀλωπεκίαις ἁρμόττείν ἀληθῶς ἔγραψαν, ἔχομεν δ’ αὐτοῦ δοκιμώτερα φάρμακα πρὸς τὸ πάθος. ἀλλὰ τό γε μὴν τῶν ἀλωπέκων ὅταν ὠταλγίας φῶσι θεραπεύειν, ἄνευ τοῦ διορίσασθαι ποίας λέγουσιν ὠταλγίας, ὡς οὐδὲ γινώσκουσιν διηρθρωμένως αὐτοῖς ἃ λέγουσιν, οὐδ’ ὅλως χρὴ προσέχειν τὸν νοῦν. ἄλλοι δὲ ἰχθύων ἐπαινοῦσι στέαρ, ὡς πρὸς τὰς ὑποχύσεις ἢ ὅπερ ἂν ἐθέλωσι πάθος ὀνομάζειν. ἕτεροι δ’ οὐχ ἁπλῶς ἰχθύων, ἀλλὰ ποταμίων γράφουσιν, ἄλλοι δὲ μᾶλλον θαλαττίων, ἵνα δοκῶσί τι πλέον ἐπίστασθαι τῶν πολλῶν.

[γ΄. Περὶ μυελοῦ.] Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων τε καὶ σκιῤῥουμένων σωμάτων ἐστὶ δυνάμεως, εἴτε

332
μύες εἴτε τένοντες εἴτε σύνδεσμοι τοῦτο πάσχοιεν εἴτε καὶ σπλάγχνα. καλλίστου δ’ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων, ἐφεξῆς δ’ αὐτῶν τοῦ τῶν νέων βοῶν, οὓς δὴ καὶ μόσχους καλοῦσι, καὶ διὰ τοῦτο καὶ τὸν μυελὸν αὐτῶν ὀνομάζουσι μόσχειον. ὁ δὲ τῶν τράγων καὶ τῶν ταύρων δριμύτερος αὐτῶν ἐστι καὶ ξηραντικώτερος, ὥστ’ οὐ δύναται διαλύειν σκληρότητας σκιῤῥώδεις, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ πέμπτῳ γράμματι περὶ τούτων εἰρημένων. ἐκ δ’ οὖν τοῦ μοσχείου γε καὶ ἐλαφείου μυελοῦ καὶ πεσσοὶ μαλακτικοὶ τῶν κατὰ τὰς μήτρας συντίθενται καὶ κατ’ αὐτῆς ἔξωθεν τῆς μήτρας ἐπιτίθεται φάρμακα διὰ μυελοῦ σκευαζόμενα, δύναμιν ἔχοντα μαλακτικήν. λαμβάνεται δ’ οὐ μόνος ὁ ἐκ τῶν ὀστῶν μυελὸς, ὅσπερ δὴ καὶ ὄντως ἐστὶ μυελὸς, ἀλλὰ καὶ ἐκ τῆς ῥάχεως, ὃν καὶ αὐτὸν ὀνομάζουσι μυελὸν νωτιαῖον, ὄντα σκληρότερόν τε καὶ αὐχμηρότερον τοῦ λοιποῦ. μαλακώτερος γάρ ἐστιν ἐκεῖνος καὶ λιπαρώτερος, καὶ διὰ τοῦτ’ ἐγὼ τὸν ἐκ τῆς ῥάχεως ἰδίᾳ καθ’ ἑαυτὸν ἄνευ τούτου κατατίθεμαι. φροντίζω δὲ τοῦ μήτε σαπῆναι μήτ’ εὐρῶτα σχεῖν ἑκάτερον τῶν μυελῶν. ἐν χειμῶνί τε οὖν πρῶτον αὐτοὺς λαμβάνω, καθάπερ
333
καὶ τὸ στέαρ, εἶτ’ ἐν οἴκῳ ξηραίνων ὑπερώῳ τε καὶ ἀνίκμῳ μετὰ φύλλων δάφνης ξηρῶν ἀποτίθεμαι. τὰ γὰρ ὑγρὰ καὶ πρόσφατα φύλλα πολὺ τῆς ἑαυτῶν μεταδίδωσι ποιότητος, ὥστε δριμυτέρους γενέσθαι τοὺς μυελούς. εἰ δέ ποτε καὶ θερμοῦ καὶ νοτίου τοῦ περιέχοντος ὄντος ἀποθέσθαι βουληθείης μυελοὺς ἢ στέαρ, ἔστω σοι παρεσκευασμένος οἶκος μήτε θερμὸς, οἷοι μάλιστά εἰσιν οἱ πρὸς μεσημβρίαν ἐστραμμένοι, σήπεται γὰρ ἐν τοῖς τοιούτοις μήτε κατάγειος ὑγρὸς, εὐρωτιᾷ γὰρ ἐν τοῖς τοιούτοις, ἀλλ’ ὑπερῶός τε καὶ πρὸς ἄρκτον ἐστραμμένος, ἀναπεπταμένας ἔχων μικρὰς θυρίδας ὡς δέχεσθαι τοὺς ἀρκτικοὺς ἀνέμους δι’ ἡμέρας τε καὶ νυκτός.

[δ΄. Περὶ κεφαλῶν μαινίδων.] Κεφαλῶν μαινίδων ταριχηρῶν καίων τις ἐχρῆτο πρὸς τὰς ἐν ἕδρᾳ ῥαγάδας, ὁ δ’ αὐτὸς οὗτος καὶ πρὸς γαργαρεῶνα χρονίως ἐσκιῤῥωμένον. ἔοικεν οὖν ἡ δύναμις αὐτῶν ξηραντική τις εἶναι, μὴ πάνυ δριμεῖα. τοῦτο γὰρ ἐνίοις ὑπάρχει τῶν κεκαυμένων, ὡς τό γε ξηραίνειν κοινὸν ἅπασιν.

334

[ε΄. Περὶ κεφαλῆς λαγωῶν.] Ἕτερος δὲ κεφαλὴν ὅλην λαγωοῦ καίων ἐχρῆτο πρὸς ἀλωπεκίας μετὰ στέατος ἀρκτείου.

[στ΄. Περὶ κεφαλῆς σαύρων.] Τὴν δὲ τῆς σαύρας κεφαλὴν λειωθεῖσαν ἔνιοι γράφουσι σκόλοπας ἐξάγειν καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους.

[ζ΄. Περὶ ἐγκεφάλου λαγωοῦ.] Ἐγκέφαλον λαγωοῦ παρατριβόμενόν τε καὶ ἐσθιόμενον ἐπὶ τῶν ὀδοντιώντων παίδων ἐμάθομεν ὠφέλιμον ὑπάρχειν, ἡψημένης δηλονότι τῆς κεφαλῆς ὅλης ὥσπερ εἴωθα, οὐ μὴν ἐξαίρετός γε ἡ δύναμις αὐτοῦ, ἀλλὰ παραπλησία μέλιτι καὶ βουτύρῳ καὶ τοῖς ἄλλοις, ὅσα πρὸς ὀδόντας φυομένων παιδίων ἁρμόττει. τινὲς δὲ καὶ φόβοις βοηθεῖν ἐσθιόμενον τὸν ἐγκέφαλον τοῦτον ἔγραψαν.

[η΄. Περὶ κεράτων ἐλάφου καὶ αἰγῶν.] Κέρασιν ἐλάφου καὶ αἰγὸς κεκαυμένοις μάλιστα χρῶνται, καθάπερ καὶ ἡμεῖς ἐχρησάμεθα πολλάκις εἴς τε τὸ λαμπρύνειν τοὺς ὀδόντας καὶ προστέλλειν τὰ οὖλα τὰ πλαδαρά. τὸ δὲ τῆς ἐλάφου τινὲς τῶν γραψάντων τὰ τοιαῦτα μάλιστ’ ἐπαινοῦσιν, ὡς εἰ μετὰ τὸ καυθῆναι πλυθείη καὶ δυσεντερίαν καὶ πτύσιν 

335
αἵματος, ἔτι τε τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐκθεραπεύειν, ἰκτερικοῖς τε διδόμενον ὠφέλιμον, ἐπὶ πάντων δὲ τούτων κελεύουσι διδόναι κοχλιάρια δύο, μεμίχασι δὲ αὐτό τινες, ὡς εἴρηται, κεκαυμένον τε καὶ πεπλυμένον καὶ τοῖς ξηραίνουσι κολλυρίοις τὰ ἐν ὀφθαλμοῖς ῥεύματα. ἔστι γὰρ δηλονότι πάντων τῶν τοιούτων ἡ δύναμις ξηραντικὴ, καθάπερ καὶ εἴρηται.

[θ΄. Περὶ πνεύμονος ἀρνείου καὶ χοιρείου καὶ ἀλώπεκος.] Πνεύμων ἄρνειός τε καὶ χοίρειος τὰ ἐξ ὑποδημάτων παρατρίμματα θεραπεύειν πεπίστευται. ὁ δὲ τῆς ἀλώπεκος σκελετευθεὶς εἰ πίνοιτο, τοὺς ἀσθματικοὺς ὠφελεῖ.

[ι΄. Περὶ ἥπατος κυνὸς λυττῶντος.] Ἧπαρ τὸ μὲν λυττῶντος κυνὸς ἔγραψάν τινες, εἰ ὀπτηθὲν βρωθείη, τοῖς ὑπ’ αὐτοῦ δεδηγμένοις γίγνεσθαι βοήθημα, καί τινας μὲν οἶδα τῶν προσενεγκαμένων αὐτὸ ζῇν, ἀλλ’ οὐκ ἐκείνῳ μόνῳ, χρησαμένους δ’ ἐφεξῆς καὶ τοῖς ἄλλοις φαρμάκοις, ὧν πεῖραν ἔχομεν ἐπὶ τῶν λυσσοδήκτων. ἤκουσα δέ τινας αὐτῷ μόνῳ πιστεύσαντας ὕστερον ἀποθανόντας.

336

[ια΄. Περὶ ἥπατος αἰγὸς καὶ τράγου.] Τὸ δὲ τῆς αἰγὸς ἧπαρ ὀπτῶντές τινες, εἶτα λαμβάνοντες τὸν ἀποῤῥέοντα ἰχῶρα πρὸς νυκτάλωπας χρῶνται, καὶ τὸν ἀτμὸν δ’ αὐτοῦ δέχεσθαι τοῖς ὀφθαλμοῖς ἀνεῳγόσι κελεύουσιν ἑψομένου. καὶ μέντοι καὶ ὀπτὸν ἐσθιόμενον πρὸς ταῦτα τὰ παθήματά φασιν ἁρμόττειν, ἐλέγχειν τε τοὺς ἐπιλήπτους, εἰ βρωθείη. ταὐτὸ δὲ δύνασθαι καὶ τὸ τράγειον ἧπαρ.

[ιβ΄. Περὶ ἥπατος σαύρας.] Ἧπαρ σαύρας ἐντεθὲν ὀδοῦσι βεβρωμένοις ἔγραψάν τινες ἀνωδυνίαν ἐργάζεσθαι.

[ιγ΄. Περὶ κοιλίας αἰθυίας.] Κοιλίαν αἰθυίας ἐπαινοῦσί τινες ὡς πεπτικὸν φάρμακον, εἴ τις ἢ παραχρῆμα λαμβάνων ἑφθὴν ἢ σκελετεύων προσφέροιτο. πειραθέντες δ’ ἡμεῖς αὐτοῦ ματαίαν εὕρομεν τὴν ὑπόσχεσιν, ὥσπερ καὶ τοῦ τῶν ἀλεκτορίδων ἔνδον χιτῶνος, ὃν καὶ αὐτὸν ἔνιοι σκελετεύοντες ὠφελεῖν φασιν, εἰ ποθείη τοὺς στομαχικούς.

[ιδ΄. Περὶ ἥπατος λύκου.] Τὸ δὲ ἧπαρ τοῦ λύκου πολλάκις μὲν ἔβαλλον εἰς τὸ δι’ εὐπατορίου φάρμακον ἡπατικὸν,

337
οὐ μὴν ὑπεροχῆς τινος ἐπειράθην ἀξιολόγου, παραβάλλων αὐτῷ τὸ χωρὶς τούτου σκευαζόμενον.

[ιε΄. Περὶ καστορίου.] Ὄρχεις κάστορος ὀνομάζουσι καστόριον. ἔνδοξον δὲ καὶ πολύχρηστον φάρμακον, ὡς καὶ βιβλίον ὅλον Ἀρχιγένει γεγράφθαι περὶ καστορίου χρήσεως. ἐκεῖνος μὲν οὖν τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις διῆλθεν, ἐγὼ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κᾀπὶ τούτου τὴν καθόλου δύναμιν ἐρῶ, πρὸς ἣν ἀποβλέπων τις εὑρίσκειν ἑαυτῷ δυνήσεται τὰς κατὰ μέρος. ὅτι μὲν δὴ θερμαίνει πρόδηλον. εἰ γὰρ ἐθελήσαις λεῖον ἀκριβῶς ἐργασάμενος αὐτὸ, δεύσας ἐλαίῳ, χρῖσαί τε καὶ ἀνατρῖψαι τι αὐτῷ μόριον, ἐναργῶς αἰσθήσῃ θερμαινόμενον αὐτό. τὰ δὲ θερμαίνοντα πάντα διαφοροῦντά τι τῆς πλησιαζούσης οὐσίας εὐθέως αὐτὴν καὶ ξηραίνει, πλὴν εἰ μή τι φύσει ὑγρὸν εἴη, καθάπερ ἔλαιόν τε καὶ ὕδωρ, ἐπίκτητόν τε ποιότητα θερμὴν, οὐ δύναμιν, προσλάβοι, καθάπερ αὐτὰ ταῦτα πυρὶ πλησιάσαντα καὶ ἡλίῳ θερινῷ. τοῦ τοίνυν καστορίου καὶ ἡ

338
σύστασις οὖσα ξηρὰ προσειληφυῖά τε τὸ θερμαίνειν εἰκότως ξηραίνει. τοῦτο μὲν οὖν κοινὸν αὐτῷ καὶ ἄλλοις φαρμάκοις παμπόλλοις ἐστί· λεπτομερὲς δ’ ἱκανῶς ὑπάρχει καὶ κατὰ τοῦτο πλέον ἑτέρων δύναται, θερμαινόντων τε καὶ ξηραινόντων ὁμοίως αὐτῷ. τὰ γάρ τοι λεπτομερῆ φάρμακα δραστικώτερα τῶν παχυμερῶν ἐστι, κᾂν ἴσην ἔχῃ τὴν δύναμιν ἐκ τοῦ διεξέρχεσθαι καὶ κατὰ βάθους ἰέναι τῶν ὁμιλούντων σωμάτων, καὶ μάλισθ’ ὅταν ᾖ ταῦτα πυκνὰ, καθάπερ τὰ νευρώδη. φανερῶς γοῦν ὑπὸ τοῦ καστορίου τὰ τοιαῦτα μεγάλως ὠφελεῖται διὰ τὴν εἰρημένην αἰτίαν. ἀγνοοῦσι δὲ οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐν τῇ τοῦ καστορίου χρήσει προσέχοντες τὸν νοῦν αὐτῷ μόνῳ τῶ τρέμειν ἢ σπᾶσθαί τι μόριον, ἢ ἀναίσθητον ἢ ἀκίνητον εἶναι, ἢ δυσαίσθητον ἢ δυσκίνητον, μὴ γινώσκοντες ἑπόμενα τοιαῦτα συμπτώματα διαθέσεσι σώματος ἀνομοίαις. ἀλλὰ σύ γε παρ’ Ἱπποκράτους μαθὼν ἐπὶ πληρώσει τε καὶ κενώσει γίγνεσθαι σπασμὸν, ἔνθα μὲν χρὴ κενῶσαι τὰ παρὰ φύσιν ἐν τοῖς νεύροις περιεχόμενα, καὶ πίνειν δίδου καὶ κατὰ τοῦ δέρματος ἔξωθεν ἐπιτίθει
339
καστόριον. ἔνθα δὲ δι’ ὑπερβάλλουσαν ξηρότητα γίγνεται σπασμὸς, ἐναντιώτατον εἶναι γίγνωσκε τὸ φάρμακον τοῦτο. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοῖς τρέμουσι διὰ πλήθους ὠφελιμώτατόν ἐστιν, ἐναντιώτατον δὲ τοῖς διὰ κένωσιν εἰς τὸ τοιοῦτον πάθος ἐμπίπτουσιν. ἀνάλογον δὲ τοῖς εἰρημένοις πάθεσι καὶ τοῦ λύζειν ἐν τῷ στομάχῳ γιγνομένου τὴν διάθεσιν εὗρον καὶ διορισάμενος. εἰ μὲν ὑπὸ πλήθους τοῦτο πάσχοιεν οἱ κάμνοντες, ἐπὶ τὴν τοῦ καστορίου χρῆσιν ἧκε, διὰ ξηρότητα δὲ καὶ κένωσιν ἢ δι’ ὑγρῶν δριμέων δῆξιν εἰ συσταίη, φεῦγε τὸ φάρμακον. ὑπονοήσειε μὲν οὖν τις αὐτὸ τῇ τε ὀσμῇ καὶ τῇ γεύσει προσέχων ἀλλοτριωτάτην ἔχειν ἀνθρώπου σώματι τὴν οὐσίαν. ἐν μέντοι τῇ χρήσει φαίνεται μηδὲν ἐργαζόμενον ὧν τὰ τοιαῦτα ποιεῖ, τὰ μὲν στόμαχον κακοῦντα, τὰ δὲ γαστέρα, τὰ δὲ κεφαλὴν, τὰ δὲ ἄλλο τι. τουτὶ δὲ τὸ φάρμακον εἴθ’ ὑγρῷ σώματι προσφέροις δεομένῳ ξηρότητος εἴτε ψυχρῷ θερμότητος, εἴθ’ ὑγρῷ καὶ ψυχρῷ θερμότητος καὶ ξηρότητος χρῄζοντι, μεγάλην μὲν ὠφέλειαν ἐπιδείκνυται, βλάβην δ’ οὐδεμίαν οὐδενὶ 
340
προστρίβεται μορίῳ, καὶ μάλισθ’ ὅταν ἀπύρετος ὁ ἄνθρωπος ᾖ, καὶ τῶν πυρεσσόντων δὲ μὴ πάνυ θερμῶς, ἀλλ’ ὡς ἂν εἴποι τις χλιαρὸν πυρετὸν, οἷος ἐν καταφοραῖς μάλιστα καὶ ληθάργοις γίγνεται. πολλοῖς μὲν πάνυ τὸ καστόριον ἐδώκαμεν, ἅμα μὲν πέπερι λευκῷ κοχλιαρίου πλῆθος ἑκατέρου διὰ μελικράτου ποτίζοντες, ἐβλάβη δ’ οὐδεὶς οὐδὲν, ἀλλὰ καταμηνίων ἐπεχομένων προκενώσας ἀπὸ σφυροῦ μετρίως, εἶτα διδοὺς καστόριον μετὰ γλήχωνος ἢ καλαμίνθης, ἐπειράθην ἀεὶ τοῦ φαρμάκου κινοῦντος κάθαρσιν, ἄνευ τοῦ βλαβῆναί τι τὴν ἄνθρωπον. ἐκβάλλει δὲ καὶ χόρια κατεσχημένα. ταῦτα μὲν οὖν ἅπαντα διὰ μελικράτου πινόμενον ἐργάζεται. τοὺς δὲ ἐμπνευματουμένους τὴν γαστέρα δυσιάτως ἢ στροφουμένους ἢ λύζοντας, ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς ἢ παχεῖ καὶ φυσώδει πνεύματι, δι’ ὀξυκράτου πινόμενον ὀνίνησιν· ὅσα δὲ εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ, ταῦτα καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἅμα σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. τὰ δὲ πλείονος θερμότητος δεόμενα καὶ ἀνατρίβειν προσήκει δι’ ἑαυτοῦ. ὠφελεῖ δὲ καὶ εἴ τις
341
ἐπ’ ἄνθραξιν αὐτὸ θυμιῶν ἀρύῃ διὰ τῆς εἰσπνοῆς, καὶ μάλιστα τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη. τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ δεύοντας θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι τῇ κεφαλῇ καὶ τῷ αὐχένι.

[ιστ΄. Περὶ νεφρῶν σκίγκων.] Τὰ περὶ τοὺς νεφροὺς τῶν σκίγκων ὡς ἐντατικὰ αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι γε αὐτοῖς δοκεῖ, μάλιστα θρίδακος σπέρμα μεθ’ ὕδατος πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῶν φακῶν ἀφέψημα μετὰ μέλιτος πινόμενον παύειν φασὶ τὰς ἐντάσεις.

[ιζ΄. Περὶ ὀνύχων αἰγείων καὶ ὀνείων.] Ὄνυχας αἰγῶν ἔνιοι καυθέντας, εἶτα τὴν τέφραν ὄξει δεύοντες ἀλωπεκίας καταχρίουσιν, ὥστ’ εἴη ἂν καὶ ἡ τοιαύτη τέφρα λεπτυντικῆς δυνάμιως. ἔνιοι τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιλήπτους φασὶ θεραπεύειν, εἰ πίνοιντο συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας χοιράδας διαφορεῖν· ἐπιπαττομένην δὲ τὴν αὐτὴν τέφραν ξηρὰν ἰᾶσθαι τὰ χίμεθλα.

342

[ιη΄. Περὶ ὀστῶν κεκαυμένων.] Ὀστᾶ κεκαυμένα διαφορητικῆς καὶ ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, μάλιστα δέ φασιν ἔνιοι τὰ τῶν ἀνθρώπων δύνασθαι τοῦτο. τόν γε μὴν ὕειον ἀστράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώσεις καὶ στρόφους ἔφασαν θεραπεύειν. ἔγνων δέ τινας τῶν καθ’ ἡμᾶς ἀνθρώπων ὀστᾶ κεκαυμένα ποτίζοντας, μὴ γινωσκόντων τῶν πινόντων ὅ τι πίνοιεν, ὅπως μὴ μυσάττοιντο, πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν ἐκτεθεραπευκέναι.

[ιθ΄. Περὶ γήρως ὄφεως.] Γῆρας ὄφεως ἔγραψάν τινες ἀναζεσθὲν ἐν ὄξει θεραπεύειν ὀδονταλγίας.

[κ΄. Περὶ δέρματος προβάτου.] Δέρμα προβάτου νεωστὶ ἐκδεδαρμένου περιτεθὲν τοῖς μεμαστιγωμένοις ὁπωσοῦν ἐναργῶς ὠφελεῖ πάντων ἑτέρων μᾶλλον, ὡς ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ θεραπεύειν αὐτούς· συμπέπτει τε γὰρ καὶ διαφορεῖ τὰ ὕφαιμα.