De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιστ΄. Περὶ σιέλου.] Σίελον, εἴτε σίαλον, εἴτε πτύελον ὀνομάζειν θέλει τις, οὔ μοι διαφέρει. γινώσκειν δὲ αὐτοῦ χρὴ τὴν δύναμιν εἶναι διάφορον ἔν τε τοῖς ζώων εἴδεσι καὶ καθ’ ἕκαστον αὐτῶν ὑγιαῖνον ἢ νοσοῦν ἐδηδοκότος ἢ πεπωκότος ἢ ἀπότου τε καὶ νενηστευκότος. ὡς γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ ὁ ἱδρὼς, οὕτως καὶ τὸ πτύελον ἀσθενὲς μὲν ἐδηδοκότων ἐστὶν, ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψάντων καὶ ὑπερπεινησάντων. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν τὸ τῶν εὐπεπτηκότων μὲν, οὐδέπω δ’ ἐδηδοκότων ἢ πεπωκότων. τούτῳ τοιγαροῦν τῷ σιέλῳ καὶ αἱ τροφαὶ τῶν παίδων τοὺς λειχῆνας ἰῶνται, βρέχουσαι τὸν μικρὸν δάκτυλον, εἶτα ἀνατρίβουσαι τὸ πεπονθὸς δέρμα. καὶ τοῦτο ποιοῦσι πολλάκις, ὡς διασώζεσθαι

289
κατὰ τὸν μεταξὺ τῶν χρήσεων χρόνον ἐν τῷ λειχῆνι τὴν ἀπὸ τοῦ σιέλου δύναμιν. ἀλλὰ καὶ πυροὺς μασώμενοι πολλοὶ τῶν ἀγροίκων δοθιῆσιν ἐπιτιθέασιν. διαφορεῖ τε γὰρ αὐτοὺς καὶ πέττει ταχέως. καίτοι γε εἰ δι’ ὕδατος δευθεῖεν, οὐχ ὁμοίως ὠφελοῦσιν. εὔδηλον οὖν ὅτι τὸ σίαλον αὐτὸ τὴν ἰσχὺν τῆς ὠφελείας παρέχει. κατὰ δὲ τῶν μαλακῶν καὶ παιδικῶν σωμάτων ἄρτον, οὐ πυροὺς ἐπιτιθέασι μασωμένους. διαφορεῖ δὲ πάντα τὰ οὕτω μασηθέντα καὶ ὑπώπια καὶ τὰ ἄλλα ἐκχυμώματα, καὶ μᾶλλον ὅταν ὁ ἄρτος ἅμα βραχείᾳ ῥαφανῖδι μασηθείη. καθ’ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύελον ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσιν ἀνθρώπους θηρίοις, ὥς που καὶ Νίκανδρος ὁ ποιητὴς λέγει. καί μοί τις ἐπαγγειλάμενος ἐπῳδὴν ἀναιροῦσαν σκορπίους ἐπιδείξειν, ἅπαξ εἰπὼν αὐτὴν ἐπέπτυσε τῷ σκορπίῳ, κἄπειθ’ ἑξῆς δεύτερον εἰπὼν αὖθις ἐπέπτυσεν, εἶτα καὶ τὸ τρίτον εἰπόντος τε καὶ καταπτύσαντος ἀπέθανεν ὁ σκορπίος. ὕστερον δ’ ἐγὼ χωρὶς τῆς ἐπῳδῆς ἐθεασάμην ἐπὶ τῷ σιάλῳ μόνῳ τὸν σκορπίον ἀποθανόντα καὶ τοῦτ’ αὐτὸ πάσχοντα ταχέως μὲν ἐπὶ τοῦ 
290
τῶν πεινώντων τε καὶ διψώντων πτυέλου, βραδέως δὲ ἐπὶ τῶν ἐμπεπλησμένων ἐδεσμάτων τε καὶ πομάτων, ἐπὶ δὲ τῶν ἄλλων ἀνάλογον.

[ιζ΄. Περὶ τῶν ἐν τῷ σώματι γεννωμένων.] Γεννᾶται μὲν ἐν τῷ σώματι καὶ ἄλλα παρὰ φύσιν, ὧν οὐ καλὸν μεμνῆσθαι, γεννᾶται δὲ καὶ ὁ ἐν κύστει λίθος, ὑπὲρ οὗ τινες ἔγραψαν, ὡς εἰπεῖν ὅτι θρύπτει λίθους τοὺς ἐν κύστει. τοῦτο μὲν οὖν ψεῦδός ἐστι κεκριμένον τῇ πείρᾳ. εἰ δὲ καὶ τοὺς ἐν νεφροῖς λίθους θρύπτει τὴν ἀρχὴν, οὐδ’ ἐπειράθην μὲν, ἔχων ἕτερα δόκιμα φάρμακα πρὸς τὸ σύμπτωμα τοῦτο. περὶ δὲ τοῦ πύου καὶ ὅσα τοιαῦτα παρίημι λέγειν τοῖς τὰ τοιαῦτα δεινοῖς ἅμα γοητείαις τισίν. ἡ μέντοι κόπρος ἕν τι τῶν ἐν τῷ σώματι γεννωμένων ἐστὶ, κατὰ φύσιν ἐχόντων τῶν ζώων, ὥσπερ καὶ ὁ ἐν τοῖς ὠσὶ ῥύπος· ὑπὲρ ἑκατέρου τοίνυν ἐφεξῆς δίειμι.

[ιη΄. Περὶ κόπρου.] Κόπρος εἴτε κόπρον εἴτ’ ἀποπάτημα καλεῖν ἐθέλοις οὐ διοίσει. γίγνωσκε δὲ τὴν οὐσίαν ταύτην διαφορητικωτάτην ἔχειν δύναμιν. ἔστι δ’ ἡ τῶν ἀνθρώπων

291
διὰ τὴν δυσωδίαν βδελυρά. βοῶν δὲ καὶ αἰγῶν καὶ χερσαίων κροκοδείλων καὶ κυνῶν, ὅταν ὀστᾶ φάγωσιν, οὔτε δυσώδης ἐστὶ καὶ πεῖραν ἱκανὴν οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις τῶν ἔμπροσθεν ἰατρῶν ἔδωκεν. Ἀσκληπιάδης μέν γε ὁ ἐπικληθεὶς φαρμακείων καὶ τἄλλα μὲν ἅπαντα σύνθετα φάρμακα συνήθροισεν, ὡς πολλὰς βίβλους πληρῶσαι. καὶ κόπρῳ δὲ χρῆται πολλάκις ἐπὶ πολλῶν παθῶν ἀναμιγνὺς, οὐ μόνον τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ στόματος λαμβανομένοις.

[ιθ΄. Περὶ κυνείας πόπρου.] Ἐγὼ γοῦν οἶδα καὶ αὐτὸς θαυμαστῆς δυνάμεως πειραθεὶς ἀνθρωπείας τε καὶ κυνὸς κόπρου. λέξω δέ σοι περὶ προτέρας τῆς κυνείας, ᾗ συνεχῶς ἐχρῆτό τις τῶν ἡμετέρων διδασκάλων, ὀστᾶ διδοὺς ἐσθίειν κυνὶ μόνα δυεῖν ἐφεξῆς ἡμερῶν, ἐξ ὧν σκληρὰ καὶ λευκὴ καὶ ἥκιστα δυσώδης ἡ κόπρος γίγνεται. ταύτην οὖν λαμβάνων ἐξήραινεν, ὡς ὕστερον ὁπότε βούληται χρῆσθαι λειοῦσθαι ῥᾳδίως. ἐχρῆτο δ’ αὐτῇ πρός τε συνάγχας καὶ δυσεντερίας

292
καὶ τὰ παλαιότατα τῶν ἑλκῶν. πρὸς μὲν οὖν συνάγχας, ἀναμιγνὺς τοῖς καὶ ἄλλως ἁρμόττουσιν πρὸς τὸ πάθος τοῦτο φαρμάκοις· ἐπὶ δὲ δυσεντερικῶν τῷ ἀφεψημένῳ γάλακτι, τῶν καλουμένων καχλήκων διαπύρων ἐμβεβλημένων, ἢ ὡς ὕστερον ἐγὼ διὰ τὸ εὐπόριστον ἐπὶ τὸν σίδηρον ἧκον, ἐμβάλλων τοῦτον διάπυρον τῷ γάλακτι καλῶς προαφεψημένῳ. καλοῦσι δ’ ἔνιοι τῶν ἰατρῶν οὐκ οἶδ’ ὅπως τὸ τοιοῦτον γάλα σχιστόν. ἐχρῆν γὰρ οὐ τοῦτο καλεῖν οὕτως, ἀλλ’ ἐφ’ ὧν χωρίζομέν τε καὶ σχίζομεν ἀπὸ τοῦ τυρώδους τὸν ὀῤῥόν. ἀλλὰ τῆς κυνείας κόπρου ξηρᾶς λειώσας ὁ ἰατρὸς ἐνέβαλλε τῷ τοὺς κάχληκας ἐναπεσβεσμένους ἔχοντι γάλακτι λανθανόντως καὶ μόνους τοὺς γνησιωτάτους μαθητὰς ἐδίδαξε τοῦτο. τούτων μὲν οὖν τῶν δύο χρήσεων τῆς κυνείας κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡς θαυμαστοῦ φαρμάκου, καθάπερ καὶ τῆς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν. ἐμίγνυε γὰρ οὖν κᾀπ’ ἐκείνων τοῖς δοκίμοις φαρμάκοις τῆς κυνείας κόπρου βραχὺ, καὶ σαφῶς ἰσχυρότερον ἑαυτοῦ τὸ φάρμακον ἐγίγνετο, καὶ εἴ που διαφορῆσαί τι καὶ ξηράναι, κἀκείνοις τοῖς φαρμάκοις ἐμίγνυεν.

293

[κ΄. Περὶ ἀνθρωπείας κόπρου.] Τῆς ἀνθρωπείας κόπρου τοιάνδε τινὰ πεῖραν ἔχω. συνεχῶς τις ὑπὸ τῶν κατὰ τὴν φάρυγγα φλεγμονῶν ἠνωχλεῖτο σφοδρῶς, ὡς κινδυνεύειν ἀποπνιγῆναι, καὶ δὴ φλεβοτομεῖσθαι διὰ τὸν κίνδυνον τοῦτον ἠναγκάζετο. τούτῳ τις ἐντυχὼν ἐπηγγείλατο πεῖραν δώσειν φαρμάκου καὶ καλεῖν ἑαυτὸν ἠξίου πρὸ τῆς φλεβοτομίας, ὅταν αὖθίς ποτε φλεγμήνῃ τι τῶν κατὰ τὴν φάρυγγα μορίων αὐτοῦ. καὶ τοίνυν κληθεὶς, εἶτα διαχρίσας φαρμάκῳ ταχέως ἐθεράπευσε τὸν ἄνθρωπον. ὡς δὲ καὶ αὖθις ἤδη ἐνήργησεν, οὐκ ἐπὶ αὐτοῦ μόνου, ἀλλὰ καὶ ἐπ’ ἄλλων τῶν ὁμοίως πασχόντων ἠξίου δοὺς μισθὸν ὁ συνεχῶς κινδυνεύων πνιγῆναι μαθεῖν τὸ φάρμακον. ἦν δ’ ἅμα τε πλούσιος καὶ περὶ χρημάτων δαπάνην ἐλευθέριος. ὡς δὲ περὶ τοῦ μισθοῦ συνέβησαν, ὁ πιπράσκων τὴν γραφὴν ἀντιπαθείᾳ τινὶ τὴν ὠφέλειαν ἔφη τὸ φάρμακον ἔχειν. εἶναι δὲ τὴν ἀντιπάθειαν τὸ μὴ γνῶναι τὸν θεραπευόμενον ἐξ ὧν σύγκειται. ἐκέλευσεν οὖν ἄλλον ἀνθ’ ἑαυτοῦ μαθησόμενον, ὅστις ἂν αὐτῷ πιστότατος εἶναι δοκῇ, καὶ τοῦτο αὐτὸν ὀμόσαι βουλόμενον

294
μηδενὶ δοῦναι τὴν γραφὴν τοῦ φαρμάκου, μέχρις ἂν αὐτὸς ὁ ἀποδιδόμενος ζῇ. κατὰ τοῦτον μὲν δὴ μετὰ τὸν τοῦ δείξαντος θάνατον ὁ μαθὼν οὐ μόνον τὸν ἴδιον ἄνθρωπον, ἀλλὰ καὶ τοὺς ἄλλους ἰᾶται, κᾀμοῦ μηδ’ αἰτήσαντος τοῦ φαρμάκου τὴν γραφὴν οὗτος ἔδωκεν ἑκών· ἦν δὲ κόπρος παιδίου ξηρὰ μετὰ μέλιτος Ἀττικοῦ λελειωμένη. διῃτᾶτο δὲ τὸ παιδίον, οὗ τὴν κόπρον ἔμελλον λήψεσθαι, καθάπερ αὐτὸς ὁ δοὺς τὸ φάρμακον ἔδειξεν, ἐπὶ θέρμων ἐδωδῇ. τούτων δὴ τῶν συνήθως ἐσθιομένων μετ’ ἄρτου καλῶς ὠπτημένου κλιβανίτου συμμέτρων ἁλῶν τε καὶ ζύμης ἔχοντος. ἐδίδου δὲ καὶ οἶνον παλαιὸν πίνειν. ἅπαντα ταῦτα σύμμετρα κατὰ τὸν ὄγκον, ὡς ἀκριβῶς εὐπεπτῆσαι τὸ παιδίον. ἐπὶ μὲν δὴ τῆς πρώτης ἡμέρας τοιαύτῃ διαίτᾳ χρώμενος οὐδέπω κατὰ τὴν ὑστεραίαν ἀνῃρεῖτο τὴν κόπρον· ἐν ἐκείνῃ δ’ αὖ πάλιν ὁμοίως διαιτήσας τὸ κατὰ τὴν τρίτην ἐκκριθὲν ἐλάμβανεν καὶ ξηραίνων ἐχρῆτο παραπλησίως τῇ κυνείᾳ κόπρῳ, καθότι προείρηται. ἔλεγε δὲ τὸν διδάξαντα διὰ τὴν δυσωδίαν τῶν ἄλλων ἐδεσμάτων φεύγοντα τοὺς θέρμους 
295
αἱρεῖσθαι, ἑαυτὸν δὲ ἕνεκα πείρας ὀρνιθείου κρέως καὶ περδικείου δι’ ὕδατος ἢ λιτοῦ ζωμοῦ καλῶς ἑψημένου ἐδηδοκέναι πολλάκις, ἐνηργηκέναι δὲ τὸ φάρμακον οὐδὲν ἧττον. ἐγὼ μὲν δή σοι ταῦτα λέγειν ἔχω περὶ κυνείας τε καὶ ἀνθρωπείας κόπρου.

[κα΄. Περὶ λυκείας κόπρου.] Τὴν δὲ τῶν λύκων ἐπότιζέ τις κωλικοὺς οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ καὶ τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον. εἶδον δέ τινας αὐτῶν οὐκέθ’ ἁλόντας τῷ παθήματι καὶ τοὺς ἁλόντας οὐκέτ’ οὐδέποτ’ αὖθις ἰσχυρῶς παθόντας, ἀλλ’ οὐδὲ μετ’ ὀλίγον χρόνον. ἐλάμβανε δὲ κᾀκεῖνος τὴν λευκοτέραν κόπρον τῶν λύκων μᾶλλον, ἥτις ὀστᾶ φαγόντων αὐτῶν ἀποκρίνεται. ἐθαύμασα δ’ ἐπ’ αὐτῷ, ὅτι καὶ περιαπτόμενον πολλάκις ἐναργῶς ὠφέλησεν. ἐλάμβανεν οὖν οὗτος τὴν κόπρον οὐδὲ πεπτωκυῖαν ἐπὶ τὴν γῆν, οὐ χαλεπῶς δὲ γίνεται τοῦτο. φύσιν γὰρ ἔχει ἐκεῖνο τὸ ζῶον, καθάπερ ὁ κύων, ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκελῶν ἐνουρεῖν καὶ ἀποπατεῖν πρὸς τι τῶν ἐξεχόντων τῆς γῆς. ἐπ’ ἀκάνθαις τε οὖν

296
πολλάκις εὑρίσκεται θέρους ἐν ὥρᾳ λυκεία κόπρος ἐπί τε θάμνοις τισὶ καὶ κλείθροις καὶ βοτάναις εὐαυξέσιν. εὑρίσκεται δὲ ἐν ταῖς κόπροις αὐτῶν καὶ αὐτῶν τῶν ὀστῶν τι τοῦ καταβεβρωμένου ζώου διαπεφευγότος, ὥσπερ τὴν μάσησιν, οὕτω καὶ τὴν πέψιν, ὃ καὶ αὐτὸ κόπτων καὶ λειῶν ἐδίδου πίνειν τοῖς κωλικοῖς. καὶ εἰ καθαρότητος ἄνθρωπος εἴη καὶ ἁλῶν καὶ πεπέρεως ἤ τινος τῶν τοιούτων, ἐμίγνυεν. ἐδίδου δὲ τοὐπίπαν μὲν δι’ οἴνου λεπτοῦ κατὰ τὴν σύστασιν, ἔστι δ’ ὅτε καὶ δι’ ὕδατος. τὸ δ’ οὖν περιαπτόμενον τῆς κόπρου ταῖς λαγόσι τοῦ πάσχοντος ἐκέλευσεν ἔχειν ἄρτημα, μάλιστα μὲν ἐξ ἐρίου γεγονὸς οὐ τοῦ τυχόντος προβάτου. πολὺ γὰρ εἶναι βέλτιον ὑπὸ τοῦ λύκου διεσπασμένου ἐπὶ τὸ πρὸς τὴν τοιαύτην χρείαν ἐπιτήδειον ἐσόμενον. εἰ δὲ μὴ παρείη τὸ τοιοῦτον ἔριον, ἐκ δέρματος ἐλαφείου τὸν ἱμάντα τὸν περιελιττόμενον ταῖς λαγόσι καὶ αὐτὸ τὸ περιέξον τὴν κόπρον ἐκέλευσεν εἶναι. ἡμεῖς δὲ καὶ εἰς χυτρίδιον τηλικοῦτον, ἡλίκος ἐστὶν ὁ μέγιστος κύαμος, ἐμβάλλοντες τῆς κόπρου περιήψαμεν ἐνίοις ἕνεκα πείρας, ἐθαυμάσαμέν
297
τε φανερῶς ὠφεληθέντας ἰδόντες τοὺς πλείστους αὐτῶν. ἐποιοῦμεν δὲ τῷ χυτριδίῳ δύο τινὰ καθάπερ ὦτα, δι’ ὧν ὅ ἱμὰς διεβάλετο. τοῦτο μὲν δὴ κατὰ τὸ πάρεργον, εἰ μέλλει τις καὶ τοῖς οὕτω περιαπτομένοις πιστεύειν, λέγω δ’ οὕτως, ὥστ’ οὐσίαν εἶναι τὴν περιαπτομένην, οὐκ ὀνόματα βάρβαρα, καθάπερ εἰώθασιν ἔνιοι τῶν γοήτων, ἐπείτοι καὶ ἄλλων οὐσιῶν ἐπειράθην ὁμοίως ἐνεργουσῶν ἐπ’ ἄλλων παθῶν. ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ αὐτῶν λέγειν, ἴωμεν οὖν αὖθις ἐπὶ τὸ προκείμενον.

[κβ΄. Περὶ αἰγείας κόπρου.] Ἀνθρωπείας μὲν γὰρ καὶ κυνείας καὶ λυκείας ἐμνημόνευσα κόπρου, τῶν δ’ ἄλλων οὐδέπω, καίτοι πλείους ἔτι τῶν εἰρημένων ὑπολείπονται, τινὲς μὲν καὶ πάνυ συνεχῆ τὴν χρείαν παρέχουσαι, τινὲς δὲ σπανιωτέραν. συνεχέστατα μὲν οὖν χρώμεθα ταῖς τῶν αἰγῶν κόπροις, σπύραθοι δ’ ἰδίως ὀνομάζονται δριμείας καὶ διαφορητικῆς οὖσαι δυνάμεως, ὡς καὶ τοῖς σκιῤῥουμένοις ὄγκοις ἁρμόττειν οὐ σπληνὸς μόνον, ἐφ’ ὧν συνεχέστατα χρῶνται πολλοὶ τῶν ἰατρῶν ταῖς τοιαύταις κόπροις,

298
ἀλλὰ καὶ ἄλλων μερῶν. ἔγωγ’ οὖν ἐπὶ γόνατος ἔχοντος ὄγκον χρόνιον δύσλυτον ἐχρησάμην αὐτῇ δι’ ὀξυκράτου καταπλάττεσθαι κελεύσας ἄλευρον κρίθινον ἐπιβαλλομένης τῆς κόπρου, καὶ θαυμαστῶς ὁ ἄνθρωπος ὤνητο. τῶν δ’ ἀγροίκων τις ἦν, ἐφ’ ᾧ τοῦτο ἐπράχθη. καὶ οὕτως ἤδη καὶ ἄλλος ἀγροῖκος ἐφ’ ὁμοίων ὄγκων οὐ κατὰ γόνατος μόνον, ἀλλὰ καὶ κατ’ ἄλλων μορίων ὁμοίως χρησάμενος ὠφελήθη. δριμύτερον γάρ ἐστι τὸ φάρμακον ἢ ὥστε γυναῖκας ἀστυκὰς ἢ παιδία θεραπεύειν, ἢ ὅλως τοὺς μαλακοσάρκους. ἀλλὰ περὶ μὲν τῆς κατὰ μέρος χρήσεως ἁπάντων φαρμάκων ἐν τῷ περὶ συνθέσεως αὐτῶν εἰρήσεται. καὶ ἐπὶ τῶν ὑδερικῶν τε καὶ σπληνικῶν τῇ αἰγείᾳ κόπρῳ πολυειδῶς χρώμεθα. καὶ μέντοι καὶ καυθεῖσα λεπτομερεστέρα μὲν, οὐ μὴν δριμυτέρα γε σαφῶς γίνεται. διὸ καὶ πρὸς ἀλωπεκίας ἁρμόττει καὶ πάνθ’ ὅσα τῶν ῥυπτόντων δεῖται φαρμάκων, οἷον λέπρας τε καὶ ψώρας καὶ λειχῆνας, ὅσα τ’ ἄλλα τοιαῦτα. μίγνυται δὲ καὶ τοῖς διαφορητικοῖς καταπλάσμασιν, οἷα τὰ τῶν παρωτίδων
299
ἐστὶ καὶ τῶν βουβώνων κεχρονικότων. ἔστι γὰρ ἡ δύναμις αὐτῆς ἀκαύστου καὶ κικαυμένης ῥυπτική τε καὶ διαφορητικὴ, καὶ οὐ βραχύ γε τὸ διαφορητικὸν ἔχει. πρὸς γοῦν τὰ τῶν ἐχιδνῶν δήγματα καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἄλλων θηρίων ἰατρός τις τῶν ἐν ἀγροῖς τε καὶ κώμαις ἰατρευόντων ἐχρῆτο δι’ ὄξους αὐτῇ καὶ διέσωσε πάνυ πολλούς. ὁ δ’ αὐτὸς οὗτος ἰατρὸς καὶ τοῖς ἰκτερικοῖς ἐδίδου τὰς σπυράθους δι’ οἴνου πίνειν καὶ πρὸς ῥοῦν γυναικεῖον ἐχρῆτο, σὺν λιβανωτῷ προστιθείς. καὶ χρὴ γινώσκειν μὲν ἅπαντα τὰ τοιαῦτα τὸν ἄριστον ἰατρὸν, ἐκλέγεσθαι δὲ τὰ βελτίω, καὶ μάλιστ’ ἐπὶ τῶν ἀστυκῶν τε καὶ ἀξιολόγων ἀνδρῶν, ἐφ’ ὧν οὐκ ἄν ποτ’ ἐχρησάμην ἐγὼ τοιούτῳ φαρμάκῳ παμπόλλων ἀμεινόνων εὐπορῶν. ὅμως δ’ οὖν γίγνεταί ποτε καὶ τῶν τοιούτων ἡ χρεία κατὰ τὰς ὁδοιπορίας καὶ τὰ κυνηγέσια καὶ τὴν ἐν ἀγρῷ διατριβὴν, ὅταν τι μὴ παρῇ τῶν βελτιόνων, ἢ καὶ σκληρόσαρκος ὁ ἀγροῖκος ἄνθρωπος ᾖ, παραπλήσιος ὄνῳ. πολλοὶ γὰρ τῶν τοιούτων κατὰ τοὺς ἀγροὺς εἰσὶν ἄξιοι τοῦ πίνειν σπύραθα. ὅπερ δὲ κᾀν τοῖς ἔμπροσθεν ἐπ’ 
300
οὔρων τε καὶ χολῶν καὶ σιάλων ἐῤῥέθη, τοῦτο καὶ νῦν μέμνησο, τὴν μὲν καθόλου καὶ κοινὴν δύναμιν ἁπάσαις εἶναι τὴν αὐτὴν, ἐξηλλάχθαι δὲ κατὰ τὰς τῶν ζώων κράσεις. τῶν μὲν γὰρ ξηροτέρων τῇ κράσει ζώων καὶ ἡ κόπρος ἐστὶ ξηραντικωτέρα, καθάπερ γε καὶ τῶν θερμοτέρων θερμαντικωτέρα, ψύχει δ’ οὐδεμία, καθάπερ οὐδ’ ὑγραίνει. πολλὰ δ’ ἂν εἴη καὶ παρὰ τὴν φύσιν τῶν ἐδηδεσμένων αὐτῶν ἡ διαφορὰ, καὶ διὰ τοῦτ’ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν ἄλλων ζώων μείζων ἐστὶν, ὅτι ποικιλωτάτης τῆς τροφῆς χρῆται τὸ ζῶον τοῦτο. τί γὰρ ὅμοιον ἔχει σκόροδά τε καὶ κρόμμυα φαγόντες ἢ κολοκύνθην, εἰ οὕτως ἔτυχεν; αἰγὸς δὲ σπύραθοι βραχὺ μὲν ἄν τι διαφέροιεν ἀλλήλων παρὰ τὰς νομὰς, οὐ μὴν τοσοῦτόν γε ὅσον αἱ τῶν ἀνθρώπων.

[κγ΄. Περὶ βοείας κόπρου.] Ὡσαύτως δὲ καὶ τῶν βοῶν αἱ κόπροι βραχεῖαν ἔχουσι διαφορὰν, οὖσαί γε καὶ αὗται ξηραντικῆς δυνάμεως. ἔχουσι δὲ καὶ τὴν ἑλκτικὴν, ὡς δηλοῦσιν, ὠφελοῦσαι τὰ τῶν μελιττῶν τε καὶ σφηκῶν δήγματα.

301
ταῦτα μὲν οὖν ἐνδέχεται καὶ κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελεῖσθαι. τοὺς ὑδερικοὺς δέ τις ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ βολβίτῳ καταχρίων ἐν ἡλίῳ κατέκλινε φαρμάκων ἔμπειρος ἰατρός. ὁ δ’ αὐτὸς οὗτος ἐπετίθει καὶ τοῖς φλεγμαίνουσι μέρεσι τῶν ἀγροίκων ὑγρὰν λαμβάνων ἦρος, ὅτε νέμονται τὴν πόαν οἱ βόες. εὔδηλον δ’ ὅτι τῆς ἄλλης ἥδε πολλῷ μετριωτέρα τὴν δύναμίν ἐστιν. ἄλλην δὲ λέγω τὴν ἐπὶ τῇ τῶν ἀχύρων ἐδωδῇ. μέση γὰρ αὕτη τῆς τε εἰρημένης ἐστὶ καὶ τῆς ἐπὶ τῇ τῶν ὀρόβων προσφορᾷ. πρόδηλον οὖν ὅτι καθάπερ ἡ ἐκ τῆς βοτανώδους νομῆς ἐπὶ τῶν φλεγμονῶν, οὕτως ἥδε τοῖς ὑδερικοῖς ἐστιν ἐπιτήδειος. εἰδέναι μέντοι χρὴ πάντα τὰ τοιαῦτα φάρμακα σκληροῖς σώμασιν ἀγροίκων ἀνθρώπων ἁρμόττειν, σκαπανέων τε καὶ θεριστῶν καὶ τῶν ἰσχυρὸν οὕτως ἔργον διαπραττομένων, ἐφ’ ᾧ καὶ πρὸς χοιράδας ὁ κατὰ τὴν Μυσίαν ἰατρὸς ἐχρῆτο καὶ τῶν σκιῤῥωδῶν ὄγκων ἁπάντων σὺν ὄξει καταπλάττων.

[κδ΄. Περὶ προβατείου κόπρου.] Ὁ δ’ αὐτὸς οὗτος καὶ τῇ

302
τῶν προβάτων κόπρῳ πρὸς ἀκροχορδόνας ἐχρῆτο καὶ μυρμηκίας καὶ θύμους καὶ δοθιῆνας σκληροὺς τοὺς καλουμένους ἥλους, ὄξει δεύων αὐτήν. ἀλλὰ καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν εἰς οὐλὴν ἦγε, μιγνὺς τῆς κόπρου ταύτης κηρωτῇ ῥοδίνῳ. καὶ μέντοι καὶ διὰ τῶν αἰγῶν κεκαυμένους ὁμοίως ἐθεράπευε, μιγνὺς καὶ ταῦτα ὀλίγον τι πάνυ πολλαπλασίῳ τῆς κηρωτῆς ὄγκῳ. καὶ ὅλως ἦν αὐτῷ σπούδασμα διὰ τῶν ἐν τοῖς ἀγροῖς εὐπορίστων ἅπαντα θεραπεύειν, ἐν οἷσι δηλονότι καὶ αἱ βοτάναι καὶ οἱ θάμνοι καὶ τῶν δένδρων εἰσὶν οἱ ἀκρέμονες καὶ τὰ βλαστήματα καὶ τὰ μαλακὰ φύλλα καὶ οἱ καρποὶ καὶ οἱ φλοιοὶ, περὶ ὧν ἐν τοῖς εὐπορίστοις ἐπιπλέον εἰρήσεται.

[κε΄. Περὶ κόπρου περιστερᾶς.] Τῇ γοῦν κόπρῳ τῶν νομάδων περιστερῶν, οὕτως γὰρ αὐτὰς ἔνιοι καλοῦσι διαστέλλοντες ἀπὸ τῶν κατοικιδίων, ὡς θερμαίνοντι φαρμάκῳ καὶ αὐτὸς ἐγὼ πάνυ συνεχῶς εἰς πολλὰ χρῶμαι, μετὰ μὲν καρδάμου σπέρματος κεκομμένην τε καὶ διηθημένην ξηρὰν ἀντὶ νάπυος ἐπὶ τῶν φοινιγμοῦ δεομένων προσφέρων. εὔδηλον

303
δ’ ὅτι τοὺς κεχρονικότας ἅπαντας ἐν τοῖς τοιοῖσδε λέγω πάθεσιν ὁποῖόν ἐστιν ἰσχιὰς, ἡμικρανία, σκοτώματά τε καὶ σκοτόδινοι καὶ κεφαλαῖαι καὶ τὰ κατὰ πλευρὰς ἢ ὠμοπλάτας ἢ τένοντα ἢ ψόας ἀλγήματα χρόνια, καὶ πρὸς τούτοις ἔτι νεφρίτιδές τε καὶ κοιλιακαὶ διαθέσεις καὶ ποδαγρικαὶ ἀρθρίτιδες, ὅταν γε μηδέπω σύστασις ᾖ πώρων ἐν τοῖς ἄρθροις αὐτῶν. αὕτη μὲν οὖν ἡ κόπρος οὐδὲν ἔχει δυσῶδες καὶ μάλιστα ξηρανθεῖσα. διὸ καὶ κατὰ πόλεις αὐτῇ χρώμεθα πολυειδῶς, ἀναμιγνύντες ἄλλοτε ἄλλῳ φαρμάκῳ.

[κστ΄. Περὶ ἀλεκτορίδος κόπρου.] Τῇ δὲ τῶν ἀλεκτορίδων ἑωρακὼς τὸν ἐν τῇ Μυσίᾳ χρώμενον ἐπὶ τῶν ὑπὸ τῆς μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην καὶ αὐτὸς ἐπί τινων ἐν τῇ πόλει προσενηνεγμένων αὐτὴν, ἐπὶ πάντων λειουμένην κυάθοις τρισὶν ἢ τέτρασιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος, καὶ προφανῶς ὠφέλησεν διὰ ταχέων. ἤμεσαν γὰρ ὀλίγον ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμὸν, ἐφ’ ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ἔστι δὲ τῆς τῶν περιστερῶν ἧττον ἡ κόπρος αὕτη θερμή. ὁ δ’ ἐπὶ τῆς Μυσίας

304
ἰατρὸς καὶ τοῖς χρονίοις κωλικοῖς ἐδίδου πίνειν τῆς τῶν ἀλεκτορίδων κόπρου δι’ οἰνομέλιτος· εἰ δὲ μὴ παρείη τοῦτο, δι’ ὄξους ἢ οἴνου κεκραμένου ὕδατι. μεμνῆσθαι δέ σε χρὴ τοῦ κοινοῦ περὶ πάντων ζώων λόγου, κατά τε τὰ περιεχόμενα κατὰ τὰ σώματα αὐτῶν, ὑγρά τε καὶ στερεὰ, καὶ κατὰ τὰ μόρια παμπόλλην εἶναι τὴν διαφορὰν τῶν ὀρείων καλουμένων, παρά τε τὰ κατὰ πεδία καὶ ἕλη καὶ λίμνας καὶ κατὰ τὴν οἰκίαν. ἀεὶ γὰρ τὰ γυμναζόμενα τῶν ἀγυμνάστων ἐστὶ ξηρότερα καὶ τὰ τροφαῖς χρώμενα ξηροτέραις τε καὶ θερμοτέραις τῶν ὑγροτέραις τε καὶ ψυχροτέραις χρωμένων. ἐπὶ γοῦν τῶν περιστερῶν διὰ τὸ συνεχῶς χρῆσθαι τῇ κόπρῳ πάμπολυ λειπομένην εὗρον ἀεὶ τῶν ἐπὶ ταῖς οἰκίαις τρεφομένων τῆς τῶν ὀρείων νομάδων. εὗρον δὲ καὶ τὴν τῶν ἀλεκτορίδων ἀσθενεστέραν πολὺ τῶν ἐγκεκλεισμένων τε καὶ πιτύροις τρεφομένων, ἰσχυρότερον δ’ οὐκ ὀλίγῳ τῶν ἐν τοῖς ἀγροῖς κατὰ τὰς αὐλάς τε καὶ τούτων ἔξωθεν νεμομένων.

305

[κζ΄. Περὶ κόπρου χηνῶν τε καὶ πελαργῶν.] Ἡ δὲ τῶν χηνῶν κόπρος ἄχρηστός ἐστι διὰ πολλὴν δριμύτητα. λογίζομαι δὲ καὶ τὴν ἱεράκων τε καὶ ἀετῶν. ἀλλὰ καὶ τὸ δυσπόριστον ἁπάσης τῆς τοιαύτης ὕλης φευκτέον. ἐξ οὗ καὶ μᾶλλον ὁρμώμενοί τινες ἰσχυρὰς δυνάμεις μαρτυροῦσι ταῖς τοιαύταις ὕλαις, ὡς οὐ ῥᾳδίως ἐλεγχθησόμενοι, καθάπερ οἱ τὴν τῶν πελαργῶν κόπρον ἐπιλήπτους ἰᾶσθαι γράψαντες. ἀλλ’ αὕτη μέντοι πολλῶν ὄντων ἄλλων ὧν γράφουσιν εὐποριστωτέρα κατὰ πολὺ τυγχάνουσα περίεργον ὅμως τ’ ἐστὶ πρὸς τῷ μηδ’ ἀληθὲς εἶναι τὸ γεγραμμένον ὑπ’ αὐτῆς. πεισθεὶς γοῦν τις ὑπὸ τῶν γραφόντων τὰ τοιαῦτα καὶ πιὼν τῆς κόπρου ταύτης οὐδὲν ὤνηται. δηλοῦσι γοῦν καὶ πρὸ τῆς πείρας οἱ γράφοντες αὐτὰ τὸ μοχθηρὸν ὧν ἐπαγγέλλονται. κατὰ πολλοὺς γὰρ τρόπους δυσπνοούντων ἀνθρώπων οὔθ’ ὅ τι πᾶσιν ἁρμόττει προστιθέασι κατὰ τὸν λόγον οὔθ’ ὅ τι τοῖσδέ τισιν ἢ τῷδε. τινές γε μὴν τῶν γραψάντων οὐ δυσπνοίας ἁπλῶς, ἀλλ’ ὀρθοπνοίας λέγουσιν ἰάματα εἶναι τὰ τοιαῦτα, κόπρον πελαργοῦ καὶ γλαυκὸς αἷμα καὶ οὖρον

306
ἀνθρώπου καὶ ἄλλα τούτων ἀτοπώτερα μὴ γινώσκοντες, ὅτι φλεγματώδης καὶ γλίσχρος χυμὸς ἐμφράττων τὰ βρογχία τοῦ πνεύμονος αἴτιος γίνεται τοῦ πάθους τούτου καὶ ὡς ἴασις ἐν τῷ κενῶσαι τοῦτό ἐστιν, καὶ ὡς ἡ κένωσις αὐτοῦ καὶ μετὰ βηχὸς ἀναπτυομένου γίγνεται, καὶ ὡς οὐκ ἐνδέχεται τοῦτο γίνεσθαι μὴ πολλάκις ποθέντος δριμυτέρου φαρμάκου. οἱ δέ γε οὕτως εἰσὶ ληρώδεις ἢ γόητες ἢ οὐκ οἶδ’ ὅ τι φῶ, ὡς τῶν ἀτόπων ἕκαστον τούτων πομάτων ποθὲν ἀπαλλάττειν τῆς δυσπνοίας φασὶ τοὺς κάμνοντας, ὅπερ οὐδ’ εἰ μήλην τις καθεὶς εἰς τὸν πνεύμονα δι’ ἐκείνης ἀφαιρεῖν ἐδύνατο τὸν ἐμπεπλασμένον χυμὸν, ἐκ μιᾶς ἂν ἐπιβολῆς ἐπράχθη. κάλλιον οὖν ἦν αὐτοῖς, οὐκ εἰ ποθείη τόδε τι τὸ αἷμα ἢ τὸ οὖρον τὴν δύσπνοιαν ἰᾶσθαι λέγειν, ἀλλ’ εἰ πίνοιτο. κάλλιον δὲ ὅτι μὴ πάντῃ τε καὶ πάντως ἰάσεται, μηδ’ εἰ πίνοιτο συνεχῶς, ἀλλ’ ὅτι πολλοὺς μὲν ἰάσατο, πολλοὺς δὲ ὠφέλησεν μὲν, οὐ τελέως δ’ ἀπήλλαξε τοῦ νοσήματος. ἀλλὰ τούτους μὲν ἤδη καταλίπωμεν, ἐπὶ δὲ τὸ συνεχὲς ἴωμεν τοῦ λόγου. πάσης γάρ τοι κόπρου τὸ δριμὺ καὶ
307
διαφορητικὸν ἐχούσης παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἑτέραν ἑτέρας τὴν τοιαύτην ἔχειν δύναμιν, αἳ κατὰ μέρος ἐν αὐταῖς γίνονται διαφοραὶ, καὶ διὰ τοῦτο τινὰς μὲν τόδε τι τὸ πάθημα, τινὰς δὲ τόδε τι θεραπεύειν μᾶλλον.

[κη΄. Περὶ μυῶν κόπρου.] Οὕτω γοῦν καὶ τὰ τῶν μυῶν ἀποπατήματα γεγράφασιν ἀλωπεκίας θεραπεύειν, καὶ ἦν τις ἰατρὸς ὃς ἐχρῆτο τῷ συνθέτῳ φαρμάκῳ διὰ μυῶν κόπρου κατεσκευασμένῳ πρὸς τὸ πάθημα τοῦτο. καί τις ἄλλος βαλάνιον προσθεῖναι παιδίῳ δεομένῳ τῶν οἰκείων ἐκέλευσεν παρασκευασθῆναι μυῶν κόπρῳ, ἐφ’ ὧν πάντες οἱ ἀκούσαντες ἐγέλασαν, εἰ τοσούτων ὄντων, ἃ προστιθέμενα τῇ ἕδρᾳ πρὸς ἔκκρισιν ἐπεγείρει τὸ ἔντερον, ἅπανθ’ ὑπερβὰς ἐκεῖνος ἐπὶ τὴν τῶν μυῶν ἧκε κόπρον. ἔστι γὰρ ὄντως αἰδεθῆναι τὰ τοιαῦτα καὶ εἰς πεῖραν ἄγειν ἁπάντων καταγινωσκόντων ὡς περιέργου τε καὶ γόητος ὃς ἂν ταῦτα πράττῃ τε καὶ λέγῃ. περὶ μὲν οὖν τῆς τῶν μυῶν κόπρου καὶ ταῦθ’ ἱκανά.