De methodo medendi

Galen

Galen, De methodo medendi

Ἐπεὶ τοίνυν ἐφήμεροι πυρετοὶ ταῖς ὑποκειμέναις κράσεσι τῶν σωμάτων ἐπιγίγνονται πολλάκις καὶ

571
ἀπεψίαις σιτίων, ἑξῆς ἂν εἴη περὶ αὐτῶν διελθεῖν. χειρίστη μὲν οὖν ἐστιν ἐν ταῖς τοιαύταις κράσεσιν ἀπεψία καὶ τάχιστ’ ἀνάπτει πυρετὸν, ἐν ᾗ διαφθείρεται τὰ σιτία πρὸς τὸ κνισῶδές τε καὶ καπνῶδες· ὡς ἥ γε εἰς ὀξύτατον τρέπουσα σπανιάκις τε γίγνεται ταῖς τοιαύταις φύσεσι καὶ ἧττον βλάπτει. λεχθήσεται δὲ ὑπὲρ ἑκατέρας ἰδίᾳ ἡμῖν τὴν ἀρχὴν ἀπὸ τῆς πλειστάκις τε γιγνομένης αὐτῆς καὶ μᾶλλον βλαπτούσης ποιησαμένοις. ἔστι δ’, ὡς εἴρηται, κνισώδης τέ τις αὕτη καὶ καπνώδης, ἔλαττον μὲν ὑπάρχουσα κακὸν, εἰ καταῤῥήξειεν ἡ γαστὴρ, οὐ μικρὸν δὲ εἰ ἐπισχεθείη. πυρέττουσι γὰρ ἐπὶ ταῖς ἐπισχέσεσιν αὐτῆς ἑτοίμως αἱ κακόχυμοι φύσεις καὶ μάλισθ’ ὅταν ἐπὶ τὰς συνήθεις τράπωνται πράξεις, ὑπεριδόντες τοῦ μένειν ἔνδον ἐφ’ ἡσυχίας ἐν τῇ στρωμνῇ. πυρέττουσι δ’ ἔνιοι καὶ τῶν ἁλόντων διαῤῥοίαις ἐπ’ ἀπεψίᾳ, συναυξανομένης αὐτοῖς τῆς πυρετώδους διαθέσεως, οὐχ ἥκιστα κᾀκ τοῦ πλήθους τῶν ἐξαναστάσεων. εἰ δὲ καὶ δῆξίς τις, ἢ πόνος, ἢ θερμότης ἄμετρος ἐν τοῖς κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα γένοιτο, πολὺ δὴ μᾶλλον ἐντεῦθεν ἡ πυρετώδης αὐξάνεται
572
διάθεσις. ἴασις δ’ οὐχ ἡ αὐτὴ τῶν ἐπισχεθέντων τοῖς ἐκκρίνουσι· λεκτέον οὖν ὑπὲρ ἑκατέρων ἐν μέρει· φανεῖται γὰρ οὕτως οὐ μόνον ὅπῃ διαλλάττουσιν, ἀλλὰ καὶ ὅσον ἐν ἀμφοτέροις κοινόν. εἰ μὲν δὴ φαίνοιτο μόνα τὰ διεφθαρμένα κεκενῶσθαι, λουτέον τ’ ἐστὶ καὶ θρεπτέον ἐν τῇ παρακμῇ τοῦ πυρετοῦ, πρόνοιάν τινα τῶν κατὰ τὴν γαστέρα ποιησαμένοις πρότερον. εἰ δ’ οὕτως εἴη πολλὴ κένωσις ἤτοι γεγονυῖα πρόσθεν ἢ καὶ νῦν ἔτι γιγνομένη κατὰ τὸν ἄνθρωπον ὡς κεκμηκέναι τὴν δύναμιν, ἄμεινον θρέψαι χωρὶς τοῦ λοῦσαι προνοησαμένους τῶν κατὰ τὴν γαστέρα. πρόνοια δ’ ἐπὶ τῶν οὕτως ἐχόντων, εἰ μὲν μηκέτι γίγνοιτο κένωσις, ἐμβροχὴ δι’ ἐλαίου τε καὶ ἀψινθίου· χρὴ δὲ προδιαβρέχειν ὕδατι ζέοντι τὸ ἀψίνθιον, ὅπως μὴ κνισωθείη. καὶ εἴ γέ τις αἴσθησις ὑπολείποιτο κατὰ τὴν γαστέρα δήξεως ἢ πόνου, πίλημα μετὰ τὴν ἐπιβροχὴν ἤτοι θερμὸν καὶ ξηρὸν ἢ βεβρεγμένον μὲν ἐλαίῳ ἐν ᾧ τὸ ἀψίνθιον ἀπεζέσθη, τὸ πλεῖστον δ’ ἐκπεπιεσμένον ἐπιβάλλειν χρή. κάλλιον δ’ εἰ παρείη μύρον νάρδινον ἐπιμελῶς
573
ἐσκευασμένον, ἐν ἐκείνῳ δεύσαντα κατὰ τὸν αὐτὸν τρόπον ἐπιτιθέναι τὸ πίλημα. καὶ πολύ γε κάλλιον, εἰ πορφύρα τοῦτ’ εἴη θαλαττία· καὶ κάλλιστόν γε εἰ Τυρία ἀρίστη τυγχάνοι· λεπτομερεστέραν γὰρ ἔχει τὴν στύψιν ἥ τε τοιαύτη πορφύρα καὶ ἡ ἀρίστη νάρδος, ὥστε διὰ τοῦ βάθους διεξέρχεσθαι τῶν κατὰ τὴν γαστέρα σωμάτων, ἡ δύναμις αὐτῶν ξηραινόντων καὶ θερμαινόντων καὶ τονούντων. εἰ δ’ ἀτονώτερον ὑπάρχει τὸ στόμα τῆς γαστρὸς, ὅπερ καὶ στόμαχον ὀνομάζειν εἰθίσμεθα καταχρώμενοι τῇ προσηγορίᾳ, καὶ τῆς Χίας μαστίχης ἐν τῇ νάρδῳ λειώσαντες, ὡς γλοιῶδες γενέσθαι, δεύσαντες ἐξ αὐτοῦ, τὴν πορφύραν ἐπιθήσομεν. ἔστω δὲ θερμὸν ἱκανῶς ἕκαστον τῶν τοιούτων κατὰ τὴν πρώτην ἐπιβολήν· ἐκλύει γὰρ ἅπαντα τὰ χλιαρὰ τὸν τόνον τῆς γαστρός. οἶσθα δὲ καὶ ὡς ἐπ’ ἀγγείου διπλοῦ προϋποβεβλημένου κατὰ τὸ ἕτερον αὐτῶν τὸ μεῖζον ὕδατος ζέοντος, ἔθος ἡμῖν ἐστι θερμαίνειν τὰ μύρα· διαφθείρεται γὰρ ἡ δύναμις αὐτῶν ἑτέρως θερμανθέντων. ἔτι δὲ ὑπιούσης τῆς γαστρὸς ἄμεινον χρῆσθαι μηλίνῳ καλλίστῳ τε καὶ προσφάτῳ, τὸν αὐτὸν τρόπον
574
τῇ νάρδῳ· χρηστὸν δ’ εἰς τὰ τοιαῦτα σύμπαντα καὶ τὸ μαστίχινον. οὐχ ἥκιστα δὲ καὶ τὰ τῆς τρυφῆς ἕνεκα τῶν διατεθρυμμένων γυναικῶν σκευαζόμενα μύρα ταυτὶ τὰ πολυτελῆ, χρήσιμα πρὸς τὰς τοιαύτας διαθέσεις τῆς γαστρὸς, ἅπερ ἔοικεν ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς εὑρεθέντα καὶ τὰς προσηγορίας ἔχειν Ῥωμαϊκάς· ὀνομάζεταί γέ τοι σπικάτα γε καὶ φουλιάτα. μὴ φερόντων δὲ τῶν καμνόντων τὴν ζώνην, ἤτοι γ’ ἐξ ἔθους ἢ τρυφῆς, ἐγχωρεῖ διὰ κηρωτῆς ἀνύειν ταὐτόν. ἔστι δ’ εἰς τὰ τοιαῦτα καλλίστη κηροῦ Τυῤῥηνικοῦ τηχθέντος ἐν μύρῳ ναρδίνῳ, ψυχθείσῃ καὶ ξυσθείσῃ τῇ κηρωτῇ μιχθείσης λείας ἀκριβῶς ἀλόης τε καὶ μαστίχης. ἑκάστου δὲ αὐτῶν τὸ πλῆθος εἶναι χρὴ τοσόνδε· κηροῦ μὲν καὶ νάρδου τὸ ἴσον, ἀλόης δὲ τὸ ὄγδοον· ὥσπερ οὖν καὶ τῆς μαστίχης, ἢ εἰ βούλει βραχύ τι ταύτης πλέον. εἰ δὲ καὶ τῶν εἰρημένων τι μύρων τῶν πολυτελῶν ἀναμίξαις τῇ κηρωτῇ, βέλτιον ἔσται σοι τὸ φάρμακον. ἐγκαιομένης δὲ τῆς γαστρὸς, ὡς καὶ φλεγμονώδη διάθεσιν ἐν αὐτῇ ξυνίστασθαι δοκεῖν, ἀμείνων ἡ κηρωτὴ ἡ διὰ τοῦ μηλίνου γιγνομένη. 
575
πολλὰ δὲ καὶ ἄλλα φάρμακα τὰ μὲν δι’ οἰάνθης ἐστὶ, τὰ δὲ δι’ ὑποκυστίδος καὶ βαλαυστίου καὶ φοινίκων σαρκὸς, ἐπιτήδεια καὶ ψύχειν τὴν γαστέρα καὶ ῥώμην ἐντιθέναι. τούτων οὖν ἐκλέγου τὸ κάλλιστον εἰς τὰ παρόντα πρὸς τοὺς εἰρημένους σκοποὺς ἀποβλέπων. τρέφειν δ’ ἑξῆς τοῖσδε χρή· ῥεούσης μὲν ἔτι τῆς γαστρὸς, ἀλφίτοις τε καὶ τοῖς καλουμένοις ὀξυλιπέσιν ἄρτοις, ὀλίγιστον ὄξους ἔχουσιν, οὐχ ὡς ἐπὶ δυσεντερίας ἢ χρονίας διαῤῥοίας εἰώθαμεν σκευάζειν. ἐπιπάττειν δὲ τὸ ἄλφιτον, ἐνίοτε μὲν ὕδατι θερμῷ δαψιλές, ἐνίοτε δ’, ὅταν ἡ γαστὴρ ἔτι ἐκκρίνῃ, πλέον τοῦ δέοντος ἤτοι ῥοιᾶς, ἢ ἀπίων, ἢ μήλων χυλῷ καὶ μάλιστα τῶν κυδωνίων. εἰ δ’ ἥδιον τοῖς κάμνουσι καὶ ἀφέψημά τι παρασκευάζοντας ἀπίων, ἢ μήλων, ἢ μύρτων, ἐπιπάττειν αὐτοῖς τὸ ἄλφιτον. εἰ δὲ μηκέτ’ ἐκκρίνει ἡ γαστὴρ, ὅ τε χόνδρος ἱκανὸς ὁμοίως ἠρτυμένος πτισάνῃ, τουτέστιν ὄξους ἔχων, τό τε δι’ αὐτοῦ ῥόφημα χωρὶς ὄξους οἵ τε ὄρχεις τῶν ἀλεκτρυόνων καὶ οἱ πετραῖοι τῶν ἰχθύων
576
ἐκ τοῦ λευκοῦ ζωμοῦ καί τις τῶν στυφουσῶν ὀπωρῶν καὶ μόνη καὶ μετ’ ἄρτου. ταύτας δὲ πολὺ μᾶλλον ἐπιδώσεις, ἔτι ῥεούσης τῆς γαστρός. εἰ δ’ ἀνορέκτως ἔχοιεν, ὡς ἀπεστράφθαι τὰ σιτία, γίνεται γὰρ καὶ τοῦτο πολλοῖς τῶν ἁλόντων διαῤῥοίαις ἐπ’ ἀπεψίᾳ, τοῦ διὰ τῶν κυδωνίων μήλων χυμοῦ προσδοτέον αὐτοῖς ὅσον κοχλιάριον ἓν ἢ δύο· εἰ δὲ μὴ παρείη τοῦτο, τὸ διὰ τῆς σαρκὸς αὐτῶν. εἴρηται δ’ ἡ σύνθεσις τῶν τοιούτων φαρμάκων ἐν τοῖς ὑγιεινοῖς. οὕτω μὲν ἐν τῇ πρώτῃ παρακμῇ τοὺς ἐπ’ ἀπεψίᾳ πυρέξαντας ἰᾶσθαι προσήκει, τῆς γαστρὸς ἐκκρινούσης. εἰ δ’ ἐπέχοιτο τελείως, ἁψάμενος πρότερον τῶν ὑποχονδρίων, εἶθ’ ὅλης τῆς γαστρὸς, ἐπίσκεψαι σαφῶς εἰ ὑπελήλυθεν εἰς τὸ λεπτὸν ἔντερον, ἢ εἰς τὸ κῶλον, ἡ τροφή. κᾄπειτ’ ἐρώτησον ἑξῆς τὸν κάμνοντα κατὰ τί μὲν αἰσθάνεται μάλιστα μέρος, ἤτοι δήξεως ἢ βάρους, ὁποῖαι δέ τινες αἱ ἐρυγαί. διαγνοὺς δ’ ἐκ τούτων ἐν ᾧ μάλιστα μέρει τῆς συμπάσης γαστρός ἐστιν ἡ τροφὴ, μετεώρου μὲν οὔσης ἔτι τοῦ διὰ
577
τῶν τριῶν πεπέρεων διδόναι μὴ τοῦ φαρμακώδους, ἀλλ’ ὅπερ ἐπῃνέσαμεν ἐν τοῖς ὑγιεινοῖς ὡς ἁπλούστατόν τε καὶ τοῖς ἠπεπτηκόσιν ἐπιτήδειον· εἶθ’ ἑξῆς αἰονᾷν ὑποχόνδριά τε καὶ σύμπασαν τὴν γαστέρα. τοῦτο δὲ κᾂν ἤδη κατωτέρω προήκῃ τὰ διεφθαρμένα, τῷ μᾶλλόν τε καὶ ἧττον ἐξαλλάττοντα· πλέονος γὰρ δεῖται καὶ χρόνου καὶ καταντλήσεως εἰς τὴν παρασκευὴν τῶν ἐφεξῆς πρακτέων οἷς ἔτι μετέωρός ἐστιν ἡ διεφθαρμένη τροφὴ κατὰ τὴν γαστέρα. κινηθείσης δ’ αὐτῆς ἀξιολόγως ἐπὶ τὰ κάτω, συμπράττειν ἤτοι διὰ τῶν προσθέτων ἢ διὰ κλυσμάτων πρᾴεων, εἰ μὲν δῆξις συνείη, ταύτην πραΰνοντας· εἰ δ’ ἐμπνευμάτωσις ἐκείνην, καθιστῶντας· εἰ δὲ μηδέτερον, ἐκ μέλιτος καὶ ὕδατος ἐλαίου τε βραχέως συντιθεμένου τοῦ κλύσματος. ἔνθα δὲ εἴη σφοδροτέρα δῆξις, ἔλαιον Σαβῖνον ἐπιτηδειότερον ἐνιέναι τηχθέντος στέατος ἐν αὐτῷ χηνός· εἰ δὲ μὴ παρείη τοῦτο, τοῦ τῆς ἀλεκτορίδος· εἰ δὲ μηδὲ τοῦτο, τοῦ τῆς αὐγός· ἀποροῦντες δὲ καὶ τοῦδε, κηροῦ βραχύ τι προσεπεμβάλλειν τῷ ἐλαίῳ, καὶ μᾶλλον εἰ πεπλυμένος εἴη. τὰς δὲ ἐμπνευματώσεις ἰᾶσθαι
578
συνέψοντας τῷ ἐλαίῳ πηγάνου τέ τι καὶ τῶν ἀφύσων σπερμάτων σελίνου καὶ κυμίνου καὶ μαράθρου καὶ σίνωνος, ὅσα τ’ ἄλλα τοιαῦτα. κενωθείσης δὲ τῆς γαστρὸς, αὐτίκα τρέφειν τὰ μὲν ἄλλα παραπλησίως τοῖς ἔμπροσθεν εἰρημένοις, ἀφαιρεῖν δὲ τὰ στύφοντα εἰ μὲν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν εἰς ἑσπέραν πραχθείη ταῦτα, ἢ νυκτὸς ὥρας ἡστινοσοῦν, προνοεῖσθαι χρὴ κατὰ τὰ παραπλήσια καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν, καὶ λούεσθαί γ’ ἐν αὐτῇ συγχωρεῖν, ἐὰν ἀκριβῶς ἀπύρετος ᾖ. κᾀπειδὰν τῆς ἐπιούσης νυκτὸς ἀλύπως ὑπνώσῃ, τελέως ἤδη νομίζειν ὑγιαίνειν αὐτόν. εἰ δ’ ἡ μετὰ τὴν ἀπεψίαν ἡμέρα μετὰ τῆς ἐπιούσης νυκτὸς ἐνέγκοι τὸν πυρετὸν, ὡς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, προνοηθῆναί τε καὶ τραφῆναι τὸν ἄνθρωπον. ἐνέγκοι δέ τι εἰ καὶ ἡ διὰ τρίτης νὺξ βραχὺ πυρετῶδες, οὐδ’ οὕτως χρὴ δεδιέναι, ἀλλὰ καὶ τούτους ἐπὶ τῆς ἐρχομένης ἡμέρας καὶ λούειν καὶ τρέφειν, ἅπαντά τε τἄλλα ποιεῖν ἀνάλογον ἐπ’ αὐτῶν, ὡς ἔμπροσθεν διῄρηται. τὰς δ’ εἰς ὀξεῖαν ποιότητα μεταβολὰς τῆς ἀπεπτηθείσης τροφῆς οὔτε γιγνομένας ἐστὶν ἰδεῖν ἐν ταῖς τοιαύταις φύσεσιν,
579
ὅτι μὴ σπανίως, ἐπὶ τροφαῖς ἑτοίμως ὀξυνομέναις οὔτε πυρετὸν ἀναπτούσας ἐφήμερον, ὥσπερ οὐδὲ τὰς βραδυπεψίας· ὡς εἴ γέ ποτε διὰ τοιαύτην ἀπεψίαν πυρέξειαν αἱ πικρόχολοι κράσεις, ἔμφραξίν τε καὶ σῆψιν χυμῶν ὑποπτεύειν προσήκει, περὶ ἧς ἀκριβέστερον ἑξῆς διοριῶ κατὰ τὸν περὶ σήψεων λόγον. νυνὶ δὲ τῇ τῶν ἐφημέρων πυρετῶν διδασκαλίᾳ τοσοῦτον ἐπιπροσθεὶς ἀπαλλάξομαι. καπνώδης ἀναθυμίασις οὐκ ἄν ποτε γένοιτο διὰ βραδυπεψίαν, ἢ ἀπεψίαν ὀξυρεγμιώδη. ψυχροὶ γὰρ ἀτμοὶ ἐκ τῶν τοιούτων χυμῶν ἀποῤῥέουσιν ὀλίγιστοι παντάπασιν, οὐκ ἀναθυμιάσεις πολλαὶ καπνώδεις τε καὶ λιγνυώδεις· οὐδὲ γὰρ οὐδ’ ἐπὶ τῶν ἐκτὸς ἑτέρως ἔστιν ἰδεῖν καπνὸν ἢ λιγνὺν, ἀλλὰ καπνὸν μὲν ἐπὶ ταῖς ἡμικαύστοις ὡς ἂν εἴποι τις ὕλαις, λιγνὺν δὲ ἐπὶ ταῖς ὑπεροπτηθείσαις τε καὶ καυθείσαις· ἔστι γὰρ ἡ μὲν λιγνὺς ἀναθυμίασις γεώδης, ὁ δὲ καπνὸς συμμιγὴς ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας· οὐ μὴν οὐδ’ ὅπως χρὴ προνοεῖσθαι τῶν βραδυπεπτησόντων καὶ ὀξῶδες ἐρυγγανόντων ἀκούειν χρὴ ποθεῖν ἐν τῷδε· τῆς γὰρ ὑγιεινῆς πραγματείας ἐστὶν ὁ περὶ τούτων λόγος. ἐνταῦθα 
580
δὲ μόνον τῶν τοιούτων ἀπεψιῶν μνημονεύσομεν αἷς πυρετὸς ἕπεται. ἐπεὶ τοίνυν ἐφήμερος μὲν οὐχ ἕπεται πυρετὸς ταῖς ὀξυρεγμιώδεσιν ἀπεψίαις, ὁ δὲ ἐπὶ σήψει χυμῶν ἕπεταί ποτε, δεόντως εἰς τὸν ὑπὲρ ἐκείνων λόγον ἀνεβαλλόμην περὶ τῶν τοιούτων ἀπεψιῶν ἐρεῖν· οὐδὲ τότε καθ’ ὃν ἐν τοῖς ὑγιεινοῖς τρόπον. ἐν ἐκείνοις μὲν γὰρ εἴπομεν ὁποῖ’ ἄττα χρὴ πρᾶξαι τὸν ἀπεπτήσαντα περὶ τὸν τῆς ὑγείας καιρόν· ἐνταῦθα δὲ ὁποῖα κατὰ τοὺς ταῖς ἀπεψίαις ἀκολουθήσαντας πυρετούς.

Σχεδὸν εἴρηταί μοι πάντα περὶ τῶν ἐφημέρων πυρετῶν· οἱ γὰρ ἐπὶ βουβῶσι πυρέξαντες οὐδὲ πυνθάνονται τῶν ἰατρῶν ὅ τι χρὴ ποιεῖν· ἀλλὰ τοῦ θ’ ἕλκους ἐφ’ ᾧπερ ἂν ὁ βουβὼν αὐτοῖς εἴη γεγεννημένος, αὐτοῦ τε τοῦ βουβῶνος προνοησάμενοι, λούονται κατὰ τὴν παρακμὴν τοῦ γενομένου παροξυσμοῦ. κᾂν φθέγξηταί τις τηνικαῦτα διάτριτον, ἅπαντες καταγελῶσι καὶ σχολαστικὸν ἀποκαλοῦσι κατανοοῦντες, οἶμαι, φύσει μὴ δεῖν ὑπερβάλλειν τὸ μηδόλως ἐσόμενον. ἀξιοῦσί τε τοιούτους εἶναι τοὺς ἰατροὺς ἐν ἅπασι τοῖς ἄλλοις

581
ὅσα διαφεύγει τὰς αἰσθήσεις, οἷοί περ αὐτοὶ περὶ τὰ φαινόμενα. τὸ δ’ ἐν ἅπασιν εἶναι τοιούτους οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ γινώσκειν ὁπηνίκα μὲν ἔσοιτο διὰ τρίτης ὁ παροξυσμὸς, ὁπηνίκα δ’ οὐκ ἔσοιτο. καὶ μέν γε καὶ ψυχθέντες, ἢ ἐγκαυθέντες, ἢ κοπιάσαντες, ἤ τι τοιοῦτον ἕτερον παθόντες, ἐπειδὰν πυρέξαντες τύχωσιν, εἶτα τῆς ἐν ταῖς παρακμαῖς εὐφορίας αἴσθησιν ἔχωσιν ὑγιεινῆς, οὐδὲ τότ’ ἀνέχονται τῶν τὴν διάτριτον φθεγγομένων. ὃ γὰρ εἴωθα λέγειν πολλάκις, ὡς ἅπαντος σοφιστοῦ τῶν ἰδιωτῶν ἕκαστος, ὃς ἂν ἔχῃ κατὰ φύσιν, ἀληθέστερα δοξάζει, τοῦτο κᾀπὶ τῆς θειοτάτης αὐτῶν διατρίτου θεάσασθαί σοι πάρεστι, καταγελωμένης ὑπὸ πάντων τῶν κατὰ φύσιν ἐχόντων. ἔναγχος γοῦν τις ἰδιώτης ἐν δείπνῳ πολυτελεῖ πλείω προσενεγκάμενος καὶ πιὼν ἧκε μὲν οἴκαδε, σφαλλόμενός τε καὶ χειραγωγούμενος. ἐπιπολασάντων δὲ αὐτῷ τῶν βαρυνόντων τὴν γαστέρα, πάντ’ ἐξεμέσας αὐτὰ, διὰ νυκτὸς μὲν ἐπύρεξεν, ἐκοιμήθη δ’ ἐπὶ πολὺ τῆς ἐπιούσης ἡμέρας· εἶτα διαναστὰς καὶ βραχέα περιπατήσας ἐλούσατο καταγελάσας τοῦ τὴν διάτριτον αὐτῷ ἀναμένειν
582
συμβουλεύσαντος· ὅσον μὲν γὰρ ἐπ’ ἐκείνῳ καὶ τὴν ἑξῆς ἡμέραν ἀσιτεῖν ἐχρῆν αὐτόν· ὅσον δ’ ἐπὶ τοῖς ἀληθέσι καὶ οἷς αὐτὸς ἔπραξε λουσάμενος καὶ μετρίως διαιτηθεὶς καὶ κοιμηθεὶς ἀμέμπτως, ἕωθεν ἀναστάντα τῶν συνηθῶν ἔχεσθαι ἐν αὐτῇ τῇ διατρίτῳ, καθ’ ἣν ἀσιτεῖν αὐτὸν ἐχρῆν πειθόμενον τοῖς διατριταρίοις ἰατροῖς, οὕτω γὰρ αὐτούς τις ἐπισκώπτων ὠνόμαζε χαριέντως, καὶ δεδειπνηκότος δὲ ἤδη κατὰ τὸ σύνηθες τοῦ ἀνθρώπου, παρὼν ὁ εὐτράπελος ἐκεῖνος ἐγελωτοποίει, ἀναμιμνήσκων τὸν ἐμημεκότα τρίτης ἑσπέρας ὡς ἐχρῆν αὐτὸν ἄρτι δυοῖν ἡμερῶν ἄσιτόν τε καὶ ξηρὸν καὶ ἄσης μεστὸν κατακεῖσθαι, εἰς τὰς ὥρας ἀποβλέποντα κατὰ τὴν τῶν διατριταρίων πρόσταξιν. ἔστι γὰρ, οἶμαι, καὶ τοῖς ἰδιώταις εὔδηλα τὰ παρὰ τὴν ἐνάργειαν ἀποτετολμημένα. κᾀκ τούτου δεόντως ἰατροὺς μὲν ἑτέρους εἶναί φασι, λογιατροὺς δ’ ἑτέρους. πῶς γὰρ οὐ δίκαιοι τούτου τοῦ προσρήματός εἰσι τυγχάνειν οἱ μὴ γινώσκοντες ἃ μηδεὶς ἰδιώτης ἀγνοεῖ; πῶς δ’ οὐ καταγελᾶσθαι καὶ σκώπτεσθαι δικαιότατοι τυγχάνουσιν ὄντες οἱ πρὸς τῷ τὰ τοιαῦτα ἀγνοεῖν Ἱπποκράτει ἑαυτοὺς
583
προκρίνοντες; ἀλλὰ τὴν μὲν ἐκείνων ἀναισθησίαν οὐδ’ ἂν ὁ Ἑρμῆς ἅμα ταῖς Μούσαις ἰάσαιτο.

Συντετελεσμένου δὲ ἡμῖν τοῦ περὶ τῶν ἐφημέρων πυρετῶν λόγου κατὰ τὰς πικροχόλους φύσεις, ἐφ’ ὧν τὸ μὲν θερμὸν στοιχεῖον τοῦ ψυχροῦ, τὸ δὲ ξηρὸν τοῦ ὑγροῦ πλεονεκτεῖ, μεταβαίνωμεν ἤδη πρὸς ἑτέραν κρᾶσιν τῶν σωμάτων οὐδὲν ἧττον τῆσδε κακόχυμον, ἐν ᾗ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ κρατεῖ. σηπεδονώδεσι γάρ τοι νοσήμασιν ἡ φύσις αὕτη ἁπασῶν μάλιστα τῶν δυσκρασιῶν ἁλίσκεται, διότι καὶ καθ’ ὃν ὑγιαίνει χρόνον ἐγγὺς σηπεδόνος ἐστὶν, ὡς ἔκ τε τῶν ἰδρώτων ἔνεστι τεκμαίρεσθαι δυσωδῶν ὑπαρχόντων, οὐχ ἥκιστα δὲ καὶ τῶν οὔρων καὶ τῶν διαχωρημάτων, ἔτι τε καὶ τῆς ἐκπνοῆς. οἵα γὰρ ἡ τῶν τράγων κρᾶσίς ἐστι, τοιαύτη καὶ ἡ τῶν τοιῶνδε φύσεων. ἕτοιμον οὖν αὐτὴν νοσεῖν ἐξ αἰτίου παντὸς ἄλλα τε νοσήματα πολλὰ καὶ πυρετούς. οὔτε γὰρ ὁπόταν στεγνωθῇ τὸ δέρμα, δυνατὸν τοῖς οὕτω κεκραμένοις μὴ πυρέττειν, οὔθ’ ὅταν ἀπεπτῶσιν ἰσχυρῶς, ἢ ἐγκαυθῶσιν, ἤ τι τοιοῦτον ἕτερον

584
πάθωσιν. αἱ μὲν οὖν στεγνώσεις μάλιστα τῶν κακοχύμων ἅπτονται φύσεων. ὥστε οὐδὲν ἧττον αἱ πικρόχολοι κράσεις τῶν σηπεδονωδῶν ἁλώσονται πυρετοῖς ἐπὶ στεγνώσει. ὑπὸ δὲ τῶν κνισωδῶν ἀπεψιῶν ἑτοιμότερον αἱ ὑγραὶ καὶ θερμαὶ βλαβήσονται φύσεις, ἃς ἀρτίως ὠνόμασα σηπεδονώδεις, ἐπειδὴ ῥᾷστα σήπονται κατὰ ταύτας οἱ χυμοί. περὶ δὲ τῶν ἐμφράξεων τί δεῖ καὶ λέγειν; ἃς διὰ τοῦτο μάλιστα πυρετοὺς ἀνάπτειν ἔφαμεν, ὅτι σήψεις ἐργάζονται κατὰ τὰ μὴ διαπνεόμενα σώματα. ἀλλὰ περὶ μὲν τῶν τοιούτων πυρετῶν αὖθις ἐροῦμεν. οἱ δ’ ἐφήμεροι πάντες ἑτοιμότατα μὲν ἐν ταῖς εἰρημέναις συνίστανται κράσεσιν, ἐπὶ πᾶσι τοῖς αἰτίοις ὅσα μικρὸν ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν πικροχόλων φύσεων· ἴασιν δὲ παραπλησίαν αὐτοῖς ἔχοντες ἐν ὀλίγοις πάνυ διαλλάττουσιν. ὑγρότεραι γὰρ αἱ φύσεις ὑπάρχουσαι, φέρουσιν ἐκείνων μᾶλλον ἀσιτίαν τε καὶ δίψος. ὥσθ’ ἧττον οὗτοι βλαβήσονται λιμαγχούμενοι πρὸς τῶν διατριταρίων ἰατρῶν, ἐὰν μόνον ἀκωλύτως διαπνέωνται. διὰ ταύτα δὲ 
585
καὶ τῶν βαλανείων, ὡς μανούντων μὲν τὸ δέρμα δέονται μᾶλλον, ἢ οὐχ ἧττόν γε τῶν πικροχόλων· ὡς ὑγραινόντων δ’ οὐ δέονται. ὅσα δ’ ἐπὶ τῶν τοιούτων φύσεων εἴρηται, ταῦτα κᾀπὶ τῶν ἐπικτήτων ἕξεων εἰρῆσθαι χρὴ νομίζειν. ἔνιοι γὰρ ὑπάρχοντες εὔχυμοι φύσει πικρόχολοι γίγνονται, συνελθόντων εἰς ἕνα χρόνον ἐνίοτε πλειόνων αἰτιῶν ξηραινόντων τε καὶ θερμαινόντων τὸ σῶμα. φέρε γὰρ εἰς χωρίον ἀφῖχθαι τὸν ἄνθρωπον ὥρᾳ θέρους θερμὸν καὶ ξηρόν· εἶναι δὲ καὶ τὴν ἐν τῷ τότε χρόνῳ κατάστασιν θερμὴν καὶ ξηράν· ἐσθίειν τ’ αὐτὸν ἐδέσματα θερμὰ καὶ ξηρά· καὶ φροντίζειν καὶ λυπεῖσθαι καὶ ἀγρυπνεῖν καὶ θυμοῦσθαι καὶ πονεῖν πάμπολλα· δύναιτο δ’ ἂν ὁ αὐτὸς ἄνθρωπος ἀφροδισίοις τε συνεχέσι χρήσασθαι κατ’ ἐκεῖνον τὸν καιρὸν, ἐν ἡλίῳ τε διατρίβειν τὰ πλείω καὶ πίνειν φαρμάκων ξηραινόντων τε καὶ θερμαινόντων, ὥσπερ ἔνιοι μὲν τῆς θηριακῆς, ἔνιοι δὲ τῆς ἀμβροσίας, ἔνιοι δὲ τῆς ἀθανασίας, ἴσμεν γὰρ δήπου τὰ καλούμενα πρὸς τῶν νεωτέρων ἰατρῶν φάρμακα τοῖς τοιούτοις ὀνόμασιν. ὅστις οὖν ἐν ἅπασι τοῖς εἰρημένοις ἐγένετο
586
θέρους, ἀναγκαῖον αὐτῷ θερμὸν καὶ ξηρὸν, καὶ διὰ τοῦτο πικρόχολον εἶναι τὸ σῶμα, κᾂν ἔμπροσθεν εὐχυμότατον ἦν. καὶ τοίνυν καὶ πυρέξει ῥᾳδίως οὗτος ἐπὶ πᾶσι τοῖς ἔμπροσθεν εἰρημένοις αἰτίοις. οὕτω δὲ καὶ ὅστις εὔχυμος φύσει, χωρίον εὔκρατον οἰκῶν, εἰς ἕτερον χωρίον ὑγρὸν καὶ θερμὸν ἐν ἦρι μετέλθοι, καταστάσεως οὔσης θερμῆς καὶ ὑγρᾶς ἅπαντά τε τὰ διαιτήματα θερμὰ καὶ ὑγρὰ ποιήσαιτο, καὶ οὗτος ὁμοίως τῷ φύσει σηπεδονώδει τοῖς τ’ ἄλλοις ἁλώσεται νοσήμασιν οἷσπερ κᾀκεῖνοι· καὶ πυρέξει τούς τ’ ἄλλους πυρετοὺς ὁμοίως ἐκείνοις ἐπὶ τοῖς αὐτοῖς αἰτίοις, οὐχ ἥκιστα δὲ καὶ τὸν ἐφήμερον, ὑπὲρ οὗ νῦν ὁ λόγος.

Ὀκτὼ δ’ οὐσῶν τῶν πασῶν δυσκρασιῶν, ὡς ἐδείκνυμεν, ἑτοιμοτάτη μὲν εἰς πυρετοὺς ἡ θερμὴ καὶ ξηρά· καὶ ἢν μή τις αὐτὴν, ὡς εἴρηται, διαιτήσῃ, τάχιστα μεταπίπτουσιν ἀπ’ αὐτῶν εἰς τοὺς ὀξεῖς πυρετοὺς οἱ ἐφήμεροι. ἐγγὺς δ’ αὐτῇ πυρετῶν γ’ ἕνεκα, καίτοι πρὸς ἄλλα γε ὑπάρχουσα χείρων, ἡ θερμὴ καὶ ὑγρά. τρίτη δ’ ἐπὶ ταύταις ἐστὶν ἡ ἁπλῆ δυσκρασία, καθ’ ἣν ἡ μὲν ἑτέρα τῶν ἀντιθέσεων ἡ

587
κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἄμεμπτος· ἐν δὲ τῇ λοιπῇ πλεονεκτεῖ τὸ θερμόν. ἑτοιμοτέρα γὰρ ἥδε τῶν ὑπολοίπων καὶ βλάπτεσθαι πρὸς ἁπάντων τῶν εἰρημένων αἰτιῶν καὶ μεταπίπτειν ἐκ τῶν ἐφημέρων εἰς τοὺς πολυημέρους· οὐδὲν γὰρ χεῖρον οὕτως αὐτοὺς ὀνομάσαι. ταύτῃ δ’ ἐφεξῆς ἐστιν, ἡ κατὰ μὲν τὸ θερμὸν καὶ ψυχρὸν εὔκρατος, ἐπικρατοῦν δὲ τὸ ξηρὸν στοιχεῖον ἔχουσα τοῦ ὑγροῦ. μεθ’ ἣν ἡ μέση πασῶν ἡ εὔκρατός ἐστι κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις. αἱ δ’ ὑπόλοιποι κράσεις αἱ τέτταρες οὔτε ῥᾳδίως ἁλίσκονται πυρετοῖς ἐπὶ τοῖς εἰρημένοις αἰτίοις, οὔθ’ ἁλοῦσαί τινι τῶν ἐφημέρων, ἐὰν ἀσιτήσωσι, μεταπίπτουσιν εἰς τοὺς πολυημέρους. ἀλλ’ ἔνιαί γε αὐτῶν, ἐπειδὰν τύχωσι πλῆθος ἠθροικυῖαι χυμῶν ἄνευ διαφθορᾶς, ἀθροίζουσι δὲ αἱ τοιαῦται συνεχῶς, ὑπὸ ἀσιτίας ὀνίνανται, μάλιστα μὲν ἡ ὑγρὰ καὶ ψυχρὰ, δευτέρα δὲ ἡ ὑγρὰ, καὶ τρίτη μετὰ ταύτας ἡ ψυχρὰ, τετάρτη δ’ ἡ ξηρὰ καὶ ψυχρά. ἐπὶ γὰρ τοῖς ἐφημέροις πυρετοῖς παυσαμένοις, ὅταν ἀναγκασθῇ τις οὐδὲν δέον ὑπερβάλλειν τὴν δαιμονιωτάτην
588
διάτριτον· ἕτερος μὲν οὐκ ἂν ἐκ τῆς ἀσιτίας ἀναφθείη πυρετὸς ἐν ψυχραῖς κράσεσι· κακοῦται δ’ ἡ ξηρὰ καὶ ψυχρὰ μάλισθ’ ἕξις, ὥστε πολλοῦ χρόνου χρῄζειν ἵν’ εἰς τὸ κατὰ φύσιν ἐπανέλθωσιν οἱ οὕτω δύσκρατοι. συνούσης μέντοι τινος αὐτοῖς κατὰ τύχην ἐπικτήτου κακίας χυμῶν, ἐγχωρεῖ μεταπεσεῖν ἐκ τῶν ἐφημέρων πυρετῶν εἰς τοὺς πολυημέρους, ὅταν ἄσιτοι καὶ ἄλουτοι φυλαχθῶσι τὰς τρεῖς ἡμέρας. ἡ μέν τοι ξηρὰ μὲν, ἀλλ’ εὔκρατος κατὰ τὴν ἑτέραν ἀντίθεσιν φύσιν σώματος, ἐν ταῖς μακροτέραις ἀσιτίαις ἰσχνοῦται μὲν τῆς ξηρᾶς καὶ ψυχρᾶς μᾶλλον, ἀνατρέφεται δὲ ῥᾷον ὑπὸ τῆς προσηκούσης διαίτης.

Ἐξαλλαχθήσεται δὲ καὶ τοῖς τοιούτοις ἅπασιν ἡ δίαιτα πολὺ δή τι πλέον ἢ τοῖς πρώτοις ἁπάντων ῥηθεῖσι τῷ θερμῷ καὶ ξηρῷ καὶ ὑγρῷ. τὸν γοῦν ὑγρὸν καὶ ψυχρὸν φύσει τῷ θερμῷ καὶ ξηρῷ κατ’ ἀμφοτέρας τὰς δυσκρασίας ἐναντίως διακείμενον ἐναντίως διαιτήσομεν. ἄμεινον δ’ οὐχ ἁπλῶς ἐναντίως εἰπεῖν, ἀλλὰ κατὰ τὴν ἐκ τῆς κράσεως μόνης ἔνδειξιν, ὡς τήν γ’ ἐκ τοῦ πεπυρεχέναι τὸν

589
αὐτὸν πυρετὸν οὐχ ἑτέραν, ἀλλὰ τὴν αὐτὴν ἕξουσιν ἔνδειξιν πάντῃ. λέλεκται γὰρ ἤδη πολλάκις ὡς τὸ μὲν κατὰ φύσιν ἀεὶ χρῄζει τῶν ὁμοίων, τὸ δὲ παρὰ φύσιν τῶν ἐναντίων· εἴγε τὸ μὲν φυλάττεσθαι σκοπὸς, τὸ δ’ ἀναιρεῖσθαι. πυρετὸς μὲν οὖν ἅπας τῶν παρὰ φύσιν ἐστὶ καὶ διὰ τοῦτο χρῄζει διαίτης ὑγρᾶς καὶ ψυχρᾶς. αἱ κράσεις δὲ ποτὲ μὲν τῶν ὁμοίων, ἔστι δ’ ὅτε τῶν ἐναντίων χρῄζουσιν· αἱ μὲν γὰρ ἄμεμπτοι τῶν ὁμοίων ἀεὶ, φυλάττειν γὰρ αὐτὰς προσήκει· αἱ δύσκρατοι δ’, ὡς κᾀν τοῖς ὑγιεινοῖς ἐλέχθη, ποτὲ μὲν τῶν ὁμοίων, ἔστι δ’ ὅτε τῶν ἐναντίων. καὶ τοῦτ’ εὐλόγως πεπόνθασιν, οὔτε γὰρ ἀκριβῶς κατὰ φύσιν ὑπάρχουσι, πῶς γὰρ ἂν ἦσαν μεμπτέοι; οὔτε πάντῃ παρὰ φύσιν ἔχουσι, διὰ παντὸς γὰρ ἂν ἐνόσουν οἱ οὕτως κεκραμένοι· τῶν μὲν οὖν ὁμοίων δέονται κατ’ ἄλλα τέ τινα περὶ ὧν αὖθις εἰρήσεται καὶ μέντοι καὶ κατὰ τὰ ἕλκη πάντα· δέδεικται γὰρ ἤδη τοῦτο πολλάκις διὰ τῶν ἔμπροσθεν. τῶν ἐναντίων δὲ κατὰ τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐπεδείκνυμεν· οὐδὲ τούτων διαπαντὸς, 
590
ἀλλ’ ὅταν ἐπανορθοῦσθαι τὴν δυσκρασίαν αὐτῶν ἐθελήσωμεν. εἶναι γὰρ ἡμῖν σκοπὸν διττὸν ἐπὶ τῶν ὑγιαινόντων, ἤτοι φυλάττειν ὑγιαῖνον τὸ σῶμα κατὰ τὴν ἀρχαίαν κρᾶσιν, ἢ καὶ ταύτην αὐτὴν βελτίω ποιεῖν. οὕτως οὖν, οἶμαι, κᾀν τῷ διαιτᾷν τοὺς τὸν ἐφήμερον πυρέξαντας ἤτοι τῇ πυρετώδει διαθέσει μόνῃ τὸ ἐναντίον, ἢ καὶ τῇ τοῦ κάμνοντος δυσκρασίᾳ παραλήψομαι. κατὰ μέντοι τὴν εὔκρατον φύσιν ἀναμφισβητήτως, ἀπὸ τοῦ πυρετοῦ μόνου τὴν τῶν ἐναντίων ἔνδειξιν λαμβάνοντες, ὑγρὰν καὶ ψυχρὰν εἰς τοσοῦτον ποιησόμεθα τὴν δίαιταν, εἰς ὅσον ἂν αὐχμωδέστερόν τε καὶ θερμότερον ἑαυτοῦ φαίνηται τὸ σῶμα γεγονός. ἀλλὰ τοῦτο μὲν εὔδηλόν τε καὶ εὐζήτητον, ἐπανέλθωμεν δ’ αὖθις ἐπὶ τὰς δυσκράτους φύσεις. ἐπειδὴ γὰρ, ὡς ἐν τοῖς ὑγιεινοῖς διῄρηται, τὰς τοιαύτας ἐγχωρεῖ μὲν καὶ φυλάττειν οἵας παρελάβομεν, ἐγχωρεῖ δὲ καὶ μετακοσμεῖν ἐπὶ τὸ βέλτιον, ἄμεινον οἶμαι τὴν ἐξάλλαξιν αὐτῶν τῆς διαίτης, ὅταν ἀμέμπτως ὑγιαίνωσιν, οὐχ ὅταν ἤτοι νοσῶσιν ἢ δυσαρεστῶνται, ποιεῖσθαι. χαίρουσι γὰρ αἱ φύσεις ἀεὶ τοῖς ἔθεσιν, ὡς
591
Ἱπποκράτης τε διὰ τῶν ἐναργεστάτων ἀπέδειξεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἅπασί τε σαφῶς φαίνεται τοῖς κατὰ φύσιν ἔχουσι. τοὺς γάρ τοι δυσαρεστουμένους, ὅτι μὲν ἔξω τοῦ χοροῦ τῶν κατὰ φύσιν ἐχόντων θετέον ἐστὶν, οὐκ ἄν τις νοῦν ἔχων ζητήσειεν· εἴτε δ’ ἤδη παρὰ φύσιν, εἴτ’ οὐ φύσει μόνον ἔχουσι, τοῦτ’ ἄν τις σκέψαιτο. καὶ μὴν εἴπερ ἔνδειξίν τινα χρὴ κᾀκ τῶν ἐθῶν λαμβάνειν, εἰ μὲν ἤδη φθάνοιμεν ἐκ πολλοῦ τὰς δυσκράτους φύσεις ἐναντίον τῇ κρατούσῃ δυσκρασίᾳ διαιτῶντες, οὕτω καὶ δυσαρεστούντων πράξομεν· εἰ δὲ μὴ τῶν ὁμοίων τῇ κράσει, τὴν ἔνδειξιν ἕξομεν. οὕτω δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης γινώσκειν, ἐπειδὰν λέγῃ, αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. τοῖς μὲν γὰρ πυρεταίνουσιν ὑγραὶ δίαιται, καθόσον πυρεταίνουσιν ἐκ τῆς τῶν ἐναντίων ἐνδείξεως ὠφέλιμοι· τοῖς δὲ παιδίοις ἐκ τῆς τῶν ὁμοίων. ὡσαύτως δὲ καὶ τὴν ἀπὸ τῶν ἐθῶν ἔνδειξιν ἔλαβεν, ὡς καὶ τὴν ἀπὸ τῆς ἡλικίας. ἥ τε γὰρ ἡλικία τῶν
592
κατὰ φύσιν οὖσα τῶν ὁμοίων ἑαυτῇ δεῖται διαιτημάτων, ἥ τε ἐκ τοῦ ἔθους ἔνδειξις, ὥσπερ καὶ ἡ ἐκ τῆς ἡλικίας ἐλήφθη· φυλάττειν γὰρ συμβουλεύει καὶ τοῦτο, καθάπερ καὶ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν. ὥστε καὶ ἡμᾶς ἀπὸ πάντων τῶν περὶ τὸν ἄῤῥωστον ἀεὶ χρὴ τὴν τοῦ συμφέροντος εὕρεσιν ποιουμένους ἐπισκοπεῖσθαι πηνίκα μὲν ἀλλήλαις αἱ ἐνδείξεις ὅμοιαι πᾶσαι, πηνίκα δ’ ἐναντίαι γίνωνται. πασῶν μὲν γὰρ ὁμοίων οὐσῶν ἓν εἶδος ἀκριβὲς διαίτης συστησόμεθα· μαχομένων δ’ ἀλλήλαις, τὰς ἰσχυροτέρας τε καὶ πλείους προκρινοῦμεν, ὥσθ’ ἡμῖν ἐπικρατεῖσθαι μὲν ἐκ τούτων τὸ τῆς διαίτης εἶδος, οὐ μὴν παρῶφθαι οὐδὲ τὸ ἐναντίον. ἡ δ’ ἐπικράτησις ἐνίοτε μὲν ἑκατέρων κεραννυμένων εἰς ἑνὸς βοηθήματος ὕλην, ἐνίοτε δ’ ἐν μέρει παραλαμβανομένων γίνεται. κοινὸς μὲν οὗτος ὁ λόγος ἁπασῶν τῶν ἐμπεπλεγμένων ἀλλήλαις ἐναντίων ἐνδείξεων. ὅπως δ’ αὐτὸν χρὴ μεταχειρίζεσθαι, ποτὲ μὲν αὐτῶν τῶν νοσημάτων ἐπιπλεκομένων, ἔστι δ’ ὅτε ἑνὸς μὲν ὑπάρχοντος τούτου,
593
τὴν δὲ ἔνδειξιν ἐναντίαν ποιουμένου τῇ φυσικῇ κράσει τοῦ κάμνοντος, ἢ τῇ νῦν ἐπικτήτῳ, τῇ θ’ ἡλικίᾳ καὶ τῷ ἔθει καὶ τῷ χωρίῳ καὶ τῇ ὥρᾳ, δι’ αὐτῶν τῶν κατὰ μέρος ἐπιδείξω. νῦν οὖν ἡμῖν προκειμένου κατὰ τὸν λόγον εὑρεῖν ἐπιτήδειον δίαιταν ἑκάστῃ τῶν εἰρημένων δυσκρασιῶν, ὁ κοινὸς τρόπος τῆς μεθόδου προχειρισθεὶς ὡς ἐπὶ παραδείγματος ἐξεταζέσθω. φέρε γὰρ ἁλῶναι πυρετῷ δύο ἀνθρώπους ἐν εὐκράτῳ μὲν χωρίῳ γεγενημένους καὶ τεθραμμένους, οὐκ ὄντας δ’ ἐν αὐτῷ νῦν, ἀλλ’ ἐν μὲν θερμῷ καὶ ξηρῷ τὸν ἕτερον, ἐν ὑγρῷ δὲ καὶ ψυχρῷ τὸν ἕτερον· εἶναι δὲ καὶ τῇ κράσει διαφέροντας αὐτοὺς καὶ τῇ φύσει καὶ τοῖς ἔθεσι καὶ ταῖς ἡλικίαις, εἰ δὲ βούλει καὶ κατὰ διαφερούσας ὥρας καὶ καταστάσεις ἀῤῥωστεῖν, ὥστε τὸν μὲν θερμὸν καὶ ξηρὸν φύσει καὶ τῇ διαίτῃ πάσῃ τοιαύτῃ συνειθίσθαι καὶ νεανίσκον εἶναι καὶ χειμῶνος νοσεῖν ἐν ὑγρῷ καὶ ψυχρῷ χωρίῳ καὶ καταστάσει τοιαύτῃ· τὸν δὲ ὑγρόν τε καὶ ψυχρὸν ἐν ἔθει τε διαίτης ὁμοίῳ καὶ παῖδα τὴν ἡλικίαν· καὶ νοσεῖν δὲ θέρους ἐν θερμῷ καὶ ξηρῷ χωρίῳ καὶ καταστάσει τοιαύτῃ, τίνες οὖν
594
ἐν ἑκατέρῳ τούτων αἱ ἐνδείξεις; ἡ μὲν ἀπὸ τοῦ πυρέττειν ἀμφοτέροις κοινὴ, τῶν ὑγραινόντων τε καὶ ψυχόντων δεομένη, τῶν δ’ ἄλλων οὐκέτ’ οὐδεμία κοινή. τῷ μὲν γὰρ προτέρῳ διά τε τὴν φύσιν καὶ τὴν ἡλικίαν ἐν ὁμοίοις ἑαυταῖς διαιτήμασιν εἰθισμένῳ ἐπιτήδεια τὰ ξηρότερα καὶ θερμότερα τῇ κράσει σιτία· καὶ μέντοι καὶ διὰ τὴν ὥραν τε καὶ τὴν κατάστασιν καὶ τὸ χωρίον· οὐ γὰρ τῶν ὁμοίων ἐστὶν ἡ ἀπὸ τούτων ἔνδειξις, ἀλλὰ τῶν ἐναντίων. τῷ δ’ ἑτέρῳ τῶν ὑποκειμένων διὰ μὲν τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὸ ἔθος· τῶν ὁμοίων αὐτοῖς· ὑγρῶν μὲν καὶ συμμέτρως θερμῶν διὰ τὴν ἡλικίαν, ὑγρῶν δὲ καὶ ψυχρῶν διά τε τὴν φύσιν καὶ τὸ ἔθος· διὰ δὲ τὸ χωρίον καὶ τὴν ὥραν καὶ τὴν κατάστασιν τῶν ἐναντίων. ἅπερ ἐστὶ δήπου καὶ αὐτὰ ψυχρότερα καὶ ὑγρότερα τοσούτῳ τῶν εὐκράτων, ὅσῳ πέρ ἐστι καὶ τὰ χωρία τῶν εὐκράτων θερμότερα καὶ ξηρότερα· παρὰ μὲν γὰρ τῶν ἐθῶν ἡ ἔνδειξις ἀεὶ τῶν ὁμοίων ἐστὶν ἄχρις ἂν νοσῶσιν οἱ ἄνθρωποι. παρὰ δὲ τῶν ἡλικιῶν καὶ φύσεων καὶ χωρῶν ὡρῶν τε καὶ καταστάσεων εὐκράτων μὲν οὐσῶν ἔνδειξις ἀεὶ 
595
τῶν ὁμοίων διαιτημάτων καὶ βοηθημάτων ἐστὶν, ἄν θ’ ὑγιαίνωσιν ἄν τε νοσῶσι. παρὰ δὲ τῶν δυσκράτων ὡρῶν μὲν καὶ καταστάσεων καὶ χωρῶν ἔνδειξις τῶν ἐναντίων· ἡλικιῶν δὲ καὶ φύσεων οὐχ ἁπλῶς, ἀλλὰ σὺν τῷ ἔθει. σκοπεῖσθαι δ’ ἐπὶ τῶν ἐναντίων ἐνδείξεων οὐδὲν οὕτω προσῆκεν ὡς τὸ μέγεθος ἑκάστου τῶν συνεισφερόντων, ὅπερ ἐδείκνυμεν ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι διττόν· ἕτερον μὲν αὐτοῖς τοῖς τῶν ἐνδεικνυμένων ἀξιώμασι μετρούμενον, ἕτερον δὲ ταῖς οἰκείαις αὐτῶν ὡς ἂν εἴποι τις οὐσίαις, ἃς ἐκ τοῦ παραβάλλειν τῷ συμμέτρῳ τε καὶ κατὰ φύσιν ἔφαμεν χρῆναι λαμβάνειν. εἰ μὴ γὰρ οὕτω τις ἐξετάσειε τῶν ἐνδείξεων τὰς δυνάμεις, οὐχ οἷόν τε τὸ μέτρον ἐξευρεῖν τῆς διαίτης. ἐνδεικνυμένου γὰρ ἀεὶ τοῦ μὲν πυρετοῦ τὸ ψύχειν καὶ ὑγραίνειν, τῶν δ’ ἄλλων ἑκάστου, καθότι προείρηται, συμφωνούσης μὲν αὐτῶν τῆς ἐνδείξεως οὐδὲν ἂν εἴη πρᾶγμα, διαφωνούσης δὲ κατὰ τὰ πλείω καὶ μείζω τυποῦσθαι χρὴ τὴν δίαιταν. ἐπὶ γοῦν τῶν ὑποτεθέντων ἀρτίως ὅτι
596
μὲν πυρέττουσιν ἔνδειξις κοινὴ τῶν ὑγραινόντων καὶ ψυχόντων ἐστὶν, οὐ μὴν ἀπό γε τῶν ἄλλων. ἀλλ’ ᾧ μὲν ἥ θ’ ἡλικία καὶ ἡ κρᾶσις ἅμα τῷ ἔθει καὶ ἡ χώρα καὶ ἡ ὥρα καὶ ἡ κατάστασις τῶν ὑγραινόντων καὶ ψυχόντων ἔχει τὴν ἔνδειξιν, οὐ μόνον ἀναμφισβήτητόν ἐστι τὸ χρῆναι τοῦτον ὑγραίνειν καὶ ψύχειν, ἀλλὰ καὶ τὸ μὴ μικρῶς μηδ’ ὡς ἔτυχεν, ἰσχυρῶς δὲ πάνυ καὶ μεγάλως, ἁπάντων γε τῶν σκοπῶν ἐνδεικνυμένων ταὐτόν. ᾧ δ’ ἡ τῶν ἄλλων ἁπάντων ἔνδειξις οὐχ ὑγρῶν καὶ ψυχρῶν ὁμοίως τῷ πυρετῷ τῶν διαιτημάτων ἐστὶν, ἀλλὰ τῶν ἐναντίων αὐτοῖς τῶν θερμῶν καὶ ξηρῶν, ἀμφισβήτησις γίγνεται καὶ μάχη τῶν ἐνδείξεων πρὸς ἀλλήλας, ἡνίκα μάλιστά ἐστι χρεία τοῦ παραβάλλειν τόν τε ἀριθμὸν καὶ τὰ μεγέθη τῶν ἐνδείξεων. ἡ γοῦν ἀπὸ τοῦ πυρέττειν ἔνδειξις ἀριθμῷ μὲν λείπεται τῶν ἄλλων, ὅταν ἅπασαι τὸν ἐναντίον ὑφηγῶνται τρόπον πράττειν, ὑπερέχει δὲ μεγέθει τῷ κατὰ τὴν ἀξίαν, ἢ τὴν δύναμιν, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι καὶ μάλισθ’ ὅταν ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἐξέστηκε.
597
δύο γὰρ αὐτῷ τόθ’ ὑπάρξει μεγέθη, τό τ’ ἐκ τοῦ γένους τῶν πυρετῶν, τὸ κοινὸν ἅπασι, τό τ’ ἴδιον οἰκεῖον αὐτοῦ. καὶ γὰρ ὅτι πυρετός ἐστιν, ἐπιστρέφει μᾶλλον ἡμᾶς πρὸς ἑαυτὸν ἁπάντων τῶν ἄλλων· καὶ ὅτι τὸ μέγεθος αὐτῷ τὸ οἰκεῖον ἀξιόλογον ὑπάρχει καὶ διὰ τοῦτο κατακρύπτει τε καὶ συσκιάζει τὰς ἐναντίας ἐνδείξεις. εἰ δὲ μικρὸς ὑπάρχει, δύνανθ’ αἱ ἄλλαι πᾶσαι συντεθεῖσαι πρὸς αὐτὸν ἀντεξετάζεσθαι. καὶ εἴπερ ἴσαι φανεῖεν, οὔθ’ ἡ τοῦ πυρετοῦ κρατήσειεν ἂν ἔνδειξις ὡς ὑγραίνειν καὶ ψύχειν, οὔθ’ ἡ τῶν ἄλλων ὡς θερμαίνειν καὶ ξηραίνειν, ἀλλὰ τὸ μέσον εἶδος τῆς διαίτης ἐπὶ τῶν οὕτως ἐχόντων σωμάτων ἐκλεξόμεθα. κρατούσης δὲ τῆς ἑτέρας ἐνδείξεως εἰς τοσοῦτον ἀποχωρήσομεν τῆς εὐκράτου καὶ μέσης τῆς διαίτης, εἰς ὅσον ὑπερέχει τῶν ἐναντίων τὰ κρατοῦντα. γεγυμνασμένον τε οὖν εἰς ταῦτα πάντα καὶ φύσει συνετὸν εἶναι χρὴ τὸν ἰατρὸν, ἵν’ ἑκάστης ἐνδείξεως ἀκριβῶς ἐκλογισάμενος τὴν δύναμιν, ἀλλήλαις τε παραβάλλων ἁπάσας, ἕν τι κεφάλαιον ἀθροίσῃ τῶν οἰκείων τῷ
598
κάμνοντι διαιτημάτων. αἱ μὲν οὖν ἀπὸ τῶν ἐφημέρων πυρετῶν ἐνδείξεις ἐκ τούτων τῶν σκοπῶν λαμβάνονται, καὶ σπάνιον εἴ ποτε ἀπὸ τοῦ μέτρου τῆς τοῦ κάμνοντος δυνάμεως. αἱ δὲ τῶν πολυημέρων ἐξ ἀνάγκης μὲν καὶ τὴν δύναμιν προσλαμβάνουσιν· οὐ μικρὸς γὰρ ἐπ’ ἐκείνων ὁ ἀπὸ ταύτης σκοπός· οὐδὲν ἧττον δὲ καὶ τὴν γεννῶσαν αἰτίαν τοὺς πυρετοὺς, πλὴν τῶν ἑκτικῶν· οὐδεμία γὰρ ἀνάπτει τούτους αἰτία, καθάπερ οὐδὲ τὸ δεδεγμένον ἑκτικῶς εἰς ἑαυτὸ σῶμα τὴν τοῦ πυρὸς θερμασίαν, εἴτε λίθος, εἴτε ξύλον ὑπάρχει. κοινὸν γὰρ αὐτοῖς τὸ μηκέτι γίνεσθαι πρὸς τοὺς ἐφημέρους ἐστὶ, διαλλάττοντας δὲ ἐν τῷ τοὺς μὲν ἐφημέρους κατὰ σχέσιν ἔχειν τὴν θέρμην, τοὺς δ’ ἑκτικοὺς ἐν ἕξει δυσλύτῳ. δύναιτο δ’ ἄν τις φάναι καὶ τὴν ἀπὸ τῆς δυνάμεως ἔνδειξιν ἀεὶ παρεῖναι κατά τε τἄλλα σύμπαντα νοσήματα καὶ τοὺς ἐφημέρους πυρετοὺς, ἡμᾶς δ’ ἐν τῷ νῦν λόγῳ μηδὲν αὐτῆς δεηθῆναι, διότι πρώτως μὲν οὐκ ἐνδείκνυται, κατὰ συμβεβηκὸς δὲ, περὶ οὗ συμβεβηκότος ἐν τοῖς ἑξῆς διοριῶ.

599

Τῶν ἐφημέρων πυρετῶν, ὧ Εὐγενιανὲ, τὴν τῆς θεραπείας μέθοδον ἐν τῷ πρὸ τούτου γράμματι διῆλθον ὀγδόῳ τῆς ὅλης ὄντι πραγματείας. ἔστι δὲ τοῦ γένους τοῦδε τῶν πυρετῶν εἷς ὁ παροξυσμὸς, ἡμέρᾳ μιᾷ περιγραφόμενος ὡς τὸ πολὺ κατά γε τὴν ἑαυτοῦ φύσιν. ὅσα γὰρ ἢ διὰ τὴν τῶν ἰατρῶν ἀμαθίαν ἢ διὰ τὴν τῶν καμνόντων ἀκολασίαν ἢ διὰ τὴν τῶν ὑπηρετούντων πλημμέλειαν ἁμαρτανόμενα περὶ τοὺς τοιούτους πυρετοὺς εἰς ἕτερόν τι γένος αὐτοὺς μεθίστησιν, οὐ κατὰ τὴν οἰκείαν αὐτῶν ἀποβαίνουσι

600
φύσιν. οὐδὲν γὰρ δήπου θαυμαστὸν ἐκ τῶν ἁμαρτανομένων οὐ μηκύνεσθαι μόνον ἢ μεταπίπτειν εἰς ἕτερόν τι γένος ἡντινοῦν τῶν νόσων, ἀλλὰ καὶ γεννᾶσθαι νῦν ἔμπροσθεν οὐκ οὖσαν. ὅπου γὰρ οὐδὲ τοῖς ὑγιαίνουσιν ἁμαρτάνειν ἀσφαλὲς, σχολῇ γ’ ἀκίνδυνον ἄν ποτε τοῖς κάμνουσι γένοιτο. λοιπῶν δ’ ὑπαρχόντων δυοῖν γενῶν, ὡς ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ὑπομνήμασιν ἐπιδέδεικται, τὸ μὲν ἕτερον ἐπὶ χυμοῖς σηπομένοις ἐδείκνυτο γίνεσθαι, τὸ δ’ ἕτερον αὐτὰ τὰ στερεὰ τοῦ ζώου μόρια κατειληφὸς ἑκτικὸν ὀνομάζεται. μεταπίπτουσι δ’ εἰς ἑκάτερα γένη πολλάκις οἱ ἐφήμεροι πυρετοὶ, καθάπερ ἔμπροσθεν ἐδείκνυμεν, εἰ μή τις αὐτοὺς προσηκόντως μεταχειρίζοιτο. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις ἅπασι πράγμασιν ὅσα κοινωνεῖ ταῖς φύσεσιν ἑνὶ περιλαμβανόμενα γένει καὶ διὰ τοῦτ’ εἰς ἄλληλα μεταπίπτειν δυνάμενα, τρίτη τις ἰδέα κατὰ τὴν μετάπτωσιν αὐτῶν συνίσταται, μηδετέρου τῶν ἄκρων ἀκριβοῦσα τὸν τύπον, οὕτω κᾀν ταῖς τῶν ἐφημέρων πυρετῶν μεταπτώσεσι φαντασθείη τις ἂν ἕτερόν τι γένος ἐν τῇ μεταπτώσει συνίστασθαι, μηδετέρῳ τῶν ἄκρων ταὐτόν. καί μοι
601
δοκεῖ περὶ τοῦδε πρώτου διοριστέον εἶναι, ἵν’ ὥσπερ καὶ τἄλλα καὶ τοῦτο γνωρίζοιτό τε συνιστάμενον αὐτίκα καὶ κωλύοιτο κατὰ τὴν πρώτην γένεσιν, ὡς μηδὲ δυσίατον ἢ ἀνίατον αὐξηθὲν γενέσθαι. μέσον δ’ αὐτὸ συνιστάμενον οὔτε γνωρίσαι δυνατὸν οὔτε ἰάσασθαι τοῖς ἀγνοοῦσι τὴν ἰδέαν τῶν ἄκρων ὧν ὑπάρχει μέσον. ἀλλά σοί γ’ ἐπισταμένῳ τά τε τῶν ἐφημέρων πυρετῶν γνωρίσματα καὶ τὰ τῶν ὑπολοίπων δύο γενῶν, ἐπειδὰν ἤτοι νοθεύηται κατά τι ἢ παρεμφαίνηται τὰ τῶν ἄλλων, οὐδὲν ἂν εἴη χαλεπὸν ὑποπτεύειν ἤδη τὴν μετάπτωσιν. ἐπ’ ἐγκαύσεσι μὲν οὖν, ἢ ἀπεψίαις, ἢ κόποις, ἢ ἀγρυπνίαις, ἢ πάθεσι ψιχικοῖς, ἢ βουβῶσιν τοῖς διά τινα αἰτίαν προφανῆ γεγενημένοις, μέχρι τρίτης ἡμέρας οὐκ ἄν ποτε προέλθοι πυρετοῦ παροξυσμὸς, ἄνευ τοῦ πλημμεληθῆναί τι περὶ τὸν κάμνοντα. τοῖς δ’ ἐπὶ στεγνώσει πυρέξασιν ἐγχωρεῖ καὶ ταύτης ἐξωτέρω προβῆναι τὸν παροξυσμόν. ἐπειδὴ γὰρ ἡ στέγνωσις ἤτοι φραχθέντων ἢ μυσάντων γίγνεται τῶν πόρων, ἢ καὶ τοῦ σώματος αὐτοῦ πιληθέντος ἀμετρότερον, εὐλόγως ἔφαμεν ἐπί τε κρύει καὶ λουτροῖς ἤτοι τῇ
602
θίξει ψύχουσιν, ἢ τῇ δυνάμει καὶ φαρμάκοις τοῖς τοιούτοις, ἔτι δὲ τοῖς ξηραίνουσι τὸ δέρμα, καθάπερ ἡλίῳ διακαεῖ καὶ τοῖς πιλοῦσιν, ὡς τῇ σκληρᾷ τρίψει μετὰ τῶν ψυχόντων κατέχεσθαι μὲν ἐντὸς τοῦ σώματος τὰς οἷον καπνώδεις ἢ λιγνυώδεις ἀποῤῥοὰς, ἀνάπτεσθαι δ’ ἐπ’ αὐτοῖς τὸν πυρετόν. ἀλλ’ ἐπὶ τούτοις μὲν, ὡς εἴρηται, πίλησίν τέ τινα γίγνεσθαι τῶν σωμάτων αὐτῶν καὶ μύσιν τῶν πόρων, ἔμφραξιν δὲ διὰ γλίσχρους ἢ παχεῖς ἢ πολλοὺς χυμούς. καὶ τοίνυν καὶ τοὺς πυρετοὺς ὅσοι μὲν ἐπὶ μύσει τῶν πόρων ἢ πιλήσει προσφάτῳ τῶν σωμάτων ἐγένοντο, παύεσθαί τε μετὰ τὸν πρῶτον παροξυσμὸν, ἐάν τις ὀρθῶς αὐτοῖς προσφέρηται καὶ ὄντως τούτους ἐφημέρους γίγνεσθαι καὶ προσαγορεύεσθαι· ὅσοι δ’ ἐπ’ ἐμφράξει τὴν γένεσιν ἔσχον, εἰ μὲν ὀλίγη τις αὕτη συσταίη, λύεσθαι καὶ τούτους ὁμοίως γε τοῖς ἄλλοις ἐφημέροις, ἐὰν ἰάσηταί τις αὐτοὺς προσηκόντως· εἰ δ’ ἰσχυρῶς οἱ χυμοὶ σφηνωθεῖεν, ὡς μοχλείας δεῖσθαι σφοδροτέρας, ἐκτείνεσθαι μὲν ἀνάγκη τοὺς τοιούτους πυρετοὺς ὑπὲρ τὴν μίαν ἡμέραν, ἐκπεπτωκέναι δὲ δοκεῖν ἤδη τοῦ γένους τῶν ἐφημέρων.
603
πῶς γὰρ ἂν ἐφήμερος ἔτι δύναιτο λέγεσθαι πυρετὸς ὁ μέχρι τρίτης ἡμέρας ἐκτεινόμενος; ἐν γὰρ τῇ δευτέρᾳ τῶν ἡμερῶν προσήκει παύεσθαι τὸν τοιοῦτον πυρετὸν, ὅσον ἐπὶ τῇ προσηγορίᾳ. λέλεκται γὰρ ἔμπροσθεν ὡς τεττάρων καὶ εἴκοσιν ὡρῶν ὁ χρόνος ἐστὶ τῆς οὕτω λεγομένης ἡμέρας, ὡς συναριθμεῖσθαι καὶ τὴν νύκτα τῷ ὀνόματι τῆς ἡμέρας. καὶ μὴν εἰ μήτε σῆψις εἴη χυμῶν μήτ’ αὐτὸ τὸ σῶμα τὴν πυρεκτικὴν θερμασίαν ἑκτικῶς ἀναδέξαιτο, τῶν δύο γενῶν ἐκπεπτωκὸς ἂν εἴη. ἢ τοίνυν ἄλλο γένος ἐπὶ τοῖς εἰρημένοις τρισὶν ἀναγκαῖόν ἐστι λέγειν ἐν τῇ πρώτῃ διαιρέσει τῶν πυρετῶν, ἢ καταφρονοῦντα τῆς προσηγορίας ἐφημέρους ὀνομάζειν αὐτούς. οὐ γὰρ δὴ τῆς γ’ οὐσίας ἦν αὐτῆς τῶν τοιούτων πυρετῶν ὁ ἐφήμερος ὄνομα· προσηγορίας δ’ οἰκείας ἀποροῦντες ἕνεκα σαφοῦς καὶ συντόμου διδασκαλίας ἀπὸ τοῦ πολλάκις αὐτοῖς ἑπομένου τοὔνομα ἐθέμεθα. φύσις μὲν οὖν αὐτῶν ἡ αὐτὴ τοῖς ἐφημέροις ἐστὶν, ὄνομα δὲ οὐ ταὐτόν.

Ἐφ’ ὧν γὰρ ὁ παροξυσμὸς εἷς ἀπ’ ἀρχῆς ἄχρι παντὸς διαμένων εἰς πολλὰς ἡμέρας ἐκτείνεται συνόχους

604
ὀνομάζουσι τοὺς τοιούτους πυρετοὺς, οὐχ Ἑλληνικῷ μὲν ὀνόματι χρώμενοι, σολοικίζειν δ’ ἑλόμενοι μᾶλλον ἢ καταλιπεῖν ἀνώνυμον αὐτῶν τὴν ἰδέαν. ἀλλ’ ὥσπερ ἰδέα μία τῶν τοιούτων ἐστὶ πυρετῶν, ἀφ’ ἧς ὀνομάζουσι συνόχους αὐτοὺς, οὕτως ἡ φύσις οὐκέθ’ ἁπλῆ καὶ μία. τινὲς μὲν γὰρ αὐτῶν ἐναργὲς ἔχουσι τὸ τῆς σήψεως σημεῖον· ἔνιοι δ’ οὐδ’ ὅλως ἔχουσιν, οὓς ἐκ τοῦ γένους τῶν ἐφημέρων πυρετῶν ἔφαμεν εἶναι. ἐπειδὴ γὰρ ἡ τοῦ παροξυσμοῦ παῦλα διαπνεομένων εἴωθε γίγνεσθαι τῶν ζεσάντων χυμῶν, οὐ διαπνεῖται δ’ ἐπὶ ταῖς ἰσχυραῖς στεγνώσεσιν, ἀναγκαῖόν ἐστι πολυήμερον γίγνεσθαι τὸν παροξυσμόν. ὅταν οὖν μηδεμία συνῇ τῷ τοιούτῳ πυρετῷ πρόφασις ἀρχὴν ἑτέρου παροξυσμοῦ γεννῶσα, πρὸς τῷ πολυήμερος ὑπάρχειν οὐδ’ εἰσβολὴν ἐπισημασίας οὐδεμιᾶς ποιεῖται· μένει δ’ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἷς ὁ πυρετὸς, οὔτ’ ἀμφημερινὴν οὔτε διὰ τρίτης οὔτε διὰ τετάρτης ἡμέρας ἔχων ἐπισημασίαν. ὅταν δ’ ἀκούσῃς μου λέγοντος ἐντὸς τοῦ σώματος στέγεσθαι τὸ πυρετῶδες θερμὸν ἐπὶ τῶν ἰσχυρῶς ἐστεγνωμένων σωμάτων, οὐχ οὕτω χρὴ νομίζειν ἀκριβῶς γεγονέναι
605
τὴν πύκνωσιν, ὡς μηδενὶ τῶν ἱκανῶς λεπτυνθέντων χυμῶν ἐπιτρέπειν εἰς τοὐκτὸς διαῤῥεῖν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τῶν ὀστῶν λεγόμενον ἀληθὲς ἂν εἴη τοῦτο, μήτοι γε δὴ τῶν σαρκῶν τε καὶ τοῦ δέρματος. ἀλλ’ ὅταν ἡ μὲν ἐκ τῶν ζεόντων χυμῶν ἀναθυμίασις ᾖ παμπόλλη, διαῤῥέῃ δ’ ἐκτὸς ὀλίγη, τὴν ὑπολειπομένην ἀνάγκη διαφυλάττειν τὸν πυρετὸν, οὐ μόνον τῷ μένειν αὐτὴν, ἀλλὰ καὶ τῷ τὰ πλησιάζοντα συνεκκαίειν.

Ἐπεὶ τοίνυν ἐν δυοῖν τούτοιν ἐστι τὸ φυλάττεσθαι τὸν πυρετὸν, τῷ τε μὴ διαπνεῖσθαι πᾶσαν τὴν ἀτμίδα καὶ τῷ συνεκθερμαίνειν τὰ ψαύοντα, τρεῖς ἀνάγκη διαφορὰς ἐν τοῖς συνόχοις γίγνεσθαι πυρετοῖς, ἤτοι διαμένοντος ἴσου τοῦ μεγέθους, ὃ κατὰ τὸν πρῶτον παροξυσμὸν ἔσχεν ἀκμάσας, ἢ προστιθέντος, ἢ ἀφαιροῦντος ἀεί τι σμικρὸν, καὶ ταῦτα ποιοῦντος ἢ ὁμαλῶς, ἢ ἀνωμάλως. ἂν μὲν οὖν ἴσον ᾖ τῷ διαπνεομένῳ τὸ ἀναπτόμενον, οὔτ’ αὔξησιν οὔτε μείωσιν ἕξει τὸ πυρετῶδες θερμὸν, ἀλλ’ οὕτως ἑαυτῷ διαμενεῖ παραπλήσιον ὡς εἰ μήτε προσετίθετο μηδὲν

606
αὐτῷ μήτ’ ἀφῃρεῖτο. διαφέρει γὰρ οὐδὲν εἴς γε τὴν τῆς ἰσότητος διαμονὴν ἢ διαφυλάττεσθαι τὴν αὐτὴν οὐσίαν διαπαντὸς, ἢ τῷ ἐκκενουμένῳ τὸ προστιθέμενον ἴσον ὑπάρχειν· εἰ δέ γε θάτερον αὐτῶν ἐπικρατήσειεν, εἰ μὲν τὸ κενούμενον, ἐλαττοῦσθαι τὸν πυρετὸν ἀναγκαῖόν ἐστιν· εἰ δὲ τὸ προστιθέμενον, αὐξάνεσθαι πάντως. εὔδηλον δὲ καὶ ὡς τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἕτερον ἑτέρου τὸν πυρετὸν αὐξάνεσθαί τε καὶ μειοῦσθαι διὰ τὸ τῆς πλεονεξίας ἄνισον ἀναγκαῖόν ἐστι γίγνεσθαι. ποτὲ μὲν γὰρ πλέονι μέτρῳ, ποτὲ δ’ ἥττονι πλεονεκτούσης ἤτοι τῆς γενέσεως τῶν πυρετῶν ἢ τῆς διαπνοῆς, οὔτε τοῖς αὐξανομένοις ἅπασιν ἴσην τὴν αὔξησιν οὔτε τοῖς μειουμένοις τὴν καθαίρεσιν οἷόν τε γίγνεσθαι· παμπόλλην δ’ εἶναι τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοράν. ἓν μὲν δὴ τοῦτο τὸ γένος ἢ εἶδος ἢ ὅ τί περ ἂν ὀνομάζειν ἐθέλῃς ἐστὶ συνόχων πυρετῶν, ἐκ τῆς αὐτῆς ὑπάρχον φύσεως τοῖς ἐφημέροις. ἕτερον δ’ ὅταν ἐν ἅπασι τοῖς ἀγγείοις καὶ μάλιστα τοῖς μεγίστοις ὁμοτίμως οἱ χυμοὶ διασήπωνται. τῶν τοιούτων πυρετῶν οὐδέτερον ἐν ἰσχνῷ καὶ ψυχρῷ σώματι φιλεῖ συνίστασθαι,
607
τὰ πολλὰ δ’ ἐν πολυαίμοις τε καὶ πολυσάρκοις ἡ γένεσις αὐτῶν. αἵ τε γὰρ ἐμφράξεις οὐχ ἱκαναὶ γεννῆσαι πυρετὸν ἄνευ σήψεως, εἰ μὴ τὸ διαπνεόμενον εἴη πολὺ καὶ θερμὸν, ἥ τε σηπεδὼν τῶν χυμῶν εἰς ἁπάσας τὰς μεταξὺ βουβώνων τε καὶ μασχαλῶν φλέβας ὁμοτίμως τε καὶ διὰ ταχέων ἐκταθῆναι κατὰ τὰς ψυχρὰς ἕξεις οὐ δύναται. δεῖται γὰρ ἀεὶ τὰ σηπόμενα θερμά τ’ εἶναι καὶ ὑγρὰ καὶ δυσδιάπνευστα. διὰ τοῦτο οὖν οὔτ’ ἐν ψυχραῖς ἡλικίαις οὔτ’ ἐν κράσεσι σωμάτων ψυχραῖς, εἴτ’ οὖν ἔξ ἀρχῆς εἴτε καὶ νῦν εἴη γεγονότα ψυχρὰ, σύνοχοι γεννῶνται πυρετοὶ, καθάπερ οὐδ’ ἐν ἰσχνοῖς ἢ ἀραιοῖς, ἀλλὰ καὶ τῶν ἡλικιῶν ταῖς θερμαῖς καὶ τῶν φύσεων καὶ τῶν ἐπικτήτων κράσεων ταῖς ὁμοίαις ἐγγίγνονται καὶ μᾶλλον ὅταν εὔσαρκοί τε καὶ πολύαιμοι καὶ πυκνοὶ τὰς ἕξεις οἱ κάμνοντες ὦσιν, ἢ περιττώμασι θερμοῖς πεπληρωμένοι. ταῦτ’ ὄρα τοῖς οὕτω πυρέττουσιν ὁ σφυγμὸς μέγιστός ἐστι, ὁμαλὸς καὶ σφοδρός· καὶ τὴν σύστασιν τῆς ἀρτηρίας οὔτε σκληροτέραν οὔτε μαλακωτέραν τοῦ κατὰ φύσιν ἔχων, τάχους δ’ εἰς
608
τοσοῦτον ἥκει καὶ πυκνότητος εἰς ὅσον ἂν ὁ πυρετὸς αὐτὸς ἥκοι μεγέθους. κοινὰ μὲν οὖν ἀμφοῖν ταῦτα· πρόσεστι δ’ ἐξαίρετα θατέρῳ σημεῖα τὰ τῆς σήψεως, ἐν οὔροις τε καὶ σφυγμοῖς καὶ τῷ τῆς θερμασίας ἀηδεῖ.

Καὶ δὴ παραδείγματος ἕνεκα ἀναμνήσω σε δυοῖν νεανίσκοιν οὓς ἐθεάσω μεθ’ ἡμῶν. ἦν δὲ ὁ μὲν ἕτερος αὐτῶν ἐλεύθερος καὶ γυμναστικὸς, ὁ δ’ ἕτερος δοῦλος οὐκ ἀγύμναστος μὲν, οὐ μὴν τά γε κατὰ παλαίστραν δεινὸς, ἀλλ’ ὅσα δούλῳ πρέπει, τὰ ἐφήμερα γυμνάσιά τε ἅμα καὶ ἔργα μεταχειρίζεσθαι. ὁ μὲν οὖν ἐλεύθερος τὸν χωρὶς σήψεως ἐπύρεξε σύνοχον, ὁ δὲ δοῦλος τὸν μετὰ σήψεως. ὁποίαν δ’ ἑκατέρῳ τὴν ἴασιν ἐποιησάμεθα καιρὸς ἂν εἴη λέγειν, ἐπειδὴ μάλιστα μὲν χρὴ γυμνάζεσθαι τοὺς μανθάνοντας ὁτιοῦν ἐπὶ παραδειγμάτων· οὐ γὰρ ἀρκοῦσιν αἱ καθόλου μέθοδοι πρὸς τὴν ἀκριβῆ γνῶσιν. ἀμείνω δὲ τῶν παραδειγμάτων ἐστὶν ὧν αὐτόπται γεγόναμεν· ὡς εἴ γε πάντες οἱ διδάσκειν ἢ γράφειν ὁτιοῦν ἐπιχειροῦντες ἔργοις ἐπεδείκνυντο

609
πρότερον αὐτὰ, παντάπασιν ἂν ὀλίγ' ἄττα ψευδῶς ἦν λεγόμενα. νυνὶ δ' οἱ πλεῖστοι διδάσκειν ἄλλους ἐπιχειροῦσιν ἃ μήτ' αὐτοί ποτ' ἔπραξαν μήτ' ἄλλοις ἐπεδείξαντο. τοὺς μὲν οὖν πολλοὺς τῶν ἰατρῶν οὐδὲν θαυμαστὸν ἀμελήσαντας ἤθους χρηστοῦ δοξοσοφίαν μᾶλλον ἢ ἀλήθειαν σπουδάσαι. τὸ δ' ἡμέτερον οὐχ ὧδ' ἔχει. οὐ γὰρ δὴ χθὲς ἢ πρώην, ἀλλ' εὐθὺς ἐκ μειρακίου φιλοσοφίας ἐρασθέντες ἐπ' ἐκείνην ἥξαμεν πρῶτον. εἶθ' ὕστερον τοῦ πατρὸς ὀνείρασιν ἐναργέσι προτραπέντος ἐπὶ τὴν τῆς ἰατρικῆς ἄσκησιν ἀφικόμεθα καὶ δι' ὅλου τοῦ βίου τὰς ἐπιστήμας ἑκατέρας ἔργοις μᾶλλον ἢ λόγοις ἐσπουδάσαμεν. οὐδὲν οὖν θαυμαστὸν ἐν ᾧ προσαγορεύουσιν ἄλλοι, περιθέοντες ὅλην τὴν πόλιν ἐν κύκλῳ καὶ συνδειπνοῦσι καὶ παραπέμπουσι τοὺς πλουτοῦντάς τε καὶ δυναμένους, ἐν τούτῳ τῷ χρόνῳ παντὶ φιλοπονοῦντας ἡμᾶς ἐκμαθεῖν μὲν πρῶτον ὅσα καλῶς εὕρηνται τοῖς παλαιοῖς, ἔπειτα διὰ τῶν ἔργων αὐτὰ κρῖναί τε ἅμα καὶ ἀσκῆσαι. τὸν τοίνυν γυμναστικὸν νεανίσκον ἀρξάμενον πυρέττειν ὥρας πρώτης τῆς νυκτὸς ἐθεασάμεθα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν
610
ὥρας που τρίτης. εὑρόντες δὲ πυρετὸν ἱκανῶς μὲν θερμὸν, ἀλλὰ καὶ τούς τε σφυγμοὺς ὁμαλοὺς καὶ μεγίστους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδροὺς καὶ τὴν τῆς θερμασίας ποιότητα τὸ διαβρωτικὸν τῆς ἁφῆς οὐκ ἔχουσαν, ἔτι δὲ καὶ τὰ οὖρα τῇ τε συστάσει καὶ τῇ χροιᾷ τῶν κατὰ φύσιν οὐ πάνυ λειπόμενα, πυθόμενοί τε τοῦ τῶν γυμνασίων ἔθους ἠμεληκότα τὸν ἄνθρωπον ἡμέραις ὡς τριάκοντα, τῇ δὲ προτεραίᾳ μόνῃ γεγυμνάσθαι σφοδρότερον μὲν, ἀλλ’ οὐκ ἐπὶ πολὺ, προσενηνέχθαι τε τὰ συνήθη σιτία καὶ ταῦτα πεπέφθαι μὲν, ἀλλὰ βραδέως καὶ μόγις, ὡς ἂν ἐπιγενομένου κατὰ τὴν ἑσπέραν τοῦ πυρετοῦ, φαινομένου δὲ ἐρυθροῦ καὶ μεστοῦ τοῦ ἀνθρώπου καὶ μέντοι καὶ πληρώσεως αὑτῷ τινα αἴσθησιν εἶναι λέγοντος, ἐν τούτῳ τε φθεγξαμένου περὶ φλεβοτομίας τῶν παρόντων τινὸς, ἔδοξεν ἡμῖν ἀναβάλλεσθαι τὴν περὶ τοῦ βοηθήματος σκέψιν εἰς ἕτερον καιρὸν, ἅμα μὲν ἵνα ἀκριβέστερον διαγνῶμεν ἐκ ποίου γένους ἐστὶν ὁ πυρετὸς, ἅμα δ’ ἐξ ἀνάγκης διὰ τὴν προγεγενημένην βραδυπεψίαν. ἐπεὶ δὲ καὶ κατὰ τὴν ἑσπέραν ὁμοίως ἀκμάζειν ὁ πυρετὸς ἐφαίνετο μηδὲν ἀφαιρῶν
611
αἰσθητῶς, ὕποπτος ἦν ἤδη σύνοχος ὑπάρχειν ἐπ’ ἐμφράξει τε καὶ πολυαιμίᾳ καὶ τῇ διὰ τὸ πλῆθος τῶν σαρκῶν στεγνώσει. διαφυλαχθέντος δὲ τοῦ μεγέθους ἴσου δι’ ὅλης τῆς νυκτὸς, ἐπὶ τῆς ὑστεραίας ἐδόκει τοῖς ἐπισκοπουμένοις αὐτὸν ἰατροῖς ἅπασι φλεβοτομητέος εἶναι. στάσεως δ’ ἐγγινομένης περὶ τοῦ καιροῦ καὶ κρατησάντων τῶν εἰς τὴν ἐπιοῦσαν ἀναβάλλεσθαι συμβουλευόντων, ὁ πυρετὸς ἐναργῶς ἐφάνη δι’ ὅλης τῆς ἡμέρας ἐπακμάζων ἑαυτῷ. κᾄπειτα τῆς ἐπιούσης νυκτὸς τῆς τρίτης ἄλλος μὲν οὐκ ἐγένετο παροξυσμὸς ὡς πρὸς τὸ πρῶτον ἐξ ἀναλογίας, ἀφόρητον δ’ ἦν τὸ καῦμα τῷ κάμνοντι, καὶ τάσις ὅλου τοῦ σώματος ὡς πεπληρωμένου καὶ σφυγμὸς τῆς κεφαλῆς, ἀγρυπνία τε διὰ ταῦτα δεινὴ καὶ μεταῤῥιπτοῦντος ἑαυτὸν ἄλλοτ’ εἰς ἄλλο σχῆμα τοῦ νεανίσκου. καὶ τοίνυν ὡς οὐκέτ’ ἔφερεν, ὥρας που τῆς νυκτὸς ὀγδόης, ἐκπέμψας οἰκέτην πρός με δεῖται παρ’ αὐτὸν ἀφικέσθαι διὰ ταχέων. ὑπακούω δὴ καὶ ἀπέρχομαι καὶ καταλαμβάνω θερμότατόν τε τὸν πυρετὸν καὶ τοὺς σφυγμοὺς οἵους ἔμπροσθεν εἶπον. ἐπεὶ δ’ οὔτ’ ἐν τούτοις οὔτε ἐν τοῖς οὔροις οὔτ’ ἐν αὐτῇ τῇ τῆς
612
θερμότητος ποιότητι σημεῖόν τι σηπεδόνος ἐφαίνετο χυμῶν, ἐδόκει κάλλιον εἶναι τεμεῖν τὴν φλέβα, πρὶν ἄρξασθαι τὴν σῆψιν. ἀφαιρῶ τοίνυν αὐτοῦ τοσοῦτον ἐξεπίτηδες, ὡς λειποθυμίαν ἐπιγενέσθαι, μέγιστόν τι βοήθημα τοῦτο πυρετῶν συνόχων ἐν ἰσχυρᾷ δυνάμει καὶ τῷ λόγῳ καὶ τῇ πείρᾳ δεδιδαγμένος. πρῶτον μὲν γὰρ εἰς ἐναντίαν κατάστασιν ἀφικνεῖται τάχιστα ψυχόμενον ἐν τῇ λειποθυμίᾳ τὸ σῶμα. τούτου δ’ οὔτε τοῖς κάμνουσιν οὔτ’ αὐτῇ τῇ διοικούσῃ τὰ ζῶα φύσει δύναιτ’ ἄν τις εὑρεῖν ἥδιον ἢ χρηστότερον. ἔπειτα δ’ ἐξ ἀνάγκης ἐν τοῖς τοιούτοις σώμασιν ἕπεται διαχώρησις γαστρὸς, ἔστι δὲ ὅτε καὶ χολῆς ἔμετος, ἐφ’ οἷς αὐτίκα νοτίδες ἀπὸ παντὸς τοῦ σώματος, ἢ ἱδρῶτες. ἅπερ οὖν κᾀκείνῳ πάνθ’ ἑξῆς γενόμενα παραχρῆμα τὸν πυρετὸν ἔσβεσαν, ὥστε τινὰς τῶν παρόντων εἰπεῖν, ἔσφαξας ἄνθρωπε τὸν πυρετόν· ἐπὶ τούτου μὲν δὴ πάντες ἐγελάσαμεν. ὅπως δὲ πληρώσαιμι τὴν διήγησιν, οὐδὲν ἂν εἴη χεῖρον ὀλίγα προσθεῖναι. μετὰ δύο γὰρ τῆς φλεβοτομίας ὥρας βραχύ τι προσδοὺς τροφῆς τῷ κάμνοντι καὶ κελεύσας ἡσυχάζειν ἀπηλλαττόμην. ἀφικόμενος
613
δὲ πέμπτης ὥρας τῆς ἡμέρας οὕτω βαθέως ὑπνοῦντα κατέλαβον ὡς ἁπτομένου μου μηδ’ ὅλως αἰσθάνεσθαι. λεγόντων δὲ καὶ τῶν ὑπηρετουμένων αὐτῷ βαθὺν οὕτως εἶναι τὸν ὕπνον ὡς μηδ’ ὅταν ἀπομάττωσιν αὐτοῦ τὰς νοτίδας ἐξεγείρεσθαι, συνεβούλευον οὕτω πράττειν, εἶναι γὰρ ἀκριβῶς ἤδη τὸν ἄνθρωπον ἀπύρετον. ἀφικόμενος δ’ αὖθις ὥρας δεκάτης εὗρον ἔτι καὶ τότε κοιμώμενον αὐτόν. ἐξελθὼν δὲ πάλιν ἐπ’ ἄλλους ἀῤῥώστους ἐπανῆλθον ὥρας πρώτης νυκτὸς ὁ κάμνων διεγερθείη τοῦ ὕπνου. καὶ τοίνυν οὕτω γενομένου ὅπως ὁ κάμνων διεγερθείη τοῦ ὕπνου. καὶ τοίνυν οὕτω γενομένου πτισάνης χυλῷ μόνῳ θρέψας αὐτὸν ἀπηλλαττόμην. ἐπιμετρήσας δὲ τὴν ὑστεραίαν ἐπὶ τὸ λουτρὸν ἀπέλυσα τῇ μετ’ αὐτήν. τὰ μὲν δὴ κατὰ τοῦτον οὕτως ἐπράχθη. τὰ δὲ κατὰ τὸν ἕτερον, ἤδη σοι δίειμι. δι’ ὅλης ἡμέρας ἐκεῖνος ὁ ἄνθρωπος καμὼν πολλὰ, κᾄπειτα λουσάμενος ὀλίγα τε προσενεγκάμενος ὑπήρξατο πυρέττειν ἐν τῇ νυκτὶ συνάψας αὐτῇ καὶ τὴν ἑπομένην ἡμέραν. ἐθεασάμεθα δ’ ἡμεῖς αὐτὸν μετὰ τὴν δευτέραν νύκτα τὰ μὲν οὖν ἄλλα πάντα τῷ προειρημένῳ
614
παραπλησίως διακείμενον, ἐναργῆ δὲ τὰ τῆς σηπεδόνος τῶν χυμῶν ἔχοντα γνωρίσματα. φλέβα τοίνυν αὐτῷ παραχρῆμα διελόντες ἄχρι λειποθυμίας ἐκενώσαμεν. ἐφ’ ᾗ διαλιπόντες αὔταρκες ἐθρέψαμεν, μελικράτῳ μὲν πρῶτον, μετὰ δὲ ὥραν ἐκείνου. μίαν πτισάνης χυλῷ. καὶ πάντ’ ἐπέπρακτο ταῦτα πέμπτης ὥρας ἐντός. ὁμοίου δὲ αὐτῷ διαμένοντος τοῦ πυρετοῦ σύνοχον εἶναι προσεδοκήσαμεν ἐπὶ σήψει. καὶ τοίνυν καὶ οὕτως ἀπέβη. θεασάμενοι γὰρ αὐτὸν ὥρας που δευτέρας νυκτὸς ἐν ἴσῳ μεγέθει, τὸν διὰ τρίτης παροξυσμὸν ἤτοι γ’ ἐσόμενον ἢ οὐκ ἐσόμενον, ἀκριβῶς ἠβουλήθημεν παραφυλάξαι νυκτὸς ὥραν ἑβδόμην τὴν ὕποπτον ἔχοντα. ὄρθρου δὴ βαθέος ἐπὶ τὸν ἄνθρωπον ἐλθόντες εὕρομεν ὅπερ ἠλπίσαμεν. οὔτε γὰρ ὁ διὰ τρίτης ἐγεγόνει παροξυσμὸς ἐφαίνετό τε βραχύ τι μικρότερος ὁ πυρετὸς οὗ κατελείπομεν ἐπὶ τῆς ἑσπέρας. ὡς δὲ καὶ τῆς μεσημβρίας ἰδὼν αὐτὸν, ἦν ἤδη βεβαιότατος ἀφαιρεῖν τι βραχὺ καὶ σύνοχον εἶναι παρακμαστικὸν, ἄμεινον ἐδόκει θρέψαι καὶ τόθ’ ὁμοίως τὸν ἄνθρωπον. διελθούσης δὲ καὶ τῆς τετάρτης νυκτὸς ἐναργῶς ἐλάττων ἑαυτοῦ κατὰ τὴν τετάρτην ἡμέραν
615
ἦν, ἐν ᾗ πάλιν ὁμοίως αὐτὸν θρέψαντες ἠκολουθήσαμεν ἀφαιροῦντες τοῦ μεγέθους, δι’ ὅλης τε τῆς ἡμέρας ἐκείνης καὶ τῆς ἐπιούσης νυκτὸς τῆς πέμπτης, ὥστ’ ἐναργῶς τῇ πέμπτῃ τῶν ἡμερῶν ἐλάττονα φαίνεσθαι τοῦ πρόσθεν. ἀνάλογον δὲ τῇ μειώσει τοῦ πυρετοῦ καὶ ἡ τῶν οὔρων πέψις προὐχώρει. καὶ ἦν δῆλον ὡς κατὰ τὴν ἑβδόμην ἡμέραν παύσαιτο, καὶ οὕτως ἐγένετο. παρακμαστικὸς οὖν ἀκριβῶς οὗτος ἡμῖν ὁ σύνοχος ἐπὶ σήψει χυμῶν ὤφθη. πολλοὺς δ’ ἄλλους συνόχους ἐθεασάμεθα τοὺς μὲν ἐπακμαστικοὺς, τοὺς δὲ ὁμοτόνους, ἢ ἀκμαστικοὺς, ἢ ὅπως ἄν τις ἐθέλοι καλεῖν, ἐνίους δ’ ὥσπερ καὶ οὗτος ὁ προειρημένος παρακμαστικούς· καὶ τινὰς μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν τὰ τῆς σήψεως ἔχοντας γνωρίσματα, τινὰς δ’ ἐν τῇ τρίτῃ σχόντας, ᾒ τὸ πλεῖστόν γε τῇ τετάρτῃ, ποτὲ μὲν ἀμαθίᾳ τῶν ἰατρῶν μὴ τεμνόντων τὴν φλέβα, ποτὲ δ’ αὐτῶν τῶν καμνόντων δειλίᾳ. τῶν γὰρ ἐπ’ ἐμφράξει μόνῃ πυρεξάντων οὐδεὶς μετέπεσεν εἰς τὸν ἐπὶ σηπεδόνι πυρετὸν ἀποχέαι τι φθασάντων αἵματος. ἰσχυρᾶς μὲν
616
οὖν ὑπαρχούσης τῆς δυνάμεως καὶ τῆς ἡλικίας συγχωρούσης, ἄχρι λειποθυμίας ἄμεινον ἄγειν. εἰ δέ τι τούτων ἐνδέοι κατά τι, βέλτιον ἀφελεῖν μὲν ὅσον ἂν ἱκανὸν εἶναι φαίνηται, τήν γε πρώτην· ἐπαφαιρεῖν δ’ αὖθις ὅσον ἐνδέοι. μὴ φλεβοτομηθέντες γὰρ οἱ οὕτως πυρέττοντες εἰς ἔσχατον ἥκουσι κινδύνου, πλὴν εἴ ποτε ῥώμη δυνάμεως, ἢ αἱμοῤῥαγία λάβρος, ἢ ἱδρὼς πολὺς ἐξαρπάσειεν αὐτοὺς ὀλέθρου προφανοῦς. ἀλλ’ ὅμως ἔνιοι τῶν ἰατρῶν ὁρῶντες τὴν φύσιν ἐναργέστατα δι’ αἱμοῤῥαγίας ἐκσώζουσαν οὐκ ὀλίγους τῶν οὕτω κινδυνευόντων, ἀποδιδράσκουσι τὴν φλεβοτομίαν, οὔτ’ ἐμπειρίαν οὐδεμίαν οὔτε λόγον ἀληθῆ προστησάμενοι. τούτους μὲν οὖν ἐάσωμεν αὐτάρκως γε πρὸς αὐτοὺς διειλεγμένοι καθ’ ἓν ὅλον γράμμα τὸ περὶ φλεβοτομίας πρὸς Ἐρασίστρατον, αὐτοὶ δ’ αὖθις ἐπὶ τὸ προκείμενον ἴωμεν.

Ἦν δ’ ἐν τῷ νῦν λόγῳ προκείμενον ὑπὲρ ἐκείνων διελθεῖν τῶν ἰατρῶν ὅσοι στεγνώσεσιν ἕπονται ταῖς δι’ ἔμφραξιν. οὓς, εἰ μὲν ἄνευ σηπεδόνος εἶεν, ἐκ τοῦ τῶν

617
ἐφημέρων ἔφασκον ὑπάρχειν γένους, εἰ δέ τις αὐτοῖς ἢ ἐξ ἀρχῆς εὐθέως ἢ ἐξ ὑστέρου σῆψις ἐπιγίγνοιτο, κατὰ μὲν ἁπάσας τὰς φλέβας καὶ μάλιστα τὰς μεγάλας συνισταμένης αὐτῆς τοὺς συνόχους γεννᾶσθαι πυρετοὺς, ἐν ἑνὶ δὲ μορίῳ τοῦ ζώου τοὺς κατὰ περίοδόν τινα παροξυνομένους. ἀλλὰ περὶ μὲν τούτων αὖθις. ὃ δὲ χρὴ καὶ δὶς οἶμαι καὶ τρὶς καὶ πολλάκις αὖθίς τε καὶ αὖθις εἰπεῖν, εἰ μέλλοιεν οἱ οὕτως νοσοῦντες ὀρθῶς θεραπευθήσεσθαι, τὸ τῆς φλεβοτομίας παραληπτέον ἐστίν. ὅσοις γὰρ ἐπὶ πλήθει χυμῶν δυσδιάπνευστον τὸ σῶμα γενόμενον ἤθροισε τοσαύτην θερμασίαν ὡς ἤδη πυρέττειν, ἀφαιρεῖν αἵματος χρὴ τοσοῦτον ἂν ὅσον ἡ δύναμις φέρει, γινώσκοντας ὡς εἰ μὴ παραληφθείη τὸ βοήθημα τοῦτο, πνιγήσεσθαι τοὺς οὕτω διακειμένους τὴν φύσιν, ἢ συγκόπτεσθαί γε πάντως αὐτοὺς, εἰ μήποθ’, ὡς εἴρηται, ῥώμη τῆς φύσεως ἢ ἱδρὼς πάμπολυς αὐτοὺς ἢ λάβρος αἱμοῤῥαγία ῥύσηται τοῦ θανάτου. δῆλον μὲν οὖν ἐστὶ, κᾂν ἐγὼ μὴ λέγω, τοῖς γε τὸ περὶ πλήθους γράμμα καλῶς ἀναλεγομένοις, οὐδὲν δ’ ἧττον
618
εἰρήσεται καὶ πρὸς ἡμῶν ὅτι νῦν ὁ λόγος ἐστὶν οὐ περὶ τοῦ πρὸς τὴν δύναμιν πλήθους. οὔτε γὰρ ἐμφράττει τοῦτο τὰ στόματα τῶν ἀγγείων, ὡς κωλύειν τὴν ἀνάψυξιν, οὔτε τείνει τοὺς χιτῶνας αὐτῶν οὔτ’ ἔρευθος οὔτ’ ὄγκον ἐργάζεται, πολὺ δὲ δὴ μᾶλλον οὐδὲ τὰς τῆς σαρκὸς ἢ τοῦ δέρματος ἐπέχει διαπνοάς. ἀλλὰ περὶ τοῦ μηκέτι δυναμένου χωρεῖσθαι πρὸς τῶν ἀγγείων, ὃ καὶ διὰ τοῦτ’ αὐτὸ ῥηγνύναι τε καὶ ἀναστομοῦν εἴωθεν αὐτὰ καὶ τἄλλα συμπτώματα τὰ νῦν εἰρημένα φέρει τὴν ἔμφραξιν, τὴν τάσιν, τὸν ὄγκον, τὸ ἔρευθος, ὁ σύμπας μοι λόγος ἐπεράνθη τε καὶ νῦν οὐχ ἧττον περανθήσεται. τὸ γάρ τοι πλῆθος τοῦτο χρηστὸν ὂν συναύξεσθαι πέφυκε τῇ ῥώμῃ τῆς δυνάμεως· ὡς εἴ γε βαρύνειέ ποτ’ αὐτὴν, οὔτ’ αὐξηθήσεται τοῦ λοιποῦ καὶ παύσεται χρηστὸν ὑπάρχον. εἰ γὰρ ἅπαξ ἀπολέσειε τὸν ἐκ τῆς φύσεως κόσμον, ἀδύνατον αὐτῷ μὴ σαπῆναι, διότι μηδ’ ἄλλο μηδὲν ὑγρὸν καὶ θερμὸν σῶμα τουτωνὶ τῶν ἐκτὸς ὁρῶμεν ἄσηπτον διαμένον. ταῦτά τοι χρὴ σπεύδειν ἀφαιρεῖν τοῦ αἵματος, ὅπως ἡ τῶν ἀγγείων φύσις ἐκ τοῦ διαπνεῖσθαί τε καὶ ῥιπίζεσθαι
619
τὴν φυσικὴν εὐκρασίαν φυλάττουσα κατὰ τὸν ἐξ ἀρχῆς τρόπον ἐπικρατῇ τῶν χυμῶν· ὡς εἴ γε δύσκρατος γενομένη κάμοι, κίνδυνος αὐτοῖς σαπῆναι. ἡ δυσκρασία δ’ ἐν αὐτῇ γίνεται διὰ τὴν τοῦ πυρετοῦ θέρμην. ἣν ὅταν τις ἀμαθὴς ἰατρὸς αὐξήσῃ τῷ μὴ κενῶσαι τὸ τῆς στεγνώσεως αἴτιον, ἄπορος ἡ λοιπὴ πᾶσα βοήθεια γίγνεται. τοῦ μὲν γὰρ πλήθους κενοῦσθαι δεομένου, τῆς θέρμης δ’ ἐμψύχεσθαι, μάχη καὶ στάσις εἰς ἄλληλα τοῖς ἰωμένοις βοηθήμασι γίγνεται, τῶν μὲν ἐμψυχόντων, εἰ καὶ τὴν εὐκρασίαν ἐκπορίζοιτο τῇ φύσει, κατεχόντων γοῦν τὸ πλῆθος ἐν τῷ σώματι, τῶν δὲ τῇ μανώσει τοῦ δέρματος ἐκκενούντων αὐτὸ θερμαινόντων ἁπάντων, ὥστ’ εἰ μὲν τοῦτο κενοῦν ἐθέλοις, αὐξήσεις τὸν πυρετὸν, εἰ δ’ ἐκεῖνον ἐμψύχειν, καθέξεις τοῦτο. ταύτην τὴν ἀπορίαν τῶν ἰαμάτων οἱ μὴ κενώσαντες εὐθὺς ἐξ ἀρχῆς ἐργάζονται, πεισθέντες Ἐρασιστράτῳ τῷ μηδὲ τὰς αὐτομάτους αἱμοῤῥαγίας μιμήσασθαι δυνηθέντι. κάλλιστον μὲν οὖν εὐθέως ὡς ἐθεάσω διαπαντὸς ἡμᾶς ποιοῦντας, οὐχ ἡμερῶν ἀριθμῷ ἐπὶ παντὸς πράγματος προσέχειν τὸν νοῦν, ἀλλὰ τῇ ῥώμῃ μόνῃ τῆς δυνάμεως
620
ἐπὶ τῶν τοιούτων πυρετῶν· εἰ γὰρ αὐτὴ διασώζοιτο, μὴ μόνον ἑκταίους ἤ ἑβδομαίους, ἀλλὰ καὶ κατὰ τὰς ἑξῆς ἡμέρας φλεβοτομεῖν. εἰ δ’ ἀναγκασθείης ποτὲ θεραπεύειν ἄῤῥωστον, ᾧ μὴ μόνον ἔμπροσθεν παρελείφθη τὸ τῆς φλεβοτομίας βοήθημα, ἄλλα καὶ νῦν ἤτοι διὰ τὴν ἀμαθίαν τῶν ἰατρῶν, ἢ τὴν τοῦ κάμνοντος, ἢ τὴν τῶν οἰκείων αὐτῶν δειλίαν, ἐπὶ προήκοντι τῷ χρόνῳ κωλυθείης ἀφαιρεῖν αἵματος, ἐπὶ τὴν τοῦ ψυχροῦ δόσιν ἔρχεσθαι διορισάμενος ἀκριβῶς ὁπόση τις ἐξ αὐτοῦ γενήσεται βλάβη. μικρᾶς μὲν γὰρ ἢ οὐδ’ ὅλως ἐσομένης διδόναι πίνειν ἀκραιφνὲς ψυχρὸν ὅσον ἄν ὁ κάμνω βούληται· ἔτι καὶ μᾶλλον θαῤῥῶν, εἰ ψυχροπότης εἴη. μεγάλης δὲ τῆς βλάβης προσδοκωμένης ἀφίστασθαι μὲν τῆς δόσεως, τοῖς δὲ ἄλλοις χρῆσθαι βοηθήμασιν, ἃ τάς τ’ ἐμφράξεις ἐκφράττει καὶ τὸ πλῆθος κενοῖ καὶ πραΰνει τὸ ζέον τῶν πυρετῶν. αἱ δ’ ἐξ ἀκαίρου ψυχρᾶς πόσεως ἢ ἀμέτρου βλάβαι κατὰ τάδε γίγνονται, τοὺς γλίσχρους καὶ παχεῖς καὶ πολλοὺς χυμοὺς, εἴτ’ ἔμφραξιν, εἴτε σῆψιν, εἴτε φλεγμονὴν, εἴτε
621
ἐρυσιπελατώδη διάθεσιν, ἢ σκιῤῥώδη τύχοιεν, ἢ οἰδηματώδη πεποιημένοι, κωλύει λεπτύνεσθαί τε καὶ διαφορεῖσθαι. ὅταν οὖν ἐκ τούτων μὲν ὁ πυρετὸς ἀνάπτηται, μηδὲν δὲ εἰς τὴν κένωσιν αὐτῶν ἡ τοῦ ψυχροῦ δόσις ὠφελῇ, παραχρῆμα μὲν οὐκ ὀλίγην φέρει τὴν ῥᾳστώνην ἐπὶ τὸ σβέσαι τὸν ἤδη γεγονότα πυρετὸν, ἅτε δὲ διαμενούσης τῆς αἰτίας αὖθις ἕτερον ἀναγκαῖον ἀνάπτεσθαι καὶ πολλάκις γε χαλεπώτερον τοῦ πρόσθεν, ὅταν ἐκ τοῦ ψυχροῦ πυκνωθῇ τὸ σῶμα. τουτὶ μὲν δή σοι βλάβης εἶδος ἕν οὐκ εὐκαταφρόνητον. ἕτερον δὲ τοιόνδε· πολλὰ τῶν ἀσθενεστέρων τοῦ κάμνοντος μορίων εἴτε διὰ φυσικὴν δυσκρασίαν εἴτε δι’ ἐπίκτητον βλάβην ὑπὸ τοῦ ψυχροῦ πλήττεται. τῷ μὲν γὰρ στόμαχος ἔπαθεν οὕτως ἰσχυρῶς ὡς μόγις καταπίνειν, τῷ δ’ ἡ γαστὴρ ὡς μόγις πέττειν, ἄλλῳ δὲ τὸ στόμα τῆς γαστρὸς, ἢ τὸ ἧπαρ, ἢ τὸ κῶλον, ἢ ὁ πνεύμων, ἢ αἱ φρένες, ἢ καὶ νὴ Δία νεφροὶ καὶ κύστις ἤ τι τοιοῦτον ἕτερον ὑπὸ τοῦ ψυχροῦ πληγὲν ἄῤῥωστον εἰς τὴν οἰκείαν ἐνέργειαν ἐγίνετο. τινὲς δὲ αὐτῶν ἐξ ἀκαίρου τε καὶ ἀμέτρου πόσεως οὐκ εἰς μακρὰν οὐδ’ εἰς
622
ὕστερον, ἀλλ’ αὐτίκα δυσπνοίαις καὶ σπασμοῖς καὶ τρόμοις ἁλίσκονται καὶ συλλήβδην εἰπεῖν κακοῦνται πᾶν τὸ νευρῶδες γένος. οἶδ’ ὅτι φοβερὸν ἄν σε πρὸς τὴν τοῦ ψυχροῦ δόσιν εἰργασάμην ἐξ ὧν εἶπον, εἰ μή με πολλάκις ἐθεάσω μὲν χρησάμενον, ἀεὶ δ’ ὠφελήσαντα χωρὶς τοῦ βλάψαι τι τὸν κάμνοντα σαφές. ὅσοις μὲν γὰρ ἐν κυρίῳ μορίῳ φλεγμονώδης ὄγκος ἢ οἰδηματώδης ἢ σκιῤῥώδης ἐστὶν, οὐ χρὴ τούτοις διδόναι τὸ ψυχρόν· οὐ μὴν οὐδ’ ὅσοις ἔμφραξις ἢ σῆψις χυμῶν ἄπεπτος. εἰ δ’ ἐναργῆ βλέποις τὰ τῆς πέψεως σημεῖα, χωρὶς τῶν εἰρημένων ὄγκων ἐκεῖνο μόνον ἔτι διάσκεψαι, μή τι μόριον οὕτω ψυχρὸν εἴη τὴν κρᾶσιν ὡς εἰς αὐτὸ κατασκῆψαι τὴν βλάβην. ἐρυσίπελας δὲ τὸ γοῦν ἀκριβὲς οὐκ ἄν ἄλλως ἰάσαιο. συμμιγὲς δ’ εἴπερ εἴη φλεγμονῇ, τὰ τῆς πέψεως ἀναμεῖναι χρὴ γνωρίσματα. ταῦτα μὲν οὖν ἐπιπλέον ἢ κατὰ τὴν ἐνστῶσαν ὑπόθεσιν, ὅθεν ἴσως καὶ αὖθις ἀναγκαῖον ἔσται ποτὲ δόσεως ψυχροῦ μνημονεῦσαι. νυνὶ γὰρ ὁ μὲν ἕτερος τῶν συνόχων ἐμφράξει μόνῃ τὴν γένεσιν εἶχεν, ὁ δ’ ἕτερος
623
ἅμα σήψει καθ’ ὅλας τὰς φλέβας. ὅταν οὖν ποτ’ ἐπ’ αὐτῶν ἴδῃς τὰ τῆς πέψεως τῶν χυμῶν σημεῖα, περὶ ὧν αὐτάρκως ἐν τοῖς περὶ κρίσεων εἴρηται, θαῤῥῶν διδόναι τὸ ψυχρόν. ἡ γάρ τοι φύσις τῶν στερεῶν τοῦ ζώου μορίων ῥωσθεῖσα τοῖς προλελεπτυσμένοις ἐπιτίθεται χυμοῖς· ὥσθ’ ὅσοι μὲν χρηστοὶ καὶ τρέφειν ἱκανοὶ, τούτους μὲν ἕλκειν εἰς ἑαυτὰ, τοὺς δ’ ἀχρήστους ἐκβάλλειν ἤτοι διὰ τῆς γαστρὸς ἢ διὰ τοῦ δέρματος. εἰ δὲ ψυχροπότης ὁ κάμνων εἴη, πάνυ θαῤῥῶν δίδου τὸ ψυχρὸν, αὐτῇ τῇ πείρᾳ δεδιδαγμένος ἀνέχεσθαι πάντα τὰ σπλάγχνα τῆς ὁμιλίας αὐτοῦ. πάντως γὰρ εἴ τι ψυχρὸν οὕτως ὑπῆρχεν ὡς πλήττεσθαι πρὸς αὐτοῦ κατὰ τὸν τῆς ὑγείας χρόνον, ἐναργῆ τὴν βλάβην ἐνεδείξατο ἄν· μηδενὸς δὲ μηδὲν μορίου βλαβέντος οὐδ’ ἂν ἐν τῷ πυρέττειν βλαβείη τι. ὅπου γὰρ καὶ ἀήθεις ἔνιοι ψυχροῦ, διὰ καυσώδη πυρετὸν ἀναγκασθέντες πιεῖν οὐδὲν ἐβλάβησαν, οὔ που γε τῶν ἐθάδων ἄν τις βλαβείη, πρόβλημα μέγιστον ἔχων ἐξ ἐπιμέτρου τὸ πλῆθος τῆς θερμασίας. αὕτη γὰρ ἐν ταῖς εὐρυχωρίαις
624
τῶν ἀγγείων πολλὴ περιεχομένη, τῆς ἀερώδους οὐσίας ἐν αὐτοῖς καὶ προσέτι τῶν χυμῶν ἁπάντων ἐκπεπυρωμένων, ὅσον ὑπὸ τοῦ ψυχροῦ πάσχει ψυχομένη, τοσοῦτον εἰς αὐτὸ δρᾷ θερμαίνουσα. καὶ διὰ τοῦτο τοῖς ὀλίγον αἷμα καὶ σάρκας ἔχουσιν ἡ πόσις τοῦ ψυχροῦ σφαλερωτέρα· ταχὺ γὰρ ἐπὶ τὰ στερεὰ τοῦ ζώου μόρια διικνεῖται, μηδενὶ προσεντυγχάνων ὑφ’ οὗ θραυσθήσεται. διὰ τοῦτο δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν οὔτ’ ἀκραιφνοῦς ὁμοίως οὔτε πολλοῦ χρῄζουσι τοῦ ψυχροῦ, λεπτοῖς καὶ ὀλιγαίμοις τοὐπίπαν ἐγγινόμενοι σώμασιν. ἀλλὰ περὶ μὲν ἐκείνων αὖθις εἰρήσεται· ἰάματα δὲ σύνοχων πυρετῶν δύο ταῦτ’ ἐστὶ μέγιστα, φλεβοτομία καὶ ψυχρόν. ἀλλ’ ἐκείνη μὲν ἐν παντὶ καιρῷ, φερούσης γε τῆς δυνάμεως· ἡ δὲ τοῦ ψυχροῦ πόσις, ὅταν μὲν τοῖς σφυγμοῖς καὶ τοῖς οὔροις τὰ τῆς πέψεως ἐναργῆ σημεῖα βλέπῃς, μέγιστος δὲ πυρετὸς εἴη. προσεπιβλέπειν δὲ τοῖς τῆς φλεβοτομίας σκοποῖς τά τε προηγούμενα καὶ τὰ πάντως ἐπακολουθήσοντα. προηγησαμένης γὰρ ἀπεψίας σιτίων, τοσοῦτον χρόνον ἀναβάλλεσθαι κέλευε τὴν φλεβοτομίαν ὅσος
625
ἄν ἱκανὸς εἶναί σοι δόξῃ πρός τε τὴν πέψιν αὐτῶν καὶ τὴν τῶν περιττωμάτων ὑποχώρησιν. ἑπομένης δέ τινος ἐξ ἀνάγκης κενώσεως, ἀπολιπεῖν αὐτῇ τοῦ περιττοῦ τοσοῦτον ὅσον μέλλει κενώσειν. ὥστε εἴτε καταμήνια τύχοι κινηθέντα κατὰ τὸν τῆς φλεβοτομίας καιρὸν, εἴτ’ αἱμοῤῥοῒς ἀναστομωθεῖσα θεασάμενος τοῦ φερομένου τὴν ὁρμὴν, εἰ μὲν ἱκανὸν αὐτὸ φαίνοιτο μόνον ἐκκενῶσαι τὸ δέον, ἐπιτρέπειν τῇ φύσει τὸ σύμπαν· εἰ δὲ μὴ, τοσοῦτον ἀφαιρεῖν αὐτοῦ, ὡς ἐξ ἀμφοῖν συντεθέντων ἀνυσθῆναι τὸ προσῆκον. ὥσπερ δ’ ἐπὶ τούτων τὴν φυσικὴν κένωσιν αἰσθητὴν οὖσαν οὐ μικρὸν χρὴ τίθεσθαι σκοπὸν, οὕτως ἑτέρωθι τὴν φύσιν ἢ τὴν ἡλικίαν ἢ τὴν κατάστασιν. ἔνιοι μὲν γὰρ εὐδιαφόρητοι φύσει, παῖδες δ’ ἀεὶ διὰ τὴν ἡλικίαν· ἡ κατάστασις δ’ ὅταν ᾖ θερμή τε ἄγαν καὶ ξηρά. καλῶ δὲ δηλονότι κατάστασιν τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, ἐν ᾗ καὶ χώρα καὶ ὥρα περιείληπται· καὶ γὰρ καὶ τούτων ἑκάτερον ἔχει τὴν ἔνδειξιν ἐκ τῆς τοῦ περιέχοντος κράσεως. εὐδιαφόρητοι
626
δ’ εἰσὶν οἱ ὑγροὶ τὴν φύσιν ἅπαντες καὶ μᾶλλον ἅμα θερμότητι, καὶ οἱ ἀραιοὶ τὴν ἕξιν, ἔτι δ’ οἷς τὸ στόμα τῆς γαστρὸς ἢ πικρόχολον, ἢ ἄῤῥωστον, ἢ πέρα τοῦ δέοντος αἰσθητικόν. οὗτοι μὲν οὖν οἱ ἀντιπράττοντες τῇ φλεβοτομίᾳ σκοποί. συνενδεικνύμενοι δ’ αὐτὴν τῇ πρώτως χρῃζούσῃ διαθέσει, σκληρὰ μὲν ἡ ἕξις καὶ πυκνὴ καὶ τὸ σύμπαν φάναι δυσδιαφόρητος· ὑγρὸν δὲ ἢ ψυχρὸν τὸ περιέχον. εὐλόγως δήπου τὰ μὲν συνενδείκνυται τὴν φλεβοτομίαν, τὰ δὲ ἀντενδείκνυται· κένωσις μὲν γὰρ αὐτῆς ὁ σκοπός. τῶν δ’ εἰρημένων τὰ μὲν ἐπέχει τὰς διαπνοὰς, τὰ δὲ προτρέπει· καὶ τὰ μὲν εὐκένωτά ἐστι, τὰ δὲ οὔ. κωλύει μὲν οὖν διαπνεῖσθαι τὰ σώματα στέγνωσίς τε τῶν πόρων καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ὑγρότης τε καὶ ψύξις, προτρέπει δὲ τὰ τούτων ἐναντία. τῶν κενουμένων δ’ αὐτῶν τὰ μὲν ὑγρὰ καὶ θερμὰ καὶ λεπτὰ διαφορεῖται τάχιστα, τὰ δὲ παχέα καὶ γλίσχρα καὶ ψυχρὰ δυσδιαφόρητά ἐστι. ταυτὶ μὲν οὖν εἴς γε τὰ παρόντα περὶ φλεβοτομίας
627
τε καὶ ψυχρᾶς πόσεως ἐγνῶσθαι κάλλιον. ἅπερ ἀμφότερα πολλοὺς ἐθεάσω δεδιότας ἀγυμνάστους ἰατρούς· ὦν τοὺς μὲν αἱμοφόβους, τοὺς δὲ ψυχροφόβους ὀνομάζομεν, ὥσπερ ὑδροφόβους τοὺς λυττῶντας· εἰσὶ γὰρ ἀμέλει καὶ τούτων ἔνιοι διὰ τὴν περὶ τὰ δόγματα σπουδὴν οὐκ ἐν βραχείᾳ λύττῃ. καταλιπόντες οὖν αὐτοὺς ἐχώμεθα τῶν ἔξ ἀρχῆς ἡμῖν προκειμένων ἀναμνησθέντες, ὡς ἐκ τῶν ἐφημέρων πυρετῶν ὁ λόγος εἰς τοὺς συνόχους ἀφίκετο τῇ κοινωνίᾳ τῶν συμβαινόντων αὐτοῖς. ἐπειδὴ γὰρ ἡ τῆς ἐμφράξεως διάθεσις, ὅταν μὲν αὐτή τε σμικρὰ τύχοι καὶ καλῶς παιδαγωγηθῇ, τὸν ἐφήμερον ἐργάζεται πυρετόν. ὅταν δ’ ἤτοι διὰ μέγεθος ἢ διὰ ἀμαθίαν ἰατρῶν ἐκπέσοι τοῦ συνήθους χρόνου τῶν ἐφημέρων, ἤτοι σύνοχον ἤ τινα τῶν περιοδιζόντων, εἰκότως ὁ περὶ τοῦ τοῖς ἐφημέροις ὁμογενοῦς συνόχου λόγος ἡμᾶς ἐξεδέξατο· διὰ δὲ τούτων εὐθέως καὶ ὁ τοῦ μετὰ σήψεως χυμῶν. ἔδοξέ τε βέλτιον εἶναι σαφηνείας ἕνεκα καὶ
628
γυμνασίας ἑνὸς ἀῤῥώστου μνημονεῦσαι καθ’ ἑκάτερον εἶδος τῶν πυρετῶν.

Ἐπεὶ τοίνυν πέπρακται τοῦθ’ ἡμῖν, ἐναργῶς τε δέδεικται δι’ αὐτῶν, ὅπερ ἐν τῷ πρὸ τούτου γράμματι κατὰ τὴν τελευτὴν ἐλέχθη, τὸ χρῆναι τὰς ἐνδείξεις ἐπὶ τῶν ἄλλων πυρετῶν, ὅσοι μηκέτ’ εἰσὶν ἐφήμεροι, μὴ μόνον ἀπὸ τῶν ἐν ἐκείνῳ τῷ λόγῳ διδαχθέντων σκοπῶν, ἀλλὰ καὶ τῆς τῶν πυρετῶν ἐργαζομένης αἰτίας καὶ τῆς τοῦ κάμνοντος δυνάμεως λαμβάνεσθαι, πάλιν ἐπὶ τὴν καθόλου γυμνασίαν ἀνέλθωμεν, εὖ εἰδότες ὡς οὐχ οἷόν τ’ ἐστὶ τέχνης οὐδεμιᾶς ἐπιστήμην κτήσασθαι χωρὶς τοῦ μέθοδον μέν τινα διὰ τῶν καθόλου λεγομένων θεωρημάτων, ἄσκησιν δὲ διὰ τῶν ἐν μέρει λαμβάνειν παραδειγμάτων. οὔτε γὰρ οἷόν τε χωρὶς τοῦ γυμνάσασθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος ἐπὶ τῶν καμνόντων, ἃ χρὴ πράττειν· οὔτ’ αὐτὴν τὴν γυμνασίαν ἐγχωρεῖ γίγνεσθαι προσηκόντως ἄνευ τῆς τοῦ καθόλου γνώσεως· ἐν ἐκείνοις μὲν γὰρ ἡ μέθοδος, ἡ δ’ ἄσκησις ἐν τοῖς κατὰ μέρος. ὥσπερ οὖν ὅσοι βαδίσαι τινὰ ὁδὸν ἐφίενται τοῖς σκέλεσιν ἀμφοτέροις ἐν

629
μέρει χρῶνται, θατέρῳ δ’ εἴ τις σκάζων μόνω χρῷτο, παμπόλλῳ τε χρόνῳ καὶ μετὰ τοῦ σφάλλεσθαι πολλάκις ἀνύσει τὴν πορείαν, οὕτως ὅστις ἐπὶ τέλος ἡστινοσοῦν ἀφικέσθαι τέχνης ἐθέλει, χρηστέον αὐτῷ τοῖς δύο τούτοις οἷόν περ σκέλεσιν ἢ ὀργάνοις ἢ ὅπως ἄν τις ὀνομάζειν βούληται· μεθόδῳ μὲν ἐν τοῖς καθόλου θεωρήμασιν, ἀσκήσει δ’ ἐν τοῖς κατὰ μέρος.