De methodo medendi

Galen

Galen, De methodo medendi

Ἐάσαντες οὖν αὐτοὺς, πάλιν ἐπὶ τὸ προκείμενον ἴωμεν. ἔστι τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς εἰ μή τις ἅπαντα τὸν ἀριθμὸν τῶν νοσημάτων ἐξεύροι μεθόδῳ, πταίσει μέγιστον πταῖσμα κατὰ τὴν ἀρχὴν εὐθὺς αὐτῆς τῆς θεραπευτικῆς μεθόδου· πρόδηλον γὰρ ὡς τοσούτους χρὴ τρόπους εἶναι τῆς ἰάσεως ὅσαιπερ καὶ αἱ τῶν νοσημάτων ἰδέαι. τὸ τοίνυν μήτ’ ἄπειρα ποιῆσαι τὰ νοσήματα ταῖς κατὰ μέρος ἰδιότησι προσέχοντας μήτ’ εὐθὺς ἐν τοῖς πρώτοις καταμεῖναι γένεσιν οὐ τοῦ τυχόντος ἐστὶν, ἀλλ’ ἀνδρὸς, ὡς καὶ πρόσθεν ἐδείκνυτο, πάνυ γεγυμνασμένου κατὰ τὰς διαιρετικὰς μεθόδους. ἀρχὴ δὲ τῆς διαιρέσεως αὐτῶν, ὥς που καὶ τοῦτ’ ἐλέγετο, τὸν λόγον τῆς οὐσίας τοῦ διαιρουμένου πράγματος ἀφορίσασθαι. καὶ τοίνυν ἐδείκνυτο πάντως μὲν ἕν τι τῶν παρὰ φύσιν ὑπαρχόντων νόσημα. τεττάρων δ’ ὄντων τῶν παρὰ φύσιν, ἤτοι τῆς βεβλαμμένης ἐνεργείας,

116
ἢ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἢ τὴν ταύτην ποιούσης αἰτίας, ἢ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων, εἴτε τὴν βλάβην τῆς ἐνεργείας εἴτε καὶ τὴν ἐργαζομένην αὐτὴν διάθεσιν ἐθέλοι τις ὀνομάζειν νόσον, οὐδὲν τοῦτο τὴν θεραπευτικὴν μέθοδον ὑπαλλάττειν ἐδείκνυμεν, εἰ τοῦθ’ ἓν μόνον γιγνώσκοι, τὸ τὴν πρώτην θεραπείαν, ἣν δήπου καὶ προσεχῆ καλοῦσιν ἔνιοι, τῆς τὴν ἐνέργειαν ἐμποδιζούσης εἶναι διαθέσεως. ἐπιδεδεῖχθαι δ’ ἡμῖν ἐλέγομεν ὡς ταύτην εὐλογώτερον εἴη προσαγορεύειν νόσημα, μὴ μέντοι κωλύειν ἡμᾶς εἴ τις ἐθέλοι τὴν μὲν τῆς ἐνεργείας βλάβην ὀνομάζειν νόσημα, τὴν δ’ ἐργαζομένην αὐτὴν διάθεσιν αἰτίαν τοῦ νοσήματος. ὑποθέμενοι δὲ καλεῖσθαι νόσημα διάθεσιν παρὰ φύσιν ἐνέργειαν βλάπτουσαν ἐζητήσαμεν ἐφεξῆς ὁπόσα τὰ σύμπαντ’ ἐστὶ νοσήματα. πρόδηλον δ’ ἦν ἐν τούτῳ τὸ δεῖν ἐξευρεῖν πρῶτον, εἴ τις ὁδῷ καὶ τάξει μέλλει προϊέναι καὶ μὴ καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν ὡς τύραννοι προστάττειν, ἥτις ποτὲ διάθεσίς ἐστιν ἡ τῆς ἐνεργείας αἰτία δραστική. ταύτην οὖν ἡμεῖς μὲν εὐκρασίαν ἐλέγομεν εἶναι θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ· καὶ διὰ τοῦθ’ ἡ πρώτη νόσος ἡ
117
ἐν τοῖς ὁμοιομερέσι, τῇ δυσκρασίᾳ τούτων ἐδείκνυτο γίγνεσθαι. ἕτερος δέ τις ἐν ὄγκοις καὶ πόροις θήσεται τὴν τούτων συμμετρίαν, καὶ διὰ τοῦτ’ ἀμετρίᾳ τῶν πόρων αὐτῶν νοσήσειν τὰ ζῶα. τὸ δὲ μήτ’ αὐτὸν ἀποφήνασθαι τολμῆσαι τῆς ἐνεργείας τὴν αἰτίαν ἐν ὁτῳδήποτε γένει τῶν ὄντων ἐστὶ, μήτε τοῖς λέγουσιν ἀντειπόντα νομίζειν ἔτι λόγῳ καὶ μεθόδῳ προϊέναι, δεινῶς ἐλέγομεν εἶναι μοχθηρὸν, ἅμα μὲν ἄφυκτον ἐργαζόμενον τὴν ἐκ τῶν ἐμπειρικῶν κατηγορίαν, ἅμα δὲ αὑτῷ μαχόμενον· ἐξ ἡμίσεος γὰρ δὴ τοὺς τοιούτους εἶναι λογικούς· ὅπως μὲν δὴ γίγνεται φλεγμονὴ καὶ σκίῤῥος καὶ οἴδημα καὶ πάνθ’ ὅσα τοιαῦτα, πολυπραγμονοῦνται, ὅτι δὲ καὶ χωρὶς τούτων ἁπάντων κατὰ δυσκρασίαν μόνην ἐνέργεια βλάπτεται μὴ γινώσκονται, ἀλλ’ ἐμπειρικῶς τὰ τοιαύτα θεραπεύονται. ὅστις οὖν βούλεται γνῶναι πόσον ἁμαρτάνουσιν οἱ τοιοῦτοι καὶ πόσον τι πλῆθος ὑπερβαίνουσι νοσημάτων καὶ ὡς πολὺ πλέον ἀγνοοῦσιν ἢ γιγνώσκουσι, τὸ περὶ διαφορᾶς νοσημάτων ἀναλεξάσθω γράμμα· μαθήσεται γὰρ ὡς ὀρθῇ μὲν ὁδῷ πρῶτος ἁπάντων Ἱπποκράτης ἐχρήσατο, δέον δ’ αὐτὴν τελειῶσαι 
118
τοὺς μετ’ αὐτὸν, οὐχ ὅπως οὐδεὶς ἐτελείωσεν, ἀλλὰ καὶ τὰ καλῶς εὑρημένα διέφθειραν οἱ πλεῖστοι. πλησίον δὲ τοῦ τελειῶσαί τε καὶ συμπληρῶσαι τὴν ὑφ’ Ἱπποκράτους παραδοθεῖσαν ὁδὸν οἱ περὶ τὸν Ἀριστοτέλην τε καὶ Θεόφραστον ἀφίκοντο, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐτελείωσαν δυνάμει διορισάμενοι τὸ μὴ ταὐτὸν εἶναι γένος τῶν νοσημάτων ἔν τε τοῖς ὁμοιομερέσι σώμασιν ἔν τε τοῖς ὀργανικοῖς ὀνομαζομένοις. ὑπὸ μὲν γὰρ τῶν ὁμοιομερῶν τὰς ἐνεργείας γίγνεσθαι καὶ διὰ τοῦτ’ εἶναι καθ’ ἕκαστον τῶν ὀργάνων ἓν ἴδιον ὁμοιομερές. ὅσα δ’ ἄλλα μετὰ τούτου συμπληροῖτο πᾶν ὄργανον, ἕνεκα χρείας τινὸς ἐκείνου τοῦ πρώτου τῆς ἐνεργείας αἰτίου γεγονέναι. καὶ τούτων μέντοι πάλιν αὐτῶν ἑκάστου κατὰ μόνας ὑπάρχειν ἐνέργειαν, οἷον ἐπὶ τῶν ὀφθαλμῶν. ἄμεινον γὰρ ἴσως, ὡς ἐν ἑτέροις ἐπὶ πλέον ἐδείξαμεν, ἐνταυθοῖ διὰ βραχέων ὑπομνήσεις ποιήσασθαι. τὸ μὲν τῆς ὄψεως ὄργανόν ἐστι τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἕκαστον δὲ τῶν ἄλλων μορίων ἐκείνου χάριν ἐγένετο. καὶ πάντων εἰρήκαμεν αὐτῶν τὰς χρείας ἐν τῷ δεκάτῳ τῆς περὶ χρείας μορίων πραγματείας.
119
ἀλλ’ εἰ καὶ ὅτι μάλιστα τοῦ κρυσταλλοειδοῦς ἕνεκεν ἐγένετο σύμπαντα, κατὰ μέρος γοῦν ἕκαστον αὐτῶν ἐνεργείας τινὸς μετέχει, κοινῆς μὲν ὅλῳ τῷ ζώῳ φλὲψ καὶ ἀρτηρία καὶ νεῦρον· οἱ δ’ ὑμένες οἱ κατὰ τὸν ὀφθαλμὸν, ὡς ἂν τρεφόμενοι δηλονότι καὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μετέχουσι δυνάμεων, ὥστε καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν. ὅταν μὲν οὖν τὸ κρυσταλλοειδὲς ὑπὸ δυσκρασίας νοσήσῃ, βλάπτεται μὲν ἡ τῶν ὀφθαλμῶν ἐνέργεια πάντως, ἀλλ’ οὐκ ἔστιν ὡς ὀργάνων αὐτῶν τὸ νόσημα. τὸ δ’ ὑπόχυμα καλούμενον οὐδενὸς μὲν ὁμοιομεροῦς ἐστι πάθους, ὅλων δὲ τῶν ὀφθαλμῶν ὡς ὀργάνων. οὕτω δὲ κᾂν εἰ γλίσχρων τινῶν ἢ παχέων χυμῶν ἔμφραξις ἐν τοῖς πέρασι τῶν κατὰ τὰ σιμὰ τοῦ ἥπατος εἴη φλεβῶν, ἐμποδισθήσεται μὲν ἡ ἀνάδοσις, ὅλου δ’ ἔσται τοῦ ἥπατος ὡς ὀργάνου τὸ πάθος, οὐδενὸς τῶν ὁμοιομερῶν αὐτοῦ μορίων νοσήσαντος. εἰ δὲ δυσκρασία καταλάβοι τὰς φλέβας, αὐτῶν μὲν ἐκείνων ἔσται τὸ νόσημα πρῶτον, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ ἥπατος. Ἐρασίστρατος μὲν οὖν ἔσφαλται περὶ τὴν οὐσίαν αὐτῆς καὶ φλεγμονῆς. οὔτε γὰρ ἐν τοῖς πέρασι
120
τῶν ἀρτηριῶν γίγνεται σφήνωσις ἐξ ἀνάγκης ἐν τοῖς φλεγμαίνουσι μορίοις οὔτε πνεῦμα μόνον ἐν τῷ κατὰ φύσιν αἱ ἀρτηρίαι περιέχουσιν, ὡς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἀπεδείξαμεν. εἰ δ’ οὖν ἐστί τι τοιοῦτον πάθος οἷον ἐκεῖνος οἴεται φλεγμονή, καὶ σκίῤῥος τοιοῦτον οἷον ἐκεῖνος νομίζει, καὶ τῶν ἄλλων ἕκαστον, ὡς αὐτὸς μὲν ἀσαφῶς ἐπὶ πολλῶν, οἱ δ’ ἀπ’ αὐτοῦ πειρῶνται διέρχεσθαι σαφέστερον, ὀλίγου δεῖν ἀπαθῆ καταλείπει τὰ στερεὰ, μόνον ἑλκωθῆναι δυνάμενα καὶ διατμηθῆναι καὶ θλιβῆναι καί τι τοιοῦτον ἕτερον ὑπομεῖναι πάθημα. νοσεῖν δ’ αὐτὰ δι’ ὅλων ἑαυτῶν οὐδαμόθι φησὶ νόσους τοιαύτας οἵας ἡμεῖς ἀπεδείξαμεν εἶναι τὰς ὀκτὼ δυσκρασίας. καὶ μὴν ὁρᾶταί γε σύμπαντα τὰ σώματα, μέχρι καὶ τῶν δυσπαθεστάτων, οἷον χαλκοῦ καὶ λίθου καὶ σιδήρου, θερμαινόμενά τε καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, καὶ θαυμαστὸν εἰ ἀρτηρία μόνη καὶ φλὲψ καὶ νεῦρον οὐδὲν τοιοῦτον πείσεται, καὶ τούτου θαυμαστότερον, εἰ πείσεται μὲν, ἐνεργήσει δὲ ἀμέμπτως, οἶον ἐπὶ τῆς καρδίας, εἰ
121
τύχοι, δύναμις μέν τίς ἐστι καὶ κατ’ αὐτὸν τὸν Ἐρασίστρατον, ᾗ διαστέλλεται καὶ συστέλλεται. καὶ βλάπτεσθαι δὲ δήπου ταύτην χρὴ, τῆς καρδίας ἐξαιρεθείσης ζῶντος τοῦ ζώου, καθάπερ πολλάκις ὁρῶμεν ἐν ταῖς ἱερουργίαις γιγνόμενον· εἰ γὰρ μηδὲν βλάπτεται, κινηθήσεται διαπαντὸς, οὐχ ἕως χρόνου τινὸς, ὡς νῦν φαίνεται. δῆλον οὖν ὅτι βλάπτεται καὶ διὰ τοῦτο παύεται κινουμένη. τίς οὖν ἡ βλάβη, καλῶς εἶχεν ἐπισκέψασθαι, δυναμένης γε δηλονότι τὴν βλάβην ἀναδέξασθαι τῆς καρδίας καὶ πρὶν ἐξαιρεθῆναι τοῦ ζώου. τίς οὖν ἄλλη πλὴν δυσκρασίας ἐστίν; οὔτε γὰρ τὸ σχῆμα φαίνεται μεταλλαττόμενον αὐτῆς, οὔτε κοιλότης τις, οὔτε σύνδεσμος οὔτε στόμιον, ἀλλ’ οὐδ’ ἄλλο μόριον οὐδὲν ἀπολλύμενον, ἀλλὰ μόνον ἡ φυσικὴ κρᾶσις ἐξαλλαττομένη. ταῦτ’ οὖν ἅπαντα τῶν ὁμοιομερῶν, ὡς εἴρηται, νοσήματα τυγχάνοντα, τελείως αὐτῷ παραλέλειπται. τὸ γὰρ δὴ τοῦ αἵματος ἐν τοῖς πέρασι τῶν ἀρτηριῶν σφηνωθέντος ἐνέργειάν τινα βλαβῆναι τῶν ἀρτηριῶν ὡς ὀργάνων ἐστὶ τὸ πάθος· ὡς δ’ ὁμοιομερῶν σωμάτων, ὀκτὼ μὲν αἱ κατὰ ψιλὰς τὰς ποιότητας δυσκρασίαι,
122
μετὰ ῥευμάτων δ’ ὀκτώ. χρὴ τοίνυν, ὅστις τὰς τούτων ἀποδείξεις ἐπιστήμῃ βούλεται περιλαβεῖν, ἀπὸ τοῦ περὶ τῶν στοιχείων ἄρξασθαι λόγου, κᾄπειθ’ ἑξῆς ἕκαστον ἀναλέξασθαι τῶν ἄλλων, ὡς εἴρηται καὶ πρόσθεν. ἔστι δ’ ἐφεξῆς μὲν ἐκείνῳ τὰ περὶ κράσεων ὑπομνήματα. καὶ τούτων ἐφεξῆς τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας. εἶτα τὰ περὶ τῶν φυσικῶν δυνάμεων, ὅσα τ’ ἄλλα περὶ τῶν ψυχικῶν εἴρηται παθῶν ἐφεξῆς ἑκάστης ἰδίᾳ. τούτοις δ’ ἕπεται τὰ περὶ χρείας μορίων, οἷς τὰ περὶ τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, οὔτε τῇ πείρᾳ μόνῃ προσέχοντες τὸν νοῦν, ἐνὸν αὐτοῖς ἀγαθοὺς ἰατροὺς γίγνεσθαι καὶ κατὰ τὴν τῶν ἐμπειρικῶν ἀγωγὴν, ὀριγνώμενοί τε τοῦ τελείου, κᾄπειτα χωρὶς ἀποδείξεως ἀποφάσεσι πιστεύοντες, ἢ μοχθηραῖς ἀποδείξεσι παραλογισθέντες, οὐ μόνον οὐδὲν ἐξευρίσκουσι χρηστὸν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμπειρίας ἐγνωσμένα διαφθείρουσιν. οὐ γὰρ δήπου σμικρὰν ἔχει δύναμιν ὁ λόγος ὡς πρὸς τὸ κοσμῆσαι τὴν ἐμπειρίαν ἢ διαφθεῖραι, ἀλλ’ ὅσον ὁ χρηστὸς ἐπικοσμῶν προστίθησιν, τοσοῦτον 
123
ἢ καὶ πλέον ὁ μοχθηρὸς ἀφαιρεῖ. καὶ ταῦτ’ ἀκούεις λέγοντος ἑκάστοτε τοῖς πολλοῖς τῶν ἰατρῶν, ὅσοι πρὶν γυμνάσασθαι κατὰ τὰς λογικὰς μεθόδους ἢ ἀποδεικνύναι τι πειρώμενοι παραλογίζονται σφᾶς αὐτοὺς, ἢ διαιρεῖν ὁτιοῦν εἰς εἴδη τε καὶ διαφορὰς, εἶτα κᾀνταῦθα κακῶν μαγείρων δίκην οὐ κατ’ ἄρθρα τέμνουσιν, ἀλλὰ συντρίβουσί τε καὶ θλῶσι καὶ διασπῶσιν, ὥσπερ κᾀπὶ τοῦ νῦν ἡμῖν προκειμένου. συμβουλεύω δὴ πᾶσιν, ὡς οἶσθα, τοῖς τοιούτοις τῇ πείρᾳ προσέχειν τὸν νοῦν. οὐ σμικρὸς γὰρ ὁ κίνδυνος ἅπαντι τῷ μειζόνων ἢ καθ’ ἑαυτὸν ὀρεγομένῳ πραγμάτων μήτ’ ἐκείνων ἐφικέσθαι καὶ τῶν ἐνδεχομένων γνωσθῆναι παντάπασιν ἀτυχῆσαι. τοῖς οὖν καὶ πεφυκόσιν εἶναι ἄριστα καὶ τοῖς μανθάνειν ἄγουσι σχολὴν, αὖθις ἡμεῖς διαλεγώμεθα, τοσοῦτον ἀναμνήσαντες αὐτοὺς ὧν εὐθύς κατ’ ἀρχὰς εἴπομεν, ὡς οὐ προσήκει συγχεῖν ἅμα καὶ φύρειν ἀμφότερα, τά τ’ ἐκ τῆς πείρας εὑρισκόμενα καὶ τὰ διὰ μόνου τοῦ λόγου, ἀλλ’ ὑπὲρ ἑκατέρων ἰδίᾳ διαλεχθέντας, αὖθις ἄμφω συναγαγεῖν. εἰρηκότες οὖν ἡμεῖς ὑπὲρ τῆς ἐμπειρικῆς
124
εὑρέσεως ἑτέρωθι, περὶ τῆς λογικῆς ἐν τοῖσδε τοῖς ὑπομνήμασι προὐθέμεθα διελθεῖν. καί μοι δοκῶ σαφῶς ἤδη δεδειχέναι, τοῖς γε τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ἀνεγνωκόσι, πρὸς οὓς ὁ μετὰ ταῦτα πᾶς ἔσται μοι λόγος, ὡς εὐθὺς ἐν ἀρχῇ μέγιστον πτῶμα πεπτώκασιν οἱ περὶ τὸν Θεσσαλόν. ἦν μὲν γὰρ οὐ σμικρὸν οὐδὲ τὸ Ἀσκληπιάδειον πτῶμα, διὰ τὸ κατ’ ἀρχὰς ἐσφάλθαι τὸν ἄνδρα περὶ τὰ τοῦ σώματος στοιχεῖα, πολὺ δ’ ἔτι μεῖζον αὐτοῦ καὶ ἀνιατότερον ἐποίησαν οἱ περὶ τὸν Θεσσαλὸν, εἰς δύο μὲν ἅπαντα τὰ κατὰ δίαιταν νοσήματα διαθέσεις ἀναγαγόντες ὁμοίως ἐκείνῳ, πολλοὺς δὲ τῶν θεραπευτικῶν σκοπῶν ἀφελόντες, οἷς ἐκεῖνος ἐχρήσατο. χείριστον δὲ καὶ ἀνιατότερον ἁμαρτάνοντες, ὅτι μήτε τὰς τῶν ἐνεργειῶν βλάβας, ἀλλὰ μηδὲ τὰς αἰτίας αὐτῶν τὰς διαθέσεις ὑπολαμβάνουσιν εἶναι νοσήματα, μόναις δὲ ταῖς κενώσεσιν ἐπεχομέναις τε καὶ πλεοναζούσαις ἀξιοῦσι προσέχειν τὸν νοῦν, οὐδ’ οὖν οὐδὲ τί ποτ’ ἐστὶ τὸ πέρα τοῦ δεόντος ἢ κενοῦσθαι τὰ ἐκ τοῦ σώματος, ἢ ἐπέχεσθαι διδάξαντες ἡμᾶς σαφῶς. ἢ γὰρ ὡς πρὸς τὴν δύναμιν, ἢ ὡς πρὸς τὴν αἰτίαν, ἢ ὡς πρὸς τὴν
125
διάθεσιν, ἢ ὡς πρὸς τὸ κατὰ τὴν ὑγείαν ἑκάστῳ τετηρημένον ἀναφέρεσθαι χρὴ τὴν τήρησιν. ὅθεν, οἶμαι, καὶ πόλεμος οὐ σμικρὸς τοῖς ἀπ’ αὐτῶν ἐγένετο κατά τε ἄλλα πάντα διενεχθεῖσι καὶ περὶ τῆς τῶν παθῶν ἐννοίας τε καὶ ὑπάρξεως. ἀλλ’ εἰ νῦν κινήσαιμι τὴν περὶ τῆς διαφωνίας αὐτῶν διέξοδον, ἀπάξω τοῦ χρησίμου τὸν λόγον. ὡς οὖν ἀνεγνωκόσιν ἤδη τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ὑπομνήματα καὶ πρὸς τούτοις ἔτι τὰ τῶν αἰτίων αὐτῶν, ἔτι τε πρὸς τούτοις ἐκεῖνα σύμπαντα διεληλυθόσιν ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα, τὸν ἑξῆς ἅπαντα ποιήσομαι λόγον, ἀρξάμενος ἐνθάδε. ἐπειδὴ τὰς ἐνεργείας ἁπάσας ἐδείξαμεν ὑπὸ τῶν ὁμοιομερῶν γιγνομένας σωμάτων, τὰ δ’ ἄλλα πάντα τὰ καθ’ ἕκαστον ὄργανον μόρια χρείαν τινὰ τούτοις παρέχοντα, διττὸν δήπου γένος ἔσται νοσημάτων, ἕτερον μὲν ἐν τοῖς ὁμοιομέρεσι σώμασιν, ἕτερον δὲ ἐν τοῖς ὅλοις ὀργάνοις· ἐν μὲν τοῖς ὁμοιομερέσιν αἱ δυσκρασίαι· τῶν δ’ ὅλων ὀργάνων ἓν μὲν τὸ παρὰ τὴν διάπλασιν, ἓν δὲ τὸ παρὰ τὸν ἀριθμὸν τῶν μορίων, ἄλλο δὲ τὸ παρὰ τὸ ποσὸν ἑκάστου, καὶ τέταρτον τὸ παρὰ τὴν θέσιν, κοινὸν δὲ τῶν ὁμοιομερῶν καὶ τῶν ὀργανικῶν
126
μορίων νόσημά ἐστιν ἡ τῆς συνεχείας λύσις. ἓξ οὖν ἐστι τὰ πάντα τῶν νοσημάτων γένη· ἓν μὲν ἴδιον τῶν ὁμοιομερῶν, ἡ δυσκρασία, τέτταρα δὲ ἑκάστου τῶν ὀργάνων, ὡς εἴρηται νῦν ἤδη, καὶ πρὸς τούτοις ἔστι. κοινὸν ὀργανικῶν τε καὶ ὁμοιομερῶν ἡ τῆς συνεχείας λύσις. αἱ δὲ καθ’ ἕκαστον αὐτῶν διαφοραὶ μέχρι τῶν ἐσχάτων εἰδῶν ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς εἴρηνται. Κ ε φ. ζ΄. Τούτων οὕτως ἐχόντων ἤδη λεκτέον ὑπὲρ τῶν θεραπευτικῶν ἐνδείξεων, αὐτὸ τοῦτο πρότερον ἐξηγησαμένους τὸ τῆς ἐνδείξεως ὄνομα. τὴν γὰρ οἷον ἔμφασιν τῆς ἀκολουθίας ἔνδειξιν λέγομεν. εὑρίσκεται μὲν κᾀκ τῆς πείρας τὸ ἀκόλουθον, ἀλλ’ οὐχ ὡς ἐμφαινόμενον τῷ ἡγουμένῳ. καὶ διὰ τοῦτο τῶν ἐμπειρικῶν οὐδεὶς ἐμφαίνεσθαί φησι τῷδέ τινι τόδε τι. καίτοι γε ἀκολουθεῖν λέγουσι τόδε τῷδε καὶ προηγεῖσθαι τόδε τοῦδε καὶ συνυπάρχειν τόδε τῷδε, καὶ ὅλως ἅπασαν τὴν τέχνην τήρησίν τε καὶ μνήμην φασὶν εἶναι τοῦ τί σὺν τίνι καὶ τί πρὸς τίνος καὶ τί μετὰ τίνος πολλάκις
127
ἑώραται. τὸν τοίνυν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενον ἐξευρίσκειν τὸ ἀκόλουθον ἄνευ τῆς πείρας ἐνδείξεις καὶ εὕρεσίν ἐστι πεποιῆσθαι. διωρισμένου δὲ καὶ τοῦδε πάλιν ἀναμνήσαντες ὅπερ ἤδη καὶ πρόσθεν εἴπομεν, ὡς ἡ θεραπευτικὴ πᾶσα μέθοδος ἄνευ τῆς ἐμπειρίας προέρχεται καὶ ὡς οὐκ ὀρθῶς ποιοῦσιν οἱ συνάγοντες εἰς ταὐτὸν καὶ συγχέοντες ἀμφοτέρας τὰς διδασκαλίας, ἐμπειρικήν τε καὶ λογικὴν, ἐχώμεθα τῶν ἑξῆς. εἴη δ’ ἂν πρῶτον ἁπάντων τῶν ἐφεξῆς, ὅπερ καὶ πρῶτον ἁπάντων ἕπεται τοῖς ὑποκειμένοις. ἕπεται δὲ πρῶτον καὶ μάλιστα τὸ δι’ ἐνδείξεως ἅπασαν γίγνεσθαι τὴν θεραπευτικὴν μέθοδον. ὅσον γὰρ ἀποκεχώρηκε τῆς ἐμπειρίας, ἔνδειξις ὀνομάζεται σύμπαν. ὥστε καὶ ὅστις ἀκριβῶς βούλεται συστήσασθαι τὴν θεραπευτικὴν μέθοδον, ἄρξασθαι μὲν αὐτὸν ἀπὸ τῶν πρώτων ἐνδείξεων χρὴ, μεταβῆναι δὲ ἐντεῦθεν ἐπὶ τὰς ἐφεξῆς, εἶτ’ αὖθις ἐπὶ τὰς ἐκείνων ἐχομένας, καὶ τοῦτο ποιοῦντα μὴ παύσασθαι πρὶν ἐφικέσθαι τοῦ τέλους αὐτῶν. τέλος δ’ ἐστὶ τῆς νῦν ἡμῖν προκειμένης πραγματείας ἐξευρεῖν ἑκάστου τῶν νοσημάτων ἰάματα. τίς οὖν 
128
ἀρχὴ τῆς ἐπὶ τοῦτο φερούσης ὁδοῦ; τοῦ νοσήματος ἡ γνῶσις, ὁποῖόν τι τὴν φύσιν ἐστὶν, ὡς ἀπεδείχθη καὶ πρόσθεν. εἰ γὰρ δὴ τὸ θεραπευόμενον αὐτὸ τοῦτ’ ἔστιν, εὔλογον δήπου καὶ τῶν ἐνδείξεων ἐντεῦθεν ἄρξασθαι. τίς οὖν ἡ γενικὴ καὶ κοινὴ πάντων τῶν νοσημάτων ἔνδειξις εὑρεῖν χρὴ πρῶτον, εἶτα ἐντεῦθεν ἐπὶ τὰς κατ’ εἴδη προελθεῖν. ἀνάγκη γὰρ δὴ τὰς νόσους ἁπάσας ἑνὸς καὶ ταὐτοῦ μεθέξει νόσους ὀνομάζεσθαι, καθάπερ, οἶμαι, καὶ ἄνθρωπον καὶ βοῦν καὶ κύνα καὶ τῶν ἄλλων ἕκαστον. ἓν γὰρ καὶ ταὐτὸν ἐν ἅπασι τοῖς ἀνθρώποις ἐστί. διὸ καὶ τῆς αὐτῆς προσηγορίας ἅπαντες ἐτύχομεν ἄνθρωποι καλεῖσθαι. παραπλησίως δὲ κᾀν τοῖς κυσὶν ἅπασιν ἕν τι καὶ ταὐτόν ἐστιν, ἐφ’ ὃ δὴ καὶ τὴν διάνοιαν ἐπερειδόμεθα νοῆσαι βουληθέντες τὸν κύνα. καὶ μὲν δὴ καὶ τοῖς ἵπποις ὁμοίως ἕν τι καὶ ταὐτὸν ἅπασιν ἐστὶν ᾗ πάντες ἵπποι καλοῦνται. μάθοις δ’ ἂν ἐναργέστερον ἐπὶ τῶν ὁμωνύμων αὐτό. τοῖς μὲν γὰρ τετράποσι ζώοις ἅπασι τοῖς ὑλακτικοῖς ἓν καὶ ταὐτὸν ὑπάρχει, τὸ τετράποσί τ’ εἶναι σύμπασι καὶ ὑλακτικοῖς. τοῖς δ’ ἐναλίοις θηρίοις τοῖς ἁρπακτικοῖς, ἃ
129
δὴ καὶ αὐτὰ κύνας ὀνομάζομεν, ἓν αὖ κᾀκείνοις ὑπάρχει ταὐτὸν, οὐχ ὑπάρχον τοῖς ἐπιγείοις. ὥστε μηδενὸς ἐκεῖνα τούτοις κοινωνεῖν ἄλλου κατὰ τὴν τῶν κυνῶν φύσιν πλὴν ὀνόματος. ἀνθρώπῳ μέντοι πρὸς ἄνθρωπον, οἷον Σωκράτει πρὸς Ἀλκιβιάδην, οὐκ ὀνόματος μόνον, ἀλλὰ καὶ τῶν ὑπαρχόντων ἐστὶν ἡ κοινωνία· καὶ γὰρ καὶ ζῶα καὶ δίποδα καὶ πεζὰ καὶ λογικὰ καὶ θνητὰ καὶ ὅλως οὐδὲν ἂν εὕροις ὑπάρχον οὐδενὶ τῶν κατὰ μέρος ἀνθρώπων ᾗ ἄνθρωπος, ὃ μὴ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει. τοῖς μέντοι χερσαίοις κυσὶ πρὸς τοὺς ἄλλους θαλαττίους ὑπάρχει πολλὰ διαφέροντα καὶ κατὰ τὴν τοῦ σώματος ἰδέαν καὶ κατὰ τὸ τῆς ψυχῆς ἦθος. ἥμερον γὰρ τοῦτο καὶ φιλάνθρωπον, ἐπίβουλον δ’ ἐκεῖνο καὶ ἄγριον, καὶ χερσαῖον μὲν τοῦτο, θαλάττιον δ’ ἐκεῖνο, καὶ τὸ μὲν τετράπουν, τὸ δὲ οὒ, καὶ τὸ μὲν ὑλακτικὸν, τὸ δὲ οὐχ ὑλακτικόν. οὐ μὴν τῶν ἐπιγείων κυνῶν ὁ μὲν ὑλακτικός ἐστιν, ὁ δὲ οὐχ ὑλακτικὸς, καὶ τετράπους μὲν ὅδε τις, ἕτερος δὲ μὴ τοιοῦτος, ἀλλὰ πᾶσι μὲν αὐτοῖς ἓν εἶδός ἐστιν ᾗ κύνες ὀνομάζονται καὶ οὐ μόνον ταῖς οὐσίαις ἔοικεν ὑπάρχειν
130
τὸ τοιοῦτον, ἀλλὰ καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς ἢ ὡς διαθέσεσιν, ἢ ὡς ἐνεργήμασιν, ἢ ὡς παθήμασιν. οἷον ἄνθρωπος περιπατῶν ἀνθρώπου περιπατοῦντος οὐδὲν διαφέρει κατ’ αὐτὸ τὸ περιπατεῖν, καὶ καιόμενος δὴ καιομένου καὶ τεμνόμενος τεμνομένου καὶ λευκὸς λευκοῦ καὶ μέλας μέλανος· ἐν μέντοι τῷ μᾶλλόν τε καὶ ἧττον ἕκαστον τούτων οὐ σμικρὰν ἔχει διαφοράν· οἷον λευκὸς μᾶλλον ἢ ἧττον· ἀλλ’ ᾗ λευκὸς, ἕν τι καὶ ταὐτὸν ἑτέρῳ λευκῷ κέκτηται· καθάπερ καὶ ᾗ ἄνθρωπος, ἕν τι ταὐτὸν ἀνθρώπῳ τῷ τυχόντι. καὶ καθ’ ἕκαστον δὴ τῶν σημαινομένων ἓν ἅπασιν ὑπάρχει ταὐτόν· οὕτω δὴ καὶ τὸ νοσεῖν καὶ τὸ ὑγιαίνειν· τὸ μὲν τοῖς νοσοῦσιν ἅπασιν ὑπάρχει, τὸ δὲ τοῖς ὑγιαίνουσιν, ἓν καὶ ταὐτὸν ἑκάτερον· καὶ ὥσπερ ἐκ τῆς ἄνθρωπος φωνῆς ἓν, οὕτω κᾀκ τῆς ὑγείας ἓν σημαίνεται. δηλοῖ δὲ καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ἡμῖν γιγνομένη πρὸς ἀλλήλους διάλεκτος, ὡς ἐν οἷς οὐκ ἔστιν ὁμωνυμία, τὸ σημαινόμενον ἓν ὑπάρχει. λέγοντος γάρ τινος ὑπὸ ἀνθρώπου πληγῆναι λίθῳ τὴν κεφαλὴν, οὐδενὶ τῶν ἀκουόντων ἀσαφὴς ὁ λόγος, οὐδ’ ἀμφίβολος, ὥσπερ εἰ καταβρωθῆναί τις, εἰ
131
οὕτως ἔτυχε, Κορίσκον ὑπὸ κυνός διηγεῖτο· τίνος γὰρ κυνός; ὁ ἀκούσας ἐρήσεται, διότι, οἶμαι, δύο ἐστὶν εἴδη κυνῶν, τὸ μὲν ἐπίγειον, τὸ δὲ ἐνάλιον. οὐ μὴν ὑπὸ τίνος γε λίθου καὶ τίνα τὴν κεφαλὴν ἐρωτήσει· καὶ γὰρ λίθου παντὸς ἓν εἶδος ᾗ λίθος ἐστὶ καὶ κεφαλῆς ἁπάσης ᾗ κεφαλὴ, κυνὸς δ’ οὐχ ἓν ᾗ κύων, ὥσπερ οὐδὲ γλώττης ᾗ γλῶττα. καὶ γὰρ καὶ αὐλοῦ καὶ ὑποδήματος καὶ ζώου μόριον ἡ γλῶττα. καὶ εἴ τινος ἀκούσαις οἰκέτῃ προστάσσοντος ὠνήσασθαι γλῶτταν, ἄδηλόν ἐστιν ἥντινα λέγει γλῶτταν· οὐ μὴν εἰ γαστέρα τις, ἢ κύστιν ἢ ἧπαρ ὠνήσασθαι κελεύοι. καθ’ ἕκαστον οὖν τῶν σημαινομένων ἕν τι πρᾶγμά ἐστιν ὑποκείμενον, οὐ μὴν καθ’ ἑκάστην γε τῶν φωνῶν ἕν· ἐνίοτε μέντοι σημαίνεται μόνον πρὸς τῆς φωνῆς, ὑπόκειται δὲ οὐδέν. ἀλλὰ περὶ μὲν τῶν οὕτω λεγομένων οὐ πρόκειται νῦν διελθεῖν. ἐν οἷς δὲ οὐ σημαίνεταί τι μόνον ἐκ τῆς φωνῆς, ἀλλὰ καὶ πρᾶγμά τί ἐστιν ὑποκείμενον, ὅσαπερ ἂν ᾖ τὰ σημαινόμενα, τοσαῦται καὶ αἱ τῶν πραγμάτων ὑπάρχουσιν ἰδέαι· τῆς μὲν φωνῆς ἓν σημαινούσης ἓν ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ τοῦ πράγματος εἶδος.
132
ἀριθμῷ μέντοι πολλὰ ταῦτα ἐγχωρεῖ γενέσθαι, καθάπερ τὸ α. καὶ διὰ τοῦτο ἑπτὰ μὲν τὰ φωνήεντά φαμεν ὑπάρχειν, στοιχεῖα δὲ τέτταρα καὶ εἴκοσι τὰ σύμπαντα, κατὰ τὴν ἡμετέραν δηλονότι διάλεκτον, ἐπὶ τὸ κοινὸν ἁπάντων εἶδος ἀποβλέποντες ἓν ὑπάρχον, οὐκ ἐπὶ τὰ κατὰ μέρος, ἐπὶ τὰ ἐν χάρταις καὶ ξύλοις καὶ διφθέραις καὶ λίθοις γεγραμμένα, πάμπολύ τι πλῆθος ὄντα καὶ μηδ’ ἀριθμηθῆναι δυνάμενα καὶ σχεδὸν εἰς ἄπειρον ἐκτεινόμενα· δύναται γοῦν ἄχρι τοῦ παντὸς αἰῶνος α καὶ β καὶ γ γράφεσθαι μυρία, κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον γραμμάτων. ἀλλὰ τά γε σύμπαντα τέτταρα καὶ εἴκοσι τὸν ἀριθμὸν εἶναί φαμεν, οὐ τὰ κατὰ μέρος προχειριζόμενοι, τὰ δ’ εἴδη μόνον, καθ’ ὧνπερ, οἶμαι, καὶ τὰ ὀνόματα φέρομεν. ἄλφα γὰρ οὐ τουτὶ μέν τι λέγεται τὸ γεγραμμένον ἐν χάρτῃ, τουτὶ δ’ οὐ λέγεται τὸ γεγραμμένον ἐν ξύλῳ, ἀλλὰ καὶ τοῦτο κᾀκεῖνο, κᾂν εἰ κατὰ τῆς γῆς γράψαις, κᾂν εἰ κατὰ λίθου, κᾂν εἰ καταξύσαις, κᾂν εἰ διὰ χρωμάτων. καὶ οὐδὲ πολλὰ τοὺς παῖδάς τις διδάσκει α καὶ β καὶ γ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ ἓν μὲν ἕκαστον, ὁμοῦ δὲ σύμπαντα τέσσαρα καὶ εἴκοσιν. οὕτως δὲ κᾂν ἵππον ἕνα 
133
δείξεις, ἢ κάμηλον παιδὶ, θεασάμενος αὖθις ἕτερον ἵππον, ἢ κάμηλον ἑτέραν, οὐκ ἐρωτᾷ τί ποτ’ ἐστὶ τὸ ζῶον, ἀλλὰ τὸ μὲν ἵππον ὀνομάζει, τὸ δὲ κάμηλον. καὶ ταὐτόν γε εἶναι ἐκεῖνό φησι τοῦτο τὸ πρόσθεν ὁραθὲν τῷ νῦν ὁρωμένῳ. καίτοι τὸ μὲν, εἰ οὕτως ἔτυχεν, ἀπέθανεν, ἕτερον δ’ ἐστὶ τὸ νῦν ὁρώμενον. οἶνον δὴ λέγουσιν οἱ ἄνθρωποι τὸν αὐτὸν χθὲς καὶ τήμερον πεπωκέναι, τῷ εἴδει δηλονότι τὸν αὐτόν· ἐνίοτε δέ φασι τρεῖς οἴνους πεπωκέναι τήμερον, ἢ νὴ Δία ἕνα, πανταχοῦ πρὸς τὸ εἶδος ἀποβλέποντες, ἐπικεῖσθαί τε μίαν, εἰ τύχοι, σφραγῖδα πεντεκαίδεκα θύραις, ἐν ἅπασι τούτοις ἐπὶ τὸ εἶδος ἀναφέροντες τὸν λόγον. οὕτω δὲ ἐναργές ἐστι καὶ φύσει πᾶσιν ὑπάρχει καὶ ἀνθρώποις καὶ βοσκήμασιν ἕτερον μέν τι ὡς ὑποκείμενον κατ’ οὐσίαν, ἕτερον δὲ ὡς εἶδος ἓν ἐπινοεῖν, ὥστε καὶ τοῖς ὄνοις, οἵπερ ἁπάντων τῶν θρεμμάτων ἀνοητότατοί γε δοκοῦσιν ὑπάρχειν, ἄλλο μὲν τὸ κατ’ εἶδος ἓν, ἄλλο δὲ τὸ κατ’ ἀριθμὸν, εἰς διαγνῶσιν ἥκει. θεασάμενος γοῦν κάμηλον ὁ ὄνος ἐξίσταταί τε καὶ φεύγει καὶ δέδιεν, εἰ μηδέποτε τύχοι θεασάμενος· εἰ μέν τοι συνεθισθείη
134
τῷ θεάματι, κᾂν ἄλλην αὐτῷ καὶ ἄλλην ἐπιδείξῃς κάμηλον, οὐκέτι δέδιεν ὑπὸ συνηθείας, ἀλλ’ ὡς ἓν εἶδος ὁρᾷ κᾀκείνην ᾗ συνειθίσθη καὶ ταύτην ᾗ πρώτως ἐντυγχάνει. οὕτω δὲ καὶ τοὺς ἀνθρώπους οὐ δέδιεν ὑπὸ συνηθείας, ἀλλ’ ὡς ἓν εἶδος ὁρᾷ καὶ τούτους· εἰ μέντοι θεάσαιτο τὸν ὀνηλάτην, οὐχ ὡς ἄνθρωπον μόνον, ἀλλὰ καὶ ὡς τόνδε τινα γνωρίζει καὶ σείει γε τὰ ὦτα πολλάκις καὶ τὴν κέρκον κινεῖ καὶ ὀγκᾶται καὶ σκιρτᾷ θεασάμενος, ἐμφαίνων ὅτι γνωρίζει τὸν οἰκεῖον. τοῦτον μὲν δὴ καὶ ὡς ἄνθρωπον καὶ ὡς συνήθη γνωρίζει· τὸν δὲ νῦν αὐτῷ πρῶτον ὀφθέντα, καθ’ ὅσον μὲν ἄνθρωπον ὡσαύτως, ὡς συνήθη δ’ οὐχ ὡσαύτως. ὥστ’ οὐ μόνον ἡμεῖς, ἀλλ’ ἤδη καὶ οἱ ὄνοι τὸ μὲν ὡς ἀριθμῷ ταὐτὸν ὁρῶσί τε καὶ διαγινώσκουσι καὶ μέμνηνται, τὸ δὲ ὡς εἴδει. καὶ τὸν Δίωνα τὸν ὀνηλάτην, ἔστω γὰρ, εἰ τύχοι οὕτως λεγόμενος, ἄλλως μὲν ὡς ἄνθρωπον, ἄλλως δὲ ὡς Δίωνα γνωρίζουσιν οἱ συνήθεις ὄνοι, τὸ μέντοι κοινὸν εἶδος αὐτοῦ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡς ἀνθρώπου λαμβάνοντες, τὸ δὲ ἴδιον ἐξαίρετον ὡς Δίωνος μόνου. καὶ τοσοῦτον τοίνυν δέον τοὺς παλαιοὺς
135
φιλοσόφους ἐπαινεῖν, ὡς μέγα τι καὶ σοφὸν ἐξευρόντας, ὅτι τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἓν καὶ τὸ οὐχ ἓν οὐ μόνον κατ’ ἀριθμὸν, ἀλλὰ καὶ κατ’ εἶδος χρὴ νοεῖν, ὥστε καὶ τοῖς ὄνοις φημὶ τοῦτο ὑπάρχειν φύσει. πρόσκειται μὲν οὖν ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐ μόνον ἀριθμῷ καὶ εἴδει λέγεταί τι ταὐτὸν, ἀλλὰ καὶ τῷ γένει. οὐ μὴν ἤδη γέ πω τοῦδε χρῄζω πρὸς τὰ παρόντα· μόνον γὰρ ἀρκεῖ μοι τὸ δεῖξαι τῶν ὄνων ὑπάρχοντας ἀναισθητοτέρους ὅσοι μὴ συγχωροῦσιν ἕτερον μέν τι τῷ εἴδει τὸ ἓν, ἕτερον δ’ ἀριθμῷ λέγεσθαι, καὶ μᾶλλον ἔτι τοὺς ἕνα μὲν τὸν φρενιτικὸν εἶναι λέγοντας καὶ ἕνα τὸν ἐμπειρικὸν, ἕνα δὲ τὸν ἄνθρωπον εἶναι μὴ συγχωροῦντας, ἢ μὴ γινώσκοντας ὡς εἴδει μὲν ἓν ὁ ἄνθρωπος, ἀριθμῷ δ’ οὐχ ἕν. οὐδ’ ὁ Σωκράτης μὲν ἓν καὶ τὸ εἶδος καὶ τὸν ἀριθμὸν, ὁ φρενιτικὸς δὲ τὸ μὲν εἶδος εἶς, οὐχ εἷς δέ ἐστι τὸ πλῆθος. οὐ γὰρ ἐνδέχεται Δίωνα καὶ Σωκράτην καὶ Θέωνα καὶ Κορίσκον ἅμα πάντας, εἰ τύχοι, φρενιτίζοντας ἕνα τῷ πλήθει τοὺς τέσσαρας ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἶδος ἕνα, τὸ πλῆθος δ’ οὐχ ἕνα. παραλογώτερον δέ τι τῶν
136
ἐμπειρικῶν ἰατρῶν ἐστιν, ὅτι καὶ τὸν ἐμπειρικὸν ἕνα λέγουσιν, εἶτ’ ἐρωτηθέντες πῶς ἕνα φασὶ τὸν ζῶντα τῷ τεθνεῶτι, καὶ τὸν ἐπὶ τῆς Ἑλλάδος τῷ κατ’ Αἴγυπτον, ἀποκρίνονται πρὸς τοῦτο θαυμαστὴν ἀπόκρισιν. ᾗ γάρ φασιν ἐμπειρικός ἐστι, ταύτῃ καὶ εἷς. τοῦτο γὰρ δὴ τῆς ἐσχάτης ἀναισθησίας ἐστὶν, εἰ προστιθέντες τὸ ᾗ καὶ τὸ ταύτῃ, μηδ’ ὧν αὐτοὶ φθέγγονται συνίασιν. εἰ γὰρ δὴ ταύτῃ γε Σεραπίων καὶ Μηνόδοτος εἷς ἐστὸν ᾗ ἐμπειρικοὶ, κατ’ ἄλλα δήπουθεν οὐχ εἷς ἔσονται. ὥστ’ εἴ γε παντοίως εἷς ἦν, ἐκ περιττοῦ καὶ μάτην ἂν, οἶμαι, προσέκειτο τὸ ᾗ καὶ τὸ ταύτῃ, παρὸν ἁπλῶς εἰπεῖν ὡς εἷς ἐστι Σεραπίων καὶ Μηνόδοτος. οὕτως οὖν ὡς ὑπὲρ αὐτοῦ μόνου Μηνοδότου τὸν λόγον ποιούμενος, οὐκ ἂν προσθήκης δεηθείης, ἀλλ’ ἁπλῶς ἂν εἴποις, εἷς ἐστι Μηνόδοτος. εἰ τοίνυν Μηνόδοτος μὲν εἷς ἁπλῶς, Μηνόδοτος δὲ καὶ Σεραπίων οὐχ ἁπλῶς εἷς, ἀλλ’ ᾗ ἐμπειρικοὶ, πάντως δήπουθεν αὐτοῖς ἐστιν ἕτερ’ ἄττα καθ’ ἃ δύο εἰσὶ καὶ οὐχ εἷς ἀμφότεροι, καὶ γίνεται τοῦτο ἐκεῖνο τὸ πρὸς τῶν
137
παλαιῶν φιλοσόφων εἰρημένον, ἕτερον μὲν ἀριθμῷ καὶ ταὐτὸν καὶ ἓν, ἕτερον δὲ τῷ εἴδει, καὶ μηδὲν εἶναι θαυμαστὸν, εἰ Μηνόδοτος Σεραπίωνι κατά τι μὲν ὁ αὐτός ἐστι καὶ εἷς, κατά τι δὲ οὐχ ὁ αὐτὸς οὐδ’ εἷς. ᾗ μὲν γὰρ ἐμπειρικὸς ὁ αὐτὸς, ᾗ δ’ ὁ μὲν σιμὸς, ὁ δὲ γρυπὸς, ἢ μέλας, ἢ λευκὸς, ἢ μέγας, ἢ μικρὸς, οὐχ ὁ αὐτός. ἆρ’ οὖν οὕτως ἐστὶν ἑκάτερος αὐτῶν ἄνθρωπος, ὡσεὶ ἢ γρυπὸς ἢ σιμὸς, ἢ οὕτως ὡς ἐμπειρικός; ἢ κᾂν παῖς τοῦτό γε νοήσειεν, ὡς ᾗ μὲν ἄνθρωπος εἷς ἐστιν, ᾗ δ’ ὁ μὲν σιμὸς, ὁ δὲ γρυπὸς, οὐχ εἷς. ἆρ’ οὖν οὐκ ἐσχάτης ἀναισθησίας, ἢ φιλονεικίας, ἢ οὐκ οἶδ’ ὅ τί ποτε καὶ προσειπεῖν ἄξιον, ἕνα μὲν ὁμολογεῖν εἶναι τὸν φρενιτικὸν ᾗ φρενιτικὸς, ὡσαύτως δὲ καὶ τὸν ληθαργικόν τε καὶ πλευριτικὸν, οὐδένα δὲ τὸν ἄνθρωπον ᾗ ἄνθρωπος· καὶ τὸν μὲν ἐμπειρικὸν ἕνα λέγειν ᾗ ἐμπειρικὸς, οὐχ ἕνα δὲ τὸν ἵππον ᾗ ἵππος, ἐνὸν ἀκοῦσαι λέγοντος Ἀριστοτέλους τε καὶ Θεοφράστου δύνασθαί τι τῷ μὲν εἴδει ταὐτὸν ὑπάρχειν ἕτερον ἑτέρῳ, τῷ δ’ ἀριθμῷ μὴ ταὐτὸν, ἔτι δὲ τούτων ἔμπροσθεν αὐτοῦ τοῦ κᾀκείνοις ὑφηγησαμένου τὴν τοιαύτην 
138
διαστολὴν τῶν σημαινομένων ἐπακοῦσαι λέγοντος, ὡς οὐδὲν θαυμαστόν ἐστιν ἓν εἶναι τὰ πολλὰ καὶ τὰ πολλὰ ἕν. οὕτω γὰρ σαφῶς ἅπαντα τοῦτον τὸν λόγον ὁ Πλάτων διῆλθεν ἐν ἀρχῇ τοῦ Φιλήβου, ὥστ’ ἐγὼ μὲν καὶ τοῖς ἀναισθήτοις αὐτὸν εἶναι νομίζω σαφῆ. γνωρίζουσι γοῦν οἱ ὄνοι καὶ ἄνθρωπον καὶ κάμηλον καὶ βοῦν, καὶ τόνδε τινα τὸν ἄνθρωπον καὶ τήνδε τινα τὴν κάμηλον, καὶ τόνδε τινα τὸν βοῦν. οὕτω δὲ καὶ ὁδὸν οὐ μόνον ἁπλῶς ὡς ὁδὸν, ἀλλὰ καὶ ὡς τήνδε τινα γνωρίζουσιν. ἐπιστῆσον γοῦν ὄνον ἐπ’ ἀρχὴν ὁδοῦ μὴ γνωρίμου καὶ θέασαι πῶς αὐτὴν βαδίζει τε καὶ διέρχεται πᾶσαν, οὐκ ἐκτρεπόμενος ἑκατέρωσε, πλὴν εἰ μὴ τύχοι που σχιζομένη, δῆλον ποιῶν ὡς αὐτὸ τὸ εἶδος ὅ τί ποτ’ ἐστὶν ὁδοῦ μέμνηται καὶ γιγνώσκει σαφῶς. βαδίζει γοῦν τὴν τετριμμένην· καθ’ ὅσον δὲ ἀγνοεῖ σφάλλεται· οὐ γὰρ δὴ τήν γε ἄτομον καὶ μίαν τῷ ἀριθμῷ μεμνημένος ἀπ’ ἐκείνης ἣν οὐκ οἶδε βαδίζειν δύναται. δῆλον δ’ ὅτι τὴν ὁδὸν ταύτην, ἣν νῦν βαδίζει πρῶτον, ᾗ μὲν ὁδὸς ὡς εἴδει γινώσκων βαδίζει, καθ’ ὅσον δὲ ἀριθμῷ μία, κατὰ τοσοῦτον ἀγνοεῖ τῷ τε μηδαμῶς
139
πρὸς τὰς ἀτρίπτους ἐκτρέπεσθαι καὶ τῷ καθ’ ὃ σχίζεται μὴ γινώσκειν ὁποίαν ἰτέον· ὅπερ ἠπίστατο ἂν ἀκριβῶς, εἰ δεύτερον αὐτὴν ἢ τρίτον ἔτυχε νῦν βαδίζων. ἐπειδὴ γὰρ ἕτερον μὲν οἶδεν, ἕτερον δ’ ἀγνοεῖ, καθ’ ὅσον τὸ μὲν κοινὸν εἶδος ὁδοῦ γινώσκει, τὸ δ’ ἴδιον ταύτης ἤ τινος ἀγνοεῖ, καθ’ ὅσον μὲν οἶδεν οὐ σφάλλεται, βαδίζει γοῦν τὴν τετριμμένην, καθ’ ὅσον δ’ ἀγνοεῖ σφάλλεται πολλάκις ἐν ταῖς τριόδοις, οὐκ εἰδὼς ὁποίαν ἕληται. διττὰς οὖν ἔχουσι γνώσεις καὶ οἱ ὄνοι· τῶν μὲν κοινῶν εἰδῶν ἑτέρας, τῶν δ’ ἰδίων ἄλλας. λοιπὸν εἴτε ἓν εἶδος ἐκεῖνο ἐθέλοις καλέσαι τὸ κοινὸν, εἴτε γένος, εἴτε κοινότητα, φυλάττων αὐτοῦ τὴν ἔννοιαν, ἣν ἐγὼ νῦν ἐξηγοῦμαι, περὶ μὲν ὀνομάτων ἀμφισβητήσεις, οὐ μὴν μεταθεῖναί γε δυνήσῃ τὸ πρᾶγμα. καίτοι πρὸς μὲν τὴν τῶν ὀνομάτων θέσιν ἴσως ἕτερος ἀμφισβητήσει παραπλησίως σοι, τῆς περὶ τὰ πράγματα θεωρίας ἀγύμναστος. οὐ μὴν ἡμεῖς γε ἀμφισβητήσομεν, ἀλλ’ ἐκείνου μόνον ἀξιώσομέν σε μεμνῆσθαι τοῦ παρὰ Πλάτωνος λεγομένου· ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι
140
καὶ τὸ ἓν πολλὰ, θαυμαστῶς λεχθὲν, καὶ οὐ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ· εἰ γὰρ δὴ τοῦτο διασώζοις, οὐκέθ’ ἕξεις ἐρίζειν, ὥσπερ νῦν ἐρίζεις τὰ μὲν ὑπὸ τῆς ἀμαθίας, τὰ δ’ ὑπὸ τῆς φιλονεικίας ἀγόμενος. ἀλλ’ εἴτε τις ἕνα λέγοι τὸν φρενιτικὸν, ἕνα συγχωρήσεις ὑπάρχειν· εἴτε πολλοὺς, καὶ οὕτω συγχωρήσεις· ὡσαύτως δὲ καὶ τὸν ἐμπειρικόν τε καὶ δογματικὸν καὶ τὸν μεθοδικόν· οὕτω δὲ τὸν ἰατρὸν ἕνα τε καὶ πολλοὺς φήσεις· ἕνα μὲν ᾗ ἰατρὸν, οὐχ ἕνα δὲ τῷ κατὰ μέρος πλήθει. οὐ γὰρ δὴ ἐπὶ μὲν τοῦ ἐμπειρικοῦ τὸ ᾗ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπὶ τοῦ ἰατροῦ, οὐδὲ ἐπὶ μὲν τοῦ ἰατροῦ προσθήσεις, ἀφαιρήσεις δὲ ἐπ’ ἀνθρώπου, οὐδὲ τὸν φρενιτικὸν μὲν ἕνα φήσεις ᾗ φρενιτικὸς, τὸν νοσοῦντα δ’ οὐχ ἕνα. καὶ γὰρ καὶ οὗτος ᾗ νοσῶν εἷς ἐστιν. ἐπιλαθοῦ τοίνυν ἤδη ποτὲ τῶν λήρων ἐκείνων, οὓς ἐν ἄλλοις βιβλίοις ἐρίζων λέγεις, ἀξιῶν δειχθῆναί σοι τὸν ἄνθρωπον αὐτὸν καθ’ ἑαυτὸν μόνον ἄνευ τῶν κατὰ μέρος, ὥσπερ αὐτὸς δεῖξαι δυνάμενος τὸν ἐμπειρικὸν ἄνευ Μηνοδότου καὶ Σεραπίωνος καὶ τῶν ἄλλων τῶν κατὰ μέρος, ἢ νὴ Δία τὸν φρενιτικὸν
141
ἄνευ τῶν κατὰ μέρος φρενιτικῶν. ἐν τίνι τοίνυν τὸ σφάλμα καὶ πόθεν ἡ ἐκτροπὴ τοῦ καὶ τῶν ὄνων αὐτοὺς γίγνεσθαι μωροτέρους; ἐξ ὧνπερ καὶ ἄλλα μυρία σφάλλονται. μεταβῆναι γὰρ ἐπὶ τὰς οὐσίας τῶν πραγμάτων ἀπὸ τῶν ἐννοιῶν ἐπιχειροῦντες, εἶθ’ ὡς ἀγύμναστοι τῆς λογικῆς θεωρίας σφάλλονται, συνανατρέποντες τῇ περὶ τούτων ἀπορίᾳ καὶ τὰς ἐννοίας. ἐκδέχεται γὰρ αὐτοὺς ἐνταῦθα τὸ περὶ γενῶν καὶ εἰδῶν ζήτημα σφῆλαι δυνάμενον, οὐ μόνον ἀγυμνάστους ἀνθρώπους ἐν ταῖς λογικαῖς μεθόδοις, ἀλλὰ καὶ τῶν γεγυμνασμένων τινὰς, ἐὰν μὴ προσέχωσιν ἀκριβῶς τὸν νοῦν. ἀλλ’ οὐ χρὴ διότι περὶ τῆς οὐσίας ἀποροῦσι τῶν πραγμάτων, ἀφίστασθαι τῶν ἐναργῶν ἐννοιῶν· οὐδ’ ἡγεῖσθαι σοφὸν ἐξευρηκέναι τι τοὺς μὲν ἐμπειρικοὺς, ἐὰν ἓν εἴπωσιν, ἄνευ τοῦ προσθεῖναι κατὰ ποῖον σημαινόμενον ἕν ἐστι, τοὺς δὲ μεθοδικοὺς, ἐὰν ἀντὶ γένους, ἢ εἴδους, ἢ κοινοῦ κοινότητα λέγωσιν. ἐμοὶ μὲν γὰρ ἄμεινον ἐδόκει σαφῶς τῆς ἐννοίας ἤδη διωρισμένης, ὡς ᾗ μὲν φρενιτικοὶ, ταύτῃ πάντες εἷς· ᾗ δ’ ὁ μὲν νέος, ὁ δὲ γέρων, ἢ ἰσχνὸς, ἢ παχὺς, ἢ ἀνὴρ, ἢ γυνὴ,
142
ταύτῃ πολλοὶ, χρήσασθαι λοιπὸν ἑρμηνείᾳ παλαιᾷ καὶ συγκινδυνεῦσαι κατὰ τὴν λέξιν Ἀριστοτέλει καὶ Θεοφράστῳ καὶ Πλάτωνι. πάντα τὰ τοιαῦτα τῷ μὲν εἴδει λέγουσιν ἓν ὑπάρχειν, τῶ πλήθει δ’ οὐχ ἕν· οὐ φρενιτικὸν μόνον, ἢ ληθαργικὸν, ἢ ἐμπειρικὸν, ἀλλὰ καὶ δογματικὸν καὶ μεθοδικὸν καὶ ἄνθρωπον καὶ ἵππον καὶ ἄνδρα καὶ γυναῖκα καὶ τῶν ἄλλων ἕκαστον. εἰ δ’ ἐπὶ τὰ κατὰ μέρος ἔλθοις, οἷον τήνδε τὴν γυναῖκα τὴν δειχθῆναι δυναμένην, ταύτην οὐκ ἐγχωρεῖ τῷ μὲν εἴδει λέγειν ἓν, τῷ πλήθει δὲ πολλὰ, κατ’ ἄμφω γὰρ ἕν ἐστιν ἡ δειχθῆναι δυναμένη γυνὴ, καὶ τῷ εἴδει καὶ τῷ πλήθει, ὅπερ δὴ καὶ τῷ ἀριθμῷ καλοῦμεν. οἱ δέ γε οὐχ οὕτως ποιοῦσιν, ἀλλ’ οἱ μὲν κοινότητας ὀνομάζουσιν, ὥσπερ οὐ μᾶλλον ἀπορηθῆναι δυναμένας εἰδῶν καὶ γενῶν, οἱ δ’ ᾗ μὲν τόδε τι λέγουσιν, ὑπάρχειν ἕν· ᾗ δ’ οὐχ ἓν, οὐκέτι λέγουσιν ἓν ὑπάρχειν. ἐχρῆν γὰρ δήπου καὶ τούτους ὥσπερ δή ποτε ὅ τε Μηνόδοτος καὶ Σεραπίων καὶ Θεοδᾶς καὶ Γλαυκίας, Ἀπολλώνιός τε καὶ Καλλικλῆς καὶ Διόδωρος καὶ Ἡρακλείδης 
143
καὶ Λύκος, εἷς ἅπαντες ὑπάρχουσιν ᾗ ἐμπειρικοὶ, οὕτω πάλιν ᾗ οὐχ εἷς ἅπαντες, ἀλλὰ πάμπολλοί τινές εἰσιν, ἐξηγήσασθαι· ἐν αὐτῷ γὰρ τῷ ταῦτ’ ἐξηγεῖσθαι πάντως ἄν που κατενόησαν ὡς ἓν καὶ πολλὰ καὶ ταὐτὸν εἶναί τε λέγεσθαι δυνατόν ἐστι. Μηνόδοτος οὖν καὶ Σεραπίων ᾗ μὲν ἐμπειρικοὶ εἷς, καὶ νὴ Δία γε ᾗ ἰατροὶ καὶ ᾗ ἄνθρωποι. τί δὲ ᾗ ζῶα, καλὸν ἐρέσθαι τοὺς ἐμπειρικοὺς, ἆρά γε κατὰ ταῦτα Μηνόδοτος καὶ Σεραπίων εἷς ἐστι; εἰ μὲν γὰρ μὴ φαῖεν, οὐδ’ ἡμεῖς συγχωρήσομεν ᾗ ἐμπειρικοὶ, ταύτῃ γίγνεσθαι τοὺς δύο ἀνθρώπους ἕνα. συγχωρούντων δὲ καὶ ταύτῃ τοὺς δύο γίνεσθαι ἕνα, καθ’ ὅσον ἄμφω ζῶα, εὐθὺς μὲν ὑπομνήσομεν, ὡς ὀρθῶς ἄρα πρὸς τῶν παλαιῶν φιλοσόφων ἐλέγετο τὸ μὲν ἀριθμῷ, τὸ δὲ εἴδει, τὸ δὲ γένει ταὐτόν τε καὶ ἓν ὑπάρχειν. ἑξῆς δὲ πάλιν ἐρησόμεθα, φρενιτικὸς Μηνόδοτος, φρενιτικὸς Σεραπίων, πότερον ὁ αὐτός ἐστιν ἢ ἕτερος; ἀποκρινομένων δὲ ταύτῃ φρενιτικὸν εἶναι καὶ ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέρους ᾗ φρενιτικοὶ, πάλιν ἐρησόμεθα, τί δὲ καθὸ νοσοῦντες
144
οὐ καὶ ταύτῃ εἷς ἄμφω ἐστόν; εἰ μὲν οὖν μὴ φαῖεν, οὐδ’ ἡμεῖς συγχωρήσομεν ᾗ φρενιτικοί. συγχωρησάντων δὲ ἐρησόμεθα τί δηλονότι πρᾶγμα μίαν ἰδέαν ἔχον, ἐφ’ οὗ τοῦτο τὸ ὄνομα φέρουσιν ἅπαντες ἄνθρωποι, νόσον. οὐ γὰρ δὴ φρενῖτις μέν τι γενήσεται πρᾶγμα μίαν ἰδέαν ἔχον καὶ ταύτῃ ποιοῦν ἅπαντας ἕνα τοὺς δεξαμένους αὐτὸ, νόσος δ’ οὐχ ὡσαύτως ἕνα ποιήσει πάντας οἷς ἂν ἐγγένηται. ἀλλ’ οὐκ ἔστι φησὶν, οὐδὲν οὕτως ἀφωρισμένον εἶδος ἢ νοσήματος ὡς ἀνθρώπου καὶ φρενίτιδος. τί φῂς ὦ οὗτος; ἆρά γε οὐδὲν αἱ φωναὶ δοκοῦσί σοι σημαίνειν, ἥ τε ζῶον καὶ ἡ νόσος, ἀλλ’ ὁμοίως ἐκφωνεῖσθαι τῷ βλίτυρι καὶ σκινδαψός; ἢ σημαίνουσι μὲν, οὐδὲν δ’ ὑπόκειται πρᾶγμα ταῖς φωναῖς, ὡς ἐν τῷ Σκύλλα καὶ Κένταυρος, ἢ καὶ σημαίνουσι καὶ τὸ σημαινόμενον ἓν ὑπάρχει; εἰ μὲν γὰρ οὐδέν ἐστι πρᾶγμα τὸ δηλούμενον ὑπὸ τῆς ζῶον ἢ τῆς νόσημα φωνῆς, οὐκ ὀρθῶς λέγεις τὸν ἄνθρωπον εἶναι ζῶον ἢ τὴν φρενῖτιν νόσον. εἰ δ’ ἔστι καὶ λέγεις ἀληθῶς, τουτὶ μὲν τὸ προσερχόμενον ζῶον εἶναι, ἢ τὴν φρενῖτιν νόσον, τοῦτον δ’ εἰ τύχοι τὸν κατακείμενον
145
ἄνθρωπον νοσεῖν, ἔστι τι πάντως τῶν ὑπαρχόντων αὐτοῖς, ἐφ’ οὗ φέρεις ἕκαστον τῶν ὀνομάτων. ἀλλ’ οὐ γεγύμνασαι νοεῖν αὐτὰ, καίτοι γε ἐκ τῶν πρώτων εἰσαγωγῶν ὄντα τῆς λογικῆς θεωρίας. τί οὖν τοῦτο πρὸς τὸ ἀληθές; οὐ δήπου γὰρ ἐξ ὧν ἂν σὺ μὴ συνίεις, ἐκ τούτων χρὴ κρίνεσθαι τὴν ἀλήθειαν, ἀλλ’ ἐξ ὧν ἂν καὶ συνετός τις ὢν φύσει καὶ μαθὼν καὶ ἀσκήσας καὶ μὴ φιλονεικῶν καὶ τιμῶν τἀληθὲς, ὧν οὐδὲν ὑπάρχει σοι· καίτοι μὰ τοὺς θεοὺς οὐκ οἶδ’ εὕ τι προσδεῖταί τινος φύσει συνετοῦ τά γε τοιαῦτα. τίς γὰρ οὐκ οἶδεν ὡς οὐ ταὐτὸν σημαίνει Σωκράτης καὶ σιμὸς, ἀλλὰ τὸ μὲν Σωκράτης ὅλης τῆς ὑποκειμένης οὐσίας ἐστὶν ὄνομα, τῶν δ’ ἄλλων ὀνομάτων οὐδὲν κατὰ τῆς τοῦ σώματος οὐσίας ἁπάσης λέγεται; οὔτε γὰρ ὁ σιμὸς οὔθ’ ὁ προγάστωρ οὔθ’ ὁ φαλακρὸς, ἀλλὰ τὸ μὲν τοῦ σχήματος τῆς ῥινός ἐστιν ὄνομα, τὸ δὲ τῆς ἐνδείας τῶν ἐν τῇ κεφαλῇ τριχῶν, τὸ δὲ τοῦ μεγέθους τῆς γαστρός. καὶ ταῦτα μέν ἐστι τὰ κατὰ μόρια. λευκὸν δ’ εἰ φήσαιμεν ἢ μέλανα Σωκράτην, κατὰ πάντων, οἶμαι, τῶν μορίων τοῦ σώματος ἐπιφέρομεν τὰς προσηγορίας,
146
οὐ μὴν τὴν οὐσίαν γε ἅπασαν, ἀλλ’ ἕν τι τῶν συμβεβηκότων αὐτῇ δηλοῦμεν, τὸ χρῶμα, καὶ μέντοι κᾂν εἰ παχὺν, ἢ λεπτὸν εἴποιμεν, ἢ σκληρὸν, ἢ μαλακὸν, ἢ δασὺν, ἢ ψιλὸν, ἤ τι τῶν ἄλλων ἕκαστον ἃ τῷ Σωκράτει συμβέβηκεν, οὐ κατὰ πάσης οὐδ’ οὕτω δηλονότι τῆς οὐσίας ἐπιφέρομεν τὴν προσηγορίαν, ἀλλ’ ἕν τι τῶν συμβεβηκότων αὐτῇ δηλοῦμεν. οὕτω δὲ καὶ τὸ καθῆσθαι καὶ τὸ περιπατεῖν καὶ τὸ κινεῖσθαι καὶ τὸ κοιμᾶσθαι καὶ τὸ ἐγρηγορέναι καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων ὀνομάτων οὐ κατ’ οὐδενὸς δήπου τῶν ὄντων ἐπιφέρομεν, ἀλλά τι τῶν ὑπαρχόντων Σωκράτει δηλοῦμεν· ἃ κατὰ τὸν ἔμπροσθεν λόγον ἢ ἐνεργείας ἐλέγομεν ὑπάρχειν, ἣ παθήματα τούτων, ἤ τινας διαθέσεις. ἄμεινον οὖν σε καὶ νῦν ἔτι τούτῳ τῷ τρόπῳ χρησάμενον γυμνάσασθαι, καθ’ ὅ τι κᾀν τοῖς ἔμπροσθεν ἐδείκνυμεν, οὐκ ἀπὸ τῶν ὀνομάτων, ἀλλ’ ἀπὸ τῶν πραγμάτων ἀρξάμενον. ἄρξαι δ’ ἀπὸ σαυτοῦ πρῶτον καὶ σκέψαι, πότερον ἁπλοῦν τι πρᾶγμα ὑπάρχεις, ἢ σύνθετον, ἆρά γε ποὺς ὑπάρχεις ἢ ὀφθαλμὸς ἢ ῥὶς ἢ κεφαλή; δῆλον γὰρ ὅτι τούτων οὐδὲν οὔτε χωρὶς τούτων, ἀλλὰ κᾀκ τούτων τε κᾀκ τῶν ἄλλων ἁπάντων μορίων, ἑκάστου
147
τὴν οἰκείαν ἔχοντος θέσιν, ὅλως ὑπάρχεις συγκείμενος. ὑποκείσθω δή σοι τοὔνομα Θεμίσων. ἀλλ’ ὅταν γε φῶ Θεμίσωνα χωλὸν εἶναι, τὸ μὲν χωλὸν ἐπὶ τῆς τῶν ποδῶν φέρω διαθέσεως, τὸ δὲ Θεμίσων τοῦ παντὸς ἦν ὄνομα. καὶ μὲν δὴ καὶ σιμὸς καὶ τυφλὸς ἀπὸ μέρους ὁ Θεμίσων ὀνομάζεται· πυῤῥὸς δὲ καὶ παχὺς οὐκ ἀπὸ μέρους, ἀλλ’ ἀπὸ διαθέσεων ἐνυπαρχουσῶν τῷ παντὶ παραπλησίως τῷ περιπατῶν καὶ καθήμενος καὶ διαλεγόμενος καὶ ζῶν. ἆρ’ οὖν ταῦτα μὲν γνωρίζεις ὡς οὐκ ἔστι δηλωτικὰ τῆς ὅλης οὐσίας τῆς σῆς, ἀλλὰ τὰ μὲν ἀπὸ μορίου τινὸς ὠνόμασται, τὰ δ’ ἀπὸ διαθέσεως μιᾶς· ὅταν δὲ ἀγαθὸν εἴπῃ τίς σε καὶ δίκαιον, οὐκέτι γνωρίζεις ὡς καὶ ταῦτα διαθέσεών ἐστιν ὀνόματα τῶν ἐπιγιγνομένων τῇ σῇ ψυχῇ; καὶ μὴν εἴ γε γνωρίσαις ὡς ἀνάλογον ἔχει ταῦτα τῷ λευκὸς καὶ τῷ μέλας, ὡς γὰρ ἐκεῖνα τῶν τοῦ σώματος, οὕτω ταῦτα τῶν τῆς ψυχῆς ἐστι διαθέσεων ὀνόματα, γνωριεῖς, οἶμαι, καὶ ὡς ὁ τεχνίτης καὶ ὡς ὁ ἄτεχνος ἀπὸ τῶν τῆς ψυχῆς διαθέσεων ὀνομάζονται· καὶ τεχνίτην δ’ εἰ νοήσαις ὅθεν ὀνομάζεται, νοήσεις, οἶμαι, καὶ τὸν ἰατρὸν ὅθεν ὠνόμασται. τοῦτον δ’ εἰ νοήσαις ὅθεν ὀνομάζεται, οὐκ 
148
ἂν ἔτι σοι δεήσει πολλῆς πραγματείας ἐξευρεῖν ἐφ’ ὅτου ποτὲ τὸ ἐμπειρικὸς ὄνομα τέτακται. τοῦτο δ’ αὐτὸ τί ποτέ ἐστιν ὃ κελεύω σε ποιεῖν; οὐδὲν σεμνὸν οὐδὲ μέγα. τὸ γὰρ διαιρεῖν τὰς κατηγορίας ἀρχὴ τῆς λογικῆς ἐστι θεωρίας· ἧς ὅτι παντελῶς ἀμαθῶς ἔχετε δηλοῦται δι’ ὧν εἰκῆ φλυαρεῖτε. καὶ νῦν οὖν σωφρονήσαντες αὖθις ἄρξασθε τὰ τῷ σώματι συμβεβηκότα κατονομάζειν· οἷον ὅτι λευκός ἐστιν ὅδε καὶ μέλας, ἢ νὴ Δία θερμὸς ἱκανῶς, ὡς μὴ φέρειν ἀλύπως τὴν θέρμην· εἶτα τὴν οὕτω πολλὴν θερμασίαν ὡς κάμνειν τὸ σῶμα δι’ αὐτὴν καὶ καλῶς ἐνεργεῖν μὴ δύνασθαι, τῷ προσαγορεύοντι πυρετὸν ἐπιτρέψατε· πάντες γὰρ ἄνθρωποι τὸν οὕτω θερμὸν πυρέττειν φασί. καὶ οὐδὲν μέγα ποιήσετε μεταλλάττοντες τὸ ὄνομα, πλὴν κατατρίψετε ὑμῶν τὸν χρόνον. ἀλλ’ ἐκεῖνο μᾶλλον, ὦ οὗτος, εἰ βούλει, ποίησον, ὅταν εἴπῃς Θεμίσων πυρέττει καὶ Δίων πυρέττει καὶ πολλοὺς ἐφεξῆς οὕτως ὀνομάσῃς πυρέττοντας, ἐπίσκεψαι προσέχων τὸν νοῦν, ἆρα ἐν ἅπασιν αὐτοῖς ἓν καὶ ταὐτόν ἐστι τὸ πυρέττειν ἢ ἕτερον. εὑρήσεις
149
γὰρ ἓν μὲν καὶ ταὐτὸν τῷ εἴδει, τῷ πλήθει δὲ, ὅπερ καὶ ἀριθμῷ καλοῦμεν, οὐχ ἕν. ἄλλως γὰρ οὔτ’ ἀποκρίναθαί σοι δυνατὸν οὔτε νοῆσαι. εἷς οὗν ὁ πυρέττων ᾗ πυρέττει νὴ Δία· καὶ γὰρ ὁ παραφρονῶν εἷς ᾗ παραφρονεῖ. τί δ’ ὁ πυρέττων τε ἅμα καὶ παραφρονῶν, ἆρ’ οὐχὶ καὶ οὗτος εἷς ᾗ πυρέττει τε ἅμα καὶ παραφρονεῖ; πρόδηλον καὶ τοῦτ’, οἶμαι, παντί. κείσθω τοίνυν κατ’ ἀμφοῖν τούτοιν ἓν ὄνομα, τὸ πυρέττειν λέγω καὶ παραφρονεῖν, καὶ καλείσθω φρενιτικὸς ὁ τοιοῦτος· εἰ δ’ οὐ νοεῖς ὅπως κατ’ ἀμφοῖν ἓν ὄνομα τίθεται, τάχ’ ἂν ἀναμνήσαιμί σε τῶν ὑπ’ αὐτοῦ σου λεγομένων ὀνομάτων. ἵππον γὰρ δήπου καλεῖς τὶ, τὸ ζῶον δηλονότι τὸ χρεμετιστικόν; ἆρ’ οὖν ἡγῇ σὺ διαφέρειν ἢ ἵππον εἰπεῖν ἢ ζῶον χρεμετιστικόν; ἐγὼ μὲν γὰρ οὐχ ἡγοῦμαι. καὶ μὴν εἰ τοῦθ’ οὕτως ἔχει κατ’ ἀμφοῖν ἐκείνων τῶν ὀνομάτων, ἵνα συντομώτερον εἴπῃς, ἵππον ἐπέθου. οὕτω δὲ κᾂν εἴ τι πεζὸν καὶ δίπουν ζῶον, ἀντὶ τοῦ διὰ τριῶν ὀνομάτων ἐνδείξασθαι, δι’ ἑνὸς ἐθελήσῃς δηλῶσαι, καλέσεις ἄνθρωπον. καὶ τό γε διαλύειν
150
ἕκαστον τῶν ὀνομάτων εἰς λόγον οὕτω γίνεται. καὶ μὴν καὶ τὸ συντιθέναι τὸν λόγον εἰς ἓν ὄνομα κατὰ τὸν εἰρημένον ἀποτελεῖται τρόπον, ὅταν τῶν θ’ ἁπλῶν ἑκάστου τὴν ἔννοιαν ἔχῃς κατὰ τοὔνομα καὶ δυνατὸς ᾖς ἐκ δυοῖν ἁπλοῖν ἔννοιαν αὖθις ἑτέραν ἐργάσασθαι σύνθετον, εἶτ’ ἐπ’ αὐτῆς ὄνομα θέσθαι· κᾄπειτα πάλιν αὖθις ἐκείνῃ τῇ συνθέτῳ προσθεὶς ἕτερον ἁπλοῦν, ἐκ τριῶν ἁπλῶν ἔννοιαν αὖθις ἀπεργασάμενον μίαν, ἐπενεγκεῖν τι καὶ κατὰ ταύτης ὄνομα. πῶς καὶ τίνα τρόπον; οὐ γὰρ ἀποκνήσω γυμνάζων τοὺς σωθῆναι βουλομένους ἐκ τῆς πολυχρονίου ταύτης ἀπαιδευσίας ἐπὶ πλέον ἐπεκτεῖναι τὸν λόγον. ἡ μὲν θερμότης ἁπλοῦ πράγματος ὄνομα. καὶ μὲν δὴ καὶ ἡ βλάβη τῆς ἐνεργείας ἁπλοῦν τι πρᾶγμα. τοσαύτη δὲ θερμότης ὡς ἤδη βλάπτειν ἐνέργειαν οὐκέθ’ ὁμοίως ἁπλοῦν. εἰ τοίνυν καὶ περὶ σύμπαν γένοιτο τὸ σῶμα, πολὺ δὴ μᾶλλον οὐκέθ’ ἁπλοῦν. ἵν’ οὖν μὴ πολλὰ λέγωσιν οἱ ἄνθρωποι, συντομίαν ἀσκοῦντες φύσει τὴν τοιαύτην θερμότητα πυρετὸν ὀνομάζουσιν.
151
ἑτοιμότερον γάρ ἐστιν εἰπεῖν πυρέττειν Δίωνα τοῦ τοσαύτην θερμότητα ἔχειν ἐν ἅπαντι τῷ σώματι ὡς βεβλάφθαι πολλὰς ἐνεργείας. ὅταν μὲν οὖν αὐτὴν τὴν διάθεσιν δηλῶσαι βουληθῶσι, πυρετὸν ὀνομάζουσιν, ὅταν δὲ τὸν ἔχοντα τὴν διάθεσιν, ἀπ’ ἐκείνης παρονομάζουσι καὶ καλοῦσι πυρέττοντα· καθάπερ ἀπὸ τῆς λευκότητος τὸν λευκὸν καὶ ἀπὸ τῆς μελανότητος τὸν μέλανα. συνθέτου δὴ πράγματός ἐστιν ὄνομα πυρετὸς καὶ πολὺ μᾶλλον ὁ πυρέττων· ἁπλοῦν δέ γε παραφροσύνη· ἀλλ’ εἰ προστεθείη τὸ ἁπλοῦν τοῦτο τῷ συνθέτῳ, φρενιτικὸς μὲν ὁ ἄνθρωπος, ἡ διάθεσις δ’ αὐτοῦ φρενῖτις ὀνομάζεται· καθάπερ, οἶμαι, καὶ ὁ ἄνθρωπος αὐτὸς, ἵνα μὴ λέγηται ζῶον λογικὸν θνητὸν, ἕνεκα συντομίας ἄνθρωπος ὠνομάσθη, λόγου τινὰ δύναμιν ἐχούσης τῆς ἄνθρωπος προσηγορίας· καὶ τοῦτ’ ἔστιν ὃ καλοῦσιν οἱ παλαιοὶ φιλόσοφοι τὸν λόγον εἰπεῖν τοῦ ὀνόματος. οὐ μὴν εἰς ἄπειρόν γε προσάγουσιν, ἀλλ’ ἄχρι τῶν ἁπλῶν ἀνέρχονται. τὸν γὰρ ἄνθρωπον, ἐπειδὰν διαλύσῃς εἰς ζῶον καὶ λογικὸν καὶ θνητὸν, καὶ αὖθις λύσεις τὸ ζῶον εἰς οὐσίαν αἰσθητικήν· οὐ μὴν τήν γ’ οὐσίαν ἔτι λῦσαι δυνήσῃ, καθάπερ οὐδὲ τὴν αἴσθησιν. ἁπλοῦν
152
γὰρ ἤδη καὶ πρῶτόν ἐστιν ἑκάτερον τούτων. ᾗ καὶ θαυμάζειν ἐπέρχεταί μοι τῶν φρενιτικὸν μέν τινα καὶ ἄνθρωπον εἶναι συγχωρούντων, νόσημα δὲ καὶ ζῶον οὐ συγχωρούντων. ὅμοιον γάρ ἐστι τοῦτο τῷ τὰ μὲν σύνθετα συγχωρεῖν, ἀμφισβητεῖν δὲ περὶ τῶν ἁπλῶν· ὥσπερ οὐ προτέρων τῇ φύσει τῶν ἁπλῶν ὑπαρχόντων. οὐκ εἶδον, φησὶν, αὐτὸ καθ’ ἑαυτὸ τὸ ζῶον· ἀλλ’ οὐδὲ ἄνθρωπον, ὦ μωρὲ, καίτοι λέγεις εἶναι σαυτὸν ἄνθρωπον. ἢ τοῦτο μὲν ὁμολογήσεις, τὸ δὲ καὶ ζῶον ὑπάρχειν οὐχ ὁμολογήσεις; οὐκ ἐθεασάμην, φησὶν, καθ’ ἑαυτὴν οὐδαμόθι νόσον· οὐδὲ γὰρ φρενῖτιν ἐθεάσω ποτὲ μόνην, ἀλλ’ ἐπὶ Θέωνος, ἢ ἐπὶ Δίωνος, ἢ ἐπ’ ἄλλου τινὸς ἀνθρώπου. ὥστε τοῦτό γε τελέως ἠλίθιον, εἰ διότι μηδαμόθι τεθέασαι νόσημα μόνον αὐτὸ καθ’ ἑαυτὸ, διὰ τοῦτο νομίζεις μηδ’ εἶναι νόσημα· οὕτω γὰρ οὐδὲ πυρετὸν, οὐδὲ φρενῖτιν, οὐδ’ ἄλλο τῶν τοιούτων οὐδὲν εἶναι συγχωρήσεις· ὡς οὐδὲ τούτων γε τεθέασαί τι μόνον αὐτὸ καθ’ ἑαυτό. βέλτιον δ’ ἦν οὐχ οὕτως, ἀλλ’ ὥσπερ εἴρηται πρόσθεν, ἀπὸ τῶν πραγμάτων αὐτῶν ἄρξασθαι καὶ θεάσασθαι 
153
τῇ διανοίᾳ πόσα τὰ σύμπαντά ἐστιν ἁπλᾶ· κᾄπειθ’ ἑκάστῳ θέμενον ἴδιον ὄνομα, συμπλέκειν ἐξ αὐτῶν ἤδη τὰ σύνθετα. ἐγγιγνέσθω δὴ τῷ ὑποκειμένῳ σώματι τοῦθ’ ἓν πρῶτον, τὸ αἰσθάνεσθαι. πότερον οὐ καλέσεις ζῶον ᾧ τοῦθ’ ὑπάρχει; καὶ μὴν ὑπὲρ ὀνόματος οὕτως ἀμφισβητήσεις. ἀλλ’ οὐδὲ εἶναι φήσεις αἰσθανόμενον σῶμα; καὶ μὴν οὕτω γε τῶν πραγμάτων αὐτῶν καταψεύσῃ. ἀλλὰ καὶ σῶμα συγχωρῶν αἰσθανόμενον εἶναί τι καὶ κατὰ τοῦ τοιούτου σώματος τοὔνομα τοῦτο τὸ ζῶον λέγεσθαι, τολμήσεις φάναι μηδὲν εἶναι τὸ ζῶον; οὐκοῦν οὐδὲ τὸ λευκὸν οὐδέν ἐστιν, οὐδὲ τὸ βαδίζον οὐδὲ τὸ τρέχον; ἀπὸ γὰρ τῶν συμβεβηκότων ἑαυτῷ τὸ σῶμα προσαγορεύεται λευκὸν, βαδίζον καὶ τρέχον. αὐτὰ δὲ τὰ συμβεβηκότα τὸ μὲν λευκότης ὀνομάζεται, τὸ δὲ βάδισις, τὸ δὲ δρόμος. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἴσθησις μὲν ἕν τι τῶν ὑπαρχόντων τοῖς σώμασιν, αἰσθανόμενον δὲ αὐτὸ τὸ σῶμα· τοῦτ’ οὖν καὶ ζῶον ὀνομάζεται. τίς οὖν θεασάμενος αἰσθανόμενον σῶμα, παρεὶς τὸ ζῶον ὄνομα ζητήσει τι κατ’ αὐτοῦ λέγειν ἕτερον; ἆρ’ οὖν νοεῖται μόνον τὸ σῶμα καθάπερ Κένταυρος, ἢ καὶ τυγχάνει τι τῆς προσηγορίας
154
ταύτης ὑποκείμενον πρᾶγμα; δῆλον ὡς καὶ τυγχάνει. τί δὲ, νοεῖται μόνον ἡ αἴσθησις, ἢ καί τι τῶν τοῖς σώμασιν ὑπαρχόντων ἐστίν; ἐμοὶ μὲν δοκεῖ καὶ τοῦτ’ εἶναι πρόδηλον ὡς ἕν τι τῶν ἐν τοῖς σώμασιν ὑπαρχόντων ἐστὶ καὶ ἡ αἴσθησις. καὶ μὴν εἰ μήτε τὸ σῶμα νοεῖται μόνον, ἀλλὰ καὶ ἔστι, μήθ’ ἡ αἴσθησις, ἔστι γὰρ καὶ ἥδε· πῶς ἄμφω συντιθέντα τὸ σύνθετον οὐκ ὂν ποιήσει; γελοῖον γὰρ ἤδη τοῦτό γε, σῶμα μὲν εἶναί τι καὶ αἴσθησιν, αἰσθανόμενον δὲ οὐδὲν εἷναι σῶμα· καὶ τούτου γελοιότερον, αἰσθανόμενον μὲν εἶναι σῶμα, ζῶον δ’ εἶναι μηδὲν, ὥσπερ ἄλλο τι καὶ οὐ τοῦθ’ ὑπάρχον ζῶον, ἢ διαφέρον τι τῷ λόγῳ δηλοῦν ἐπιχειρεῖν ὁτιοῦν ἢ ὀνόματι. τῆς δ’ αὐτῆς ἀτοπίας ἔχεται καὶ τὸ μὴ συγχωρεῖν εἶναί τι νόσον· εἰ γὰρ οὐδέν ἐστι διάθεσις, οὐδὲ νόσος ἔσται τι. δοθείσης δ’ εἶναι διαθέσεως, ἔσται τι καὶ νόσος· ἥτις γὰρ ἂν ἐνέργειαν βλάπτῃ διάθεσις, ἐκείνη νόσος ἐστίν. ἀλλ’ οὐκ ἔχεις μοι δεῖξαι, φασὶ, νόσον αὐτὴν καθ’ ἑαυτήν. οὐδὲ γὰρ φρενῖτιν, ὦ οὗτος, οὐδὲ πυρετόν. ἀλλ’ ὅμως καὶ ταῦτα συγχωρεῖς
155
ὑπάρχειν καὶ ἄλλα πολλά. τὴν γὰρ μικρολογίαν τῶν ὀνομάτων, ἣν ἐκομψεύσαντό τινες τῶν φιλοσόφων, ἀνατρέπουσαν ἅπασαν τὴν ἐν τῷ βίῳ συνήθειαν, ὡς μὴ δι’ ἐκείνους αὐτῇ χρῆσθαι δύνασθαι κατὰ τὰ σφῶν αὐτῶν συγγράμματα, παραιτοῦμαι λέγειν τὰ νῦν, ἑτέρωθι διειλεγμένος ὑπὲρ αὐτῶν ἐπὶ πλέον. εἰρηκὼς οὖν οὐδὲν ἧττον ὅσα χρὴ κᾀν τοῖς περὶ τῶν στοιχείων λογισμοῖς, λέγω δὲ μικρολογίαν, ἐν ᾗ διαιροῦνται κατὰ γένη τό τε ὂν καὶ τὸ ὑφεστός. ἀδιαφόρως γὰρ ἡμῖν κᾀνταῦθα καὶ κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται ταῦτα. πάντας δ’ ἐν πᾶσιν ἐξελέγχειν ἀδύνατον. ἀλλὰ γὰρ περὶ τοῦ μὴ μόνον ἔννοιαν εἶναι νοσήματος ἰδίαν, ἀλλὰ καὶ πρᾶγμά τι τῆς προσηγορίας ταύτης τυγχάνον ὑποκεῖσθαι, κατά γε τὸ παρὸν ἀρκεῖ λελέχθαι ταῦτα. σαφέστερον δ’ ἔτι τοῦτ’ αὐτὸ νοηθήσεται τοῦ λόγου προϊόντος, ἐπειδὰν ὁ περὶ πρώτων ἐνδείξεων περαίνηται λόγος. ὅσα δὲ περὶ νοσήματος εἴρηται νῦν, ἡγοῦμαι καὶ περὶ συμπτώματος εἰρῆσθαι καὶ πάθους, ὑγείας τε καὶ ἀρτιότητος, ἰσχύος τε καὶ δυνάμεως ἁπάντων τε τῶν
156
ἄλλων ὧν ὀνόματά τε καὶ νοήσεις εἰσὶ κατά τινων ὑποκειμένων λεγόμενα. πάντα γὰρ ταῦτα τοῖς σώμασιν ὑπάρχει, τὰ μὲν ὡς διαθέσεις, τὰ δ’ ὡς ἐνέργειαι, τὰ δ’ ὡς πάθη· καὶ τὰ μὲν ὡς κατὰ φύσιν ὄντα, τὰ δ’ ὡς παρὰ φύσιν, ἔνδειξίς τε καθ’ ἕκαστον αὐτῶν ἰδία γίνεται, παρεωραμένη τοῖς πλείστοις τῶν ἰατρῶν.

157

Εἴπερ οὖν, ὦ Ἱέρων, ἡ ἔνδειξις ἐκ τῆς τοῦ πράγματος φύσεως ὁρμωμένη τὸ δέον ἐξευρίσκει, τὴν ἀρχὴν τῆς τῶν ἰαμάτων εὑρέσεως ἐκ τῆς τῶν νοσημάτων αὐτῶν ἀνάγκη γίγνεσθαι· καὶ γὰρ καὶ ἄτοπον ἕτερον μὲν εἶναι τὸ ἐνδεικνύμενον τὴν θεραπείαν, ἕτερον δὲ τὸ θεραπευόμενον· ἕκαστον γὰρ ὑπὲρ ἑαυτοῦ τι δύναται δηλῶσαι μᾶλλον ἢ ὑπὲρ ἄλλου τοῦτο μὲν δὴ κᾀν τοῖς ἐφεξῆς ἔσται σαφέστερον. ἐπεὶ δὲ πάντες ὁμολογοῦσιν ἐκ τῶν διαθέσεων τὰς πρώτας ἐνδείξεις λαμβάνειν, οὐ χρὴ μηκύνειν ἔτι περιττῶς τὸν λόγον

158
ἀποδεικνύντας ὡς ἐντεῦθεν ἄρχεσθαι προσήκει, μᾶλλον δ’ ὅτι μήτε τὸ ξύμπαν τοῦτ’ ἐστὶ μήθ’ ὅλως μέγα τι μέρος, ὡς οἱ μεθοδικοὶ νομίζουσιν, ἀλλὰ σμικρότατόν τε καὶ ἀρχὴν μόνον ἐπιδεῖξαι πειραθῶμεν. αὐτοὶ δή φασιν ἐκεῖνοι τὸν μὲν ἐν τῇ κύστει λίθον, ὅτι τῷ γένει παρὰ φύσιν, ἐνδείκνυσθαι τὴν ἄρσιν. οὕτω δὲ καὶ τὰς ἀκροχορδόνας καὶ τὰς μυρμηκίας ἀθερώματά τε καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τ’ ἄλλα τοιαῦτα. τὸ δ’ εἰς τὸν ὄσχεον ἐμπεπτωκὸς ἔντερον, ὅτι τῷ τόπῳ παρὰ φύσιν, ἅπαντά τε τὰ ἐξηρθρηκότα τὴν εἰς τὴν οἰκείαν χώραν ἐπάνοδον ἐνδείκνυται. καὶ μὴν οὐδὲν τούτων οὐδέπω τεχνικὸν, ἀλλ’ ὅπερ, οἶμαι, καὶ τοῖς ἰδιώταις ἅπασιν ὑπάρχει γινώσκειν· ἐμβληθῆναι γοῦν ἑαυτῶν κελεύουσι τὸ κῶλον, ὅταν ἐξηρθρηκότος αἰσθάνωνται καὶ ἀφαιρεθῆναι τὴν ἀκροχορδόνα καὶ τὸ ἕλκος εἰς οὐλὴν ἀχθῆναι καὶ τὸ ῥεῦμα τῆς κοιλίας ἐπισχεθῆναι. τὸ δὲ δι’ ὧν χρὴ ταῦτα ποιεῖν οὐκ ἴσασι. καὶ τοῦτ’ ἔστιν ὃ χρὴ προστιθέναι τὸν ἰατρόν. ὥστε ἡ ἀπὸ τῶν νοσημάτων ἔνδειξις ἀρχὴ μέν ἐστι καὶ οἱονεὶ ὁρμητήριόν τι τῆς θεραπευτικῆς μεθόδου, τῆς τέχνης δ’ οὔπω
159
τῆς ἰατρικῆς μόριον οὐδὲν, ἢ οὐκ ἀξιόλογόν γε μόριον, οὐδὲ ἴδιον, ἀλλ’ ὅπερ καὶ τοῖς ἰδιώταις ὑπάρχει κοινόν. ὁ τοίνυν ἐξευρεῖν δυνάμενος ὑφ’ ὧντινων ἔσται τὸ δηλούμενον ἐκ τῇς πρώτης ἐνδείξεως, οὗτός ἐστιν ὁ τῶν νοσημάτων θεραπευτής· καὶ εἰ μὲν διὰ τῆς ἐμπειρίας εὕροι, τηρητικός τέ τις καὶ ἐμπειρικὸς ὀνομασθησόμενος, εἰ δὲ διὰ λόγου τινὸς, ἢ μεθόδου, λογικός τε καὶ μεθοδικὸς καὶ δογματικός. οὐκοῦν ὁ μὲν ἰδιώτης, ἄνωθεν γὰρ ταὐτὸ ῥητέον, ἥκει παρὰ τὸν ἰατρὸν, ἐμβαλεῖν κελεύων τὸ κῶλον, ἢ διαπλάσαι τὸ συντετριμμένον ὀστοῦν, ἢ ἐξελεῖν τὴν μελικηρίδα. τὸ δ’ ὅπως χρὴ τούτων ἕκαστον ποιῆσαι τῆς ἰατρικῆς ἐστι τέχνης εὕρημα. οἱ μὲν οὖν ἐμπειρικοὶ δι’ ἐμπειρίας εὑρίσκεσθαι πάντα φασίν· ἡμεῖς δὲ τὰ μὲν ἐμπειρίᾳ, τὰ δὲ λόγῳ. μήτε γὰρ ἐκείνην ἱκανὴν εἶναι πάντα μήτε μόνον. εὑρίσκειν τὸν λόγον. οὐ μὴν ἀξιοῦμέν γε συγκεχυμένην ποιεῖσθαι τὴν διδασκαλίαν, ἀλλ’ ἰδίᾳ μὲν τὴν ἐμπειρικὴν, ἰδίᾳ δὲ τὴν λογικὴν, ἵν’ ὅσην ἑκατέρα δύναμιν ἔχῃ σαφῶς εὑρεθῇ. καὶ νῦν ἡμῖν πρόκειται περὶ τῆς λογικῆς εὑρέσεως εἰπεῖν. ἆρ’ οὖν ἔχομέν
160
τινα μέθοδον ᾗ χρώμενοι τῶν εἰρημένων ἕκαστον εὑρήσομεν; ἀνελεῖν λέγω τὸ περιττὸν τῷ γένει καὶ μεταθεῖναι τὸ τὴν οἰκείαν χώραν ὑπηλλαχὸς, ἑνῶσαί τε τῆς συνεχείας λελυμένον. ἢ τὴν ἐμπειρικὴν ὑπ’ αὐτὰ παρακαλέσομεν; ἐγὼ μὲν καὶ πάνυ πέπεισμαι μέθοδον ὑπάρχειν τινὰ τῆς τῶν ζητουμένων εὑρέσεως, ἧς ἀρχὴν εἶναι τὴν ἐκ τῶν νοσημάτων ἑκάστου προσπίπτοντα σκοπόν. ἡ γὰρ τῆς συνεχείας λύσις τὴν ἕνωσιν ἐπιζητεῖ· κατὰ μὲν ὀστοῦν κάταγμα λεγομένη, κατὰ δὲ τὸ σαρκῶδες μέρος ἕλκος, ὥσπερ γε καὶ τὸ τραῦμα καὶ τὸ ῥῆγμα καὶ τὸ σπάσμα, τὸ μὲν ἐν σαρκώδει μορίῳ διὰ τοῦ. τρωθῆναι γεγονὸς, τὸ δὲ ῥῆγμα καὶ τὸ σπάσμα χωρὶς τοῦ τρωθῆναι, σαρκώδους μὲν ἐν τῷ ῥήγματι μορίου τῆς συνεχείας λυθέντος, νευρώδους δὲ ἐν τῷ σπάσματι. τούτων ἁπάντων ὁ μὲν σκοπὸς ἕνωσις. εἴτε δ’ οἷόν τε τυχεῖν αὐτοῦ καθ’ ἅπαν, εἴτ’ οὐκ ἐγχωρεῖ πολλαχόθι, τοῦτ’ αὐτὸ πρῶτον ἤδη τεχνίτου γινώσκειν. ἰδιώτης γὰρ οὐδεὶς οἶδεν οὔθ’ ὅτι τῶν φρενῶν τὸ νευρῶδες οὔθ’ ὅτι τὰ λεπτὰ τῶν ἐντέρων
161
οὐκ ἐγχωρεῖ δέξασθαι τὸν σκοπὸν, οὐ μὴν οὐδὲ περὶ πόσθης, οὐδὲ περὶ τοῦ λεπτοῦ τῶν γνάθων οἶδεν· ἀλλ’ οὐδ’ εἰ τερηδὼν ὀστοῦ δύναται θεραπευθῆναι, καθάπερ ἐν σαρκὶ διάβρωσις· οὐδ’ εἰ τὸ κάταγμα συμφῦναι, καθάπερ τὸ τραῦμα, κατὰ ταὐτὰ δὲ οὐδ’ εἰ πωρωθῆναι δύναται γιγνώσκει· ὡσαύτως δὲ καὶ περὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων ὁ ἰδιώτης οὐδὲν οἶδεν, εἴτε χρὴ τὴν πώρωσιν ἀναμένειν, εἴτ’ ἄλλως ἰᾶσθαι. πολὺ δὲ μᾶλλον οὐδὲ εἰ καρδίας τρωθείσης ἢ πνεύμονος ἢ γαστρὸς ἢ ἥπατος ἐλπίζειν χρὴ τὴν ἴασιν· οὐδ’ ὅλως οὐδὲν οὐκέτι περαιτέρω τοῦ πρώτου σκοποῦ γιγνώσκει τῶν ἰδιωτῶν οὐδείς. τοῦτ’ οὖν αὐτὸ πρῶτον ἤδη τῆς τέχνης ἔργον, ἤτοι τυχεῖν ἐλπίζειν τοῦ τέλους ἢ ἀπογινώσκειν τοῦ τυχεῖν· διττὴ δ’ ἡ γνῶσις αὐτοῦ καὶ τρίτην οὐκ ἐγχωρεῖ γενέσθαι· διὰ μὲν τῆς ἐμπειρίας ἡ ἑτέρα, μακροῦ δηλονότι χρόνου δεομένη· διὰ δὲ τῆς αὐτοῦ τοῦ πράγματος φύσεως ἡ ἑτέρα· καὶ γὰρ τὴν οὐσίαν ἑκάστου τῶν μορίων ἐπισκέψεται καὶ τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν θέσιν, ἐξ ὧν ὁρμωμένη τό τ’ ἀδύνατον ἰαθῆναι προγνώσεται καὶ τοῦ
162
δυνατοῦ δέξασθαι τὴν ἴασιν ὑπὲρ τῆς τῶν βοηθημάτων εὑρέσεως ἐπισκέψεται.

Πρόδηλον δ’ ὡς ἀπὸ τῶν ἁπλουστάτων ἄρξηται. τί δ’ ἁπλούστερον ἕλκους ἐπιπολῆς ἐν σαρκώδει μορίῳ; τοῦτ’ οὖν εἰ μὲν ἁπλῶς ἕλκος εἴη, σκοπὸς αὐτοῦ τῆς ἰάσεως ἕνωσις: εἰ δὲ σὺν κοιλότητι, διττὸς μὲν ὁ σκοπὸς, ὅτι καὶ ἡ διάθεσις διττή· συνεχείας μὲν λύσις τὸ ἕλκος, ἀπώλεια δὲ οὐσίας τινὸς οἰκείας τῷ ζώῳ ἡ κοιλότης. εὑρίσκεται δὲ κᾀνταῦθα πολλάκις ὁ ἕτερος τῶν σκοπῶν ἀδύνατος· οἷον εἰ μὴ μόνον ἡ σὰρξ, ἀλλὰ καὶ τὸ ὑποκείμενον ὀστοῦν ἀπολωλὸς εἴη· πληρωθῆναι γὰρ ἀκριβῶς ἡ τοιαύτη κοιλότης οὐ δύναται, ἀλλ’ ἐπουλωθῆναι μὲν, ὅπερ ἦν ἕλκους ἴασις, ἀνίατος δὲ ἡ κοιλότης καταλειφθήσεται. τοῦτ’ οὖν αὖθις αὐτὸ πάντως μὲν ἤτοι διὰ τῆς ἐμπειρίας ἢ διὰ τοῦ λόγου χρὴ γνῶναι· ὁ Θεσσαλὸς δὲ οὔτε τούτοις χρῆται καὶ τρίτον οὐδὲν προστίθησιν, εἶτ’ οὐκ αἰδεῖται ληρῶν, ἀλλ’ ἐᾷ τοῦτο τὸ κοῖλον δ’ ἕλκος ἐν σαρκώδει μορίῳ χωρὶς τοῦ πεπονθέναι τι τῶν ὑποκειμένων ὅπως ἰασώμεθα, λεγέτω παρελθὼν ὁ Θεσσάλειος

163
ἰατρός. ἐμβαλόντες, φησὶ, τὸ σαρκωτικὸν φάρμακον· εὖ γε τῆς εὐχερείας, ἴσως δ’ ἀναισθησίας εἰπεῖν ἦν ἄμεινον, εἰ σαρκωτικὸν εἰπὼν ἀπηλλάχθαι δοκεῖ τοῦ ζητουμένου· εἰ γὰρ ἤδη τὸ σαρκωτικὸν ἐπιστάμεθα, τί ζητοῦμεν ἔτι; λέγε μοι τὸ σαρκωτικὸν ὅ τί ποτ’ ἐστὶν, ᾧ μέλλεις χρῆσθαι; λιβανωτὸν, οἶμαι, φήσεις, ἴριν ἢ ἀριστολοχίαν ἢ ὀρόβινον ἄλευρον ἢ πάνακα· τῶν γὰρ ξηρῶν φαρμάκων πρῶτον μνημονεύσω. ταῦτ’ οὖν εἰπέ μοι πόθεν εὗρες; ἐκ τῆς πείρας, φησί. τί δὴ οὖν ἔτι προσέθηκας σύ; τὸ μὲν γὰρ ὅτι χρὴ πληροῦν τὸ κοῖλον οἶδε δήπου καὶ ὁ ἰδιώτης. τὸ δ’ ἐξ ὧν καὶ δι’ ὦν φαρμάκων, ἐδίδαξεν ἡ πεῖρᾳ. Θεσσαλὸς δ’ οὔθ’ ὡς ἐμπειρικὸς οἶδε τὸ φάρμακον οὔθ’ ὡς λογικός. ὡς ἐμπειρικὸς μὲν, ὅτι μὴ βούλεται· ὡς λογικὸς δὲ, ὅτι μὴ δύναται· ἐπεὶ ὅτι γε ὡς ἐμπειρικὸς οἶδεν, ἀκριβῶς ἐγὼ τοῦτο γινώσκω. δυοῖν γὰρ ὄντοιν ἁπάσης εὑρέσεως ὀργάνων, ἐμπειρίας καὶ λόγου, ὁ τὸ μὲν εὑρημένον ἐπιστάμενος, εἰπεῖν δ’ οὐκ ἔχων αὐτοῦ τὸν λόγον, εὔδηλός ἐστιν ἐκ τῆς ἐμπειρίας εὑρηκώς. ἵνα
164
τοίνυν εἰδῇ πόσον ἁμαρτάνει, μικρὸν ἡσυχάσας ἀκροατὴς ἡμῶν γενέσθω· βούλομαι γάρ τινα διαλεχθῆναι τῷ μονὴν τὴν ἐμπειρίαν πρεσβεύοντι· δίκαιον γὰρ οἶμαι κᾀκεῖνον εἰπεῖν ὅπως εὗρε τουτὶ τὸ σαρκωτικὸν φάρμακον τὸ ξηρὸν, ὃ δὴ κεφαλικὸν ὀνομάζουσι· σύγκειται δὲ ἐξ ἴρεως καὶ ἀριστολοχίας ὀρόβου τε καὶ λιβανωτοῦ καὶ μάννης. ἔστι καὶ ἕτερόν τι ᾧ πρὸς τοῖς εἰρημένοις καὶ φλοιὸς πάνακος ἐπεμβάλλεται· καὶ μὲν δὴ καὶ ἕτερόν ἐστιν ᾧ καὶ καδμεία πεπλυμένη προσεπεμβάλλεται. λεγέτω τοίνυν ὑπὲρ τούτων ὅπως εὑρέθη. καὶ τί μοι, φησὶ, ζητεῖν ὑπὲρ τῆς εὑρέσεως αὐτῶν, ἀλλ’ οὐ τοῖς εὑρημένοις ὀρθῶς χρῆσθαι; ταυτὶ μὲν οὖν εὐθὺς κατ’ ἀρχὰς ἀποφαίνονται, κατὰ σύμβασιν δὲ, καλοῦσι γὰρ οὕτως αὐτοὶ καὶ τῷ ῥήματι τούτῳ, ποτὲ μὲν ἐξ ὀνειράτων ἐνδέχεσθαι τὰ τοιαῦτα εὑρῆσθαί φασιν, ἔστι δ’ ὅτε κατὰ δή τινα τύχην ἐκχυθῆναι τὸ ἕτερον εἰς τὸ ἕτερον, εἶτά τινα τῷ μικτῷ τολμῆσαι χρήσασθαι, τῆς τόλμης δ’ οὐ λέγειν τὴν ἐλπίδα ταυτὶ μὲν οὖν πρόδηλος λῆρος. ὁ δὲ τρίτος αὐτοῖς τρόπος τῆς εὑρέσεως ἐστιν ὄντως ἐπιλογιστικός· ἑκάστου
165
γὰρ ἐκείνων ἁπλῶν ἰδίᾳ τις πεπειραμένος ὡς σαρκωτικῶν, κᾄπειθ’ εὑρίσκων ἐνίοτε μὴ σαρκοῦντα, προσεπελογίσατο μὴ πάσῃ φύσει πᾶν ἁρμόττειν. εἰ γὰρ ὃν οὐκ ἐσάρκωσεν ἡ ἀριστολοχία, τοῦτον ὁ λιβανωτὸς ἐσάρκωσεν, ᾧ δ’ ὁ λιβανωτὸς οὐχ ἥρμοττε, τούτῳ τῆς ἴρεως προσαχθείσης ἀπήντησε τὸ δέον, εὔλογον, οἶμαι, μὴ πάντας ὑπὸ πάντων ὁμοίως διατίθεσθαι τούτου δ’ ἅπαξ εἰς ἐπιλογισμὸν ἐλθόντος ἄμεινον ἔδοξεν ὡς οἷόν τε πλεῖστα τῶν ὁμοειδῶν εἰς ταὐτὸν ἀναμῖξαι, ἵν’ ἑκάστη φύσις σώματος εὐπορῇ τοῦ προσήκοντος. καὶ μὴν, ὦ ἑταῖρε, ἐν τῇ συμπλοκῇ τῶν εἰδῶν οὐ φυλάττονται τῶν. οἰκείων οὐσιῶν αἱ ἐνέργειαι, ὡς ἐπὶ ἑνὸς ἑκάστου εἴδους τῷ ὠφελεῖν εἰς νόσον ἥνπερ χρὴ θεραπεύειν εὐπορεῖν τοῦ προσήκοντος. εἰ μὲν γὰρ ἤτοι τὴν φύσιν ἠδύναντο τοῦ σώματος ἐξευρεῖν ἢ τοῦ προσφερομένου φαρμάκου τὴν δύναμιν, οὐδὲν ἂν ἴσως ἐδέησεν αὐτοῖς τῆς τοιαύτης ποικιλίας, ἓν ἑκάστοτε φάρμακον ἐφ’ ἑνὶ σώματι τὸ συμφέρον εὑρίσκειν δυναμένοις. ἐπεὶ δ’ ἀγνοοῦσιν ἑκάτερον, κακῶς ἀναμιγνύουσιν ἅπαντα, πολλαῖς φύσεσιν ἁρμόττον ἐπιτεχνήσασθαι
166
βουλόμενοι ἓν φάρμακον. τοῦτον τὸν τρόπον τῆς συνθέσεως τῶν φαρμάκων ἐγὼ πείθομαι τοῖς πρώτοις τῶν ἰατρῶν ἐπινενοῆσθαι καὶ ὡς ἀρχαῖον εὕρεμα προσίεμαι. τοσοῦτόν γε μὴν ἀποδεῖν ἡγοῦμαι τῆς ὄντως μεθόδου θεραπευτικῆς, ὅσον εὐλογώτερός ἐστι τῶν ἐγχεομένων εἰς ἄλληλα κοσκίνων. εἰ γὰρ μὴ λογίζεται πρῶτον μὲν ὡς μόνης τῆς ἐξ ὁμοειδῶν φαρμάκων συνθέσεως, οὐ μὴν τῆς γ’ ἐξ ἐναντίων εἴρηκε τὴν μέθοδον. ἔπειθ’ ὡς ἐν τῷ πλήθει τῆς μίξεως ἓν μὲν, εἰ τύχοι, τὸ τῷ πάσχοντι προσῆκόν ἐστι φάρμακον, ἐγχωρεῖ δὲ καὶ μηδὲν, ἑπτὰ δ’ ἢ ὀκτὼ τῶν οὐκ οἰκείων· ὥστε πλείοσιν ἀριθμοῖς βλάψαι τὸ τοιοῦτον ἢ ὠφελῆσαι· ταῦτ’ εἰ μὴ λογίζεται, πλέον αὐτὸν ἀγνοεῖν ἢ γιγνώσκειν τοῦ πράγματος εἴποιμ’ ἄν. ἔλαιον γοῦν ἐγχεόμενον ἕλκει κοίλῳ πάντων ἐναντιώτατον φάρμακον· εἰ γὰρ ἐθελήσεις οὕτω θεραπεύειν, αὐτῇ γνώσεις τῇ πείρᾳ ῥυπαρὸν καὶ βρυῶδες ἀποτελούμενον τὸ ἕλκος. εἰ δὲ καὶ ἡ ὥρα τοῦ ἔτους θερμὴ τύχοι καὶ ὁ ἄνθρωπος εἴη κακοχυμώτερος, ἢ φύσει
167
ῥευματικώτερος ἢ καὶ περὶ τὴν δίαιταν τί πλημμελοίη, κίνδυνος τούτῳ σαπῆναι τὸ μόριον ἐν ᾧ τὸ ἕλκος ἐγένετο. κίνδυνος δὲ κᾂν εἰ κηρῷ μόνῳ χρῷο, κᾂν εἰ τήκων ἐλαίῳ· ταυτὶ μὲν οὖν διασήψει σοι τὸ ἕλκος· εἰ δὲ ἰὸν λειώσας ἐμπλάττῃς, οὐ διασήψει μὲν οὗτός γε οὐδαμῶς, ὀδύνην, δ’ ἐργάσεται καὶ δῆξιν οὐ σμικρὰν, ἀνάβρωσίν τε καὶ φλεγμονήν· εἰ δὲ ἐπιπλέον χρήσαιο, καὶ σπασμόν. ἐπεὶ τοίνυν οὔτε τὸ ἔλαιον οὔτε ὁ ἰὸς οὔτε ὁ κηρὸς ἕλκος κοῖλον σαρκῶσαι δύνανται, δῆλον ὡς οὐδὲ μίξει ποτ’ αὐτὰ τῶν ἀπὸ τῆς ἐμπειρίας οὐδείς· ἀλλ’ ἐγὼ μίξω γε τῷ δέοντι μέτρῳ καὶ ταῦτα καὶ ἄλλα μυρία φάρμακα τῶν βλαπτόντων ἰδίως ἕλκος κοῖλον. εἰ γὰρ μὴ ταῖς αὐταῖς δυνάμεσι βλάπτοιεν, ἀλλ’. ὑπεναντίαις, ἄμετρα δήπουθέν ἐστιν ὡς πρὸς, ἕλκους κοίλου πλήρωσιν. ἀλλ’ ὅπως ἐκ δυοῖν ἀμέτροιν κράσεων· ἓν ἀποτελεῖται σύμμετρον, ἐν τοῖς περὶ φαρμάκων συνθέσεως ἐμάθομεν λογισμοῖς. οὔκουν ἔτι χαλεπὸν ἐξ ἐλαίου καὶ κηροῦ καὶ ἰοῦ συνθεῖναι φάρμακον σαρκωτικόν· εἰ γὰρ εἰδείης ὡς
168
ξηραίνεσθαι μετρίως δεῖται τὸ τοιοῦτον ἕλκος, οὐ ξηραίνει δ’ οὔτε ὁ κηρὸς οὔτ’ ἔλαιον, εἰδείης ἄν ὡς οὔτε ἑκάτερον οὔτ’ ἄμφω πληρώσουσιν ἕλκος κοῖλον· οὐ μὴν οὐδ’ ὁ ἰὸς μόνος, ἀμέτρως γὰρ ξηραίνει. μίξας οὖν ἅπαντα συμμέτρως ξηρὸν ἐργάσασθαι δυνήσῃ φάρμακον· ὁπόσον δ’ ἑκάστου χρὴ τὸ μέτρον εἶναι δέδεικται μὲν ἤδη μοι κᾀν τοῖς περὶ φαρμάκων συνθέσεως ὑπομνήμασιν, δειχθήσεται δὲ καὶ νῦν, εἰ δεηθείη, τοῦ λόγου προϊόντος. ἀποπέμψαι γάρ με χρὴ πρῶτον ἀπὸ τῶν ἐφεξῆς λόγων τὸν ἀμέθοδον ἐκεῖνον Θεσσαλὸν, ἐνδειξάμενον αὐτῷ πόσον ἁμαρτάνει τοῦ δέοντος. φρονίμῳ γὰρ ἀνθρώπῳ καὶ τὰ νῦν εἰρημένα σαφῶς ἐνδείκνυται τὴν θεραπευτικὴν μέθοδον ὁποίαν τινα εἶναι χρή. ἀλλὰ γὰρ οὐ πρὸς τοὺς τοιούτους ὁ λόγος· ὥστε ἀναγκαῖον ἔτι διαλεχθῆναι πρὸς αὐτοὺς ἐνθένδε ποθὲν ἀρξάμενον. ἅπασα κοιλότης παρὰ φύσιν ἐνδείκνυται τὴν πλήρωσιν· ὥστε καὶ ἡ ἐν τῷ σαρκώδει μορίῳ· αὕτη δὲ ἡ πλήρωσις σκοπὸς τῆς τῶν ἰαμάτων εὑρέσεως γίγνεται. ἵνα δ’ εὑρεθῇ τὰ πληρώσαντα καὶ
169
λόγου δεόμεθα συχνοῦ καὶ πολλῶν τῶν κατὰ μέρος ἐνδείξεων, καὶ μεθόδου λογικῆς ἀκριβοῦς· ἐθεάσω γοῦν πολλάκις ἕλκη δυσίατα μὴ δυναμένους θεραπεῦσαι μήτε τοὺς τὴν ἐμπειρίαν πρεσβεύοντας ἰατροὺς τούτους δὴ τοὺς πολυφαρμάκους, ἀλλὰ μηδὲ τοὺς τὸν ἀναλογισμὸν ἐπαγγελλομένους ἅπαντας. οἱ γὰρ Θεσσάλειοι μεθοδικοὶ μὲν τοὔνομα, ταῖς δ’ ἀληθείαις ἀμέθοδοι, καθάπερ τινὲς ὄνοι λύρας οὐδ’ ἐπαΐειν ἱκανοὶ τῆς τοιαύτης θεωρίας εἰσὶ, μή τοί γε δὴ λογισμῷ τὸ δέον ἐξευρίσκειν. ἐθεάσω δὲ πολλάκις ἐπὶ τῶν τοιούτων ἑλκῶν τοὺς μὲν ἀπὸ τῆς ἐμπειρίας ἄλλοτ’ ἐπ’ ἄλλο μεταβαίνοντας, φάρμακον, οὐ μὰ Δία λογισμοῦ τινος ἐξηγουμένου τῆς μεταβάσεως, ἀλλ’ ἐπειδὴ πολλῶν μὲν ἐπειράθησαν πληρούντων ἕλκη κοῖλα, τὴν δ’ ὡς αὐτοὶ καλοῦσιν ἰδιοσυγκρασίαν, ἐφ’ οἷς ἕκαστον αὐτῶν εὐδοκίμησεν οὔτε διαγινώσκειν οὔτε μεμνῆσθαι δύνανται; διὰ τοῦτο καὶ νῦν οὐκ ἐπιστάμενοι μὲν ἐφ’ ὅ τι χρὴ μεταβαίνειν, ἐλπίζοντες δ’ ἐν πολλῇ τῇ κατὰ μέρος διεξόδῳ πάντως εὑρεθήσεσθαί ποτε τὸ προσῆκον, ἄλλοτ’ ἐπ’ ἄλλο μεταπηδῶσι, τύχῃ μᾶλλον ἢ λογισμῷ τὴν τοῦ συμφέροντος
170
εὕρεσιν ἐπιτρέποντες. ὅμοιοι δ’ αὐτοῖς εἰσι, κᾂν μὴ θέλωσιν, ὅσοι τῶν δογματιζόντων ἐπὶ τὰς φυσικὰς ἀρχὰς τῶν σωμάτων οὐκ ἐδυνήθησαν ἀναβῆναι τῷ λόγῳ. καὶ γὰρ αὐτοὶ, καθότι πρόσθεν ἐδείξαμεν, ἐξ ἡμίσεώς εἰσιν ἐμπειρικοὶ, οἳ οὐκ ἠδυνήθησαν διαλαβεῖν περὶ τῶν πρώτων στοιχείων. περὶ δὲ τῶν ἀμεθόδων τούτων Θεσσαλείων τί ἄν τις καὶ λέγοις μόνοι τοίνυν οἱ ὄντως μεθόδῳ θεραπεύοντες ἐξευρίσκουσί τε τὸ δέον ἢ φάρμακον ἢ διαίτημα καθ’ ἕκαστον τῶν τοιούτων ἑλκῶν ἐπιδεικνύουσί τε τὰ σαφέστατα διὰ τῶν ἔργων αὐτῶν ὁπηλίκον ἀγαθόν ἐστι καὶ ὅσον φῶς παρέχει πρὸς τὰς ἰάσεις ἡ περὶ φύσεως πραγματεία. καὶ γὰρ δὴ καὶ ὡς τοῖς συνεχῶς ἀφ’ ἑτέρου φαρμάκου μεταβαίνουσιν ἐφ’ ἕτερον ἐνίοτε παρορᾶται καὶ καταφρονεῖται τὸ χρήσιμον, ἐπέδειξά σοι πολλάκις ἑνὶ φαρμάκῳ τὰ τοιαῦτα τῶν ἑλκῶν θεραπεύσας ὧν ἔφθανον ἐκεῖνοι κεχρῆσθαι. κατεφρονήθη δ’ εἰκότως ἡ δύναμις τοῦ τοιούτου φαρμάκου διά τε τὴν ἀκαιρίαν τῆς χρήσεως, οὐ μόνον οὐδὲν ὠφελῆσαι δόξαντος, ἀλλὰ καὶ προσβλάψαι, καὶ διὰ τὸ μηδὲν ἐνίοτε σαφὲς ἐργάζεσθαι
171
τὴν πρώτην χρῆσιν. ἐθεάσω δὲ καὶ ὀφθαλμῶν ὀδύνας σφοδροτάτας ἰασαμένους ἡμᾶς ἢ λουτροῖς ἢ οἴνου πόσεσιν ἢ πυρίαις ἢ φλεβοτομίαις ἢ καθάρσεσιν, ἐφ’ ὧν οὐδὲν ἄλλο ἔχουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ἢ ταυτὶ τὰ δι’ ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου συντιθέμενα φάρμακα, μεγίστην λώβην ὀφθαλμῶν· οὐδὲ γὰρ οὐδ’ ἄλλῳ τινὶ τὴν ἐν τῷ παραχρῆμα δόκησιν τῆς ἀνωδυνίας, ἀλλ’ ἢ τῷ νεκροῦν τὴν αἴσθησιν ἐργάζονται. καὶ πολλοὺς οἶσθα μετὰ τὰς τοιαύτας χρήσεις τῶν φαρμάκων, ἐπειδὰν ἀμετρότερον προσαχθῇ, μηκέτ’ ἐπανελθόντας εἰς τὸ κατὰ φύσιν, ἀλλ’ ἀρξαμένους μὲν ἐντεῦθεν ἀμυδρῶς καὶ μόγις ὁρᾷν, ἐν τῷ χρόνῳ δ’ ὑποχύσεσιν ἢ μυδριάσεσιν ἢ φθίσεσιν ἢ ῥυτιδώσεσιν ἁλόντας. οἶσθα δὲ δήπου συνδιατρίψας ἡμῖν εὐθὺς ἐκ μειρακίου, μηδὲ παρ’ ἑνὶ τῶν διδασκάλων θεασαμένους ἡμᾶς ἔργον τοιοῦτον, ἀλλ’ ἐξευρόντας αὐτοὺς τῷ λογισμῷ· καὶ ὅτι γε πολλῷ χρόνῳ τὸν ἀφορισμὸν ἀνεσκεψάμην ἐκεῖνον, ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει, καὶ ὡς ἐκ τῆς ἄλλης ἀκριβείας Ἱπποκράτους ἤλπιζον μηδ’ ἐνταῦθα
172
μήτε ψεῦδός τι μήτ’ ἀδύνατον λέγεσθαι· καὶ ὡς τοῦτ’ ἦν με τὸ προτρέψαν ἐπὶ τὴν ζήτησιν, ἕως οὗ καὶ ταύτην τὴν Ἱπποκράτους ὁδὸν ἐξεῦρον διορίσασθαι, πότε καὶ πῶς ἐφ’ ἑκάστου τῶν εἰρημένων χρηστέον. ὃ καὶ δῆλον ἐποίησα πολλοῖς τῶν θεασαμένων τὰ τοιαῦτα, πηλίκη μέν ἐστιν ἡ τῆς θεραπευτικῆς μεθόδου δύναμις, ἡλίκον δὲ κακὸν εἰργάσαντο μὴ φυλάξαντες τὴν παλαιὰν ἰατρικὴν οἱ τὰς νεωτέρας αἱρέσεις συστησάμενοι. ταῦτά τοι καὶ ὑμεῖς καίτοί γε ἄκοντά με κατ’ ἀρχὰς ἠναγκάσατε, λιπαροῦντες διεξελθεῖν ἅπασαν τήνδε τὴν πραγματείαν ἣν εὔχομαι μὲν τοῖς θεοῖς ὄνησίν τινα καὶ τοῖς ἄλλοις ἀνθρώποις γενέσθαι, βραχυτάτην δ’ ἔχω τὴν ἐλπίδα διὰ τὴν κατέχουσαν νῦν ὀλιγωρίαν μὲν τῶν καλῶν, ἐπίδοσιν δὲ εἰς τιμὴν πλούτου καὶ δόξης καὶ πολιτικῶν δυνάμεων· ἐφ’ ἃ τοῖς ἐκτραπεῖσιν οὐκ ἐνδέχεται τἀληθὲς ἐν οὐδενὶ τῶν ὄντων ἐξευρεῖν. ἀλλὰ ταῦτα μὲν ὅπῃ τῷ θεῷ· φίλον, οὕτω τελευτήσει. τὴν δ’ οὖν θεραπευτικὴν μέθοδον, ἀσκηθεῖσαν μὲν τοῖς παλαιοῖς ἰατροῖς, ὀλιγωρουμένην δὲ νῦν ἀνακτησώμεθα καθ’ ὅσον οἷοί τ’ ἐσμὲν, αὖθις ἀναλαβόντες
173
τὸν λόγον ἐπὶ τοῦ προκειμένου παθήματος ἕλκους κοίλου. περὶ μὲν δὴ τῆς πρώτης εὑρέσεως τῶν σαρκωσόντων τὸ τοιοῦτον ἕλκος φαρμάκων ἀρκείτω τὰ μικρῷ πρόσθεν εἰρημένα, καὶ συγχωρείσθω δ’, εἰ βούλει, τοῖς ἐμπειρικοῖς ἃ λέγουσιν ἅπαντα. περὶ δὲ τῆς τῶν εὑρημένων χρήσεως ἐπὶ μὲν τῶν ἔργων αὐτῶν ἐπέδειξά σοι πολλάκις· οὐδὲν δ’ ἧττον καὶ νῦν ἐπιδεῖξαι τῷ λόγῳ πειράσομαι πῶς ἐν οἷς ἂν μηδὲν δράσῃ τὸ σύνηθες ἑκάστῳ φάρμακον, ἐπ’ ἄλλο μεταβαίνειν εὐμηχάνως τε καὶ τεχνικῶς ἀποροῦσιν οἱ ἐμπειρικοί. καὶ τοῦτ’ εὐλόγως γίνεται· τοῦ γὰρ πρώτου φαρμάκου τῆς ἀποτυχίας τὴν αἰτίαν ἀγνοοῦντες, οὐδὲ φυλάξασθαι δήπουθεν αὐτὴν ἐπὶ τοῦ δευτέρου δύνανται. ἀγνοουμένης γὰρ ἔτι τῆς αἰτίας δι’ ἣν ἐνεργεῖ τὸ φάρμακον, οὐδὲ δι’ ἣν ἀποτυγχάνει γνῶναι δυνήσονται. ταύτης δ’ ἀγνοουμένης οὐδ’ ἐφ’ ἕτερον ἔτι μεταβαίνειν εὐλόγως ἐγχωρεῖ, φυλάξασθαι γὰρ οὐδ’ ἐπ’ ἐκείνου δυνήσονται τὴν αὐτὴν αἰτίαν.

Εἴπωμεν οὖν ἡμεῖς ἤδη τὴν Ἱπποκράτειόν τε ἅμα καὶ ἀληθῆ μέθοδον ἑλκῶν κοίλων ἰάσεως· ἄρχεσθαι

174
δὲ δήπουθεν αὐτὴν ἐκ τῆς οὐσίας χρὴ τοῦ πράγματος. ἐπεὶ τοίνυν ἐν τοῖς κοίλοις ἕλκεσι πρόκειται γεννῆσαι τὴν ἀπολωλυῖαν σάρκα, δεῖ γινώσκειν τὶ περὶ σαρκὸς γενέσεως, ὡς ὕλη μὲν αὐτῆς αἷμα χρηστὸν, ὁ δ’ οἷον δημιουργός τε καὶ τεχνίτης ἡ φύσις. ἀλλ’ οὐχ ἁπλῶς εἰπεῖν χρὴ φύσιν, ἀλλὰ προσθεῖναι τὴν τίνων καὶ ποῦ. δῆλον δὲ ὅτι τῶν ὑποκειμένων σωμάτων οἷς σὰρξ ἐπιτρέφεσθαι μέλλει, τούτων ἡ φύσις ἔσται δημιουργὸς τῆς γενηθησομένης σαρκός. ἀλλ’ ἡ φύσις ἑκάστου τῶν σωμάτων ἐδείχθη κατά τινα θερμοῦ. καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κρᾶσιν ἀποτελεῖσθαι. δῆλον οὖν ὡς ἡ τούτων εὐκρασία κατὰ τὸ ὑποκείμενον μόριον ᾧ μέλλομεν ἐπιθρέψειν τὴν λείπουσαν σάρκα τὸν λόγον ἕξει τοῦ δημιουργοῦ. πρῶτον μὲν οὖν ἡμῖν σκεπτέον ἐπὶ παντὸς ἕλκους κοίλου δύο ταῦτα, τό θ’ ὑποκείμενον εἰ εὐκράτως ἔχει, τουτέστιν εἰ κατὰ φύσιν. ἐδείχθη γὰρ ἡ ἐν τοῖς ὁμοιομερέσι σώμασιν ὑγεία τῶν τεττάρων οὖσα ποιοτήτων εὐκρασία καὶ προσέτι τὸ αἷμα τὸ ἐπιῤῥέον, εἰ χρηστόν τε καὶ σύμμετρον·
175
εἰ μὲν δὴ καὶ τούτων τι μοχθηρῶς ἔχοι, πολλαὶ διαθέσεις γίγνονται παρὰ φύσιν· ἡμῖν δ’ ὑπόκειται μία κοιλότης ἐν σαρκώδει μορίῳ. ὑποκείσθω τοίνυν ὑγιεινόν τε τὸ χωρίον ἥ τ’ ἐπιῤῥοὴ τοῦ αἵματος ἄμεμπτος ἐν ποσότητι καὶ ποιότητι. καὶ τούτων οὕτως ἐχόντων οὐδὲν ἂν ἔτι κωλύοι τὴν πρώτην γένεσιν τῆς σαρκὸς ἄμεμπτον γενέσθαι, μηδενὸς δεηθεῖσαν ἔξωθεν φαρμάκου· τῶν γὰρ αἰτίων ἀμφοτέρων ὑφ’ ὧν γίγνεται παρόντων καὶ μηδενὸς τῶν ἔξωθεν ἐμποδὼν ὄντος, οὐκ ἐνδέχεται κωλυθῆναι τὴν τῆς σαρκὸς γένεσιν. ἀλλ’ ἐν αὐτῷ δὴ τῷ γεννᾶσθαι τὴν πρώτην σάρκα περίττωμα διττὸν ἀνάγκη γίγνεσθαι, καθότι καὶ τοῦτ’ ἐν τοῖς περὶ φύσεως εἴρηται λογισμοῖς, ὡς ἁπάσῃ τῇ κατὰ ποιότητα μετακοσμήσει τῆς τροφῆς ἕτερον μὲν παχύτερον, ἕτερον δὲ λεπτότερον ἕπεται περίττωμα. τούτων τῶν περιττωμάτων καὶ καθ’ ὅλον τὸ σῶμα γιγνομένων, ἀεὶ τὸ μὲν λεπτότερον ἡ ἄδηλός ἐστι διαπνοή· γίγνεται δὲ καὶ δήλη πολλάκις, ὅταν ἤτοι τὸ ἔμφυτον ἀῤῥωστήσῃ θερμὸν ἢ τροφῇ χρήσηται πλείονι τοῦ δέοντος, ἤ τις ἐπαχθῇ τῷ ζώῳ κίνησις σφοδροτέρα. τὸ δ’ ἕτερον
176
ὁ ἐπιτρεφόμενός ἐστι τοῖς σώμασιν ἡμῶν ῥύπος· καὶ δὴ κᾀν τοῖς ἕλκεσιν ἰχὼρ μὲν καλεῖται τὸ λεπτὸν περίττωμα, ῥύπος δ’ ἕλκους τὸ παχύ. καὶ διὰ μὲν τὸ λεπτὸν περίττωμα ὑγρὸν τὸ ἕλκος γίγνεται, διὰ δὲ τὸ παχὺ ῥυπαρόν· καὶ δεῖται διὰ τοῦτο διττῶν φαρμάκων, ὡς μὲν ὑγρὸν τῶν ξηραινόντων, ὡς δὲ ῥυπαρὸν τῶν καθαιρόντων αὐτό. κατ’ οὐδένα τοίνυν χρόνον τῆς φύσεως ἀργούσης οὐδεὶς ἔσται καιρὸς ἐν ᾧ μὴ ταῦτ’ ἄμφω κατὰ τὸ κοῖλον ἕλκος ἀθροισθήσεται· ὥστε οὐδὲ χρόνος ἔσται καθ’ ὃν οὐ δεήσεται τῶν φαρμάκων ἀμφοτέρων, τοῦ τε ξηραίνοντος καὶ τοῦ καθαίροντος. ὁποῖον μὲν οὖν εἶναι χρὴ τῷ γένει τὸ φάρμακον εὕρηται· ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο, χρὴ γάρ τι τῶν κατ’ εἶδος ἐξευρεῖν ὃ προσαχθήσεται. πόθεν οὖν ἐκεῖνο κᾀκ τίνος εὑρεθήσεται μεθόδου, ἢ τῆς ἐν τοῖς περὶ φαρμάκων ἁπλῶν δυνάμεως εἰρημένης; ἐδείκνυμεν γὰρ ἐν ἐκείνοις τὰ μὲν ξηραίνοντα, τὰ δ’ ὑγραίνοντα, τὰ δὲ ψύχοντα, τὰ δὲ θερμαίνοντα τῶν φαρμάκων· ἔνια δὲ κατὰ συζυγίαν ἢ θερμαίνοντα καὶ ξηραίνοντα, ἢ ψύχοντα
177
καὶ ὑγραίνοντα, ἢ θερμαίνοντα καὶ ὑγραίνοντα, ἢ ψύχοντα καὶ ξηραίνοντα· εἶναί τε καθ’ ἕκαστον αὐτῶν ἄπειρον μέν τι τῷ πλήθει τὸ μᾶλλόν τε καὶ ἧττον· εἰς δὲ τὴν χρείαν τὴν ἰατρικὴν ὅροις εὐσήμοις περιγραφόμενον, πρώτης τινὸς ἐν αὐτοῖς γινομένης τάξεως καὶ δευτέρας καὶ τρίτης καὶ τετάρτης. ἐκ ποίας οὖν τάξεως ἔσται τὸ σαρκωτικὸν φάρμακον, ὃ δὴ μετρίως ἔφαμεν χρῆναι ξηραίνειν τε καὶ ῥύπτειν; ἐκ τῆς πρώτης δηλονότι· μᾶλλον γὰρ ἐπιταθὲν ὡς μὴ μόνον ἐκδαπανᾷν τὸ περιττὸν τῆς ἀποῤῥεούσης ὑγρότητος, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐπιῤῥέοντος αἵματος ἅπτεσθαι, κωλύσει τὴν σάρκωσιν ἀναλίσκον αὐτῆς τὴν ὕλην. ἐδείχθη δὲ τοιαῦτα, λιβανωτός τε καὶ κρίθινον ἄλευρον καὶ κυάμινον ὀρόβινόν τε καὶ ἴρις ἀριστολοχία τε καὶ καδμεία καὶ πάναξ καὶ πομφόλυξ· ἅπαντα δὲ ταῦτα ἀλλήλων ἐδείκνυτο διαφέροντα τῷ τε μᾶλλον καὶ ἧττον. καὶ τῷ μὲν ἁπλᾶς ἔχειν τὰς ἐπικρατούσας δυνάμεις, τὰ δὲ συνθέτους. ἀριστολοχία μὲν γὰρ καὶ πάναξ μᾶλλον ξηραίνει τῶν ἄλλων καὶ θερμότερα τὴν φύσιν ἐστί·
178
τὸ δὲ κρίθινον καὶ τὸ κυάμινον ἄλευρον ἧττον πολὺ ἐκείνων ξηραίνει καὶ ἥκιστα θερμότητος μετέχει· λιβανωτὸς δὲ θερμὸς μέν ἐστι μετρίως, ἧττον δὲ τούτων ξηραίνει, ὥστε τινὰς φύσεις σωμάτων οὐδὲ ξηραίνει τὴν ἀρχήν· ὀρόβινον δὲ καὶ ἴρις ἐν τῷ μεταξὺ τούτων τε καὶ ἀριστολοχίας καὶ πάνακός ἐστιν. ὅπερ δ’ ὁ λόγος ἐκίνησε χρησίμως αὖθις ἀναλάβωμεν. ὁ γάρ τοι λιβανωτὸς ὑγρὰν μὲν φύσιν σώματος σαρκῶσαι δύναται, ξηρὰν δ’ οὐ δύναται· χρὴ γὰρ ἐπίστασθαι περὶ τῶν πρώτων ἐνδείξεων ὡς δύο ἐστὸν αὐτῶν αἱ διαφοραὶ, τοῦ μὲν κατὰ φύσιν τὴν φυλακὴν ἐνδεικνυμένου καὶ διὰ τοῦτο ὁμοίων ἑαυτοῦ δεομένου, τοῦ δὲ παρὰ φύσιν τὴν ἀναίρεσιν τὴν ἑαυτοῦ καὶ διὰ τοῦτο τῶν ἐναντίων· φθείρεται γὰρ πᾶν εἰς ἐναντία τε καὶ δι’ ἐναντίων. τὸ μὲν οὖν ἕλκος ὅσῳπερ ἂν ὑγρότερον ᾖ, τοσούτῳ δεῖται φαρμάκου ξηραίνοντος μᾶλλον· ἡ φύσις δ’ αὐτοῦ τοῦ σώματος ὅσῳπερ ἂν ὑγροτέρα τύχῃ, τοσούτῳ δεῖται φαρμάκου ξηραίνοντος ἧττον· ὥστε τῶν ἴσην ὑγρότητα ἐχόντων ἑλκῶν τὸ μὲν ἐν ξηροτέρᾳ τῇ τοῦ κάμνοντός κράσει μᾶλλον ξηραίνεσθαι δεῖται, τὸ δ’ ἐν ὑγροτέρᾳ
179
τοσούτῳ καταδεέστερον, ὅσῳπερ ἂν καὶ ἡ φύσις τῆς φύσεως ἀπολείπηται· τὴν γὰρ ἐπιτρεφομένην σάρκα παραπλησίαν εἶναι χρὴ τῇ προϋπαρχούσῃ. ξηροτέρας οὖν οὔσης τῆς ἀρχαίας ξηροτέραν χρὴ γενέσθαι καὶ τὴν νέαν, ὥστε ἐπὶ πλεῖον αὐτὴν δεῖ ξηραίνεσθαι, καὶ ὅσῳπερ ἂν ᾖ ἐπὶ πλέον ξηρὰ, ἐπὶ τοσούτῳ καὶ τὸ προσαγόμενον φάρμακον εἶναι ξηραντικώτερον. ἐπὶ δέ γε τῆς ὑγροτέρας φύσεως εἰς τοσοῦτον αὖ πάλιν ἧττον ξηραινόντων χρεία ἐστὶ φαρμάκων, εἰς ὅσον καὶ ἡ σὰρξ ἧττόν ἐστι ξηρά. τοιαύτην οὖν ἔχει κρᾶσιν λιβανωτὸς, ὡς πρὸς ἀνθρωπίνην φύσιν σώματος. πρὸς μὲν γὰρ τὰς εὐκράτους καὶ μέσας ὁμολογεῖ, τῶν δ’ ὑγρατέρων ἀτρέμα ξηραντικώτερος ὑπάρχει, ὥσπερ οὖν αὖ καὶ τῶν ἄκρως ξηρῶν ὑγρότερος ἀτρέμα. δεόντως οὖν ἐπὶ μὲν ἐνίων ἑλκῶν τε καὶ φύσεων ὁ λιβανωτὸς ἐκπυΐσκει μὲν, οὐ μὴν καὶ σαρκοῖ· κατὰ δέ τινας ἤδη καὶ σαρκοῖ. παραφυλάξας οὖν εὑρήσεις ὁμολογοῦν τῷ λόγῳ τὸ φαινόμενον. ἐν μὲν γὰρ ταῖς ὑγροτέραις φύσεσι σαρκωτικός ἐστιν, ἐν δὲ ταῖς ξηροτέραις οὐκέτι· καὶ κατὰ μὲν τὰ μετρίως ὑγρὰ τῶν ἑλκῶν οἷός τε σαρκοῦν
180
ἐστι, κατὰ δὲ τὰ λίαν ὑγρὰ παντάπασιν ἀδύνατος. ὁρᾷς οὖν ἤδη σαφῶς ὅσων δεῖ θεωρημάτων ἀνδρὶ μέλλοντι κατὰ μέθοδον ὀρθὴν ἕλκος ἰᾶσθαι; ἐπειδὴ γὰρ εὑρέθη πάντως ὑγρότης ἐνϋπάρχουσα τῷ πάθει, τὸ ξηραῖνον ἐνεδείξατο φάρμακον. ἀλλ’ ἐπεὶ τὰ μὲν αὐτῶν μᾶλλον ξηραίνει, τὰ δ’ ἧττον, ἔκ τε τῆς τῶν ἑλκῶν διαφορᾶς τὸ χρήσιμον ἐλήφθη κᾀκ τῆς τοῦ κάμνοντος φύσεως. ὥστ’ οὐ μόνον ἀνάγκη περι φύσεως σώματος ἐπεσκέφθαι τῷ μέλλοντι κατὰ τρόπον ἰατρεύσειν ἕλκος, ἀλλὰ καὶ τὴν περὶ φαρμάκων θεωρίαν ἀκριβῶς ἐκμεμαθηκέναι καὶ κράσεως σώματος ὑγρᾶς καὶ ξηρᾶς ἐπίστασθαι γνωρίσματα. θέασαι τοίνυν ὅση τῶν μεθοδικῶν ἐστιν ἡ περὶ τὰς ἀποφάσεις τόλμα, τοῦθ’ ἓν μόνον ἀρκεῖν αὐτοῖς ἡγουμένοις εἰς ἕλκους ἴασιν κοίλου, τὸ γινώσκειν ὅτι πληρωτέον τέ ἐστιν αὐτὸ καὶ σαρκωτέον· οὐ γὰρ ἐν τούτῳ γε τὸ θεραπεύειν ἐστὶν, ἀλλ’ ἐν τῷ τὸ σαρκῶσον ἐξευρεῖν. ἀλλ’ εὕρηται, φησὶ, τὸ σαρκῶσον τῆ πείρᾳ. λέγε τοίνυν καὶ τὸ θεραπεῦσον ἐκ τῆς πείρας εὑρῆσθαι· καὶ μὴ μάτην φρυάττου
181
μηδ’ ἀνατείνου τὴν μέθοδον. καίτοι καὶ παρ’ αὐτοῖς τοῖς ἐμπειρικοῖς ἡ χωρὶς διορισμοῦ πεῖρα κατέγνωσται· γράφουσι γοῦν ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν· ἔμπλαστρος πρὸς ἁπαλόχρωτας καὶ παῖδας καὶ γυναῖκας· ἴασί τε τὸν λιβανωτὸν ἐπὶ τῶν τοιούτων φύσεων ἕλκη κοῖλα μηδὲν ἔχοντα σύμπτωμ’ ἕτερον, ἀνατρέφοντα καὶ πληροῦντα. πότερον δ’. ὑγρὰ τὰ τοιαῦτα σώματ’ ἐστὶ καὶ διὰ τοῦτο δεῖται μετρίως ξηραινόντων φαρμάκων, ἢ ἄλλη τις αἰτία τοῦ συμβαίνοντός ἐστιν, οὐκ ἐπίστανται. καὶ γὰρ αὖ καὶ πρὸς τὰ γεροντικὰ σώματα γεγραμμένον εὑρήσεις ἕτερον φάρμακον, ἄλλο δέ τι πρὸς τὰ δυσεπούλωτα καὶ ὀχθώδη τῶν ἑλκῶν, καὶ πολλοὺς ἄλλους διορισμοὺς ἐν ἅπασι τοῖς θεραπευτικοῖς ὑπομνήμασι γράφουσιν, ἐξ ὧν ὡς οἷόν. τε πρὸς τὴν ἰδιότητα τῆς θεραπευομένης φύσεως ἐξευρίσκουσι τὸ συνοῖσον φάρμακον. ἅπαντες γὰρ οἱ διορισμοὶ κατὰ τὰς τέχνας ἀπὸ τοῦ κοινοῦ πειρῶνται τὸ ἴδιον χωρίζειν· καὶ ὅσῳπερ ἄν τις πλείω διορίσηταί, πλησιέστερον ἀφικνεῖται τοῦ ἰδίου, τοῦτο δ’ αὐτὸ
182
ἀκριβῶς ἴδιον, οὔτε γραφῆναι δυνατόν ἐστιν οὔτε λεχθῆναι· διὸ καὶ τῶν ἐμπειρικῶν τοῖς μάλιστα τῶν. ἔργων τῆς τέχνης φροντίσασι καὶ σχεδὸν ἅπασι τοῖς δογματικοῖς ὡμολόγηται τὸ μηδεμίαν οἷόν τ’ εἶναι γραφῆναι θεραπείαν ἀκριβῶς, ἀλλὰ τὸ λεῖπον εἰς τὸν στοχασμὸν τῆς τοῦ κάμνοντος φύσεως οἱ μὲν ἐκ τῆς ἑκάστου τῶν θεραπευόντων οἰκείας τριβῆς, οἱ δ’ ἐκ τοῦ λογικῶς τετεχνᾶσθαι φασὶ χρῆναι προστιθέναι· οὐδεὶς δ’ αὐτῶν οὕτως ἦν εὐχερὴς, ὡς ἅπαντος ἕλκους κοίλου φάρμακον ἓν ἔχειν ἐπαγγέλλεσθαι σαρκωτικόν· οὐ γὰρ εὑρήσεις ἐν οὐδενὶ τοιοῦτον φάρμακον, οἷον πᾶν ἕλκος κοῖλον ἰᾶσθαι, ἀλλὰ παρὰ τὸ πλῆθος τῆς ὑγρότητός τε καὶ τοῦ ῥύπου καὶ αὐτὴν τοῦ κάμνοντος τὴν κρᾶσιν ὑπαλλάττεσθαι χρὴ τὸ φάρμακον. ἐάσαντες οὖν ἐνταῦθα τὴν ἀναισχυντίαν τῶν μεθοδικῶν ἴδωμεν ὅ τι ποτὲ λέγουσιν οἱ ἀπὸ τῆς ἐμπειρίας, ἐκ τῆς ἰδίας ἑκάστου τριβῆς καὶ γυμνασίας εἰσφέρεσθαί τι χρῆναι πρὸς τὴν τῶν οἰκείων τῷ κάμνοντι φαρμάκων εὕρεσεν ἀξιοῦντες. ὡς γὰρ καὶ πολλάκις εἰρήκαμεν, οὐδὲν μὲν τῶν κατὰ τὴν ἰατρικὴν πραγμάτων καὶ φαρμάκων
183
ἄῤῥητον ὑπάρχει κατ’ εἶδος, ἀλλ’ ὃ μήτε ῥηθῆναι μήτε γραφῆναι μήθ’ ὅλως διδαχθῆναι δύναται τὸ ποσόν ἐστιν ἐν ἑκάστῳ· καὶ δὴ κᾀπὶ τῶν ἑλκῶν ἡ μὲν ὑγρότης καὶ ὁ ῥύπος οὐκ ἄῤῥητα, τὸ ποσὸν δ’ ἄῤῥητον ἐν ἑκατέρῳ· καίτοι κᾀνταῦθα προσέρχεσθαί πως βουλόμεθα τῇ δηλώσει πλησίον, ὀλίγον καὶ πολὺν λέγοντες ῥύπον καὶ λεπτὸν καὶ παχὺν καὶ παντελῶς ὀλίγον καὶ λίαν πολὺν καὶ μέτριον καὶ σύμμετρον καί πως ἄλλως οὕτως ὀνομάζοντες πολυειδῶς, ἵν’ ὡς οἷόν τε πλησίον ἀφικώμεθα τῆς δηλώσεως τοῦ ποσοῦ. πρόσχες οὖν ἤδη μοι τὸν νοῦν ἀκριβῶς, ἵν’ εἰδῇς ὅσον πλεονεκτεῖ τὸ μεθόδῳ ποιεῖν ὁτιοῦν τοῦ δι’ ἐμπειρίας μόνης. ἔστω γὰρ ἐγνῶσθαι τόδε τι τὸ φάρμακον ἕλκους κοίλου σαρκωτικὸν ἐπὶ τῶν ὡς ἂν μὲν ἡμεῖς εἴποιμεν ὑγροτέρων τὴν κρᾶσιν, ὡς δ’ ὁ τηρητικός τε καὶ ἐμπειρικὸς, ἁπαλοχρώτων τε καὶ παίδων καὶ γυναικῶν, εἶτα νῦν τῷ τοιούτῳ προσαγόμενον ὀνῆσαι μηδέν. ἡμεῖς μὲν οὖν ζητήσωμεν κατὰ τί μηδὲν ὠφέλησεν, εἰς δύο τούτους ἀναγαγόντες σκοπούς· ἢ γὰρ ἐνδεέστερον ἢ
184
ἀμετρότερον ἐξήρανε· καὶ σημεῖά γε τούτων τόν τε ῥύπον ἕξομεν καὶ τὸν ἰχῶρα. εἰ μὲν γὰρ πλείων ὁ ῥύπος, ὑγρότερόν τε ὅλον εἴη τὸ ἕλκος, ἐνδεέστερον ἐξήρανεν· εἰ δὲ καθαρόν τε καὶ ἄνικμον εὑρεθείη, περαιτέρω τοῦ προσήκοντος. εὐθὺς δὲ καὶ τὸ ποσὸν τοῦ συμμέτρου μᾶλλον ἢ ἧττον ἐκ τοῦ ποσοῦ τῶν γνωρισμάτων εἰσόμεθα· καὶ τοσούτῳ δυνησόμεθα τὸ ἐφεξῆς φάρμακον ἢ ξηρότερον ἢ οὐ τοιοῦτον προσενεγκεῖν. ὁ δ’ ἐμπειρικὸς ὅτι μὲν οὐκ ἐσάρκωσε τόνδέ τινα, τὸ προσαχθὲν φάρμακον ὁρᾷ· μὴ γινώσκων μέντοι πότερον τῷ μᾶλλον ἢ τῷ ἧττον ξηρᾶναι, μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ περὶ τὸν Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ἐξ ἡμισείας ὥσπερ καὶ πρόσθεν ἐδείξαμεν ὄντες δογματικοὶ κακῶς ἰατρεύουσιν ἕλκος· μόνα γὰρ ἐπιχειροῦσι λογικῶς θεραπεύειν ὅσα τῶν ὀργανικῶν ἐστι μορίων ἴδια. νοσήματα· τὸ δ’ ἕλκος, ὥσπερ καὶ πρόσθεν εἴρηται, κοινόν ἐστιν ὁμοιομερῶν τε καὶ ὀργανικῶν, ὥστε καὶ τοῦτο κατὰ τοσοῦτον ἐμπειρικῶς θεραπεύουσι, καθ’ ὅσον ἐν τοῖς ὁμοιομερέσι πέφυκε γίνεσθαι. καὶ μὲν δὴ κᾀν τῷ τὰς ἀπολωλυίας τελέως οὐσίας ἢ κεκολοβωμένας ἐπιχειρεῖν
185
θεραπεύειν, κᾀνταῦθα ἀναγκαῖον αὐτοῖς ἐστιν ἀποπίπτειν πολλαχῇ τοῦ λογικῶς. εἰ γὰρ αὐτὸ τὸ ἀπολωλὸς οὐσία τίς ἐστιν ὁμοιομερὴς, ἀναγκαῖόν ἐστι τὸν προνοούμενον αὐτοῦ τῆς γενέσεως ὑπὲρ ἁπάσης τῆς φύσεως ἐπίστασθαι. περὶ μὲν δὴ τούτων καὶ αὖθις εἰρήσεται. τὸ δὲ μὴ τυχὸν εἶναι πρᾶγμα, καλῶς ἕλκους προνοήσασθαι καὶ ὡς ἡ πρώτη πασῶν ἔνδειξις, ἡ καὶ τοῖς ἰδιώταις γινωσκομένη πολλοστόν ἐστι μόριον τῆς θεραπείας, ἐναργῶς ἀποδεδεῖχθαι νομίζω· καὶ γὰρ ὅτι δραστικαὶ ποιότητές εἰσι θερμότης τε καὶ ψυχρότης καὶ ὑγρότης καὶ ξηρότης ἀναγκαῖον ἀποδεδεῖχθαι καὶ τούτοις ἐφεξῆς ἅπαντα τὰ περὶ κράσεων ἐγνῶσθαι κατά τε τὸ ἡμέτερον σύγγραμμα καὶ τἄλλα πάντα τὰ τούτῳ πλησιάζοντα. νῦν μὲν οὖν ὁ λόγος ἐφ’ ἕλκους εἴρηται κοίλου, μόνην αὐτὴν τὴν κοιλότητα θεραπευόντων· ἡμῶν· ἡ γὰρ ὡς ἕλκους θεραπεία κατὰ τὸ παρὸν οὔπω λέλεκται. συνίσταται δὲ καὶ ἥδε κατὰ τὴν αὐτὴν μέθοδον· ἀπό τε γὰρ τῆς τοῦ θεραπεύοντος κράσεως λαμβάνεται καὶ προσέτι τῆς τῶν φαρμάκων δυνάμεως· εἴρηται δ’ ἄμφω ταῦτα τοῦ περὶ τῶν
186
στοιχείων λόγου, μὴ συγχωρηθέντος γὰρ ἐν τῇ μεθόδῳ γενέσεως καὶ φθορᾶς αἰτίας εἶναι τὰς τέτταρας ποιότητας, οὔτ’ ἄρξασθαι τῆς μεθόδου δυνατὸν οὔτε προελθεῖν οὔτε τελειῶσαι· τὸ δ’ ἐκείνας ἐπιδεῖξαι δρώσας τε καὶ πασχούσας εἰς ἀλλήλας τῆς περὶ τῶν στοιχείων ἐστὶ θεωρίας. ὅπερ οὖν ἐν τοῖς ἔμπροσθεν ἐπεδείξαμεν, ὑπὸ τοῦ νῦν ἐνεστῶτος λόγου μαρτυρεῖται, τὸ μηδὲν δύνασθαι πραγματεύσασθαι περὶ μηδενὸς τῶν ὁμοιομερῶν τὸν ἰατρὸν ἄνευ τῆς φυσικῆς ὀνομαζομένης θεωρίας. ἀλλ’ ἐκεῖ μὲν ἐπὶ τῶν ὁμοιομερῶν ἀπεδείχθη μόνον, ἐνταῦθα δ’ ἤδη πως ὁ λόγος ἐμφανίζει μηδὲ ἐπὶ τῶν ὀργανικῶν ὁλόκληρον ἐξευρεῖν δύνασθαι τὴν θεραπείαν μηδένα χωρὶς τοῦ κᾀκείνης προσάψασθαι· δειχθήσεται δ’ ἐναργέστερον ἔτι ταὐτὸ τοῦτο παρ’ ὅλην τὴν πραγματείαν.

Ἐπὶ δὲ τὴν τοῦ ἕλκους θεραπείαν μόνου μετέρχεσθαι καιρός· εἴη δ’ ἂν μόνον ἐπειδὰν μήτε διάθεσις αὐτῷ συμπαρῇ μηδεμία μήτε σύμπτωμα. μὴ τοίνυν ἔστω μήτε ῥευματικὸν τὸ ἡλκωμένον μόριον μήτε κακόχυμον μήθ’

187
ὅλως δύσκρατον· ἀλλὰ μηδὲ κοιλότης αὐτῷ συνέστω, μηδὲ τοῦ δέρματος ἀπώλεια μηδεμία. καὶ γὰρ αὖ τοῦτο παρορῶσιν οἱ πολλοὶ τῶν ἰατρῶν, οὐ συνιέντες ὡς ἐπειδὰν ἕλκος κοῖλον πληρωθὲν ὁμαλὲς μὲν ὑπάρχῃ, πλατὺ δὲ, διττὴ καὶ νῦν ἐστιν ἐν τῷ μορίῳ διάθεσις, ἑτέρα μὲν οὐσίας δέρματος ἀπώλεια, δευτέρα δὲ συνεχείας λύσις. ἐπειδὰν μὲν οὖν αὐτὸ τοῦτο μόνον ᾖ συνεχείας λύσις, ἤτοι τῆς ἐπιδερμίδος ἢ καὶ τοῦ δέρματος ἅπαντος ἢ καὶ τῆς ὑποκειμένης ἅμ’ αὐτῷ σαρκὸς, ἕλκος ἐστὶν οὕτω τὸ πάθημα καὶ δεῖται κολλήσεως μόνης. εἰ γὰρ συναχθείη πρὸς ἄλληλα τὰ χείλη τοῦ δέρματος, οὐδέν ἐστι μεταξὺ τοῦ δέρματος ἑτερογενὲς; ὥσπερ ἐπὶ τοῦ πεπληρωμένου τε καὶ ὁμαλοῦ ἕλκους· ἐπ’ ἐκείνου γὰρ οὐχ ἅπτεται τὰ πέρατα τοῦ ἕλκους ἀλλήλων, ἀλλ’ ἐκ τῆς ἡλκωμένης ἁπάσης χώρας ἀπόλωλε τὸ δέρμα καὶ χρὴ γεννῆσαι δήπουθεν αὐτό· κατὰ μέντοι τὸ διῃρημένον ὑπό τινος ὀξέος κολλήσεως δεῖ μόνης, οὐ μὴν καὶ γενέσεως δέρματος. ὅταν οὖν ἕλκους ἁπλοῦ προκείμενον ᾖ θεραπείαν εὑρεῖν, ὑποτίθεσθαι χρὴ τῷ λόγῳ διαίρεσιν σαρκώδους μέλους χωρὶς ἀπωλείας
188
μορίου. τὸ δέ γε πλατὺ τὸ ἐπουλώσεως δεόμενον ἕλκος ἀπολώλεκε τελέως τὴν καλουμένην ἐπιδερμίδα. ταύτην οὖν γεννῆσαι χρὴ καὶ πρὸς ἑαυτὴν ἑνῶσαι· καὶ δυ’ ἐνταῦθα πρόκεινται σκοποὶ, καθάπερ ἐπὶ τοῦ κοίλου· διότι καὶ ἡ διάθεσις ἐπ’ ἀμφοῖν ἐστι διττή. τίνι τοίνυν, φήσει τις αὐτῶν ἴσως, ὁμαλὲς ἕλκος τοῦ κοίλου διενήνοχεν; εἰ καὶ διάθεσις ἐπ’ ἀμφοῖν ἐστι διττὴ καὶ διττὸς ὁ σκοπὸς τῆς θεραπείας; πλήθει τῶν ἀπολωλότων ὦ βέλτιστε μορίων. ἐπὶ μὲν γὰρ τοῦ κοίλου καὶ ἡ ἐπιδερμὶς μὲν ἀπόλωλε καὶ ἡ τοῦ δέρματος δὲ φύσις ἡ λοιπὴ πᾶσα καὶ τῆς ὑποκειμένης σαρκὸς οὐκ ὀλίγον ἐνίοτε μέρος· ἐπὶ δὲ τοῦ πεπληρωμένου σὰρξ μὲν οὐκέτι λείπει, τὸ δ’ ἔξωθεν σκέπασμα λείπει. τίς μὲν οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἐστιν ἴασις ἐφεξῆς ἐροῦμεν· ἐν δὲ τῷ παρόντι τοῦ μόνον ἕλκους ὄντος, ἑτέραν δὲ μηδεμίαν ἔχοντος διάθεσιν, ὁποίαν τινὰ χρὴ τὴν θεραπείαν ποιεῖσθαι λέγωμεν. ἐπεὶ τοίνυν διαίρεσις μόνον ἐστὶν, ἅμα χρὴ τὰ πέρατα γενέσθαι τῶν διῃρημένων· ἢ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μεῖναι
189
συνελθόντα; διττὴ δ’ ἡ τῶν συνελθόντων μονή· τὰ μὲν γὰρ δι’ ἑαυτῶν, τὰ δὲ δι’ ἄλλων μένει· δι’ ἑαυτῶν μὲν ὅσα συμφύεται, δι’ ἄλλων δὲ τά τε συνδούμενα καὶ τὰ κολλώμενα. τὰ μὲν δὴ συμφυόμενα πάντως χρὴ μαλακὰ τὴν φύσιν εἶναι. τοιοῦτον δὲ ἥ τὲ σάρξ ἐστὶν αὐτὴ καὶ ὅσα σαρκώδη μόρια κατὰ τὴν σύστασιν. ὅσα δ’ ἔστι σκληρὰ καὶ ξηρὰ, συμφῦναι μὲν οὐ δύναται, κόλλης δέ τινος ἢ δεσμοῦ δεῖται πρὸς τὸ μεῖναι συναχθέντα. τῶν μὲν δὴ τοιούτων σωμάτων ἡ ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· περὶ δὲ τῶν ἑνωθῆναι δυναμένων ὁ λόγος περαινέσθω, ζητούντων ἡμῶν κᾀνταῦθα τὸ τῆς συμφύσεως αἴτιον. ἔστι δ’ ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἡ φύσις αἰτία τῆς σαρκώσεως, οὕτω κᾀπὶ τῶν ἁπλῶν ἑλκῶν τῆς συμφύσεως· ὅθεν ἐὰν συναγάγῃς εἰς ταὐτὸν ἀκριβῷς τὰ διεστηκότα, χωρὶς τῆς ἄλλης ἁπάσης τῆς ἔξωθεν ἐπιτεχνήσεως συμφύεται. καί σοι γέγονεν αὖθις ἕτερος σκοπὸς ὁ τῆς συναγωγῆς, ἵν’ ἐντεῦθεν ὁρμώμενος ζητήσῃς ἐξ ὧν τοῦτο ποιήσεις. ἢ γὰρ δεσμὸν ἐν κύκλῳ περιλαβὼν ἐκ δυοῖν ἀρχῶν,
190
ἢ ῥαφὰς, ἢ ἀγκτῆρας ἐπιθεὶς, ἢ τινὰ τούτων, ἢ πάντα συνάξεις εἰς ταὐτὸ τὰ διῃρημένα. χρὴ δὲ μήτε μαλακὸν εἶναι πάνυ καὶ οἷον βρυῶδες τὸ περιβαλλόμενον, ἵν’ ἀσφαλῶς συνέχῃ, μήθ’ οὕτω σκληρὸν ὡς θλίβειν· ἀλλὰ μηδὲ τὴν ἐπιβολὴν ἢ οὕτω χαλαρὰν ὡς μηδὲν ἀνύειν, ἢ οὕτω σφοδρὰν ὡς θλίβουσαν ὀδύνην ἐργάζεσθαι. ταῦτ’ εἰ ποιήσαις καὶ εἴη τὸ ἕλκος μόνον ἄνευ κακοχυμίας, ἢ ῥεύματος, ἢ δυσκρασίας, ἢ φλεγμονῆς, ἤ τινος ἄλλης κακώσεως, ἑνωθήσεται πάντως. εἰ δ’ ἤτοι διὰ τὸ μέγεθος ἀδύνατον εἴη μέχρι τοῦ βάθους ἀκριβῶς ἀλλήλοις παρατεθῆναι· τὰ κεχωρισμένα σώματα, μήτε τῶν ῥαμμάτων μήτε τῶν ἀγκτήρων μήτε τῆς ἐπιδέσεως ἀφικνεῖσθαι δυναμένης αὐτῶν, ἢ φθάνοι τις ἰχὼρ αὐτόθι συνειλεγμένος, ἢ καί τις ὀδύνη συνοῦσα, κολληθῆναι τὸ τοιοῦτον ἕλκος ἀδύνατον ἐπὶ μόνῃ τῇ συναγωγῇ· τό τε γὰρ ὀδυνώμενον ἐρεθίζει τι πλέον ἐπιῤῥεῖν· εἰ δὲ καὶ τὸ ἴσον ἐπιῤῥεῖ τὸ κατὰ φύσιν, ἀλλ’ ἥ γε δύναμις ἀῤῥωστοῦσα τῶν ὀδυνωμένων τε ἅμα καὶ τετρωμένων
191
μορίων οὐκ, οἴσει τὸ ἴσον, ἀλλ’ ὡς ὑπὸ πλείονος βαρυνθήσεται, κᾀκ τούτου πάντως μὲν ἰχῶρες περιττοὶ, θαυμαστὸν δ’ εἰ μὴ καὶ φλεγμονὴ γενήσεται. καὶ μὲν δὴ καὶ εἰ χωρὶς ὀδύνης ὁ ἰχὼρ ἐν τῷ μεταξὺ τῶν συναχθέντων χειλῶν τοῦ ἕλκους εἴη παρακείμενος, ἢ καί τις χώρα γίγνοιτο μεταξὺ κενὴ μὲν ἰχῶρος, ἀέρος δὲ πλήρης, οὐκ ἐνδέχεται κολληθῆναι τὸ τοιοῦτον ἕλκος ἐκ μόνης τῆς συναγωγῆς· ὅ τε γὰρ ἰχὼρ ἤδη διακόπτει τὴν ἕνωσιν αἵ τε μεταξὺ τῶν ἑνωθησομένων χῶραι κεναὶ κωλύουσιν ἅψασθαι τὰς ἐπιφανείας ἀλλήλων· ὥστ’ ἐκεῖνά γε τὰ μέρῃ τοῦ ἕλκους ἡ φύσις δεῖται προσαρκῶσαι πρότερον, ἵνα συμφύσῃ· μικρὰ δὲ δήπουθέν ἐστιν οὕτως, εἰ καλῶς συναχθῇ τὸ ἕλκος, ὡς μιᾶς ἡμέρας ἢ τὸ πλεῖστόν γε δεῖσθαι δυοῖν. ἐν οὖν τούτῳ τῷ χρόνῳ φαρμάκου χρεία ξηραίνοντος τὸ μόριον, ἵν’ εἴτε τις ἤδη παρακείμενος ἰχὼρ εἴη, τοῦτον ἐκδαπανήσῃ καὶ τὸν μέλλοντα συῤῥεῖν εἰς τὰς κενὰς χώρας κωλύσῃ. νῦν οὖν πάλιν ἀναμνήσθητί μοὺ τοῦ σαρκωτικοῦ φαρμάκου τοῦ μετρίως ξηραίνοντος, ἵν’ εἰδῶμεν εἴτε· ξηραντικώτερον
192
αὐτοῦ χρὴ τὸ κολλητικὸν ὑπάρχειν εἴτε μή. τὸ μὲν δὴ σαρκωτικὸν εἰ σύμπαν ἐξεδαπάνα τὸ ἐπιῤῥέον αἷμα, τὴν ὕλην ἂν οὕτως ἀφῃρεῖτο τῆς σαρκώσεως. τὸ δέ γε κολλητικὸν ἢ οὐδ’ ὅλως δεῖται γενέσεως σαρκὸς, ἢ σμικρᾶς παντάπασιν· ὥστε μᾶλλον αὐτὸ χρὴ ξηραίνειν τοῦ σαρκωτικοῦ. ταύτῃ τε οὖν ἀλλήλων διοίσει μικράν τινα διαφορὰν, ἑτέραν τε μεγάλην, ᾗ τὸ μὲν σαρκωτικὸν εὐθὺς χρὴ καὶ ῥυπτικὸν ὑπάρχειν, ἵνα μὴ μόνον ξηραίνῃ τὸ περιττὸν τῆς ὑγρότητος, ἀλλὰ καὶ τὸν ῥύπον ἀφαιρῇ· τὸ δὲ κολλητικὸν οὐ ῥύπτειν οὐδὲ ἀποσμᾷν, ἀλλὰ τοὐναντίον ἅπαν εἰς ταὐτὸν συνάγειν ἅπασαν τὴν οὐσίαν· ὅπερ, οἶμαι, πέφυκε δρᾷν ὅσα τῶν φαρμάκων αὐστηρὰ καὶ στύφοντα καλεῖται· ταῦτα γὰρ εἰς ταὐτὸ συνάγειν καὶ πιλεῖν, οὐκ ἀποῤῥύπτειν, οὐδὲ καθαίρειν πέφυκεν. ὥστε μάλιστα πάντων φυλαξώμεθα τὸ στῦφον φάρμακον, ἔνθα σαρκῶσαι πρόκειται δυσαπολύτως ἐμπλάσσον τοῖς ἕλκεσι τὸν ῥύπον· οἶνος οὖν ἄριστον φάρμακον ἑλκῶν ἁπάντων ᾗ ἕλκη. εἰ δὲ καὶ μὴ προσθείημεν τῷ
193
λόγῳ ᾗ ἕλκη, ταὐτὸν, οἶμαι, νοήσεις· ὑπὲρ γὰρ τοῦ μὴ παρακοῦσαί τινα πρόσκειται χάριν ἀναμνήσεως, οὐχ ὡς ἀναγκαῖόν τὶ διοριζόμενον. ὡς εἴ γέ μοι μεμνημένος εἴης τῶν ἐν τῷ πρὸ τούτου βιβλίῳ λόγων ἁπάντων, τῶν περὶ τῶν καθ’ ἕκαστον ὄνομα σημαινομένων τε καὶ ὑποκειμένων πραγμάτων, οὐδὲν ἔτι σοι δεήσομαι τὰ τοιαῦτα διορίζεσθαι, μόνον δὲ ἀρκέσει μοι καθ’ ἕκαστον αὐτῶν διελέσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν συνθέτων, ὑπὲρ ὧν ἤδη μέν πού τι πρόσθεν εἴρηται, ῥηθῆναι δ’ ἀναγκαῖον ἔσται καὶ νῦν, οὐ τοσοῦτον αὐτοῦ τοῦ πράγματος ἕνεκεν, ἀλλ’ ὅτι νομίζουσιν οἱ πολλοὶ τῶν ἰατρῶν ὑπὸ τῆς λέξεως ἐξαπατώμενοι διαφορὰς ἑλκῶν εἶναι τὸ κοῖλον καὶ ὁμαλὲς, ἔναιμόν τε καὶ παλαιὸν, ῥυπαρόν τε καὶ καθαρὸν, ἀφλέγμαντόν τε καὶ φλεγμαῖνον. ἀναγκαῖον οὖν ἔσται διελέσθαι τίνες μὲν αἱ οἰκεῖαι διαφοραὶ τῶν ἑλκῶν εἰσι, τίνες δ’ ἐπιπλοκαὶ διαθέσεων ἑτέρων. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον· ἡ δὲ συνήθης διδασκαλία τοῖς παλαιοῖς, ἥνπερ δὴ καὶ νῦν ηὐξάμην ἀσκηθῆναι, κατὰ φύσιν ὑπάρχει,
194
μάλιστα τῶν ἁπλῶν ἑκάστης διαθέσεως ἴδιον ἴαμα λεγόντων αὐτῶν καὶ μάλιστα πάντων Ἱπποκράτους. ἡ γάρ τοι μέθοδος ἡ θεραπευτικὴ κατὰ τοῦτον ἂν μάλιστα προΐοι τὸν τρόπον, ὑπὲρ ἑκάστου τῶν ἁπλῶν ἰδίᾳ διελθόντων ἡμῶν· ἔπειτ’ αὖθις ἐπὶ τοῖς συνθέτοις ἅπασιν ἑτέραν μίαν ἐπιδειξάντων μέθοδον· ὥσπερ καὶ εἰ δύο ἦν ὄντως κατὰ δίαιταν νοσήματα, τό τὲ στεγνὸν καὶ τὸ ῥοῶδες, ἰδίαν ἑκατέρου θεραπείαν εἰπόντας, οὕτως ἐχρῆν ἐπιπεπλεγμένου μνημονεύειν, ὡς οἱ περὶ τὸν Θεσσαλὸν ἀξιοῦσι, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἐπειδὰν τῶν μὲν ἑλκῶν ᾗ ἕλκη πάντων ἓν εἶδος ὑπάρχει, τῶν φλεγμονῶν δ’ ᾗ φλεγμοναὶ, καὶ τούτων ἕτερον εἶδος ἓν, ἰδίᾳ μὲν χρὴ τῶν ἑλκῶν, ἰδίᾳ δὲ τῶν φλεγμονῶν εἰπόντας θεραπείας, οὕτως ἤδη συνάπτειν εἰς ταὐτὸν ἀμφοτέρας. τοῦτ’ οὖν εἰ ποιήσαιμεν, ἕλκη μὲν ἅπαντα ξηραίνεσθαί τε ἅμα καὶ στύφεσθαι δεόμενα, κατὰ τὴν εἰρημένην μέθοδον εὑρήσομεν, οὐ μὴν καὶ ῥύπτεσθαί γε· κοιλότητα δ’ ἐν σαρκὶ ξηραίνεσθαι μὲν καὶ ῥύπτεσθαι, στύφεσθαι δ’ οὐκέτι. καὶ δὴ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἔμπροσθεν εἴπομεν ἐπὶ τῶν κοίλων ἑλκῶν,
195
ἀνάλογον καὶ νῦν ἐπισκεψόμεθα τοῦ σώματος τὴν φύσιν, εἰ μαλακὴ καὶ βρυώδης, ἢ σκληρὰ καὶ ξηρὰ καὶ σύντονος. ἡ μὲν γὰρ προτέρα καθ’ ὅσον ὑγροτέρα, κατὰ τοσοῦτον καὶ τῶν φαρμάκων ἧττον ξηραινόντων δεήσεται· ἡ δευτέρα δὲ καθ’ ὅσον ξηροτέρα, κατὰ τοσοῦτον αὖ καὶ ἥδε καὶ σφοδρότερον ξηραινόντων δεήσεται καὶ μᾶλλον στυφόντων. ὁ γοῦν ἐμπειρικὸς, οἶμαι, κᾀνταῦθα παίδων μὲν καὶ γυναικῶν καὶ ἁπαλοσάρκων μνημονεύσει, νεανίσκους καὶ γεωργοὺς καὶ θαλαττουργοὺς ἀντιτάττων αὐτοῖς· οὐ μὴν ὅτι γε διὰ μὲν. τὴν ὑγρότητα τῆς κράσεως ἐπὶ παίδων καὶ γυναικῶν ἑώραται τὰ τοιαῦτα τῶν φαρμάκων εὐδοκιμοῦντα· διὰ δὲ τὴν ξηρότητα πάλιν ἕτερα, θερισταῖς καὶ ναύταις ἁρμόττοντα συνιέναι δυνάμενος, οὔτε τῆς καθ’ ἕκαστον σῶμα θεραπείας, ἀκριβῶς στοχάσεται καὶ τῆς ἀποτυχίας οὐχ εὑρήσει τὴν αἰτίαν. ὥστε οὐδὲ τῆς ἐπὶ τὸ βέλτιον εὐπορήσει μεταβολῆς, ὁπόταν ἀποτυγχάνῃ τὰ διὰ τῆς ἐμπειρίας αὐτῷ προεγνωσμένα. τοῦτο μὲν δὴ καθόλου περὶ τῶν φαρμάκων εἴρηταί μοι τῶν κολλητικῶν· ἑξῆς δ’ ἄλλη τις μέθοδος εἰς τὴν σκευασίαν τε καὶ
196
τὴν σύνθεσιν αὐτῶν διαφέρουσα προσέρχεται· τοῖς μὲν γὰρ κοίλοις ἕλκεσιν ὃ βουλόμεθα προσφέρομεν εὐθὺς, εἴτ’ οὖν ξηρὸν εἴθ’ ὑγρὸν φάρμακον· ἐγχωρεῖ γὰρ ἐπιτάττειν ἢ ἐμπλάττειν αὐτὰ παντὶ μορίῳ τοῦ ἕλκους· ἐπὶ δὲ τῶν ἄχρι βάθους ἱκανοῦ γεγενημένων τραυμάτων, ἐπειδὰν ἅπαξ συναγάγωμεν τὰ χείλη, ψαῦσαι τῶν ἐν τῷ βάθει διῃρημένων οὐκ ἐγχωρεῖ. χρὴ τοίνυν οὐχ ἁπλῶς εἰ ξηραντικόν ἐστι καὶ αὐστηρὸν μετρίως τὸ φάρμακον, ἀλλ’ εἰ καὶ μέχρι τοῦ βάθους ἐξικνεῖσθαι δυνατὸν ἐπισκοπεῖσθαι. ψιμμύθιον γοῦν καὶ λιθάργυρος στύφει καὶ ξηραίνει μετρίως· ἀλλ’ ἐὰν ἐπιπάσσῃς αὐτὰ δίκην τέφρας ἐν κύκλῳ τοῦ τετρωμένου, πλέον οὐδὲν ἀνύσεις· οὐ γὰρ διϊκνεῖται τῶν οὕτω ξηρῶν φαρμάκων εἰς τὸ βάθος ἡ δύναμις. ὑγρότητος οὖν αὐτοῖς δεήσει τινὸς, ἵν’ ὁποῖόν τι τῶν ἐμπλαστικῶν φαρμάκων, ἢ καὶ τῶν ὑγροτέρων τι γένηται. τοῦτο μὲν οὖν τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας ἐστὶν ἴδιον, οὐκ αὐτῆς τῆς θεραπευτικῆς μεθόδου καὶ εἰ δόξαιμεν αὐτοῦ δεῖσθαί τε πρὸς τὰ παρόντα, κᾂν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσαιμεν.

197

Ἐπὶ δὲ τὸ τῆς οὐλῆς δεόμενον ἕλκος ἐπάνειμι, περὶ οὗ μικρὸν ἔμπροσθεν ἔλεγον ὡς ὁ πρῶτος μὲν εἴη καὶ τούτου σκοπὸς ἐκ τούτου γένους τοῦ κοίλου. γεννῆσαι γὰρ χρή τι τῶν ἀπολωλότων, οὐχ ἁπλῶς ἑνῶσαι τὰ διεστηκότα· τρόπον δ’ ἕτερον ἐπὶ τούτου γεννᾶται τὸ λεῖπον ἢ ὃν ἐπὶ τοῦ κοίλου. ἐν ἐκείνῳ μὲν γὰρ τὸ αἷμα, τούτῳ δ’ ἡ σάρξ ὕλη. πληροῦται μὲν οὖν τὸ κοῖλον ὑπὸ τῆς γεννωμένης σαρκὸς, τὴν γένεσιν ἐκ τοῦ αἵματος ἐχούσης· εἰς οὐλὴν δὲ ἀφικνεῖται τὸ ἤδη πεπληρωμένον ὑπὸ τοῦ γεννωμένου δέρματος, ἐκ τῆς ὑποβεβλημένης σαρκὸς τὴν γένεσιν ἔχοντος· ἀλλὰ σὰρξ μὲν ἡ αὐτὴ τῷ εἴδει τῇ διεφθαρμένῃ δύναται γεννηθῆναι κατὰ τὸ κοῖλον ἕλκος· δέρμα δ’ οὐκ ἐνδέχεται γεννηθῆναι τοιοῦτον ἀκριβῶς οἷον ἦν τὸ διεφθαρμένον, ἀλλ’ ὅμοιον μέν τι δέρματι καὶ τὴν χρείαν αὐτοῦ δυνάμενον ἀποπληροῦν, οὐ μὴν ἀκριβὲς δέρμα. διὰ τί μὲν οὖν οὐχ οἷόν τ’ ἐστὶν ἡμῖν γεννῆσαι δέρμα τὸ ἅπαξ ἀπολλύμενον, ὥσπερ σάρκα καὶ πιμελὴν γεννῶμεν, ἐκ τῶν φυσικῶν ἐστι προβλημάτων· ὅπως δ’ ἄν τις μιμήσαιτο καὶ φύσιν καὶ χρείαν δέρ

198
ματος, ἐκ τῆς νῦν ἐνεστώσης πραγματείας, ἧς τὴν μέθοδον ἤδη λέγομεν. ἐπειδὴ πρόκειται σκεπάσαι τὴν σάρκα συμφύτῳ τινὶ σκεπάσματι, τοῦτο γάρ ἐστι τὸ εἰς οὐλὴν ἀγαγεῖν τὸ ἕλκος, ἤτοι δέρμα γεννητέον ἡμῖν ἐστιν, ἢ τῆς σαρκὸς τὸ ἐπιπολῆς δέρματι παραπλήσιον ἐργαστέον· ἀλλ’ οὐκ ἐγχωρεῖ γεννῆσαι δέρμα, τὸ λοιπὸν ἄρα πειρατέον ἐργάζεσθαι. τίς οὖν ὁ τρόπος τῆς ἐργασίας; ἣ ἀλλοίωσις δηλονότι· σαρκὸς γάρ τι μόριον οὐκέτι σάρκα μένειν, ἀλλ’ οἷον δέρμα γενέσθαι βουλόμεθα· πῶς οὖν ἀλλοιωθήσεται; κατά τινα τῶν ἀλλοιουσῶν δηλονότι ποιοτήτων· ἥκει γὰρ αὖθις ἐνταῦθα, κᾂν μὴ θέλωμεν, ὁ περὶ τῶν στοιχείων λόγος, οὗ χώρις οὐδὲ ἐπουλωτικὸν ἔστιν εὑρεῖν φάρμακον οὐ μόνον σαρκωτικὸν ἢ κολλητικόν. ἐπεὶ τοίνυν τὸ δέρμα τῆς σαρκὸς ξηρότερόν ἐστι καὶ πυκνότερον, εἰ ξηραίνοιμεν καὶ στύφοιμεν τὴν σάρκα, δέρματι παραπλησίαν ἐργασόμεθα. τὸ μὲν κεφάλαιον ἔχεις ἤδη τῶν ἐπουλωτικῶν φαρμάκων, ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο· καὶ γὰρ τὰ κολλητικὰ ξηραίνοντά τε ἦν καὶ στύφοντα. ὅπη
199
ποτ’ οὖν διοίσει ταῦτ’ ἐκείνων, εἰς αὐτὴν ἀποβλέπων τὴν οὐσίαν τῶν πραγμάτων ἐξευρήσεις. ἐπειδὴ γὰρ ἐν μὲν ταῖς κολλήσεσι τῶν ἡλκωμένων ξηραίνεσθαι χρὴ τὸ ἐπιῤῥέον, ὡς ἀπέριττον μένειν τὸ πεπονθὸς μέρος, ἐν δὲ ταῖς ἐπουλώσεσιν οὐ μόνον τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν ταῖς σαρξὶν ὑγρὸν ἐκδαπανᾶσθαι προσήκει, πολὺ δήπου ξηρότερον εἶναι χρὴ τὸ συνουλωτικὸν φάρμακον τοῦ κολλητικοῦ· τῷ μὲν γὰρ κολλήσοντι, σκοπὸς εἷς οὗτος μόνος ἐκδαπανῆσαι τὸ περιττὸν τοῦ κατὰ φύσιν, τῷ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν ἅψασθαι· κηκὶς οὖν ὀμφακίτης ἐνταῦθα καὶ τὰ τῆς ῥοιᾶς λέμματα καὶ τῆς Αἰγυπτίας ἀκάνθας ὁ καρπὸς, μετρίως ξηραίνοντα φάρμακα· χαλκῖτις δὲ καὶ χαλκὸς κεκαυμένος καὶ λεπὶς χαλκοῦ καὶ μίσυ καὶ στυπτηρία σχιστὴ πολὺ τούτων σφοδρότερα μίσυ μὲν καὶ χαλκῖτις μάλιστα, μετριώτερον δ’ ἣ λεπὶς τοῦ χαλκοῦ· καὶ τούτου μετριώτερον ὁ κεκαυμένος χαλκὸς, εἰ δὲ καὶ πλύναις αὐτὸν, τὸ ἀδηκτότατον ἕξεις φάρμακον. ἔστι δὲ καὶ τοῦτο ἤδη τῆς περὶ φαρμάκων συνθέσεως πραγματείας,
200
ἑπομένης τῇ θεραπευτικῇ μεθόδῳ. τὸ μὲν γὰρ τὰς δυνάμεις τῶν φαρμάκων γνῶναι προηγεῖται τῆς θεραπευτικῆς μεθόδου· καὶ λέλεκται περὶ αὐτῶν ἑτέρωθι· τὸ δὲ συνθεῖναι τὰ φάρμακα μετὰ τὴν θεραπευτικήν ἐστι μέθοδον. ὅταν γὰρ αὕτη μὲν διδάξῃ τὰ καθόλου, λέγω δὲ τὸ ξηραίνειν ἢ ὑγραίνειν, ἢ ψύχειν ἢ θερμαίνειν, καὶ ἤτοι μετρίως τοῦτο δρᾷν, ἢ σφοδρῶς, ἢ ἀμυδρῶς, εἰδῶμεν δὲ καὶ τὴν τῶν ἁπλῶν, φαρμάκων ἑκάστου δύναμιν ἰδίᾳ καθ’ ἑαυτὴν ἐπεσκεμμένοι, τηνικαῦτα πῶς ἄν τις ταῦτα μίξειεν ἐπιτηδείως τῇ χρείᾳ προσήκει σκέπτεσθαι· γίνεται γοῦν οὕτως διττή τις ἡ περὶ τῶν φαρμάκων μέθοδος· ἑτέρα μὲν ἡ τῆς δυνάμεως αὐτῶν, ἑτέρα δὲ ἡ τῆς συνθέσεώς τε καὶ σκευασίας. ἀλλὰ γὰρ ἐπὶ τὸ λεῖπον ἔτι τῆς περὶ τῶν ἑλκῶν ἀπιέναι χρὴ μεθόδου.

Λείπει δ’, ὡς οἶμαι, τὸ περὶ τῶν ὑπεραυξανομένων σαρκῶν εἰπεῖν, ὃ δὴ καὶ ὑπερσάρκωσιν ὀνομάζουσιν οἱ πλείους τῶν ἰατρῶν. ἔστι δὲ καὶ τοῦτο νόσημα τοῦ γένους τοῦ παρὰ τὸ ποσὸν, ἢ τὸ πηλίκον τῶν μορίων·

201
ἐξέστω γὰρ ὡς ἂν ἐθέλοις ὀνομάζειν· ἐκ ταὐτοῦ δὲ γένους καὶ ἡ κοιλότης ἦν, ὑπὲρ ἧς προειρήκαμεν. ὡς οὖν ὃ καλοῦσιν ἕλκος κοῖλον οὐχ ἕν ἐστι πάθος, ἀλλὰ κοιλότης τε ἅμα καὶ ἕλκος, οὕτως ἕλκος ὑπερσαρκοῦν οὐχ ἕν ἐστι πάθος, ἀλλ’ ὑπερσάρκωσίς τε ἅμα καὶ ἕλκος, ἐνδείκνυται δὲ τὸ τῷ μεγέθει παρὰ φύσιν τὴν πρώτην ἔνδειξιν, ἣν δὴ καὶ σκοπὸν τῆς τῶν ἰαμάτων εὑρέσεως ἐλέγομεν εἶναι, τοῦ πλεονάζοντος τὴν ἀφαίρεσιν· ὑπὸ φαρμάκων δ’ αὕτη γίνεται μόνον, οὐκέθ’ ὑπὸ φύσεως, ἀνάπαλιν ἢ ὡς ἐπὶ σαρκώσεως καὶ κολλήσεως εἶχεν· ἐκεῖνα μὲν γὰρ τῆς φύσεως αὐτῆς ἐστιν ἔργα, τῶν φαρμάκων τὰ διακωλύοντα τὰς ἐνεργείας αὐτῆς ἐκκοπτόντων· ἡ δὲ τῶν ὑπεραυξηθεισῶν σαρκῶν καθαίρεσις οὐδὲν μὲν τῆς φύσεώς ἐστιν ἔργον, ὑπὸ δὲ τῶν ἰσχυρῶς ξηραινόντων γίνεται φαρμάκων. παράκειται δὲ ταῦτα τὰ φάρμακα τοῖς τε ῥύπτουσιν ἰσχυρῶς καὶ τοῖς ἐπουλοῦσιν, ὡς πολλοὺς διαμαρτάνοντας ἐνίοτε τὸ καθαιρετικὸν φάρμακον ἢ ὡς ῥύπου καθαρτικὸν, ἢ ὡς
202
εἰς οὐλὴν ἄγον παραλαμβάνειν· οἷον αὐτίκα τὸ μίσυ καὶ ἡ χαλκῖτις εἰ ὑγρᾷ φύσει προσάγοιτο, τῶν καθαιρόντων μᾶλλον ἢ τῶν ἐπουλούντων ἐστίν· ὅθεν εἴ ποτε τοιούτοις ἀναγκασθείημεν χρῆσθαι πρὸς ἐπούλωσιν, ἑτέρων δηλονότι μὴ παρόντων, ὡς ἐλαχίστοις αὐτοῖς χρησόμεθα, μόνον τὸν πυρῆνα τῆς μήλης καθιέντες εἰς ἄκρον λελειωμένα τὰ φάρμακα· κᾄπειθ’ οὕτως οἷον χνοῦν τινα τοῖς τῆς ἐπουλώσεως δεομένοις ἐπιβάλλομεν μορίοις. εἰ δὲ καὶ καθαιρεῖν βουλοίμεθα τὰ ὑπερέχοντα, δαψιλέστερον ἐπιθήσομεν. ἰὸς δὲ τούτων ἐστὶ καθαιρετικώτερος, ὡς ὅλως ἐκπεπτωκέναι τοῦ γένους τῶν ἐπουλούντων· εἰ δὲ καὶ καύσειας αὐτὰ, δριμύτερα μὲν ἧττον, ἐπουλωτικώτερα δὲ ποιήσεις. εἰ δὲ καὶ πλύναις, ἠπιώτερα. μέμνησαι δὲ δήπου καὶ σὺ τὸν ἄνευ λογισμοῦ θεραπεύοντά ποτε τὸ ῥυπαρὸν ἕλκος, τῷ συνήθει φαρμάκῳ τῷ χλωρῷ, μιγνύντα μὲν αὐτῷ τὸ μέλι, πολλαῖς δὲ ἐφεξῆς ἡμέραις εὑρίσκοντα ῥυπαρὸν ὁμοίως· εἶτ’ ἀπορούμενόν τε καὶ ὅπῃ μεταβῇ μὴ γινώσκοντα· συνέβαινε
203
γὰρ οὐ καθαίρεσθαι μόνον τὸν ῥύπον, ἀλλὰ καὶ συγκαθαιρεῖσθαί τι καὶ συντήκεσθαι τῆς ὑποκειμένης σαρκὸς, ἰσχυροτέρου τοῦ φαρμάκου τῆς τοῦ κάμνοντος ὑπάρχοντος φύσεως. εἶθ’ ὁ μὲν ἰατρὸς ἀεὶ πλέον ἀνεμίγνυε τῷ φαρμάκῳ τοῦ μέλιτος, ἵνα δὴ σφοδρότερον καθῄρειεν, ὡς ἐλλιπῶς τοῦ προτέρου τοῦτο δράσαντος. ἐγίγνετο δὲ πᾶν τοὐναντίον· εἰς ὅσον γὰρ ἐπετείνετο τῇ δριμύτητι τὸ προσφερόμενον, εἰς τοσοῦτον συνετήκετο μὲν ἡ ὑποκειμένη σὰρξ, ὁ δὲ τῆς συντήξεως ῥύπος εὑρισκόμενος ἐπὶ τοῦ ἕλκους ἐξηπάτα τὸν ἰατρὸν, ὡς οὐδὲν ἀνύοντος τοῦ φαρμάκου. τούτου μὲν δὴ περὶ τὴν διάγνωσιν, οὐ μόνον περὶ τὴν θεραπευτικὴν μέθοδον ἡ ἄγνοια· καὶ γὰρ μάλιστα καὶ ῥυπαρὸν καὶ ὑγρὸν ὁμοίως φαίνεται τὸ ἕλκος ἐπ’ ἀμφοτέρων τῶν φαρμάκων, ἀλλά τοι κοιλότερον μὲν ἐπὶ τῶν ἰσχυρῶν τε καὶ συντηκόντων γίγνεται· καὶ προσέτι τοῖς χείλεσιν ὀχθῶδες, ἐρυθρόν τε καὶ ὑποφλεγμαῖνον, ἔστιν ὅτε δὲ καὶ δάκνεται σαφῶς ὁ ἄνθρωπος ὑπὸ τοῦ τοιούτου φαρμάκου· τὸ δ’ ἧττον ἢ
204
προσήκει ξηραῖνον οὔτε δῆξιν οὔτε τῶν ἄλλων οὐδὲν ὧν εἶπον ἐργάζεται. δῆλον δ’, οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς ὁ μὲν ἐμπειρικὸς, εἰ καὶ ὅτι μάλιστα διωρισμένῃ χρήσαιτο τῇ πείρᾳ, τό γε μεταβαίνειν ἐπὶ τὸ προσῆκον. εὐμηχάνως οὐκ ἔχει. μόνῳ δ’ ὑπάρχει τοῦτο τῷ κατὰ μέθοδον ἰατρεύοντι, τὴν ὄντως δηλονότι μέθοδον, ἣν ἐγὼ νῦν διέρχομαι.

Τὴν γὰρ τῶν ἀμεθόδων Θεσσαλείων μέθοδον ὄνομα μόνον οἶσθα δήπου κενὸν, ἔρημον ἔργου παντός· οἵ γε τοσαύτης τε καὶ τηλικαύτης οὔσης μεθόδου περὶ τὴν τῶν ἑλκῶν ἴασιν οὔτε τοῖς τῶν ἐμπειρικῶν ἐχρήσαντο διορισμοῖς εἰς τὴν τῶν φαρμάκων εὕρεσιν οὔτ’ ἀπὸ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων ἔλαβον τὴν ἔνδειξιν, ὡς οἱ δογματικοί· μόνον δ’ εἰπόντες ὃ καὶ τοῖς ἰδιώταις γνωρίζεται, τὸ δεῖσθαι τὸ μὲν κοῖλον ἕλκος πληρώσεως, τὸ δὲ πλῆρες ἐπουλώσεως, τὸ δ’ ὑπερσαρκοῦν καθαιρέσεως, καὶ τὸ μὲν ῥυπαρὸν καθάρσεως, τὸ δὲ καθαρὸν ἐπουλώσεως, τὸ δὲ ἔναιμον καὶ κολλήσεως, ἑλκῶν θεραπείας οἴονταί τινα μέθοδον εἰρηκέναι· τοσοῦτον ἀποδέουσι γιγνώσκειν ὡς ταῖς μὲν ὑγροτέραις

205
φύσεσι τῶν ἧττον ξηραινόντων φαρμάκων ἐστὶ χρεία, ταῖς δὲ ξηροτέραις τῶν μᾶλλον. ὃ τοίνυν παρ’ ὅλον τὸν λόγον ἐφάνη σαφῶς αὖθις ἀναληπτέον· ἵν’ ἡμεῖς τε μάλιστα προσέχωμεν αὐτῷ τὸν νοῦν, οἵ τ’ ἄλλοι πάντες οἱ τὴν παλαιὰν μέθοδον διαφθείροντες ἐναργέστερον γνῶσιν ὅσον ἁμαρτάνουσιν. ἄρξομαι δ’ ἀπὸ τῶν σαρκώσεως δεομένων ἑλκῶν, ἕν τι τοῦτο παράδειγμα προχειρισάμενος, ἐπειδὴ καὶ φθάνω τὸν λόγον ὑπὲρ αὐτοῦ πεποιημένος. εἶθ’ ἑξῆς περὶ πάσης ὁμοῦ τῆς ἰάσεως ἐν τῷ καθόλου ποιήσομαι τὸν λόγον. ἐφάνη τοίνυν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τῇ πείρᾳ σκοπουμένοις, οὐ τῶν αὐτῶν ἅπασα φύσις δεομένη φαρμάκων, ἀλλ’ αἱ μὲν ἀσθενέστεραι καὶ μαλακώτεραι τῶν μαλακωτέρων, αἱ δ’ ἰσχυρότεραι, καὶ ξηρότεραι τῶν ἰσχυροτέρων. οὕτω δὲ κᾀπὶ τῶν εἰς οὐλὴν ἀγομένων ἑλκῶν εἶχε καὶ προσέτι τῶν κολλήσεως δεομένων. ἁπλῶς γὰρ οὐδὲν τῶν ἰσχυρῶν φαρμάκων αἱ μαλακαὶ φέρουσι φύσεις. ἐν δὲ τῇ διεξόδῳ ταύτῃ τοῦ λόγου κατάφωρον γίγνεται σαφῶς ὅτι τε τὴν φύσιν ἐπισκεπτέον ἐστὶ τοῦ κάμνοντος, ὅτι τε καθ’ ἕκαστον ἄνθρωπον
206
ἰδίᾳ τίς ἐστι θεραπεία· καὶ τρίτον ἐπὶ τούτοις ὡς ἐπειδὴ τὸ τῆς ἑκάστου φύσεως ἴδιον ἀῤῥητόν ἐστι καὶ πρὸς τὴν ἀκριβεστάτην ἐπιστήμην ἄληπτον, οὗτος ἂν ἄριστος ἰατρὸς εἴη τῶν κατὰ μέρος ἁπάντων νοσημάτων, ὁ μέθοδόν τινα πορισάμενος ἐξ ἧς διαγνωστικὸς μὲν τῶν φύσεων ἔσοιτο, στοχαστικὸς δὲ τῶν ἑκάστης ἰδίων ἰαμάτων. τὸ δ’ οἴεσθαι κοινήν τινα ἁπάντων ἀνθρώπων εἶναι θεραπείαν ἐσχάτως ἠλίθιόν ἐστιν· ὅπερ οἱ ἀναισθητότατοι νομίζουσι μεθοδικοί. καὶ διὰ ταῦθ’ ἑστάναι τὰ τῆς ἰατρικῆς ἔφασαν ἅπαντα θεωρήματα, τουτέστιν ἐπιστημονικὰ καὶ βέβαια ταῖς γνώσεσιν ὑπάρχειν. εἶναί τε τὴν γνῶσιν αὐτῶν τέχνην τινὰ κοινοτήτων, οὐκ ἰδιοτήτων, ὡσπερεὶ τὸν κοινὸν καὶ γενικὸν ἄνθρωπον θεραπεύοντες, οὐ τοὺς κατὰ μέρος. ὡς οὖν ἐν τοῖς ἄλλοις ἅπασιν εὐθέως κατὰ τὰς ἀρχὰς ἐσφάλησαν, οὕτω κᾀν τῷδε· θεραπεύεται μὲν γὰρ οὐχ ὁ κοινὸς καὶ γενικὸς ἄνθρωπος, ἀλλ’ ἡμῶν ἕκαστος, ἄλλος ἄλλην ἔχων δηλονότι κρᾶσίν τε καὶ φύσιν. οἱ δ’ οἴονται μίαν θεραπείαν ἁπάντων ἀνθρώπων
207
εἶναι· ἐγὼ δ’ εἰ καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς ἠπιστάμην ἐξευρίσκειν, οἷον ἐπινοῶ τὸν Ἀσκληπιὸν, αὐτὸς ἂν ἦν τοιοῦτος· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τὸ γοῦν ἐγγυτάτω προσιέναι καθόσον ἀνθρώπῳ δυνατὸν αὐτός τε ἀσκεῖν ἔγνωκα καὶ τοῖς ἄλλοις παρακελεύομαι. πειρῶνται μὲν οὖν εἰς ὅσον οἷόν τε καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας, ἀποχωρεῖν μὲν τῶν κοινῶν, προσέρχεσθαι δὲ τοῖς ἰδίοις· ἀλλ’ ὅσον καὶ τούτοις ἐνδεῖ πρὸς τὸ τέλειον εἴρηται πρόσθεν. οὐ γὰρ ἐπὶ παίδων, ἢ γυναικῶν, ἢ γερόντων, ἢ μαλακὴν ἐχόντων καὶ λευκὴν τὴν σάρκα καὶ ὅσα τοιαῦτα, ὡς ἐκεῖνοι ποιοῦσι, προσδιοριστέον ἐστὶν, ἀλλ’ ὅπως ὑγρότητος ἢ ξηρότητος ἔχει τὸ σῶμα. τοὺς μὲν οὖν ἐμπειρικοὺς ἰατροὺς ἄλλων τε πολλῶν ἕνεκεν ἀποδέχεσθαι χρὴ καὶ μάλισθ’ ὅταν προσέρχεσθαι. πειρῶνται καθόσον ἐγχωρεῖ τῇ τοῦ κάμνοντος ἰδιότητι. μετὰ γὰρ τοὺς διορισμοὺς ἅπαντας οὓς διορίζονται, καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἐπάγουσιν, ὡς κᾀντεῦθεν εὐπορήσαντες οἰκειοτέρων τῷ κάμνοντι βοηθημάτων. εἰρήσεται δ’ ἡμῖν ἐν τοῖς ἑξῆς ἐπὶ
208
πλέον ὑπὲρ τῶν ἐθῶν, κᾀκεῖ ἀποδείξομεν ὑπὲρ τοῦ γνῶναι τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως, ἐξευρῆσθαι τοῖς παλαιοῖς καὶ τὸν ἀπὸ τοῦ ἔθους διορισμόν. τοῦτον οὖν ἐπὶ τοῖς ἄλλοις οἱ ἐμπειρικοὶ παραλαμβάνουσι καὶ πρὸς τούτῳ καὶ αὐτὸν τὸν ἰατρὸν, εἰ πολλάκις εἴη παραγεγονὼς τῷ νοσοῦντι, βέλτιον ἂν ἰᾶσθαί φασι τοῦ μὴ παραγεγονότος· εἶθ’ ὅταν ταῦτα πάντα προσθῶσιν, οὔπω βεβαίαν οὐδ’ ἐπιστημονικὴν ἔχειν φασὶ τῆς ἰδίας τοῦ κάμνοντος ἰάσεως τὴν γνῶσιν. ὁ δ’ ἀναισχυντότατος Θεσσαλὸς ἓν μόνον εἰδὼς, ὅτι τὸ κοῖλον ἕλκος πληρωτέον, ἑστῶτά τε καὶ βεβαία φησι τὰ τῆς ἰατρικῆς εἶναι θεωρήματα. καίτοι τοῦτό γε πάντες, ὡς εἴρηται καὶ πρόσθεν, ἄνθρωποι γινώσκουσιν, οὐχ οἱ νῦν μόνον, ἀφ’ οὗ Θεσσαλὸς, ὁ δεύτερος Ἀσκληπιὸς, εἰς ἀνθρώπους ἧκεν, ἀλλὰ καὶ οἱ πρὸ Δευκαλίωνος, οἶμαι, καὶ Φορωνέως, εἴπερ γε κᾀκεῖνοι λογικοί τε ἦσαν. ἀλλὰ πρὸς τῷ γινώσκειν ὡς σαρκωτέον ἐστὶ τὸ κοῖλον ἕλκος, ἔτι κᾀκεῖνο συνίεσαν, ὡς ὁ γινώσκων τὰ φάρμακα τὰ σαρκώσοντα τοιοῦτον ἕλκος, ἐκεῖνος ἰατρός ἐστιν. εἰ μὲν οὖν ἐξ ἐμπειρίας εὕρηται ταῦτα,
209
δῆλον ὡς ἐμπειρικῶς ἡμῖν ἰατρευτέον ἐστίν· εἰ δὲ ἐκ λόγου, λογικῶς· οὐ γὰρ δὴ ἄλλο μὲν εὕρηκεν, ἄλλῳ δέ τινι νῦν ἐπιδεξίως χρήσεται. ἀλλὰ περὶ μὲν τούτου πρὸς τοὺς ἐμπειρικούς ἐστιν ἡ ἀμφισβήτησίς τις ἡμῖν· ὅπερ δὲ λέγων ἀπέλιπον, ἡ ὄντως ἰατρικὴ τῆς τοῦ κάμνοντος ἐστόχασται φύσεως· ὀνομάζουσι δὲ, οἶμαι, τοῦτο πολλοὶ τῶν ἰατρῶν ἰδιοσυγκρασίαν, καὶ πάντες ἀκατάληπτον ὁμολογοῦσιν ὑπάρχειν· καὶ διὰ τοῦτο καὶ αὐτὴν τὴν ὄντως ἰατρικὴν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι παραχωροῦσιν. ἤρτηται δὲ ὁ λόγος οὗτος σύμπας ἀπὸ διττῶν ἀρχῶν· ἀπὸ μὲν τῶν ἐναργῶς φαινομένων τοῖς ἐμπειρικοῖς τε καὶ τηρητικοῖς, ἀπὸ δὲ τῶν στοιχείων τοῖς λογικοῖς. ὅτι τε γὰρ ἄλλον ἄλλο φάρμακον ὠφελεῖ σχεδὸν ἤδη καὶ οἱ παῖδες ἐπίστανται· συμφωνεῖ δὲ τούτῳ καὶ ὁ ἀπὸ τῶν στοιχείων λογισμός. εἰ γὰρ ὑπόθοιο πεντεκαίδεκα διαφορὰς εἶναι κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ταῖς κράσεσι τῶν ἀνθρώπων ἐπὶ μόνης τῆς ὑγρᾶς φύσεως, ἀνάγκη δήπου σε καὶ τῶν φαρμάκων οἷς μέλλεις χρήσασθαι πεντεκαίδεκα διαφορὰς ἐπίστασθαι, καὶ τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον ξηραινούσας, ἵν’
210
ἑκάστῃ φύσει τὸ προσῆκον ἐξευρίσκῃς. εἰ δὲ καὶ τῆς ξηροτέρας φύσεως ἄλλας πεντεκαίδεκα διαφορὰς ὑποθέμενος ὡσαύτως κᾀπ’ ἐκείνης ἄλλων πεντεκαίδεκα δέοιο φαρμάκων, ἔσται σοι τὰ πάντα τριάκοντα φάρμακα πρὸς τριάκοντα φύσεις ἡρμοσμένα, καὶ τούτοις προσηκόντως χρῆσθαι δυνήσεται μόνος ὁ περὶ κράσεως σωμάτων ἀκριβῶς ἐπεσκεμμένος. ἆρ’ οὖν εἰ μὲν ὅλον τὸ σῶμα εἴη ξηρότερον τὴν κρᾶσιν, ὑπὸ τῶν ξηραντικωτέρων ὠφεληθήσεται φαρμάκων· εἰ δὲ μόριον αὐτοῦ τι τῶν ἄλλων φύσει ξηρότερον ὑπάρχοι, τῶν ἧττον ξηραινόντων δεήσεται; ἢ πρόδηλον κᾀνταῦθα τὸ μὲν ξηρότερον τῇ κράσει μόριον τῶν ξηραντικωτέρων, τὸ δ’ ὑγρότερον τῶν ἧττον ξηραινόντων προσδεῖσθαι; καὶ τοῦτ’ οὖν ὅλον παραλέλειπται τοῖς ἀμεθόδοις Θεσσαλείοις, ἓν ἐπὶ παντὸς μορίου φάρμακον ἡγουμένοις ἁρμόττειν. οἱ δ’ ἀπὸ τῆς ἐμπειρίας ὅσον πλεονεκτοῦσι κᾀν τῷδε τῶν Θεσσαλείων μεθοδικῶν, τοσοῦτον ἀπολείπονται τῶν ὄντως μεθοδικῶν τε καὶ λογικῶν. ἔχουσι γὰρ δὴ κᾀκεῖνοι πρὸς τῆς πείρας διδαχθέντες
211
ἄλλο μὲν τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν, ἄλλο δὲ τῶν ἐν ὠσὶν, ἢ ἄρθροις, ἢ σαρξὶν, ἢ δέρματι μόνῳ φάρμακον. ἀλλ’ ὅτι γε κᾀνταῦθα μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατήσωσιν, ἐκ τῶν ἔμπροσθεν εἰρημένων εὔδηλον.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται, πάλιν ἐπὶ τὴν ἀρχὴν ἀνέλθωμεν τοῦ λόγου, μιγνύντες ἁπάσας τὰς συμπιπτούσας ἕλκει διαθέσις, ἀπὸ πρώτης ἀρξάμενοι τῆς δυσκρασίας. εἰ γὰρ ἤτοι πρόσθεν εἴη κατὰ δή τινα συντυχίαν, ἢ καὶ παρ’ αὐτὸν τῆς ἑλκώσεως τὸν χρόνον ἡ ἡλκωμένη σὰρξ γένοιτο θερμοτέρα τοῦ δέοντος, ἢ ψυχροτέρα, δεήσει τὸ φάρμακον οὐ μόνον ξηραίνειν μετρίως, ἀλλὰ καὶ θερμαίνειν ἢ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἡ ὑποκειμένη σὰρξ ἐξέστη τοῦ κατὰ φύσιν· οὐ γὰρ ἐγχωρεῖ σάρκωσιν, ἢ πλήρωσιν, ἢ κόλλησιν, ἢ ἐπούλωσιν ἕλκους ὀρθῶς ποτε γενέσθαι τῆς ὑποκειμένης σαρκὸς ἐχούσης κακῶς, οὐδὲ εἰκῆ πρόσθεν ἐλέγομεν ἔργα φύσεως εἶναι σύμπαντα ταῦτα. κάθαρσιν μέντοι τῶν ῥυπαρῶν καὶ καθαίρεσιν τῶν ὑπεραυξηθέντων ἐγχωρεῖ γενέσθαι καὶ χωρὶς τοῦ κατὰ φύσιν ἔχειν

212
τὴν σάρκα· μόνον γὰρ τῶν φαρμάκων ἦν ἔργα. διὸ καὶ μείζων ἡ πρόνοια γιγνέσθω σοι τῆς εὐκρασίας τῶν ἡλκωμένων μορίων, ὁπότε σαρκοῦν ἢ κολλᾷν ἢ ἐπουλοῦν ἐθέλεις αὐτά. σώζεσθαι γὰρ δεῖ τὰς κινήσεις τῆς φύσεως αἷς εἵπετο τῶν εἰρημένων ἕκαστον· οὐ σωθήσονται δ’ ἄλλως εἰ μὴ πάντη κατὰ φύσιν ἔχοι τὸ μόριον. ὥσπερ οὖν εἰ φλεγμονή τις ἅμα τῷ ἕλκει τύχοι, πρὶν ταύτην λῦσαι, σαρκοῦν, ἢ κολλᾷν, ἢ ἐπουλοῦν οὐκ ἂν οὐδεὶς ἐπεχείρησεν αὐτὸ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰ καὶ χωρὶς φλεγμονῆς εἴη μόνη δυσκρασία τῶν εἰρημένων, οὐδὲν ἐλπίσομεν γενέσθαι πρὶν ἐκείνην ἰᾶσθαι. πάλιν οὖν ἐντεῦθεν ἔνδειξίς τις εἰς τὴν τῶν ἔμπροσθεν εἰρημένων φαρμάκων εὕρεσιν γίνεται· ξηραίνοντα μὲν γὰρ ἦν ἅπαντα, διέφερε δ’ ἀλλήλων ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὐ μὴν ὅπως γε τοῦ θερμαίνειν ἢ ψύχειν εἶχεν εἴρηταί που πρόσθεν, ἀλλ’ ἡ μέθοδός πως ἀναγκάζει καὶ τοῦτ’. ἐρευνᾶσθαι. οὐ γὰρ ἁπλῶς εἰ ξηραῖνον, ἀλλ’ εἰ μὴ καὶ σφόδρα θερμαῖνον, ἢ ψῦχον ἐπισκέπτεσθαι χρή. φεύξῃ
213
τοιγαροῦν ὑοσκύαμον καὶ μανδραγόραν καὶ κώνειον, ὡς πέρα τοῦ μετρίου ψύχοντα, καίτοι ξηραίνει γε εἰς τοσοῦτον, εἰς ὅσον ἕλκος ξηραίνεσθαι ὀφείλει. καὶ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος, εἰ καὶ ξηραίνει συμμέτρως, ἀλλὰ πέρα γε τοῦ προσήκοντός ἐστι θερμά· καὶ διὰ τοῦτο οὐκ ἄν τις αὐτοῖς χρήσαιτο μόνοις ἄνευ τοῦ τοῖς ἀτρέμα ψύχουσιν ἐπιμίξας, ἓν ἐξ ἁπάντων εὔκρατον ἀπεργάσασθαι φάρμακον. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει προσεπιβλέπειν δεήσει καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν· οἷον γὰρ φάρμακόν τι καὶ οὗτος ἔξωθεν προσπίπτων τοῖς σώμασιν, ἐπειδὰν ἀμέτρως ἔχῃ θερμότητος ἢ ψύξεως, ἐμποδὼν ἵσταται τῇ θεραπείᾳ. χρὴ τοίνυν ἀντιπεπονθέναι τὰ φάρμακα ταῖς ἀμετρίαις αὐτοῦ. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης ψυχροτέροις μὲν τῇ δυνάμει χρῆται κατὰ τὰς θερμὰς ὥρας, θερμοτέροις δὲ κατὰ τὰς ψυχράς. οἶσθα δὲ δήπου κᾀνταῦθα τῶν ἀναισθήτων τινὰ μεθοδικῶν ὁμολογήσαντα μὲν ἐπιβλέπειν ὅπως ἔχει θερμότητος ἢ ψύξεως ὁ περιέχων ἀὴρ τὸν κάμνοντα, μὴ μέντοι τὰς ὥρας τοῦ ἔτους ἐπισκέπτεσθαι συγχωροῦντα, ὥσπερ
214
τῶν ὀνομάτων τῶν κατὰ τὰς ὥρας βλαπτόντων ἢ ὠφελούντων, ἀλλ’ οὐ τῆς κράσεως αὐτῶν, ἢ οὐ διὰ ταύτην ἀποβλεπόντων εἰς αὐτὰς τῶν παλαιῶν ἰατρῶν. ἀλλὰ γὰρ ὅτι μὲν ἀναγκαῖόν ἐστι τῷ μέλλοντι μεθόδῳ τινὶ θεραπεύσειν ἕλκος, ἐπί τε τὰ στοιχεῖα πρῶτα καὶ μάλιστα παραγίνεσθαι καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς κράσεις τῶν σωμάτων ὅλων τε καὶ κατὰ τὰ μόρια ἐπιβλέπειν ἱκανῶς οἶμαι δεδεῖχθαι. πάλιν δ’ ἀναμνηστέον κᾀνταῦθα τὸ καὶ πρόσθεν εἰρημένον ἐπὶ τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν ἐνδείξεως· ὡς γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ὑγροτέρα φύσις ὑγροτέρων ἐδεῖτο τῶν φαρμάκων, ἡ δὲ ξηροτέρα ξηροτέρων, οὕτως καὶ νῦν ἡ μὲν θερμοτέρα θερμοτέρων, ἡ δὲ ψυχροτέρα ψυχροτέρων δεήσεται, ἔμπαλιν δὴ τῆς ἐνδείξεως γιγνομένης ἀπὸ τῶν παρὰ φύσιν τε καὶ κατὰ φύσιν· τὰ μὲν γὰρ κατὰ φύσιν ὁμοίων ἑαυτοῖς ἐστὶν ἐστὶν ἐνδεικτικὰ, τὰ δὲ παρὰ φύσιν ἐναντίων, εἴ γε τὰ μὲν φυλάττεσθαι, τὰ δὲ διαφθείρεσθαι χρή.

Τὸ μὲν οὖν καὶ τὰς κράσεις τῶν σωμάτων καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς φύσεις τῶν μορίων ἐπιβλέπειν

215
χρῆναι τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι δεδεῖχθαί μοι νομίζω σαφῶς· καὶ ὡς μὲν πρῶτος σκοπὸς τῆς ἰάσεως ἐκ τῆς διαθέσεως λαμβάνεται μόνης, ἐξευρεῖν δὲ οὐκ ἔτι ἐντεῦθεν ἐγχωρεῖ τὰ βοηθήματα, πρὶν ἐπί τε τὰ στοιχεῖα τῶν σωμάτων ἀναβῆναι καὶ τοῦ κάμνοντος ἐπισκέψασθαι τὴν κρᾶσιν, ὅλου τε τοῦ σώματος καὶ τοῦ πεπονθότος μέρους, εὐθὺς αὐτῷ καὶ τὴν τοῦ περιέχοντος κρᾶσιν συνεπισκεπτομένους· ἥτις ἐκτείνεται κᾀπὶ τὰς ἐπιδήμους καταστάσεις καὶ προσέτι τὰς χώρας. ὅτι δὲ πολλάκις ἐναντίαι ἐνδείξεις γίγνονταί κατὰ μίαν θεραπείαν, ὅπως τε χρὴ μεταχειρίζεσθαι τὰς τοιαύτας, εἰρήσεται μὲν ἐπιπλέον ἐν τοῖς ἐφεξῆς, εἴη δ’ ἂν οὐκ ἄπο, τρόπου καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν ὑπὲρ αὐτῶν. οὐδὲν γὰρ οἶμαι θαυμαστὸν ὑγροτέραν μὲν ὑπάρχειν τὴν κρᾶσιν τοῦ κάμνοντος, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον ξηρότερον, ἢ τοῦτο μὲν ὑγρότερον, ἅπασαν δὲ τὴν κρᾶσιν ξηροτέραν· ὡσαύτως δὲ καὶ κατὰ θερμότητα καὶ ψύξιν ὑπεναντίως ἔχειν τῇ κράσει τὸ μόριον πρὸς τὸ ὅλον. ὥσπερ οὖν εἰ τὸ πᾶν σῶμα τῆς μέσης ὑπῆρχε κράσεως, ἣν ἀρίστην ἐδείκνυμεν, οὐδὲν ἂν ἕνεκά
216
γε τῆς τοῦ κάμνοντος φύσεως ἐνεωτερίζομεν ἐν τοῖς φαρμάκοις, οὕτως ἐπειδὰν ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ ψυχρότερον ἢ θερμότερον ᾖ τοῦ δέοντος, ἐπιτείνειν εἰς τοσοῦτον χρὴ τὰς δυνάμεις τῶν φαρμάκων, εἰς ὅσον καὶ τὸ σῶμα φυσικῆς ἐπείληπται δυσκρασίας. οὐ γὰρ δὴ ἐπιλελήσμεθά γε, τίς μὲν ἡ φυσικὴ δυσκρασία, τίς δ’ ἡ παρὰ φύσιν. εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἐν ἄλλοις καὶ μάλιστ’ ἐν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας γράμματι. φέρε τοίνυν ὅλην τὴν κρᾶσιν τοῦ κάμνοντος σώματος ὑγροτέραν εἶναι καὶ διὰ τοῦτο δεῖσθαι τῶν ἧττον ξηραινόντων φαρμάκων, αὐτὸ δὲ τὸ πεπονθὸς μόριον τῶν φύσει ξηροτέρων ὑπάρχειν, οἷά περ ἐλέγομεν εἶναι τὰ ἧττον σαρκώδη. τοιαῦτα δ’ ἐστὶ τά τε κατὰ τοὺς δακτύλους καὶ τὰ ἄρθρα καὶ τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὀδόντας, ἁπλῶς δ’ εἰπεῖν ἵνα χόνδροι πολλοὶ καὶ ὑμένες καὶ σύνδεσμοι καὶ ὀστᾶ καὶ νεῦρα, πιμελὴ δὲ καὶ σὰρξ ἢ οὐδ’ ὅλως, ἢ ἐλαχίστη, διάφορος δ’ ἐν τούτοις ἡ ἔνδειξις ἀπό τε τοῦ πεπονθότος μέρους ἐστὶ καὶ τῆς φύσεως τοῦ κάμνοντος. ὥστε εἰ μὲν ὅσῳ τοῦ κάμνοντος
217
ἡ κρᾶσις ὑγροτέρα πέφυκε τοῦ συμμέτρου, τοσούτῳ καὶ τὸ μόριον εἴη ξηρότερον τοῦ συμμέτρου, μήτε προστιθέναι τι μήτ’ ἀφαιρεῖν τοῦ φαρμάκου, τοιοῦτον δὲ προσφέρειν, οἷον ἂν ἐπὶ τοῦ συμμέτρου τῇ κράσει σώματος ἐν συμμέτρῳ τῇ κράσει μορίῳ γεγονότος ἕλκους παρελάβομεν. εἰ δὲ πλέον εἴη τὸ μόριον τοῦ μετρίου ξηρότερον, ἢ ὅσῳ τοῦ σώματος ἡ κρᾶσις ὑγροτέρα, τοσοῦτον ἐπιτείνεσθαι χρὴ ξηρότητι τὸ φάρμακον, ὅσον ὑπερβάλλει τὸ μόριον τῆς ὅλης κράσεως. οἷον εἰ τέσσαρσι μὲν ἀριθμοῖς εἴη τὸ ἡλκωμένον μέρος ξηρότερον τοῦ συμμέτρου, τρισὶ δ’ ἀριθμοῖς ἡ φύσις τοῦ νοσοῦντος ὑγροτέρα τῆς εὐκράτου, πρόδηλον ὡς ἑνὶ τοῦ συμμέτρου μορίου τὸ νῦν ἡλκωμένων ἔσται, ξηροτέρου δεόμενον φαρμάκου. ὅτι δὲ ἅπαντα ταῦτα στοχασμῷ λαμβάνεται καὶ ὅτι κάλλιστα δυνατός ἐστι στοχάζεσθαι ὁ γεγυμνασμένος ἐν τοῖς. περὶ τούτων λογισμοῖς ἄντικρυς δῆλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἁπάντων ἐναντίαι πολλάκις ἐνδείξεις καθ’ ἕνα γίνονται χρόνον· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν ὑπὲρ τῶν κατὰ θερμόν
218
τε καὶ ψυχρὸν ἐνδείξεων ἀνάλογον τοῖς εἰρημένοις νοεῖσθαι δυναμένων· ἐφ’ ἑτέρων δὲ καὶ τοῖς χρόνοις ἐφ’ οἷς εὐθὺς αἱ ἐνδείξεις τέμνονται, καὶ χρὴ τὴν μὲν ἡσυχάσαι κατά γε τὴν ἀρχὴν τῆς θεραπείας, ἐνεργῆσαι δὲ ἑτέραν· οἷον ὅταν ἕλκος ᾖ κοῖλόν τε ἅμα καὶ ἱκανῶς ῥυπαρόν· αἱ μὲν γὰρ διαθέσεις αἱ παρὰ φύσιν ἐν τούτοις τρεῖς εἰσιν, ἕλκος καὶ κοιλότης καὶ ῥύπος. ἡ δὲ τῆς ἰάσεως τάξις ἀπὸ τῆς ἀναιρέσεως τοῦ ῥύπου τὴν ἀρχὴν ἔχει, τῷ μήτε κολληθῆναί τι, μήτε σαρκωθῆναι δύνασθαι, πρὶν καθαρὸν γενέσθαι. δευτέραν δὲ χώραν ἡ τῆς κοιλότητος ἴασις ἕξει· εἰ γὰρ ἤτοι κολλήσαιμεν, ἢ ἐπουλώσαιμεν, ἢ καθόλου φάναι θεραπεύσαιμεν τὸ ἕλκος, οὐκέτι ἐγχωρεῖ πληρῶσαι τὴν κοιλότητα. φέρε τοίνυν μὴ μόνον ταῦτ’ εἶναι τὰ τρία περὶ τὸ μέρος, ἀλλὰ καὶ φλεγμονὴν, ἢ ἐρυσίπελας, ἢ γάγγραναν, ἤ τινα δυσκρασίαν ἁπλῆν ἢ σύνθετον, ἆρ’ οὐκ ἐνταῦθα πρόδηλον ὡς εἰ μή τις πρότερον ἐκείνην ἰάσαιτο, πληρῶσαι σαρκὶ τὸ κοῖλον ἕλκος οὐκ ἐγχωρεῖ; λέλεκται γὰρ καὶ πρόσθεν ὡς ἡ τῆς σαρκὸς γένεσις ἐκ τῆς ὑποκειμένης ἄρχεται τῆς ὑγιοῦς· ἐκ φλεγμαινούσης δὲ καὶ
219
δυσκράτου καὶ ἁπλῶς εἰπεῖν νοσούσης, οὐκ ἐγχωρεῖ γεννηθῆναι νέαν σάρκα. σκοπὸς οὖν ἐν ἁπάσαις ταῖς τοιαύταις ἐπιπλοκαῖς ἔστω σοι τριττός. εἷς μὲν ὡς ὁ ἐξ αἰτίων τοῦ μέλλοντος ἔσεσθαι λαμβανόμενος· ὁ δὲ ἕτερος ὡς ὅ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχων· ὁ δὲ τρίτος ὡς ὁ τῶν ἐπειγόντων τε καὶ κατεπειγόντων ὀνομαζόμενος. ἡ μὲν γὰρ εὐκρασία τῆς ὑποκειμένης σαρκὸς αἰτίας λόγον ἔχει, συμφύουσά τε τὸ ἡλκωμένον αὐτῇ καὶ ἀναπληροῦσα τὸ κοῖλον. ἡ δὲ καθαρότης· τοῦ ἕλκους τὸν ὧν οὐκ ἄνευ λόγον· καὶ ταύτην ὁ ῥύπος διακόπτων κωλύει τὴν θεραπείαν. ἔχει δὲ καὶ αὐτὸ τὸ ἕλκος ὡς πρὸς τὴν κοιλότητα τὸν ὧν οὐκ ἄνευ λόγον. εἰ γὰρ εἰς οὐλὴν ἀχθείη τὸ ἕλκος, οὐκέθ’ οἷόν τε σαρκῶσαι τὴν κοιλότητα. πρὸς ταῦτ’ οὖν ἀποβλέπων ἐξευρήσεις τὴν τάξιν τῆς ἰάσεως· οἷον ἡ φλεγμονὴ καὶ κοιλότης καὶ ἕλκος καὶ ῥύπος ἅμα κατὰ ταὐτὸν ὑπάρχει μόριον· ὅτι χρὴ πρῶτον μὲν τὴν φλεγμονὴν, δεύτερον δὲ τὸν ῥύπον, τρίτον δὲ ἰάσασθαι τὴν κοιλότητα, καὶ τέταρτον τὸ ἕλκος. ἐν μὲν δὴ τοῖς εἰρημένοις ἥ τε τάξις καὶ ἡ τῶν σκοπῶν εὕρεσις ἐντεῦθεν. ὁ δὲ τοῦ
220
κατεπείγοντος σκοπὸς ἐν τούτοις μὲν οὐκ ἔστιν, ἐν ἄλλοις δ’ ἐστίν· ἀφ’ ἧς γὰρ κινδυνεύει πρώτης καὶ μάλιστα διαθέσεως ὁ ἄνθρωπος, ἐκείνην πρῶτον ἰατέον. ἐνίοτε δὲ οὐ πρώτην μόνον, ἀλλὰ καὶ μόνην αὐτὴν· οἷον εἰ νυγείσης κεφαλῆς μυὸς ἀκολουθήσειε σπασμὸς, εἶτα πρὸς μηδενὸς τῶν οἰκείων ἰαμάτων καθίσταιτο· διατεμὼν γὰρ ὅλον τὸν μῦν ἐγκάρσιον, ἰάσῃ μὲν τὸν σπασμὸν, ἀλλὰ πηρώσεις τινὰ τῶν τοῦ μορίου κινήσεων. οὕτω δὲ καὶ φλεβὸς ἢ ἀρτηρίας αἱμοῤῥαγούσης ἀμέτρως ὁ διατεμὼν ὅλον ἐγκάρσιον τὸ ἀγγεῖον οὐκέτι μὲν ἰάσασθαι δύναται τὸ ἕλκος αὐτοῦ· τὸν δ’ ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον ἐπέσχεν. ἀλλὰ καὶ νεῦρον νυγὲν ἀναγκαζόμεθα πολλάκις ἐγκάρσιον διακόπτειν, ὅταν ἤτοι σπασμοὺς, ἢ παραφροσύνας, ἢ ἀμφότερα μεγάλα καὶ δυσίατα βλέπωμεν ἑπόμενα τῇ τρώσει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξάρθρημα μεθ’ ἕλκους ἐπειδὰν γένηται κατά τι τῶν μειζόνων ἄρθρων, τὸ μὲν ἕλκος ἰώμεθα, τὸ δὲ ἐξάρθρημα καταλείπομεν ἀνίατον· ὅτι καὶ τοῦτ’ ἐγχειρούντων ἰάσασθαι, σπασμοὶ τοὐπίπαν
221
ἕπονται. τρίτος οὖν οὗτος σκοπός ἐστιν ὁ πρὸς τὸ κατεπεῖγον γιγνόμενος, ἕτερος ἐκείνων τῶν δύο τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. οὐ γὰρ ταὐτόν ἐστιν ἢ ὡς αἴτιόν τι σκοπεῖν, ἢ ὡς τὸν ὧν οὐκ ἄνευ λόγον ἔχον, ἢ ὡς κατεπεῖγον. ἀλλὰ καὶ ὡς τὸ κατεπεῖγον ἐνίοτε τοιοῦτόν ἐστιν, ὡς ἀνίατον ἀναγκάζειν ἑτέραν ἀπολιπέσθαι διάθεσιν, εἴρηται, καὶ ὡς ἡ διάθεσις αὕτη πολλάκις ὑφ’ ἡμῶν αὐτῶν γίνεται, τοῦτο μὲν ἐπὶ τῶν νενυγμένων νεύρων, ἢ τενόντων, ἢ αἱμοῤῥαγούντων ἀγγείων, τοῦτο δὲ ἐπὶ τῶν κατὰ τὰς κεφαλὰς τετρωμένων μυῶν· ἐπὶ μὲν γὰρ ἐξαρθρήματος ἅμα καὶ ἕλκους οὐκ αὐτὸ ποιοῦμεν, ἀλλὰ μόνον οὐκ ἰώμεθα τὸ γενόμενον. εἰρήσεται δὲ κᾀν τοῖς ἑξῆς ἔτι περὶ τούτων ἐπιμελέστερον.

Ἐν γὰρ τῷ παρόντι συγκεφαλαιώσασθαι βούλομαι τὸν ἐνεστῶτα λόγον ἐπὶ τὰς οἰκείας διαφορὰς τῶν ἑλκῶν ἐπανελθών· ἵν’ εἴ τις κᾀντεῦθεν ἔνδειξις ἰαμάτων ἐστὶ, μηδὲ ταύτην παραλίπωμεν. τὸ μὲν οὖν φλεγμαῖνον ἕλκος καὶ τὸ σηπόμενον ἀναβιβρωσκόμενόν τε καὶ γαγγραινούμενον

222
ἐρυσιπελατῶδες τε καὶ καρκινῶδες ἀνώδυνόν τε καὶ ὀδυνῶδες, τά τ’ ἄλλα τοιαῦτα λέγουσιν ὡς διαφορὰς ἑλκῶν, εἰ μὲν ἄλλως τις διέρχοιτο θεραπείαν ἐμπειρικὴν ἀναγράφων, οὐκ ἀμφισβητητέον αὐτῷ διαφορὰς ἑλκῶν ὀνομάζοντι· μυριάκις γὰρ εἴρηται τὸ μὴ δεῖν ὑπὲρ τῶν ὀνομάτων ἐρίζειν· εἰ δ’ ὡς ἐντεῦθεν μέλλων ἐρεῖν τι τεχνικὸν ὑπὲρ ἐνδείξεων, ἐπιδεικτέον αὐτῷ τὰς μὲν εἰρημένας ἁπάσας διαθέσεις ὑπάρχειν συνθέτους, ἄλλας δ’ εἶναι διαφορὰς ἕλκους ἁπλοῦ καὶ μόνου, χωρὶς ἑτέρας τινὸς ἐπιπεπλεγμένης αὐτῷ διαθέσεως. εἰ γὰρ ἁπλῶς διαιρέσεως γενομένης ὑπό τινος ὀξέος τὸ σχῆμα τοῦ τρώσαντος ἐναπομαχθείη τῷ διῃρημένῳ, γένοιντ’ ἂν οὕτω ἑλκῶν διαφοραὶ πάμπολλαι, λοξῶν, εὐθειῶν, ἑλικοειδῶν, ἀγκιστροειδῶν, ἄλλως ὁπωσοῦν ἐχόντων. αὗται μὲν οὖν αἱ διαφοραὶ πᾶσαι παρὰ τὸ σχῆμα. παρὰ δ’ αὖ τὸ μέγεθος ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἕτεραι μυρίαι· καὶ γὰρ μικρὸν καὶ μέγα καὶ μεῖζον καὶ μικρότερον ἕλκος ἕλκους λέγεταί τι καὶ γίνεται· καὶ μὲν δὴ καὶ βραχὺ καὶ μακρὸν ἐπιπολῆς τε καὶ
223
βαθὺ, καὶ καθ’ ἕκαστον αὐτῶν τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ κατὰ τὸ μέγεθος, ἢ τὸ πηλίκον, ἢ τὸ ποσὸν, ἢ ὅπως ἂν ἐθέλοι τις ὀνομάζειν διαφορᾷ. καὶ εἴπερ ταῦτα οὕτως ἔχει, πάντως δήπου καὶ ὁμαλὲς καὶ ἀνώμαλον ἕλκος ἐν τῷ βάθει τῆς διαιρέσεως ἔσται. κατὰ μῆκος γὰρ, εἰ οὕτως ἔτυχεν, ἀνεσχισμένου τοῦ μηροῦ τὸ μὲν ἄνω μέρος τῆς διαιρέσεως ἐνδέχεται βαθὺ, τὸ κάτω δὲ ἐπιπόλαιον ὑπάρχειν, ἢ ἔμπαλιν ἐπιπολῆς μὲν τὸ ἄνω, βαθὺ δ’ εἶναι τὸ κάτω. καὶ μὲν δὴ καὶ τὸ διεσπάσθαι κατά τι, ἢ τοὐπίπαν καὶ διατετμῆσθαι καὶ τοῦ τρώσαντος ὑποδύντος ὑπὸ τὸ δέρμα λοξὸν, μέρος μέν τι τοῦ ἕλκους φαίνεσθαι, μέρος δ’ ἕτερον ὑπὸ τῷ δέρματι κατακεκρύφθαι, καὶ τοῦτο ἢ ἐκ τῶν ἄνωθεν εἶναι μερῶν, ἢ ἐκ τῶν κάτωθεν, ἢ ἐκ τῶν πλαγίων, ἅπαντα καὶ ταῦθ’ ἑλκῶν εἰ διαφοραί. παρὰ δ’ αὖ τὸν χρόνον ἕτεραι διαφοραὶ τῶν ἑλκῶν, παλαιὸν καὶ ἔναιμον ἢ πρόσφατον ὀλιγοχρόνιόν τε, καὶ πολυχρόνιον, ἐν ἅπασι δ’ αὐτοῖς τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ. κατὰ μὲν αὐτὴν τοῦ ἕλκους τὴν φύσιν
224
αὗται διαφοραὶ, κυριώταται μὲν αἱ κατὰ τὴν οὐσίαν τοῦ πράγματος ἥ τε παρὰ τὸ σχῆμα καὶ ἡ παρὰ τὸ ποσὸν τῆς διαιρέσεως, ἤτοι κατὰ τὸ μῆκος, ἢ βάθος, ἢ κατ’ ἀμφοτέρας τὰς διαστάσεις, ὁμαλότητά τε καὶ ἀνωμαλίαν τὴν ἐν τούτοις. ἔξωθεν δὲ προσιοῦσαι τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσαι· παρά τε τὸν χρόνον ἐν ᾧ τὸ ἕλκος, οὕτω γὰρ τὸ μὲν πρόσφατον καλεῖται, τὸ δὲ παλαιὸν, καὶ παρὰ τὸ φαίνεσθαί τε καὶ μὴ φαίνεσθαι πᾶν ἢ μέρος. ἤδη δὲ καὶ παρὰ τὸν τῆς γενέσεως τρόπον ἐν τῷ τμηθῆναι πᾶν ἢ διασπασθῆναι πᾶν· ἤ τι μὲν τετμῆσθαι μέρος αὐτοῦ, διεσπάσθαι δ’ ἕτερον. εἰ δὲ καὶ τὰς παρὰ τὸν τόπον ἐν ᾧ γέγονε τὸ ἕλκος ἐκλογίζοιο διαφορὰς, οἷον εἰ πέρας μυὸς, εἰ ἀρχὴ μυὸς, εἰ τὸ μέσον τοῦ μυὸς, εἰ δέρμα ἐστὶ τὸ ἡλκωμένον, εἰ ἧπαρ ἢ γαστὴρ, εἶεν ἂν δήπου καὶ αὗται διαφοραὶ τῶν ἑλκῶν. ταῦτα μὲν οὖν οὕτως ἔχει, οὐκ ἀπὸ τῆς οἰκείας αὐτῶν φύσεως, ἀλλ’ ἀπὸ τῶν χωρίων ἐν οἷς συνίστανται τὴν γένεσιν ἔχουσα. ὅταν δ’ εἴποι τις ἤτοι φλεγμαῖνον ἕλκος, ἢ ὑπερσαρκοῦν, ἢ κοῖλον,
225
οἴεται παραπλησίας εἰρηκέναι διαφορὰς ἑλκῶν, ἃς νῦν ἤδη· πέπαυμαι λέγων, οὗτος ἐξ ἀνάγκης ἐν τῇ θεραπευτικῇ μεθόδῳ σφαλήσεται. τὸ γὰρ φλεγμαῖνον ἕλκος οὑτωσὶ λεγόμενον ὅμοιον μὲν ἔχει τὸ τῆς ἑρμηνείας σχῆμα τῷ μικρὸν ἕλκος, οὐ μὴν τό γε δηλούμενον ὅμοιον ὑπάρχει. τὸ μὲν γὰρ ἐπιπολῆς ἢ βαθὺ κατηγορήσαντες τοῦ ἕλκους, οἰκείαν αὐτοῦ διαφορὰν ἐμηνύσαμεν· τὸ φλεγμαῖνον δ’ οὐδ’ ὅλως ἐστὶν ἕλκους διαφορά· δύναται γὰρ φλεγμῇναι μόριον καὶ χωρὶς ἕλκους. ὅθεν οἶμαι καὶ τὴν λέξιν ἐνταυθοῖ μὲν ὑπαλλάξαι δυνατόν· εἰ γὰρ εἴποις ἕλκος τῷδέ τινι γεγονέναι μετὰ φλεγμονῆς, οἰκειότερόν γε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις· οὐ μὴν εἰ φαίης μετὰ μεγέθους μὲν τῷδε, μετὰ σμικρότητος δὲ ἄλλῳ γεγονέναι. καὶ γὰρ οἰκειότερόν τε τῷ πράγματι καὶ σαφέστερον ἑρμηνεύσεις, εἰ τῷδε μέν τινι φαίης ἕλκος μέγα γεγονέναι, τῷ δὲ αὖ μικρόν. ὅθεν εἰ οἷόν τ’ ἦν καὶ τὴν λέξιν ὑπαλλάττειν ὡς καὶ τῷ λεγομένῳ πράγματι πρεπωδεστέραν ἐργάζεσθαι καὶ τοῖς ἀκούσουσι σαφεστέραν, οὐ χρὴ κατοκνεῖν οὕτω ποιεῖν· ἀρχὴ γὰρ τοῦ μὴ σοφίζεσθαι περὶ τὰ πράγματα τὸ καὶ τῇ
226
λέξει χρῆσθαι διωρισμένῃ. τίς οὖν ἐν τοῖς τοιούτοις ἡ μέθοδος; εἰπεῖν γὰρ χρὴ παράγγελμά τι καὶ οἷον σκοπὸν ᾧ προσέχοντες τὸν νοῦν ἀεὶ δυνησόμεθα διορίζεσθαι ταχέως εἴτε διαφορὰν εἴρηκέ τις ἡστινοσοῦν διαθέσεως, εἴτ’ ἐπιπλοκὴν ἑτέρας. ἔστω δή σοι διορισμὸς ὅδε· τὸ δυνάμενον ἰδίᾳ ποτὲ καὶ καθ’ ἑαυτὸ συστῆναι, τοῦτ’ οὐκ ἄν ποτε γένοιτο τῶν ἄλλων οὐδενὸς διαφορά. μέγεθος μὲν οὖν καὶ σμικρότης, ὁμαλότης τε καὶ ἀνωμαλία καὶ χρόνος καὶ σχῆμα τῶν ἑτέροις συμβεβηκότων ἐστίν. ἕλκος δὲ καὶ φλεγμονὴ καὶ γάγγραινα καὶ σηπεδὼν ἕκαστον ἰδίᾳ τε καὶ καθ’ αὐτὸ δύναται συστῆναι, διαθέσεις γὰρ τινές εἰσι τοῦ σώματος ἡμῶν παρὰ φύσιν, οὐ τὰ ταῖς διαθέσεσιν ἐξ ἀνάγκης συμβεβηκότα. πᾶσι μὲν γὰρ τοῖς εἰρημένοις ἐξ ἀνάγκης συμβέβηκεν ἤτοι μικροῖς ἢ μεγάλοις ὑπάρχειν, ἢ ὁμαλέσιν, ἢ ἀνωμάλοις, ἢ προσφάτοις, ἢ παλαιοῖς, ἢ φαίνεσθαι προχείρως, ἢ κεκρύφθαι καὶ μὴ βλέπεσθαι· τὸ φλεγμαίνειν δ’ οὐκ ἔστι τῶν συμβεβηκότων ἕλκει, καθάπερ οὐδὲ τὸ σήπεσθαι καὶ γαγγραινοῦσθαι. πάντα γὰρ ταῦτ’ ἐστὶν ἐκ τοῦ τῶν νοσημάτων γένους, εἴ γε παρὰ
227
φύσιν εἰσὶ διαθέσεις καὶ βλάπτουσιν ἐνέργειαν. ἑτέρῳ δ’ αὖ πάλιν τρόπω ἕλκος ὀδυνώμενον ἢ ἕλκος ῥυπαρὸν λέγεται μὲν ὥς τις ἕλκους διαφορὰ, σύνθετον δέ τι δηλοῦται κᾀνταῦθα πλὴν ἕτερον τρόπον ἢ ὡς φλεγμαῖνον ἕλκος ἐλέγετο καὶ σηπομένου. ἐκεῖ μὲν γὰρ διάθεσις ἡ φλεγμονὴ καὶ ἡ σηπεδών· ἐνταυθοῖ δὲ ὅ τε πόνος καὶ ὁ ῥύπος ἐκ τοῦ τῶν συμπτωμάτων γένους. οὕτω δὲ κᾀπειδὰν εἴπῃ τις ἕλκος, ἢ κακόχυμον, ἢ ῥευματικὸν, ἢ ἀναβιβρωσκόμενον, αἰτίαν συνεμφαίνει τῇ διαθέσει. καὶ δῆλον ἐκ τῶν τοιούτων ὡς οἷον στοχεῖά τινα τῆς θεραπευτικῆς ἐστι μεθόδου τὰ πρῶτά τε καὶ ἁπλᾶ καὶ ἀσύνθετα νοσήματα, καὶ διὰ τοῦτ’ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν νοσημάτων ὑπομνήματι πάντ’ ἐξηριθμησάμεθα ταῦτα. διοίσει δ’ οὐδὲν ἢ πρῶτα λέγειν, ἢ ἁπλᾶ· καὶ γὰρ εἰ πρῶτον, ἁπλοῦν, καὶ εἰ ἁπλοῦν, πρῶτον ὥστε καὶ στοιχειῶδες. ἔνδειξις δὲ ἰάσεως ἀπὸ τῶν διαφορῶν οὐχ ἁπασῶν γίνεται. τὸ γὰρ πρόσφατον ἢ παλαιὸν ἕλκος οὐδὲν ἐνδείκνυται, καίτοι δοκεῖ τισιν, ἀλλὰ παραλογίζονται
228
σφᾶς αὐτοὺς, ὡς κᾀν τοῖς κατὰ δίαιταν ἑτέραν μὲν ἀρχῆς, ἑτέραν δ’ ἐπιδόσεως, ἄλλην δ’ ἀκμῆς τε καὶ παρακμῆς ἔνδειξιν εἶναι λέγοντες· ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς ἐρεῖν μέλλοντες, οὐ δεόμεθα νῦν μηκύνειν τὸν λόγον· ἀλλ’ ὅσον εἰς τὰ παρόντα μόνον αὔταρκες ἐροῦμεν. τὸ ἕλκος τὸ πρόσφατον, ἐπειδὴ τοὐπίπαν ἄνευ τε διαθέσεως ἑτέρας ἐστὶ καὶ σύμπτωμα μηδὲν μηδέπω ἔχει συνὸν, ἑτέραν οἷόν τε ποιεῖσθαι τὴν ἔδειξιν τοῦ παλαιοῦ· τὸ δ’ οὐχ οὕτως ἔχει. τὸ γὰρ αὐτὸ τοῦτο μόνον ἕλκος· ἔστι δὲ τοιοῦτον ᾧ μήτε κοιλότης τις σύνεστι μήτ’ ὀδύνη μήτε ῥύπος, ἁπασῶν τε τῶν ἄλλων ἀπήλλακται διαθέσεων, αὐτῆς δὲ μόνης δεῖται τῆς ἰδίας ἰάσεως, ἧς ὁ σκοπὸς ἕνωσις, ἢ κόλλησις, ἢ σύμφυσις, ἢ συνέχεια. μυριάκις γὰρ εἴρηται τὸ καλεῖν ὡς ἂν ἐθέλῃ τις, ἔνθα μηδὲν βλάπτεται τὸ πρᾶγμα. εἴτ’ οὖν πρόσφατον εἴη τὸ τοιοῦτον ἕλκος εἴτε παλαιὸν, ἀεὶ τῆς αὐτῆς δεῖται θεραπείας, οὐδὲν τῆς ἀπὸ τοῦ χρόνου διαφορᾶς ἴδιον ἐνδεικνυμένης. εἰ μέντοι κοιλότητα βαθεῖαν ἔχει κατακεκρυμμένην ὑπὸ τῷ δέρματι,
229
σκέπτεσθαι πότερον ἐκ τῶν ἄνωθεν μερῶν εἴη, ὡς ὑποῤῥεῖν ἐξ αὐτῆς τοὺς ἰχῶρας κατάντεις, ἢ κάτωθεν, ὡς αὐτόθι συνίστασθαι. τῶν μὲν οὖν ὑποῤῥύσεις ἐχόντων ἡ αὐτὴ θεραπεία τοῖς ἄλλοις, τῶν δ’ οὐκ ἐχόντων ἡμᾶς χρὴ μηχανᾶσθαί τινας ἐκροάς, διττὴ δ’ ἡ μηχανή· ποτὲ μὲν ἀνατέμνοντί σοι τὴν κοιλότητα σύμπασαν, ἐνίοτε δὲ ἀντιδιαιροῦντι μόνον ἐν τῷ πυθμένι. τὸ δ’ ὅτε χρὴ τούτων ἑκάτερον δρᾷν ἥ τε τῶν χωρίων ἐνδείξεται φύσις καὶ τὸ τοῦ ἕλκους μέγεθος. εἰ μὲν γὰρ καὶ τὰ χωρία σφαλερὰν ἔχει τὴν διαίρεσιν καὶ τὸ ἕλκος εἴη μέγα, βέλτιον ἀντιδιαιρεῖν, εἰ δὲ τἀναντία, τὸ ἀνατέμνειν ἄμεινον. ἡ δ’ ἐπίδεσις ἀρχέσθω μὲν ἐκ τῶν ἄνωθεν, τελευτάτω δὲ κάτω ἵναπερ ἡ ἐκροή. ὅτι δὲ καὶ ἡ παρὰ τὰ τετρωμένα μόρια σύμπαντα διαφορὰ τῶν ἑλκῶν ἐπικαιροτάτη πρὸς ἔνδειξιν τῆς ἰάσεως ἔμπροσθεν εἴρηται. ἀλλ’ ἐκείνη μὲν ὡς ὁμοιομερῶν, ἧς δὲ νῦν ἐμνημονεύσαμεν, ὡς ὀργανικῶν ἐστιν ἔνδειξις. εἰρήσεται μὲν δὴ καὶ περὶ τῆς ἢ ὡς ὁμοιομερῶν, ἢ ὡς ὀργανικῶν σωμάτων ἐνδείξεως ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· ἐν δὲ τῷ παρόντι πάλιν ἐπὶ τὰς
230
οἰκείας διαφορὰς τῶν ἑλκῶν ἰτέον· εἶτ’ ἐγκάρσιον ἢ εὐθὺ, καὶ μέχρι βάθους ἢ ἐπιπολῆς, καὶ μικρὸν ἢ μέγα διοριστέον. τὰ μὲν γὰρ ἐγκάρσια διὰ τὸ τὰ χείλη μᾶλλον αὐτῶν διεστηκέναι τε καὶ ἀφεστηκέναι τῆς συναγωγῆς ἀκριβεστέρας δεῖται· ὥστε καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν ἐπὶ τούτων χρηστέον. ὅσα δὲ κατὰ τὰ μῆκος τῶν μυῶν ἐγένετο, ταῦτ’ ἐκ δυοῖν ἀρχῶν ἐπιδῶν οὔτε ῥαφῶν οὔτε ἀγκτήρων δεήσῃ. εἰ δ’ ἄλλως ἐπιδεῖν ἐθελήσαις ἢ ἀγκτῆρσιν καὶ ῥαφαῖς, ἀρκέσουσιν ἢ ἐλάχισται παντελῶς αἱ ῥαφαί. καὶ τὰ μὲν μεγάλα τῶν ἑλκῶν ἐπὶ μᾶλλον ξηραίνουσι θεραπεύσεις φαρμάκοις, εἴ τι τῶν ἔμπροσθεν εἰρημένων μέμνησαι· τὰ δὲ σμικρὰ καὶ τὸ μετρίως ξηραῖνον αὐτάρκως ἰάσεται. τὰ δ’ εἰς βάθος διήκοντα πάντως μὲν ἤδη καὶ μεγάλα, δεῖται δὲ τῆς ἐκ δυοῖν ἀρχῶν ἐπιδέσεως καὶ τοῦ μὴ προπετῶς κολληθῆναι τὰ χείλη· τὰ δ’ εἰς βάθος τε καὶ μῆκος ἐπὶ πολὺ προήκοντα διχῇ τ’ ἂν εἴη μεγάλα καὶ διττὴν ἔχει τὸν ἔνδειξιν, ὡς καὶ τῶν πάνυ ξηραινόντων δεῖσθαι φαρμάκων, καὶ μὴ συνάγεσθαι προπετῶς τὰ χείλη
231
καὶ ἐκ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι καὶ ῥάπτεσθαι διὰ βάθους. οὕτω δὲ κᾂν εἰ πολλὰς ἐπιπεπλεγμένας ἴδοις διαφορὰς, ἑκάστην ἰδίαν ἔνδειξιν ἔχουσαν, εἰ μὲν μὴ μάχοιντο, πάσαις χρῆσθαι κράτιστον· εἰ δέ πῃ καὶ διαφέροιντο, πῶς χρὴ διορίζεσθαι περὶ τῶν τοιούτων εἴρηται μέν που κᾀν τοῖς ἔμπροσθεν, εἰρήσεται δὲ κᾀν τοῖς ἐφεξῆς ἐπιπλέον. ἤδη γάρ μοι καιρὸς εἶναι δοκεῖ καταπάνειν ἐνταυθοῖ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων. ἐν δὲ τῷ αὐτὸ τετάρτῳ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὡς τὸ πολὺ γινομένων διαθέσεων ὁ λόγος ἡμῖν ἔσται. συναναγράψομεν δ’ αὐταῖς καὶ τὰς τῶν προηγουμένων αἰτίων θεραπείας.

232

Ἕν τι γένος ἦν νόσου καὶ ἡ τῆς συνεχείας, λύσις, ἐν ἅπασι μὲν τοῦ ζώου τοῖς μέρεσι γινομένη, προσαγορευομένη δ’ οὐχ ὡσαύτως ἐν ἅπασιν. ἕλκος μὲν γὰρ ἐν σαρκώδει μορίῳ, κάταγμα δ’ ἐν ὀστῷ, σπάσμα δ’ ἐν νεύρῳ καλεῖται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ ἀπόσπασμα καὶ τὸ ῥῆγμα καὶ τὸ θλάσμα, τὸ μὲν ἐν συνδέσμῳ γινόμενον, τὰ δ’ ἐν ἀγγείοις τε καὶ μυσὶν ἐκ βιαίας πληγῆς ἢ καταπτώσεως ἤ τινος ἑτέρας ἰσχυρᾶς κινήσεως. ἡ δ’ ἐκχύμωσις ὡς τὰ πολλὰ μὲν ἅμα τῷ θλασθῆναί τε καὶ ῥαγῆναι γίνεται, συμπίπτει δέ

233
ποτε καὶ κατὰ ἀναστόμωσιν ἀγγείων καὶ τὴν καλουμένην ὑπό τινων διαπήδησιν, ἕτερόν τι γένος συνεχείας λύσεως ὑπάρχουσαν τηνικαῦτα. καὶ μὴν καὶ κατὰ ἀνάβρωσιν ἐνίοτε διαφθείρεται τὸ συνεχὲς ἐν τοῖς τοῦ ζώου μέρεσιν· ἀλλ’ ἤδη μικτὴ διάθεσις τοῦτο· συνεφάπτεται γὰρ ἑτέρου γένους νοσήματος, ὑπὸ τὸ ποσὸν τῶν μορίων πεπτωκότος· ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ἔμπροσθεν ἐδείκνυμεν. ἔστι γὰρ οὖν καὶ αὐτῶν τούτων ἡ γένεσις διττὴ, ποτὲ μὲν ἐκ περιαιρέσεως ἀποτελουμένη, ποτὲ δὲ ἐξ ἀναβρώσεως· ἀλλ’ ἡ μὲν περιαίρεσις ὅπως γίνεται πρόδηλον· ἡ δὲ ἀνάβρωσις εἰ μὲν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ ζώου τὴν γένεσιν ἔχει, χυμῶν ἐστι μοχθηρῶν ἔγγονος· εἰ δὲ ἔξωθεν, ἐπὶ φαρμάκοις ἢ πυρὶ συνίσταται. καὶ δὴ καὶ προσέχειν χρὴ τὸν νοῦν, ὥσπερ καὶ πρόσθεν ἐλέγετο, καὶ διορίζεσθαι τὰς ἁπλᾶς διαθέσεις τῶν ἐπιπεπλεγμένων· ἁπλῆν μὲν γὰρ ἐφ’ ἁπλῷ νοσήματι καὶ τὴν θεραπείαν, οὐχ ἁπλῆν δὲ ἐπὶ συνθέτῳ ποιεῖσθαι προσῆκον. ἥτις μὲν οὖν ἐστι μέθοδος ἐπὶ ταῖς τῶν συνθέτων ἰάσεσιν ἔμπροσθεν εἴρηται. χρὴ δ’ οὐ τὸ καθόλου μόνον αὐτῆς ἐκμαθεῖν, ἀλλὰ κᾀν τοῖς
234
κατὰ μέρος γεγυμνάσθαι. καὶ γὰρ οὖν κᾀν τούτοις ἑτέρων ἐστὶ χρεία μεθόδων πολλῶν ὡς ἄν εἴποι τις μερικῶν· ἐφ’ ἑκάστου γὰρ εἴδους νοσήματος ἴδιον εἶδός ἐστι μεθόδου. πάλιν οὖν ὅσον ὑπόλοιπόν ἐστι τῆς τῶν ἑλκῶν ἰάσεως, ἐν τῷδε τῷ γράμματι λεγέσθω τὴν ἀρχὴν ἡμῖν ἐνθένδε ποιησαμένοις. ἕλκος ἅπαν ἤτοι μόνον ἐστὶν αὐτὸ καθ’ ἑαυτὸ, μήτε συνεισβαλούσης αὐτῷ διαθέσεως ἑτέρας μήτε προηγησαμένης μήτε ἀκολουθησάσης, ἢ μετά τινος ἑτέρας ἤτοι μιᾶς ἢ καὶ πλειόνων συνίσταται. καὶ τούτων τῶν διαθέσεων ἔνιαι μὲν οὐ μόνον εὐθὺς ἐξ ἀρχῆς ἐποιήσαντο ἕλκος, ἀλλὰ καὶ νῦν ἔτι καὶ μεῖζον ἐργάζονται· τινὲς δὲ τὸν ὧν οὐκ ἄνευ λόγον ἔχουσιν ὡς πρὸς τὴν ἴασιν· ἀλλὰ περὶ μὲν τούτων εἴρηται πρόσθεν, ὑπὲρ δὲ τῶν μεῖζον ἐργαζομένων τὸ ἕλκος ἐν τῷδε λεχθήσεται. διττὸς μὲν οὖν ὁ ἐπ’ αὐτῶν σκοπὸς, ἢ ἐκκόψαι τελείως ἐκ τοῦ σώματος τὰς τοιαύτας διαθέσεις, ἢ νικῆσαι τὴν ἀπ’ αὐτῶν βλάβην. ἀλλὰ τοῦτο μὲν ἐπειδὰν σμικρὰ παντελῶς ἡ διάθεσις ὑπάρχῃ, δυνατὸν ἐργάσασθαι· μεγάλης δ’ οὔσης. τὸ ἕλκος εἰς οὐλὴν ἀγαγεῖν οὐκ ἐνδέχεται, πρὶν ἐκείνην ἰάσασθαι.
235
τίνες οὖν αἱ τοιαῦται διαθέσεις καὶ πόσαι σκεπτέον ἡμῖν ἀκριβῶς ἐνθένδε ποθὲν ἀρξαμένοις ὅθεν κᾀν τοῖς ἔμπροσθεν ἠρξάμεθα. πᾶν ἕλκος, εἴτε μετὰ κοιλότητος εἴτε καὶ μόνον ὑπάρχει, τῆς θ’ ὑποκειμένης σαρκὸς δεῖται κατὰ φύσιν ἐχούσης καὶ μηδενὸς μεταξὺ παρεμπίπτοντος εἰς τὰ κολληθησόμενα χείλη, καθάπερ πολλάκις γίνεται, τρίχα καὶ ψάμμον καὶ ῥύπον, ἔλαιόν τε καί τι τοιοῦτον ἕτερον ἐμποδίσαι τὴν κόλλησιν, ἀλλὰ ταῦτα μὲν οἷον συμπτώματά τινα τῶν ἑλκῶν ἐστι, κωλῦσαι μὲν ὁπότε παρείη τὴν ἴασιν δυνάμενα, ποιῆσαι δ’ , εἰ μὴ παρείη, μὴ δυνάμενα. τῆς δ’ ὑποκειμένης σαρκὸς ἡ διάθεσις αἰτίας λόγον ἔχει πρὸς τὸ γινόμενον· ἐξ αὐτῆς γὰρ καὶ διὰ αὐτὴν ἥ τε κόλλησις τῶν διεστώτων καὶ ἡ σάρκωσις τῶν κοίλων γίνεται. χρὴ τοίνυν ταύτην ἀκριβῶς κατὰ φύσιν ἔχειν, ἵν’ ἑκάτερον ἐκείνων ἀμέμπτως ἐπιτελῆται· τὸ καλῶς δ’ ἔχειν αὐτὴν κατὰ τὴν οἰκείαν ὑπάρχει κρᾶσιν; ὥσπερ καὶ τοῖς ἄλλοις ἅπασιν. εὔκρατον μὲν οὖν ἀκριβῶς εἶναι προσήκει τὴν ὑποκειμένην σάρκα πρὸς κόλλησίν τε καὶ σάρκωσιν ἑλκῶν. ἆρ’ οὖν ἀρκεῖ τοῦτο μόνον,
236
ἢ καὶ τὸ ἐπιῤῥέον αἷμα χρηστὸν καὶ σύμμετρον εἶναι χρή; ἐμοὶ μὲν καὶ τοῦτο παντὸς μᾶλλον ἀληθὲς εἶναι δοκεῖ· τό τε γὰρ διεφθαρμένον αἷμα τοσοῦτον ἀποδεῖ πρὸς κόλλησιν ἢ γένεσιν σαρκὸς ἐπιτήδειον ὑπάρχειν, ὥστ’ αὐτὸ πολλάκις ἀναβιβρώσκειν καὶ ἑλκοῦν τὸ σῶμα· τό τε πολὺ πλάδον ἐν τοῖς ἡλκωμένοις περιττὸν ἐργαζόμενον ἐμποδὼν ἴσταται ταῖς ἰάσεσιν, ὥς που καὶ πρόσθεν ἐδείκνυτο. καὶ τρεῖς οὗτοι τρόποι τῶν δυσιάτων ἑλκῶν ἐοίκασιν ὑπάρχειν· ὅ τ’ ἐκ τῆς δυσκρασίας τῆς ὑποκειμένης σαρκὸς καὶ ὁ ἐκ τῆς μοχθηρίας τοῦ τ’ ἐπιῤῥέοντος αἵματος, καὶ τρίτος ὁ ἐκ τῆς ποσότητος. ἢ οὐχ ὧδε χρὴ τὴν διαίρεσιν, ἀλλ’ ὡδὶ ποιήσασθαι μᾶλλον; ὡς τῶν δυσιάτων ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης σαρκὸς, τὰ δὲ διὰ τὸν ἐπιῤῥέοντα χυμὸν γίνεται τοιαῦτα καὶ ὡς τῆς μὲν δυσκρασίας δύο ἔστωσαν διαφοραὶ, ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνίοτε δὲ καὶ μετ’ ὄγκου τινὸς ἐπικτήτου. τῆς δ’ ἐπιῤῥοῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ ποιὸν τῶν ἐπιῤῥεόντων χυμῶν· ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβέβηκέ
237
τινας τῶν εἰρημένων διαθέσεων, ἢ καὶ πάσας ἅμα. χρὴ δ’ οὐ πασῶν δήπουθεν ἅμα λέγεσθαι τὴν μέθοδον τῆς ἰάσεως, ἀλλ’ ἑκάστης ἰδίᾳ.

Τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν, εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαίνοιτο, τέγγων εὐκράτῳ πολλάκις ὕδατι. καθ’ ἑκάστην δὲ χρῆσιν ὁ σκοπὸς ἔστω σοι τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ ὄγκον αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ ὃ εἵλκυσας καταιονῶν ἐπιπλέον· ὥστ’ οὐδὲν ἔσταί σοι πλέον. ἀλλὰ καὶ τῶν φαρμάκων ἡ δύναμις ὑγροτέρα τις ἔστω τῆς ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης· εἰ δ’ ὑγροτέρα τοῦ κατὰ φύσιν ἡ σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιητέον, ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον, ὕδατι δὲ μηδ’ ὅλως χρώμενον· ἀλλ’ εἰ καὶ ἀποπλῦναι δέοι τὸ ἕλκος, οἶνος, ἢ ὀξύκρατον, ἢ ἀφέψημα πόας αὐστηρᾶς παρασκευαζέσθω. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος σάρκα ψυκτέον, τὴν δὲ ψυχροτέραν θερμαντέον. ἔσται δὲ ἑκατέρα δήλη καὶ χροιᾷ καὶ ἁφῇ καὶ τῇ τοῦ κάμνοντος αἰσθήσει·

238
ποτὲ μὲν γὰρ πυρώσεως ὁμολογοῦσιν αἰσθάνεσθαι, ποτὲ δ’ ἐπιδήλου τινὸς ψύξεως κατὰ τὸ μόριον· καὶ χαίρουσιν ἢ τοῖς ψυχροῖς φαρμάκοις ἢ τοῖς θερμοῖς· καὶ τοῖς μὲν ἐρύθημα λεπτὸν ἐπανθεῖ, τοῖς δὲ ἐπὶ τὸ λευκότερον ἡ χροιά. ταυτὶ μὲν οὖν οὐ τῆς παρούσης ἐστὶ πραγματείας διορίζειν· οὐ γὰρ διαγνωστικὴν μέθοδον, ἀλλὰ θεραπευτικὴν ἐνεστησάμεθα· τῇ δὲ ἀκολουθίᾳ πως τοῦ λόγου συνεξέδραμεν· αὖθις οὖν ἐπανέλθωμεν ἐφ’ ἅπερ ἐξ ἀρχῆς προὐθέμεθα. τῶν σὺν ὄγκῳ τινὶ παρὰ φύσιν ἡλκωμένων μορίων ἰᾶσθαι χρὴ πρότερον τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύσιν ἐστὶν ὄγκων ἁπάντων ἴασις ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δ’ ὅσον ἐξ αὐτῶν συνῆπται τῆ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας ἢ σκληρότητος ἥκοι, περιτέμνειν αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκός· ἐπειδὰν δὲ καὶ μέχρι πλέονος ἡ διάθεσις ἐκτείνηται, σκέψις ἐνταῦθα γίνεται πότερα περικοπτέον ἅπαν τὸ παρὰ φύσιν ἐστὶν, ἢ θεραπευτέον ἐν χρόνῳ. καὶ δῆλον ὡς καὶ τῇ τοῦ κάμνοντος εἰς τοῦτο προσχρῆσθαι
239
δεῖ προθυμίᾳ· τινὲς μὲν γὰρ ἐν χρόνῳ πλείονι θεραπεύεσθαι βούλονται χωρὶς τομῆς· ἔνιοι δὲ πᾶν ὁτιοῦν ὑπομένειν εἰσὶν ἕτοιμοι τοῦ θᾶττον ὑγιᾶναι χάριν. οὕτω δὲ κᾀπὶ τῶν ἐπιῤῥεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν ἡ μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, ἡ δ’ ὡς κακοχυμίας ἢ πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν οὖν ὀλίγῳ τε πλείω καὶ μὴ πολλῷ φαυλότερος ᾖ τοῦ κατὰ φύσιν ὁ ἐπιῤῥέων τοῖς ἡλκωμένοις χυμὸς, ἀποτρέπειν αὐτὸν καὶ ἀναστέλλειν προσήκει, στύφοντά τε καὶ ψύχοντα τὰ πρὸ τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δὲ ἐπὶ τὸ ὑγιὲς, ὡς ἐν τοῖς κατάγμασιν ἐκέλευσεν ὁ Ἱπποκράτης. ἀλλὰ καὶ τὰ τοῖς ἕλκεσιν αὐτοῖς προσαγόμενα φάρμακα ξηραντικώτερα τῶν τοῖς ἁπλοῖς ἕλκεσι προσαγομένων ὑπαρχέτω. μὴ δυναμένης δὲ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιῤῥοῆς, τὴν αἰτίαν αὐτῆς ἐπισκεψάμενον, ἐκείνην ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν δι’ ἀτονίαν τινὰ τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνει, ταύτην ἰατέον· εἴη δ’ ἂν ἔτι τοῦτο τῶν ἡλκωμένων
240
μορίων οἰκεία τις ἴασις· εἰ δὲ διὰ πλῆθος ἢ κακοχυμίαν ἤτοι παντὸς τοῦ σώματος ἤ τινος τῶν ὑπαρκειμένων μορίων, ἐκεῖνα πρότερον ἐπανορθωτέον. ἡ μὲν οὖν ἀτονία τοῦ μέρους, δι’ ἣν ἐπ’ αὐτὸ πλείους τοῦ δέοντος ἀφικνοῦνται χυμοὶ, πάντως μὲν ἐπὶ δυσκρασίᾳ γίνεται, οὐ μὴν ἁπάσῃ γε ἕπεται ἀτονία δυσκρασίᾳ· καὶ διὰ τοῦτο πολλάκις μὲν αὐτὸ τοῦτο μόνον ἡ ἡλκωμένη σὰρξ δύσκρατός ἐστιν, οὐ μὴν καὶ ἄτονος· ἐνίοτε δ’ ἄμφω, δύσκρατός τε ἅμα καὶ ἄῥῥωστος· αἱ γὰρ ἐπιπλέον ἐκτροπαὶ τῆς δυσκρασίας ἀτονίας εἰσὶν αἰτίαι τοῖς πεπονθόσιν. ἰατέον δὲ ταύτας, ὡς καὶ πρόσθεν εἴρηται, τὰς μὲν θερμὰς ψύχοντα, τὰς δὲ ξηρὰς ὑγραίνοντα, καὶ τὰς μὲν ψυχρὰς θερμαίνοντα, τὰς δὲ ὑγρὰς ξηραίνοντα· καὶ δὴ καὶ κατὰ συζυγίαν εἰ ψυχρότερός τε ἅμα καὶ ὑγρότερος ὁ τόπος εἴη, θερμαίνοντά τε καὶ ξηραίνοντα· κᾀπὶ τῶν ἄλλων ὡσαύτως, ἀεὶ ταῖς κρατούσαις ποιότησι τὰς ἐναντίας προσάγοντα. λογισμὸς δὲ τούτου τοιόσδε τὸ κατωρθωμένον ἅπαν οὐκ ἐν ζώοις μόνον ἢ φυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι σύμμετρόν τί ἐστι καὶ μέσον ἁπάντων τῶν διημαρτημένων· ὅτου
241
γὰρ ἂν μήτ’ ἀφελεῖν ἔστιν μήτε προσθεῖναι μηδὲν ἢ μόριον ἢ ποιότητα πάντῃ τοῦτ’ ἀμέμπτως ἔχει· τὸ δ’ ἀφαιρέσεως τινὸς ἢ προσθήκης χρῇζον ἐκπέπτωκε μὲν ἤδη τῆς ἀρίστης κατασκευῆς, ἐπανελθεῖν δ’ αὐτὴν ἑτέρως ἀμήχανον αὐτῷ χωρὶς τοῦ τὸ μὲν περιττὸν ἀφελεῖν, τὸ δὲ ἐλλεῖπον προσθεῖναι. περὶ μὲν δὴ τῶν μορίοις τισὶν ἐλλειπόντων ἢ πλεοναζόντων ἕτερος λόγος· ἐν οἷς δὲ ἐπικρατεῖ τις ποιότης, εὐθὺς μὲν ἐνταῦθα νενικῆσθαι τὴν ἐναντίαν ἀναγκαῖον, εὐθὺς δὲ καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς τέως κεκρατημένης, αὖθις ἀντεισαγομένης ἀνάγκη γίνεσθαι. ψύχων γὰρ τὸ τεθερμασμένον ἅμα μὲν ἀντεισάξεις τὸ λοιπὸν, ἅμα δὲ καὶ καθαρεῖς τὸ πλεονάζον. ὥστε ἀνάγκη πᾶσα τῶν κατὰ δυσκρασίαν τινὰ τοῦ κατὰ φύσιν ἐξεστηκότων τὴν ἴασιν γίνεσθαι διὰ τῶν ἐναντίων τῇ δυνάμει· οὕτω μὲν ἡ δι’ ἀτονίαν ὑπὸ ῥεύματος ἐνοχλουμένη σὰρξ, ἤ τι μόριον ἕτερον σαρκῶδες· ἐπειδὰν τὴν τῆς δυσκρασίας πρότερον ἰαθῇ διάθεσιν, ἐφεξῆς δηλονότι καὶ τὴν τῆς ἑλκώσεως ἰαθήσεται, οὐκ ἄλλως μὲν νῦν θεραπευθεῖσα
242
τὴν δυσκρασίαν, ἄλλως δ’ εἰ χωρὶς ἕλκους ἐπεπόνθει. ᾧ καὶ δῆλον ὡς οὐχ ἕλκους ἐστὶν, ἀλλὰ δυσκρασίας ἴδιος ἡ τοιαύτη πᾶσα θεραπεία. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ δι’ ἕτερόν τι μόριον ἢ καὶ τὸ σύμπαν σῶμα πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον ἐπιῤῥέον τι τοῖς ἡλκωμένοις μέρεσι μοχθηρὸν ἰάσασθαι χρὴ πρότερον ἢ τὸ τοῦ ῥεύματος αἴτιον ἢ καὶ τὸ σύμπαν σῶμα. κατὰ τοῦτ’ οὖν καὶ κιρσοὺς πολλάκις ὑπερκειμένους τῶν ἡλκωμένων μορίων ἰασώμεθα πρότερον, ἵν’ ἐφεξῆς ἰασώμεθα τὸ ἕλκος, καὶ τῶν σπληνωδῶν τὸν σπλῆνα καὶ τῶν ἄλλό τι μόριον ἐπίσημον πεπονθότων ἐκεῖνο πρότερον ἐκθεραπεύσαντες, οὕτως ἐπὶ τὴν τῶν ἑλκῶν ἴασιν ἀφικόμεθα. ἀλλ’ οὐδεμία τῶν ἰάσεων τούτων αὐτοῦ τοῦ ἕλκους ἐστὶν, ἀλλά τινος ἑτέρας διαθέσεως ἤτοι γεννώσης ἢ αὐξανούσης τὸ ἕλκος.