De methodo medendi

Galen

Galen, De methodo medendi

Ἐμοὶ δ’ ἤδη καιρὸς ἐπ’ ἄλλα προϊέναι νοσημάτων εἴδη, κοινωνοῦντα τοῖς προειρημένοις. ὁ μὲν οὖν ἕρπης ὀνομαζόμενος ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τοῖς ἡλκωμένοις ἐρυσιπέλασιν, ἡ σαρκοκήλη δὲ τοῖς σκίῤῥοις. ὀφίασις δὲ καὶ ἀλωπεκία καὶ ἡ πτίλωσις ἐκ τοῦ γένους ἐστὶ τῶν νοσημάτων ἐν οἷς ἀπόλωλέ τι τῶν κατὰ φύσιν, ὥσπερ γε καὶ ἡ μυρμηκία τῷ ὅλῳ γένει παρὰ φύσιν ἐστί. τρίτη δ’ ἁπάντων αὐτῶν ἡ διαφορά. τινὰ μὲν γὰρ ἐκ μεταβολῆς γίνεται τῶν στερεῶν σωμάτων, ὡς ἡ μυρμηκία καὶ ἡ λεύκη καὶ ὁ ἀλφὸς καὶ ὁ σφάκελος, ἐλέφας τε καὶ ψώρα καὶ λέπρα, τινὰ δ’ οὐδ’ ὅλως ὄντα πρότερον ὕστερα γίνεται, καθάπερ καὶ ἡ μελικηρὶς, ἀθερώματά τε καὶ στεατώματα· καὶ καθ’ ἕτερον τρόπον ἕλμινθες καὶ ἀσκαρίδες καὶ κηρία· καλοῦσι γὰρ οὕτω μὲν μακρὰν καὶ πλατεῖαν ἕλμινθα· καὶ πάντα τὰ πρόσθεν 

1005
εἰρημένα, ἃ κατά τινα τῶν ἀποστημάτων εὑρίσκεται, πώροις, ἢ λίθοις, ἢ ὀστοῖς, ἢ θριξὶν, ἤ τισιν ἑτέροις τῶν τοιούτων ἐοικότα. προσέχειν οὖν ἀεὶ χρὴ τὸν νοῦν ἐπὶ πάντων τῶν παρὰ φύσιν ἀκριβῶς ἐπισκοπούμενον ἐκ τίνος γένους ἐστίν· εἴπερ γε τὴν πρώτην ἔνδειξιν ὁρμητήριον ἐσομένην ἁπασῶν τῶν ἐφεξῆς ὀρθῶς εἴπομεν ἐκ τοῦ γένους λαμβάνεσθαι. τὸν γοῦν ἕρπητα χολώδης γεννᾷ χυμός· ὥστε κατά γε τοῦτο ταὐτοῦ γένους ὑπάρχειν ἐρυσιπέλατι, καὶ τοῦτό γ’ αὐτοῦ μᾶλλον ἔτι τὸ ἡλκωμένον. διαφέρει δὲ τῇ λεπτότητι τοῦ χυμοῦ· πάνυ γάρ ἐστι λεπτὸς ὁ τὸν ἕρπητα γεννῶν, ὡς μὴ μόνον διὰ πάντων διέρχεσθαι τῶν ἔνδον μορίων, ὁπόσα σαρκώδη τὴν οὐσίαν ἐστὶν, ἀλλὰ καὶ δι’ αὐτοῦ τοῦ δέρματος ἄχρι τῆς ἐπιδερμίδος, ἣν μόνην ἀναβιβρώσκει τε καὶ διεσθίει τῷ στέγεσθαί τι πρὸς αὐτῆς· ὡς εἴ γε καὶ ταύτην διεξείη τοῖς ἱδρῶσιν ὁμοίως, οὐκ ἂν ἕλκος εἰργάσατο. κοινὸν γὰρ δὴ τοῦτο τοῖς γιγνομένοις ἐκ χυμοῦ δακνώδους ἕλκεσιν, ἅπερ αὐτόματα
1006
ἕλκη προσαγορεύουσιν, ἴσχεσθαί τε καὶ βραδύνειν ἐν τῇ διεξόδῳ τὸν ἐργαζόμενον αὐτὰ χυμόν. τῷ δ’ ἧττον καὶ μᾶλλον ἕτερον ἑτέρου χυμὸν ἤτοι λεπτὸν ἢ παχὺν ὑπάρχειν αἱ κατὰ τὸ βάθος ἐν τοῖς ἕλκεσιν γίνονται διαφοραί. τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φαγέδαινα καὶ οἱ ἡλκωμένοι τῶν καρκίνων. ἐφ’ ὧν ἁπάντων ἡ μὲν κοινὴ θεραπεία κωλύσαντα τὸν ἐπιῤῥέοντα χυμὸν ἰᾶσθαι τὸ ἕλκος· ἡ δ’ ἰδία καθ’ ἕκαστον ἔκ τε τῆς τοῦ μορίου φύσεως εὑρίσκεται καὶ τῆς ἰδέας τε καὶ ποσότητος τοῦ χυμοῦ. λεπτότατος μὲν οὖν ἐν τοῖς τοιούτοις χυμοῖς ἐστιν ὁ τὸν ἑλκούμενον ἕρπητα γεννῶν· παχύτατος δὲ ὁ τὸν καρκίνον· ἐφεξῆς δὲ τούτων κατά γε τὸ πάχος ὁ τὰς φαγεδαίνας ὀνομαζομένας. ὧν ἰδέαι τινές εἰσι τά τε χειρώνια καὶ τηλέφια καλούμενα. καὶ ἤδη τινὲς ἄλλαι τοιαίδε προσηγορίαι γεγόνασιν, ἄχρηστοί τε καὶ περίεργοι· πρὸς γάρ τοι τὴν θεραπείαν ἐπίστασθαι χρὴ τό τε πλῆθος τοῦ χυμοῦ καὶ τὴν δύναμιν καὶ τὴν σύστασιν, οἷον εὐθέως ἐπὶ τῶν ἑρπήτων, ἐπειδὴ λεπτός ἐστιν ὁ χυμὸς, ἐκ τοῦ γένους ὢν δηλονότι τῆς ξανθῆς χολῆς, ὅταν ἀναδείρῃ τὴν ἐπιδερμίδα
1007
διαφορηθεὶς, ἐπιτρέπει συνουλωθῆναι τῷ ἕλκει. ἐὰν μὲν οὖν φθάσῃ τις ἐκκαθάρας τὸ σύμπαν σῶμα, μετὰ τοῦ τοῖς ἀναστέλλουσί τε καὶ ἀποκρουομένοις τοὺς ἐπιῤῥέοντας χυμοὺς χρήσασθαι φαρμάκοις ἰάσατο τὸν ἕρπητα. μηδέτερον δὲ ἐργασάμενος τούτων, ἀλλὰ μόνοις ἀρκεσθεὶς τοῖς ἐπουλοῦσι, τὴν ἡλκωμένην ἐπιδερμίδα ταύτην μὲν ἰάσατο, τὴν συνεχῆ δ’ αὐτῇ παθεῖν οὐκ ἐκώλυσεν. εἶτ’ αὖθις πάλιν ἐκείνης ἐπουλουμένης ἢ συνεχὴς ἀναδέρεται, καὶ τοῦτ’ ἐπὶ πλεῖστον γίγνεται, καθάπερ ἕρποντος τοῦ πάθους ἄχρι περ ἂν ὁ ἐργαζόμενος αὐτὰ χυμὸς ἐκκενωθῇ. γυνὴ γοῦν τις ἐν Ῥώμῃ τῶν ἐπιφανῶν ἕρπητα κατὰ τὸ σφυρὸν ἔχουσα πρῶτον μὲν ἐχρήσατο τῷ διὰ φύκους φαρμάκῳ, τάχιστα δὲ ἐπουλωθέντος αὐτοῦ τὸ συνεχὲς εὐθὺς ἐπιπολῆς ἀνεδάρη δέρμα, καθάπερ ἐξ ἀποσύρματος. ᾧ πάλιν ἐπιτιθέντος τοῦ φαρμάκου τὸ συνεχὲς αὖθις ἡλκώθη. καὶ τοῦτ’ οὐκ ἐπαύετο γιγνόμενον, ἀλλ’ ἧκεν ὕστερον ἡ ἕλκωσις ἐπὶ τὸ γόνυ, πάντα μᾶλλον αὐτῆς παθεῖν ἑτοίμης οὔσης ἢ καθαρθῆναι χολαγωγῷ φαρμάκῳ. καὶ τοίνυν ὅπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι,
1008
διὰ τὸ τοὺς πλείστους αἰτιᾶσθαι τὰ ἀναίτια, καταγνοῦσα τοῦ διὰ φύκους φαρμάκου, τῶν ἄλλων τι προσφέρειν ἐκέλευσεν. ἐχρώμεθα οὖν ἐφεξῆς τῷ διὰ σάνδικος. ὡς δὲ καὶ τοῦτο τὸ μὲν ἡλκωμένον ἐπούλου, τὸ δ’ ἑλκούμενον οὐκ ἐκώλυεν, ἀνελήλυθε δὲ τὸ πάθος ἐγγὺς ἤδη τοῦ βουβῶνος ὑπὸ τῆς ἀνάγκης βιασθεῖσα γάλακτος ὀῤῥὸν ὑπέσχετο λήψεσθαι. παρεμβαλόντες οὖν ἡμεῖς αὐτῷ λάθρα σκαμμωνίας ἐλάχιστον, ἄκουσαν αὐτὴν ἐκκαθάραντες ἐθεραπεύσαμεν. οὗπερ οὖν ἕνεκα ταῦτα λέγεται πάλιν ἀναμνήσω. τὸν κοινὸν σκοπὸν ἐπὶ τῶν ὑπὸ ταὐτὸ γένος ἁπάντων νοσημάτων ἐπειδὰν λάβῃς, οὐκ ἀναιρήσεις μὲν αὐτὸν ἐν τοῖς κατὰ μέρος, εἰς διαφορὰν δ’ ἄξεις ἕκαστον πρέπουσαν ταῖς τε διαθέσεσι καὶ ταῖς ἐργαζομέναις αὐτὰς αἰτίαις, ὥσπερ ἐπὶ τῶν αὐτομάτων ἑλκῶν ἐδείχθη. κενώσεις γὰρ δηλονότι τὸν πλεονάζοντα χυμὸν ἐνίοτε μὲν τῷ τὴν ὠχρὰν χολὴν ἐκκαθαίροντι φαρμάκῳ· πολλάκις δὲ τῷ τὴν μέλαιναν, ἔστι δ’ ὅτε μικτῷ, χολήν τε ἅμα καὶ φλέγμα κενοῦντι, ὥσπερ ἐπὶ θατέρου τῶν ἑρπήτων, ὃν ἀπὸ τῆς πρὸς τὰς κέγχρους ὁμοιότητος ὀνομάζουσι
1009
κεγχρίαν. οὗτος γὰρ οὐκ εὐθέως ἕλκος ἐργάζεται καθάπερ ὁ ἕτερος, ἀλλὰ μικρὰς πάνυ φλυκταίνας ὥσπερ κέγχρους, αἳ καὶ αὐταὶ τοῦ χρόνου προϊόντος εἰς ἕλκος τελευτῶσι. καί τισιν οὐκ ἀλόγως ἔδοξεν ἐπιμεμίχθαι τῇ χολῇ φλέγματος ἐν τῷ τοιούτῳ πάθει. γίγνεται δέ ποτε καὶ χωρὶς τῆς τοῦ παντὸς σώματος ἰσχυρᾶς κακοχυμίας ἐν μέρει ἕλκη, ἃ θεραπεύομεν ῥᾳδίως ὑπὸ φαρμάκων μικτὴν ἐχόντων δύναμιν ἀποκρουστικήν τε καὶ διαφορητικήν. ἀποκρούεται μὲν οὖν τά τε στύφοντα καὶ τὰ χωρὶς τοῦ στύφειν ψύχοντα· διαφορεῖ δὲ τὰ θερμαίνοντα. καὶ δῆλον ὅτι κατὰ μὲν τὴν γένεσιν τῶν ἑλκῶν ἐπικρατεῖν χρὴ τὰ τὴν ἀποκρουστικὴν δύναμιν ἔχοντα· μηκέτι δ’ ἐπιῤῥέοντος τοῦ χυμοῦ τοῦ μοχθηροῦ τῷ μορίῳ, τὴν διαφορητικήν. τὴν μὲν γὰρ ὀλίγην κακοχυμίαν κᾀν ἀπώσηταί τις αὐτὴν ἐπί τε τὰ σπλάγχνα καὶ τὰς μεγάλας φλέβας, οὐδὲν ἐργάσεται κακὸν αἰσθητόν· εἰ δὲ ἀξιόλογος ᾖ, εἴς τι κύριον ἐνίοτε κατασκήπτει μόριον, ὅταν γε μὴ διὰ ῥώμην τῆς φύσεως ἐκκαθαιρούσης τὸ σῶμα κενωθῆναι 
1010
φθάσῃ διὰ τῶν διαχωρημάτων, ἢ τῶν οὔρων ἢ καὶ διὰ τοῦ περιέχοντος ὅλον τὸ σῶμα δέρματος. ἐπὶ μὲν οὖν τῆς ὠχρᾶς χολῆς αἱ κεκώσεις ἑτοιμότεραι, τὸ δὲ φλέγμα, καὶ μάλισθ’ ὅσον αὐτοῦ παχύτερόν τε καὶ γλίσχρον ἐστὶν, ὡσαύτως δὲ καὶ ἡ μέλαινα χολὴ δυσκόλως ἐκκενοῦται· καὶ διὰ τοῦτο δεόμεθα καθαίροντος φαρμάκου. κατὰ δὲ τοὺς ἕρπητας, ἐπειδὴ λεπτός ἐστιν ὁ τὸ πάθος ἐργαζόμενος χυμὸς, ἀρκεῖ καὶ λαπάξαι γαστέρα διὰ τῶν ἐπιτυχόντων, ἢ οὖρα κινῆσαι διὰ τῶν μετρίως οὐρητικῶν. ἀλλ’ ἐπειδὴ περὶ φαρμάκων μεθόδου γέγραπταί τι κᾀν τοῖς ἔμπροσθεν, οὐκ ὀλίγα δὲ καὶ κατὰ τὰς ἰδίας αὐτῶν εἴρηται πραγματείας, ἄμεινον ἂν εἴη μηκέτ’ ἐκτείνειν τὸν λόγον· ἱκανὰ γὰρ καὶ ταῦτα τῷ γε προσέχοντι τὸν νοῦν, οὐδὲ γὰρ ἡμεῖς αὐτὰ παρὰ τῶν Μουσῶν ἐμάθομεν. ἀλλ’ ἡ τῶν πραγμάτων φύσις ἀνδρὶ συνετῷ καὶ φιλοπόνῳ καὶ γεγυμνασμένῳ τὸν νοῦν ὑπαγορεύει τὸ ποιητέον· ὅταν δὲ καὶ τὰς ὁδοὺς τῆς εὑρέσεως τὶς ὑφ’ ἑτέρου διδαχθείσας ἔχῃ, ῥᾷστον αὐτῷ προσέρχεσθαι κατ’ αὐτάς. ἱκανὸν δέ σοι μαρτύριον ἔστω τὸ τοὺς τοιούτους ἄνδρας
1011
ἔργοις μεγίστοις κοσμῆσαι τὴν τέχνην· ὅσοι δ’ ἀσύνετοι, μηδὲν εὑρίσκεσθαι πλέον αὐτοῖς, εἰ καὶ δι’ ὅλου τοῦ βίου μυρίων ἔργων ἰατρικῶν αὐτόπται γίγνοιντο. πάμπολλα γοῦν ἐπινοεῖται μέχρι τήμερον, οὐδέπω τοῖς ἔμπροσθεν εὑρημένα· καθάπερ νῦν ἐπὶ Ῥώμης ἐπενόησέ τις ἰᾶσθαι διὰ στόματος ἀκροχορδόνας τε καὶ μυρμηκίας. ἀλλ’ ἐπὶ μὲν τῶν ἀκροχορδόνων, ὡς ἂν ἐξεχουσῶν τοῦ δέρματος, οὐδὲν θαυμαστόν· τὸ δὲ τῶν μυρμηκιῶν καὶ μάλισθ’ ὅσαι τελέως εἰσὶν ἰσόπεδοι τῷ δέρματι, θαυμαστὸν ἐδόκει. ἀλλ’ ὅμως καὶ ταύτας πρῶτον μὲν τῇ θέσει τῶν χειλῶν ὥσπερ βδάλλων ἐπεσπᾶτό τε κᾀκ τῆς ῥίζης ἐμόχλευεν· εἶτα τοῖς προσθίοις ὀδοῦσιν παραλαμβάνων ἀθρόως ἐξέσπα. καὶ μὴν καὶ διὰ μυρσίνης σμίλης καὶ διὰ τοῦ καλουμένου σκολοπομαχαιρίου γεγυμνασμένος ταῖς χερσὶ ῥᾳδίως ἄν τις ἐκκόψειεν αὐτὰς, ἰδίαν ἐχούσας περιγραφὴν, ᾗ χωρίζονται τοῦ πέριξ δέρματος. ὡσαύτως δὲ καὶ διά τινος ἰσχυροῦ πτεροῦ, περιτιθεμένου κυκλοτερῶς τῇ μυρμηκίᾳ, ποιούμεθα τὴν ἄρσιν αὐτῆς. χρὴ δὲ σύμμετρον ἔχειν δηλονότι τὴν ἑαυτοῦ κενὴν σύριγγα τὸ πτερὸν τῷ πάχει μυρμηκίας,
1012
ἵνα τε πανταχόθεν αὐτὴν ἀκριβῶς σφίγγῃ, κᾄπειτα περιστρέψαι μετὰ τοῦ κάτω βιάζεσθαι· τάχιστά τε γὰρ ἂν οὕτω καὶ σὺν αὐτῇ τῇ ῥίζῃ τὴν μυρμηκίαν ὅλην ἐκβάλλοις. εὔδηλον δὲ καὶ ὅτι τὸ πέρας τοῦ περιγλύφοντος αὐτὴν πτεροῦ λεπτόν τε ἅμα καὶ ὀξὺ καὶ ἰσχυρὸν εἶναι χρή. διὸ τά τε τῶν παλαιῶν ἀλεκτρυόνων πτερὰ εἰς τοῦτο χρήσιμα καὶ μᾶλλον ἔτι τὰ τῶν ἀετῶν. ἀποτέμνειν δ’ αὐτῶν χρὴ πρὸς τῇ ῥίζῃ τοσοῦτον, ὡς περιλαβεῖν ἱκανῶς τὴν μυρμηκίαν. εὐθὺς δὲ ἀπὸ τῆς ἀποτομῆς, εἰ καλῶς γίγνοιτο, καὶ τὴν ὀξύτητα παρέξεις αὐτῷ. καὶ τοῦτ’ οὖν ὁ λογισμὸς εὗρεν, οὐ περίπτωσις. ὅτι δὲ διὰ τῶν ἑλκόντων σφοδρῶς φαρμάκων ἀνασπασθήσεται καὶ ὅτι διὰ τῶν σηπόντων νεκρωθήσεται, τῷ λογισμῷ μέν τις εὗρε· θαῤῥήσας δὲ χρῆσθαι, πρὸς τῆς πείρας ἐμαρτυρήθη. τινὰ μὲν γὰρ ἄντικρύς ἐστι καὶ πρὸ τῆς πείρας πιστὰ, καθάπερ εἰ τύχοι τὸν ἀρτίως ἐμπεπαρμένον ἐξελεῖν σκόλοπα καὶ τὸ βέλος, ὅσα τε τοῖς ὀφθαλμοῖς ἐμπίπτει ψαμμία. τινὰ δὲ ἐπινοεῖται μὲν ὑπὸ τοῦ λογισμοῦ, βεβαιοῦται δὲ ὑπὸ τῆς πείρας. ἕνεκα δὲ τοῦ ῥᾷον εὑρίσκειν σε
1013
καὶ κατὰ σαυτὸν ὁδοὺς τοιαύτας εἰς εὐπορίαν ἰαμάτων οὐκ ὀκνήσω προσθεῖναί τι παράδειγμα τῶν ἐκ τοῦ προκειμένου γένους. ὀνομάζομεν δὲ αὐτὸ κατὰ τὸν ἀριθμὸν τῶν μορίων. ἐπειδὴ γὰρ ἔνια μὲν ἐλλείπει, καθάπερ ὀδοὺς ἢ δάκτυλος ἢ ῥινὸς πτερύγιον, ἢ ὠτός τι μόριον, ἢ αἰδοίου δέρμα, τινὰ δὲ πλεονάζει, καθάπερ ἕκτος δάκτυλος, αἵ τ’ ἐξοστώσεις καλούμεναι καὶ τῶν ὀδόντων οἱ παραφυόμενοι τοῖς κατὰ φύσιν· ἐξελεῖν μέντοι τὸ περιττὸν οὐδὲν χαλεπὸν, ἕτερον δὲ γεννῆσαι τῷ μηκέτ’ ὄντι παραπλήσιον ἐπὶ τινῶν μὲν ῥᾴδιον, ἐπὶ τινῶν δὲ χαλεπὸν, ἐπὶ τινῶν ἀδύνατον. ἐὰν μὲν δὴ σαρκῶδες ᾖ τὸ λεῖπον, οὐ χαλεπῶς ἄν τις αὐτὸ γεννήσειεν· εἴρηται δ’ ἔμπροσθεν ἡ μέθοδος ἐπὶ τῶν κοίλων ἑλκῶν. ἐὰν δὲ ὀστοῦν ᾖ, αὐτὸ μὲν ἀδύνατον, ἀντ’ αὐτοῦ δὲ ἕτερόν τι σκληρὸν οὐκ ἀδύνατον ἐργάσασθαι. λέλεκται δέ τι καὶ περὶ τῆς τῶν φλεβῶν γενέσεως ἔμπροσθεν, ὡς ἐνίοτε μὲν αἰσθητῶς εἴδομεν ἑτέρας νέας γεννηθείσας, ἐνίοτε δ’ ἅπαντα μηχανωμένων οὐκ ἔφυσαν.