De methodo medendi

Galen

Galen, De methodo medendi

Οὔτ’ οὖν ταῦτα γινώσκουσιν οἱ Θεσσάλειοι, καὶ διὰ τοῦτο πάντας ὁμοίως θεραπεύουσιν, οὔθ’ ὅτι πᾶν τὸ φλεγμαῖνον μέλος, ἐὰν μὴ στεγνὸν ἔχῃ τὸ περικείμενον ἑαυτῷ δέρμα, χαλᾷ τι καὶ μεθίησιν ἔξω τῶν λεπτομερῶν ἰχώρων. καὶ διὰ τοῦτ’ ἔκ τε τῶν κατὰ τὸ στόμα καὶ τὴν ῥῖνα καὶ τὴν φάρυγγα καὶ στόμαχον, ἔντερά τε καὶ γαστέρα καὶ τὰ σπλάγχνα πάντα, ῥεῖ τι πρὸς τοὐκτός. οὕτω δὲ καὶ κατὰ τὴν ἔνδον ἐπιφάνειαν τοῦ θώρακος ἐκκρίνεταί τις ἰχὼρ, ὅταν φλεγμαίνῃ. καθάπερ οὖν ὁ μὲν σπλὴν καὶ τὰ σιμὰ τοῦ ἥπατος ἐκκαθαίρεται διὰ τῶν ἐντέρων, οἱ νεφροὶ δὲ καὶ κυρτὰ τοῦ ἥπατος διὰ τῶν οὔρων, οὕτως ὁ θώραξ, ὅταν γε τὰ ἔνδον αὐτοῦ φλεγμαίνῃ, κατὰ τὸν ὑπεζωκότα μεθίησί τι πρὸς τὴν μεταξὺ χώραν ἑαυτοῦ καὶ τοῦ πνεύμονος· ἐκκαθαρθῆναι δὲ τοῦτο δεήσεται διὰ τῶν αὐτῶν ὁδῶν τῷ πνεύμονι. δώσομεν οὖν τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, ὅπως ἀναστομῶνται μὲν αἱ ὁδοὶ, τέμνωνται δὲ τὰ 

924
δι’ αὐτῶν ὁδοιπορήσειν μέλλοντα, καὶ μάλισθ’ ὅταν ᾖ παχέα ταῖς συστάσεσιν ἢ γλίσχρα, καθάπερ ἐπὶ τῶν ἐμπύων ἐστίν. ἐκλεξώμεθα δὲ καὶ τούτων ὅσα μὲν μέτρια, φλεγμαινόντων ἔτι τῶν πεπονθότων μελῶν, ὅσα δὲ ἰσχυρότερα, κατὰ τὰς ἀκριβεῖς παρακμὰς τῶν φλεγμονῶν ἢ καὶ τελέως μὲν αὐτῶν πεπαυμένων, ἐκκριθῆναι δὲ τῶν περιττῶν δεομένων. μέτριον μὲν οὖν ἐν τοῖς τοιούτοις ἐστὶν ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον, ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ βραχύ τι τῷ μελικράτῳ τῶν δριμέων βοτανῶν, οἷον ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης καὶ γλήχωνος, ἵρεώς τε τῆς Ἰλλυρίδος ἡ ῥίζα. πλέον δ’ εἰ μίξαις τούτων ἢ καὶ τὴν ἴριν οὕτω κόψαις καὶ σήσαις ὡς χνοώδη ποιῆσαι, κᾄπειτα ἐπιβάλλοις τῷ μελικράτῳ, τμητικώτατον ἕξεις φάρμακον. οὕτω δὲ καὶ τὸ διὰ πρασίου σκευαζόμενον ὀξύμελί τε καὶ ἄλλα τοιαῦτα, τέμνειν ἱκανῶς πέφυκε τὰ παχύτερα τῶν ἐν θώρακι καὶ πνεύμονι περιττῶν. καὶ πάντων αὐτῶν τὴν εὐπορίαν ἔχεις ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις.

925

Οὐ μόνον δὲ τὴν εἰρημένην τῶν βοηθημάτων διαφορὰν ἐκ τῶν πεπονθότων ἐμάθομεν τόπων, ἀλλὰ καὶ τὸ τὰ μὲν ἐπιπολῆς φλεγμαίνοντα τοῖς τῆς φλεγμονῆς ἰδίοις βοηθήμασιν ἰάσασθαι, τὰ δ’ ἐν τῷ βάθει μετὰ τοῦ μιγνύναι τι καὶ τῶν δριμυτέρων· ἐκλύεται γὰρ ἡ δύναμις εἰς τὸ βάθος αὐτῶν διαδιδομένων. οὕτω δὲ καὶ ἡ σικύα βοήθημα γενναῖον εὕρηται τῆς τ’ ἔξω φορᾶς τῶν ἐν τῷ βάθει καὶ τῆς οἱονεὶ μοχλείας τῶν ἤδη σκιῤῥουμένων. ἀλλ’ οὐ χρηστέον ἐστὶ σικύᾳ κατ’ ἀρχὰς ἐπὶ μορίου φλεγμαίνοντος, ἀλλ’ ἐπειδὰν ὅλον τὸ σῶμα κενώσῃς καὶ χρεία σοι γένηται κενῶσαί τι καὶ ἐκμοχλεῦσαι τῶν κατὰ τὸ φλεγμαῖνον ἢ πρὸς τοὐκτὸς ἀποσπάσασθαι. γινομένων δ’ ἔτι τῶν παθῶν οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. οὕτω γοῦν καὶ μήτρας αἱμοῤῥαγούσης πρὸς τοὺς τιτθοὺς ἐπιβάλλομεν σικύαν, ἐπ’ αὐτῶν ἐρείδοντες μάλιστα τῶν κοινῶν ἀγγείων, θώρακός τε καὶ

926
μήτρας, τὸ τῆς σικύας στόμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας διὰ ῥινῶν γιγνομένης ἐπιβάλλομεν τοῖς ὑποχονδρίοις μεγίστας σικύας. οὕτω δὲ καὶ πᾶσαν ἄλλην αἱμοῤῥαγίαν ἀντισπῶμεν ἐπὶ τἀναντία διὰ τῶν κοινῶν φλεβῶν, ὥσπερ αὖ πάλιν ἕλκομεν, εἰ τούτου δεοίμεθα· κατὰ γοῦν ἐφηβαίου τε καὶ βουβῶνος ἐπιτίθεμεν σικύαν, ἔμμηνα κινῆσαι βουλόμενοι. καὶ κατ’ ἰνίου δὲ σικύα τιθεμένη γενναῖόν ἐστι βοήθημα ῥεύματος ὀφθαλμῶν. χρὴ δὲ προκεκενῶσθαι τὸ σύμπαν σῶμα· πληθωρικοῦ γὰρ ὄντος αὐτοῦ, καθ’ ὅ τι περ ἂν ἐρείσεις μέρος τῆς κεφαλῆς τὴν σικύαν, ὅλην αὐτὴν πληρώσεις.

Οὗτος οὖν ὁ κοινὸς σκοπὸς ἁπάσης φλεγμονῆς οὐχ ὡσαύτως ἐφ’ ἑκάστου τῶν μορίων ἐπιτελεῖται. προσέρχεται δ’ ἅπασι τοῖς εἰρημένοις οὐ σμικρὰ μοῖρα καὶ ἡ τοῦ προσενεχθησομένου φαρμάκου φύσις. οὐ γὰρ ἁπλῶς εἰ στῦψαι δεοίμεθα τὴν ἀρχομένην φλεγμονὴν, ἅπαν τὸ στῦφον προσοίσομεν ἐπὶ τῶν καταπίνεσθαι μελλόντων, ἀλλ’ ὅσοις ἂν αὐτῶν οὐδεμία μέμικται δύναμις φθαρτική. χάλκανθος

927
γοῦν ἐν τοῖς μάλιστα στύφει, καθάπερ γε καὶ τὸ μῖσυ καὶ σῶρυ καὶ χαλκίτης καὶ διφρυγὲς, ὅ τε κεκαυμένος χαλκὸς ἥ τε λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος· ἀλλ’ ἔστι βλαβερὰ τὰ φάρμακα ταῦτα καταπινόμενα· διόπερ οὐδὲ τοῖς στοματικοῖς ἀσφαλῶς μίγνυνται παραῤῥεῖ γὰρ ἐνίοτε αὐτῶν τι μέχρι τῆς γαστρός. οὐ μὴν οὐδ’ ἀλόη καλῶς ἂν μιχθείη τοῖς καταπίνεσθαι μέλλουσι φαρμάκοις, ἕνεκα φλεγμονῆς τῶν ἔνδον· ἐπειδὴ καὶ ταύτῃ μέμικταί τις δύναμις καθαρτική. παρηκμακυίας μέντοι τελέως τῆς φλεγμονῆς, εἴ τις μικρὸν ἀλόης μίξειεν ἕνεκα τοῦ τὴν γαστέρα κινῆσαι μὴ διακεχωρηκυῖαν τελέως, οὐδὲν βλάψει. βέλτιον δὲ διὰ λινοζώστιδος ἢ ἀκαλήφης ἢ κνίκου ἤ τινος τῶν τοιούτων ὑπάγειν τὴν γαστέρα τῶν οὕτω καμνόντων. ὅλως δὲ, ἄν τις ἀφέλῃ τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν, οὐδὲν κωλύει τὴν ἰατρικὴν οὐχ ἓξ μησὶν, ἀλλ’ ἓξ ἡμέραις ὅλην ἐκμαθεῖν. οὐ μὴν οὐδὲ προσθέντες τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν ἔχοιμεν ἂν ἤδη τὸ πᾶν εἰς τὴν θεραπείαν ἄνευ τοῦ τὰς περὶ τῶν φαρμάκων ἐκμαθεῖν μεθόδους. ἐπ’ ἐκείνας οὖν ἰτέον ἐστὶ τῷ μέλλοντι τελέως ἰάσασθαι τὰ νοσήματα.
928
νυνὶ γὰρ, ὡς πολλάκις εἶπον, εἰ καί τινος ἐμνημόνευσα φαρμάκου, παραδείγματος ἕνεκα τοῦτ’ ἔπραξα.

Προσθῶμεν οὖν ἔτι τῆς ἀπὸ τῶν μορίων ἐνδείξεως ὅσα μήπω λέλεκται, καταβάλλοντες προφανέστατα τὴν τῶν Θεσσαλείων αἵρεσιν· οἳ μήτε ἀνατομῆς ἁπτόμενοι μήτ’ ἐνεργείας ἢ χρείας εἰδότες, ὅταν ἴδωσί τινα κροκιδίζοντα καὶ καρφολογοῦντα, τολμῶσιν ὀξυροδίνῳ καταβρέχειν τὴν κεφαλὴν ἡμῖν ἑπόμενοι. διὰ τί γὰρ οὐ τὸν θώρακα μᾶλλον; εἴπερ ἐνδεικτεκῶς μὲν εὑρίσκουσι τὰ βοηθήματα, δυνατὸν δ’ ἐστὶ καὶ τῆς καρδίας πασχούσης φρενιτικὸν γίνεσθαι τὸν ἄνθρωπον. ὁ μὲν γὰρ ἐμπειρικὸς ἐκ τῆς πείρας φησὶ τὴν τῶν τοιούτων βοηθημάτων εὕρεσιν ἐσχηκέναι, τῷ δὲ καὶ ταύτην ἀτιμάσαντι καὶ τὴν τῶν ἐνεργειῶν ζήτησιν φυγόντι πόθεν ἐπῆλθεν ἀντὶ τοῦ θώρακος ἑλέσθαι τὴν κεφαλὴν ἐπὶ τῶν φρενιτικῶν ἐπιβρέχειν· ἀλλὰ τοῦτό γε τὸ ὀξυῤῥόδινον ὃ τῇ κεφαλῇ προσφέρομεν ἐπὶ τῶν φρενιτικῶν, ὥσπερ τις ἔλεγε τῶν ἑταίρων, οὐ μόνον τοὺς ἀμεθόδους Θεσσαλείους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐξελέγχει φανερῶς, 

929
ὅσοι κατὰ τὴν καρδίαν ἡγοῦνται τὸ ψυχῆς ἡγεμονικὸν ὑπάρχειν. ἰδὼν γοῦν ποτὲ τῶν ἀπ’ Ἀθηναίου τινὰ τὴν κεφαλὴν αἰονῶντα ῥοδίνῳ καὶ ὄξει μεμιγμένοις ἐκώλυον ἀξιῶν ἐπιφέρειν τῷ θώρακι τὸ βοήθημα· βεβλάφθαι μὲν γὰρ τῷ παραφρονοῦντι τὸ ἡγεμονικὸν, εἶναι δ’ ἐν καρδίᾳ τοῦτο κατὰ τὸν Ἀθήναιον, οὔκουν ὀρθῶς αὐτὸν ποιεῖν ἀποστάντα τοῦ θώρακος ἐνοχλεῖν τῇ κεφαλῇ καὶ πράγματα παρέχειν ἀπαθεῖ μορίῳ, νυνὶ μὲν ὀξυῤῥοδίνῳ καταντλοῦντα, νυνὶ δὲ ἀποκείροντα καὶ σπονδύλιον ἢ ἕρπυλλον ἤ τι τοιοῦτον προσφέροντα· καὶ εἰ χρονίζοι τὸ πάθημα καὶ τὸ καστόριον ἢ καὶ νὴ Δία σικύαν· ὅμοιον γὰρ εἶναι τοῦτο τῷ φλεγμαίνοντος μηροῦ τῇ περόνῃ προσάγειν τὸ βοήθημα. καὶ μὲν δὴ κᾀπὶ τῶν ληθαργικῶν οὐδείς ἐστιν ὃς οὐ προσφέρει τῇ κεφαλῇ τὰ βοηθήματα· καὶ τοῦτο γὰρ τὸ πάθος ἐναντίον μέν πώς ἐστι κατὰ τὴν ἰδέαν τῇ φρενίτιδι. γίνεται δ’ ἐγκεφάλου πάσχοντος, ἐν ᾧ τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικόν. ὅταν μὲν οὖν ὁ πλεονάζων ἐν ἐγκεφάλῳ ψυχρὸς ᾖ χυμὸς, ἀναισθησία τε καὶ ἀκινησία καταλαμβάνει τὸν ἄνθρωπον· ὅταν δὲ θερμὸς,
930
εὐκινησία μᾶλλον, ὡς ἂν εἴποι, τις ἅμα τῇ τοῦ λογισμοῦ βλάβῃ. συμβαίνει γὰρ, ὡς ἐν τοῖς περὶ τούτων δέδεικται λόγοις, διὰ μὲν τὴν ψύξιν ἡ ἀργία, διὰ δὲ τὴν θερμασίαν ἡ ἄμετρος κίνησις, ἐκ δὲ τῆς χυμῶν μοχθηρίας ἡ ἄνοια. φλεβοτομητέον οὖν ἐστιν ἐπὶ τῶν τοιούτων παθῶν κατ’ ἀρχὰς εὐθὺς ἰσχυρᾶς μὲν οὔσης εἰς τοσοῦτον τῆς δυνάμεως ὡς ἐνεγκεῖν ἀλύπως τὴν φλεβοτομίαν, ἑτέρου δὲ μηδενὸς κωλύοντος ὧν ἐν τοῖς περὶ φλεβοτομίας εἴπομεν οἷον ἤτοι πλήθους ὠμῶν χυμῶν ἢ παιδικῆς ἡλικίας ἢ ὥρας ἢ χώρας ἐσχάτως θερμῆς ἢ ψυχρᾶς. τοῦτο μὲν οὖν κοινὸν ἀμφοτέροις τοῖς νοσήμασιν, ὅσα τε μετὰ καταφορᾶς καὶ ὅσα μετ’ ἀγρυπνίας γίνεται. κοινὸν δὲ καὶ τὸ κατὰ τὴν ἀρχὴν ὀξυρόδινον προσφέρειν· ἀπώσασθαι γὰρ χρὴ τῆς κεφαλῆς τὸν χυμὸν, ὁποῖος ἂν εἴη. τὰ δ’ ἐφεξῆς ἐναντία, πραΰνειν μὲν γὰρ προσήκει τὰ μετὰ τῶν ἀγρυπνιῶν, ἐπεγείρειν δὲ τὰ μετὰ τῆς ἀκινησίας. εἰκότως οὖν ἀκμαζόντων αὐτῶν τοῖς μὲν ἀγρυπνιτικοῖς καὶ περικοπτικοῖς νοσήμασι τὰς διὰ μήκωνος κωδειῶν ἐπιβροχὰς προσοίσομεν, ὀσφρανοῦμέν τε καὶ διαχρίζομεν, ἤτοι
931
τὰ πτερύγια τῆς ῥινὸς ἐκ τῶν ἔνδοθεν μερῶν ἢ τὸ μέτωπον ὁμοίοις φαρμάκοις. καρῶσαι γὰρ χρὴ καὶ ναρκῶσαι ποιῆσαι τὸ ἡγεμονικὸν, ἐμψύχοντα δηλονότι τὸν ὑπερτεθερμασμένον ἐγκέφαλον. ἐπὶ δὲ τῶν ἐναντίων παθῶν ἐπεγεῖραι καὶ τεμνεῖν καὶ θερμῆναι προσήκει τὸ πάχος τοῦ λυποῦντος χυμοῦ, ὅστις ἄνευ μὲν τοῦ σήπεσθαι καταφορὰς βαθείας ἐργάζεται, χωρὶς πυρετῶν, ἃς ὀνομάζουσιν ἀποπληξίας καὶ κάρους καὶ κατοχάς. εἰ δὲ καὶ σήποιτό ποτε, μετὰ πυρετοῦ γίνεται τὰ τοιαῦτα καὶ καλεῖται τὸ τοιοῦτο νόσημα λήθαργος. ἐναφεψοῦντες οὖν ὄξει θύμον καὶ γλήχωνα καὶ ὀρίγανον, ὅσα τ’ ἄλλα τοιαῦτα, τῇ ῥινὶ τῶν οὕτω διακειμένων προσοίσομεν, ὅπως ὁ ἀτμὸς ἐπὶ τὸν ἐγκέφαλον ἀναφερόμενος τέμνῃ τὸ πάχος τοῦ χυμοῦ. μετὰ δὲ ταῦτα καὶ τὸν οὐρανίσκον ἰσχυροῖς καὶ δριμέσι φαρμάκοις χρίσομεν. ἑξῆς δὲ τούτων καὶ πταρμικοῖς χρησόμεθα. καὶ κατὰ τῆς κεφαλῆς ἐπιθήσομεν ὁμοίας δυνάμεις φαρμάκων, ἄχρι καὶ τοῦ νάπυος, ἐπιτείνοντες ἀεὶ τὸ σφοδρὸν αὐτῶν, εἰ χρονίζει τὸ πάθος. ἀλλὰ καὶ ταῖς σικύαις ἐπ’ ἀμφοτέρων χρονιζόντων χρησόμεθα καὶ τῷ καστορίῳ.
932
πέττει γὰρ αὐτὸ καλῶς ἐπὶ προήκοντι τῷ χρόνῳ παραληφθέν. ὥστε κᾀνταῦθα πάλιν εἰς κοινὴν θεραπείαν ἄγεσθαι λήθαργόν τε καὶ φρενίτιδα ἐπὶ τῆς παρακμῆς. ἐν μὲν δὴ τοῖς τοιούτοις πάθεσιν ἐξελέγχονται προφανῶς οἵ τε ἀπὸ τοῦ Θεσσάλου πάντες οἵ τ’ ἐν τῇ καρδίᾳ τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος εἰπόντες ἰατροί. μὴ γὰρ ὅτι τῶν εἰρημένων τινὸς εὐπορῆσαι βοηθημάτων αὐτοῖς ἐστι δυνατὸν, ἀλλὰ μηδὲ ὅτῳ μορίῳ προσφέρειν δεῖ τὰ βοηθήματα. οὐ γὰρ δὴ ὥσπερ ἐπ’ ὀφθαλμίας ἢ πλευρίτιδος ἢ συνάγχης αὐτός τε ὁ κάμνων αἰσθάνεται τοῦ πεπονθότος μορίου, ἡμῖν τε διὰ τῆς ἁφῆς καὶ τῆς ὄψεως εἰς γνῶσιν ἥκει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε ληθάργου καὶ φρενίτιδος ἐπιληψίας τε καὶ παραπληξίας καὶ σπασμῶν καὶ τετάνων, ἔτι τε τῆς καλουμένης ἰδίως κατοχῆς. ἐφ’ ὧν ἁπάντων ἡ μὲν ἰδέα τῶν βοηθημάτων ἐκ τῆς τοῦ πάθους φύσεως εὑρίσκεται, τὸ δὲ χωρίον ᾧ μάλιστα χρὴ προσφέρειν αὐτὰ διὰ τοῦ προεγνῶσθαι τὰς ἐνεργείας τε καὶ χρείας τῶν μορίων.

Ὅτι δ’ ἀεὶ μεμνῆσθαι χρὴ τῶν συνενδεικνυμένων

933
ἁπάντων, κᾂν παραλειφθῇ ποτε ἐπὶ τῷ λόγῳ, πολλάκις εἴρηται πρόσθεν. ἀλλὰ νῦν γε τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν μόνην πρόκειται διελθεῖν, οἷον εὐθὺς ἐπὶ τῶν κατὰ τὴν κεφαλὴν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔνεστιν ἅπαντι νοῆσαι προχείρως, ὅτι πρόκειται τοῦ ἐγκεφάλου πρῶτον μὲν ἡ παχεῖα μῆνιγξ, ἐοικυῖα ταῖς ἐκτὸς ταύταις βύρσαις· ἐπ’ αὐτῇ δ’ ἐστὶ τὸ κρανίον. ἀναγκαῖον οὖν ἐκλύεσθαι τῶν ἐπιτιθεμένων φαρμάκων τὴν δύναμιν, ἐν τοῖς προβλήμασι πυκνοῖς καὶ σκληροῖς οὖσι· καὶ εἰ μὴ ῥαφαὶ κατὰ τὸ τῆς κεφαλῆς ὀστοῦν ὑπὸ τῆς φύσεως ἐγεγόνεισαν, οὐδὲν ἂν μέγα τῶν φαρμάκων οὐδὲν ἤνυσεν ἔξωθεν ἐπιτιθέμενον. ἐπεὶ δὲ καὶ αἱ ῥαφαὶ, καὶ μάλιστα ἡ στεφανιαία, παρίησιν ἔσω ῥᾳδίως οὐ τὰς ποιότητας μόνας τῶν ἐπιτιθεμένων φαρμάκων, ἀλλὰ καὶ τὰς οὐσίας, ὅταν γε ᾖ λεπτομερὴς, εἰκότως πολλὰ τῶν κατὰ τὸν ἐγκέφαλον ὠφελεῖται παθῶν ὑπὸ τῆς τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων δυνάμεως. ἐγὼ γοῦν ἀπ’ ἐμαυτοῦ πειραθεὶς οἶδα, καταντληθέντος ῥοδίνῳ ψυχρῷ, ταχίστης τε καὶ σαφεστάτης εἴσω διαδόσεως αἰσθανόμενος ἐν τῷ 
934
κατὰ τὸ βρέγμα τόπῳ. καὶ μέντοι καὶ διαφορὰ παμπόλλη τοῖς ἀνθρώποις ὁρᾶται πρὸς ἀλλήλους ἐναργῶς ἐπὶ τῆς ῥαφῆς τῆσδε καὶ πρὸ τῆς ἀνατομῆς. ἐθεασάμεθα γοῦν τινων ἐξυρημένων ἔτι ἐν τῷ μασσᾶσθαι σαφεστάτην κίνησιν τῆς συναρθρώσεως τῶν κατὰ τὴν στεφανιαίαν ῥαφὴν ὀστῶν, ὡς εἶναι πρόδηλον ὅτι χαλαρὰ τοῖς ἀνθρώποις ἐκείνοις ἡ σύνθεσις ἦν τῶν ὀστῶν τῆς κεφαλῆς. εἰκότως οὖν κατὰ τοῦτο μάλιστα τὸ χωρίον ἐπιφέρουσιν ἅπαντες ἰατροὶ τὰς ἐπιβροχὰς τῇ κεφαλῇ, κατὰ διαδοχὴν μὲν ἀπὸ τῶν πρώτως εὑρόντων ἐπὶ τοὔργον ἐρχόμενοι, θεώμενοι δὲ καὶ αὐτοὶ, ὅσοι γε προσέχουσι τὸν νοῦν οὐκ ἀργῶς τοῖς γινομένοις, ὅπως μὲν ἡ ῥαφὴ φαίνηται κινουμένη σαφῶς, ὅπως δ’ αἰσθάνωνται κατὰ τοῦτο τὸ μέρος οἱ ἄνθρωποι, τάχιστα θερμαινόμενοί τε καὶ ψυχόμενοι διὰ τῶν ἔξωθεν αὐτοῖς ὁμιλούντων· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ λεπτότατόν ἐστιν ἐν τούτῳ τῷ μέρει τὸ κρανίον καὶ ἀραιότατον. ὅταν οὖν τινος εἴσω διικνεῖσθαι φαρμάκου τὴν δύναμιν ἰσχυρῶς ἐθελήσῃς, κατὰ τοῦτο μάλιστα τὸ χωρίον ἐπιτίθει. κάλλιον δὲ καὶ μετὰ ἀνατρίψεως αὐτὸ πράττειν,
935
ἀποκείραντα τῶν τριχῶν ἢ ξυρῶντα τελέως· εἰ δ’ ὑγρὸν εἴη τὸ προσφερόμενον, ἐξ ὑψηλοτέρου βάλλοντα καὶ οἷον κατακρουνίζοντα· διικνεῖται γὰρ εἴσω μᾶλλον ὑπὸ τῆς βολῆς ὠθούμενον. ὥσπερ δ’ ἐνταῦθα τὸ σφοδρότερον τῆς βολῆς συμφέρον ἐστὶν, οὕτως ἐπ’ ὀφθαλμῶν ἀλυσιτελές· ἐν κεφαλῇ μὲν γὰρ ὀστοῦν ἐστὶ τὸ πληττόμενον, ἐπὶ ὀφθαλμοῦ δὲ ὑμενώδη τινὰ καὶ ἀσθενῆ σώματα. καὶ κατὰ μὲν τὴν κεφαλὴν ἕτερον μέν ἐστι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενον, ὃ τῆς μὲν πληγῆς οὐκ αἰσθάνεται, τῆς δὲ διὰ τὴν βολὴν ἀφικνουμένης εἰς αὐτὸ δυνάμεως ἀπολαύσει· κατὰ δὲ τὸν ὀφθαλμὸν οὐκ ἄλλο μέν τι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενόν ἐστιν· ἀλλ’ ὅπερ χρὴ θεραπευθῆναι, τοῦτο καὶ πλήττεται σφοδρῶς. ἔτι τε πρὸς τούτοις τὸ μὲν ὀστοῦν τῆς κεφαλῆς ἀναίσθητόν ἐστιν, αἰσθητικώτερον δὲ μόριον ὁ ὀφθαλμός. ἐγχεῖν οὖν αὐτῷ τὰ φάρμακα, πρῶτον μὲν ἐπαίροντας τὸ ἄνω βλέφαρον, ὡς ὅτι μαλακώτατα, δεύτερον δὲ μὴ καταράσσοντας, καθάπερ ἐπὶ τῆς κεφαλῆς. ἐξευρίσκειν δὲ καὶ αὐτὰ τὰ ἐγχεόμενα μετὰ τῶν φαρμάκων ὑγρὰ, φύσεως ἀδηκτοτάτης.
936
καί μοι δοκοῦσιν οἱ παλαιοὶ μετὰ πολλῆς περισκέψεως ἐπὶ τὸ τῶν ὠῶν ὑγρὸν ἀφικέσθαι, τό τε ἀδηκτότατον αὐτοῦ καὶ τὸ γλίσχρον ἑλόμενοι. διὰ μὲν γὰρ τοῦ μηδ’ ὅλως δάκνειν ὁ προειρημένος αὐτοῖς ἐπληροῦτο σκοπός· διὰ δὲ τοῦ γλίσχρου συντέλειά τις εἰς ἀνωδυνίαν ἐγίγνετο· λεαίνειν γὰρ πέφυκε τὰ τοιαῦτα τῶν ὑγρῶν ἁπάσας τὰς τραχύτητας, ὅσαι διὰ ῥεῦμα γίγνονται δριμύ. καὶ προσέτι μονιμώτερα τῶν ὑδατωδῶν τε καὶ λεπτῶν ὑγρῶν ἐστι τὰ παχέα μετρίως καὶ γλίσχρα. ὅτι μὲν οὖν τὸ χωρὶς τοῦ δάκνειν γλίσχρον, ὅταν καὶ μετρίως ᾖ θερμὸν, ἀνωδυνώτατόν ἐστιν, ἔμαθες δή που κᾀπὶ τῶν κατὰ τὴν γαστέρα δακνωδῶν διαχωρημάτων, ἐφ’ ὧν ἐνιέμενον στέαρ εὐθέως πραΰνει τὴν ὀδύνην. ὅτι δὲ καὶ διαμένειν ἄμεινόν ἐστι τὸ τοιοῦτον ὑγρὸν ἐν τῷ πεπονθότι μορίῳ πρόδηλον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὴν γαστέρα τὸ κλύζειν συνεχῶς ἀνιαρόν· ἐπὶ δὲ τῶν κατὰ τὸν ὀφθαλμὸν ἀνατείνειν τὸ βλέφαρον. ἥ γε μὴν εὐαισθησία τοῦ μορίου καὶ τὸ λεῖον αἱρεῖσθαι πάντως τὸ μέλλον ἐνίεσθαι καὶ μηδὲν ἐν αὐτῷ ἔχειν τραχὺ καὶ ψαμμῶδες ἐνδείκνυται. διὰ τοῦτ’ οὖν
937
ἐπενοήθη καλῶς ἥ τ’ ἐκ τῶν ὠῶν ὑγρότης καὶ τὸ λελειῶσθαι χρῆναι σφόδρα ἀκριβῶς, ὅσα γε τῶν γεωδῶν σωμάτων ἀναμίγνυται τοῖς ὀφθαλμικοῖς φαρμάκοις. ὅταν γε μὴν ὀδύναι γίγνωνται σφοδραὶ κατ’ αὐτοὺς, ἀναμνησθεὶς ὅσα περὶ γενέσεως ἁπασῶν ὀδυνῶν ἔμαθες, ἐπισκέπτου κατὰ τίνα διάθεσιν ἐξ αὐτῶν ὀδυνᾶσθαι συμβαίνει τὸν ὀφθαλμὸν ἐν ταῖς φλεγμοναῖς, ὑπὲρ ὧν νῦν ὁ λόγος ἐστίν. ἤτοι γὰρ ἐπὶ τὸ δάκνεσθαι σφοδρῶς ἐκ τῆς τῶν ἐπιῤῥεόντων δριμύτητος, ἢ διὰ τὸ τείνεσθαι πεπληρωμένους τοὺς χιτῶνας αὐτῶν, ἢ δι’ ἔντασίν τινα παχέων ὑγρῶν ἢ πνευμάτων φυσωδῶν, ὀδύναι γίνονται σφοδραὶ κατ’ αὐτούς. τὰς μὲν οὖν δήξεις διά τε τῶν καθαιρόντων φαρμάκων ἀντισπῶντας κάτω καὶ κενοῦντας θεραπεύειν προσήκει καὶ αὐτῷ τῷ μορίῳ τοῦ ὠοῦ τὸ ὑγρὸν ἐγχέοντας, ὅπως ἀλύπως ἐκκλύζηται σὺν αὐτῷ τὸ δριμὺ ῥεῦμα. προπεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ κενοῦ τοῦ σώματος ὄντος, ἐπιτηδειότατα τούτοις ἐστὶ λουτρά· καὶ γὰρ ἀνώδυνοι παραχρῆμα γίνονται καὶ παύεται τὸ ἐπιῤῥέον ὑγρὸν τοῖς ὀφθαλμοῖς, ἐκκριθέντος μὲν τοῦ πλείστου δι’ ὅλου τοῦ σώματος ἐν τοῖς λουτροῖς, ἐπικερασθέντος δὲ τοῦ λοιποῦ.
938
τὰς δ’ ἐπὶ τῇ πληρώσει τάσεις διά τε κενώσεως αἵματος καὶ γαστρὸς ὑπαγωγῆς καὶ τρίψεως τῶν κάτω μορίων ἰάσασθαι προσήκει· εἰ δ’ ἀναγκαζοίμεθά ποτε, καὶ δεσμοῖς τῶν κώλων, ἔπειτα πυριάσεσιν αὐτοῦ τοῦ φλεγμαίνοντος μορίου, δι’ ὕδατος ποτίμου θερμοῦ συμμέτρως· τὰς δ’ ἐντάσεις προκενώσαντα κᾀπὶ τούτων τὸ πᾶν σῶμα καὶ μέντοι καὶ ἀντισπάσαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν. ἑξῆς αὐτοῖς τοῖς τοπικοῖς ὀνομαζομένοις βοηθήμασι θεραπεύειν, οὐ τοῖς ἀποκρουομένοις καὶ ἀναστέλλουσι φαρμάκοις χρώμενον, ἀλλὰ τοῖς διαφοροῦσι. πυριατέον οὖν αὐτοὺς, ὡς ἀρτίως εἴρηται, καὶ τὸ τῆς τήλεως ἐγχυτέον ἀφέψημα, προπλύναντας ἐπιμελῶς τὴν τῆλιν, ὅπως μηδὲν αὐτῇ προσιζηκὸς ἤτοι κόνεως ἢ ψάμμου λάθῃ. διαφορητικὸν γὰρ ἀλύπως ἐστὶ τὸ φάρμακον τοῦτο, πάντων μάλιστα τῶν ὀφθαλμοῖς προσφερομένων. μεμνῆσθαι δὲ χρὴ τῶν κοινῶν παραγγελμάτων ἐπὶ πάντων τῶν κατὰ μέρος. ὧν ἓν καὶ τόδ’ ἐστὶν, ὡς τὰ διαφορητικὰ φάρμακα πλήθους ὄντος ἐν ὅλῳ σώματι μορίοις τισὶ προσφερόμενα 
939
πληροῖ μᾶλλον ἢ κενοῖ. ταῦτά τε οὖν καὶ τὰ ἄλλα θεραπεύων νοσήματα καὶ τὰς φλεγμονὰς, ὑπὲρ ὧν νῦν ὁ λόγος ἐστὶ, μηδενὶ θαῤῥήσεις τῶν διαφορητικῶν ὀνομαζομένων βοηθημάτων, πρὶν τῇ τοῦ σώματος ὅλου χρήσασθαι κενώσει. πρόσεχε δὲ κᾀκείνῳ τὸν νοῦν ἐπὶ πάντων παθῶν, οὐ μόνον φλεγμονῶν, ὡς ἐνίοτε τὸ μὲν ὅλον σῶμα μετρίως διάκειται κατά τε ποιότητα καὶ συμμετρίαν χυμῶν· ἓν δέ τι τῶν ὑπερκειμένων ἢ δύο τῷ κάμνοντι μορίῳ τὴν ἑαυτοῦ περιουσίαν ἐκπέμπει· καθάπερ ἀμέλει κᾀπὶ τῶν ὀφθαλμῶν οὐ σπανιάκις, ἀλλὰ καὶ πάνυ πολλάκις ἰδεῖν ἐστι γιγνόμενον, ἐπιπεμπούσης αὐτοῖς τῆς κεφαλῆς τὸ ῥεῦμα. πρόδηλον οὖν, οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς χρὴ τὴν κεφαλὴν ἰάσασθαι προτέραν, εὑρόντα τὴν διάθεσιν αὐτῆς, ᾗ τῶν περιττωμάτων ἡ γένεσις ἕπεται. καὶ τά γε χρονίζοντα τῶν ὀφθαλμῶν ῥεύματα θεραπεύομεν ἀφιστάμενοι μὲν αὐτῶν τῶν ὀφθαλμῶν, ἐπὶ δὲ τὴν τῆς κεφαλῆς ἀφικνούμενοι πρόνοιαν· ἐκ μὲν τοῦ γένους τῶν δυσκρασιῶν οὖσαν, ἐνδεικνυμένην δὲ θεραπείαν ἐναντίαν ἑαυτῇ, καθὸ δέδεικται πρόσθεν. ὡς τὰ πολλὰ μὲν οὖν ἤτοι ψυχρὰ δυσκρασία γίγνεται βλαβερὰ κατὰ τὴν κεφαλὴν
940
ἢ ὑγρά· καὶ δῆλον ὅτι καὶ ἀμφότεραι συνέρχονται. σπανιώτεραι δέ εἰσιν αἱ διὰ θερμότητα δριμὺ ῥεῦμα τοῖς ὀφθαλμοῖς ἐπιπέμπουσαι, καθ’ ἃς οὐ προσήκει τοῖς διὰ θαψίας καὶ τοῦ νάπυος χρῆσθαι φαρμάκοις, ἀλλὰ τοὐναντίον ἅπαν, ἐλαίῳ μὲν ὀμφακίνῳ τε καὶ Ἱσπανῷ καὶ ῥοδίνῳ, λουτροῖς δὲ ποτίμων ὑδάτων πλείοσιν. ἐνίοτε μὲν οὖν ὁ ἐγκέφαλος ἐπιπέμπει τὸ ῥεῦμα· καὶ χρὴ τούτου μὲν τὴν κρᾶσιν ἐπανορθοῦσθαι τοῖς ὅλης τῆς κεφαλῆς ἐπιθέμασιν. ἐνίοτε δὲ τῶν ἀγγείων ἐστὶ τὸ πάθος ἤτοι τῶν φλεβῶν ἢ τῶν ἀρτηριῶν ἀτονωτέρων ὑπαρχουσῶν, ὡς δέχεσθαι τὴν τῶν ἄλλων ἀγγείων περιουσίαν. ἡνίκα ἐκτέμνοντές τι μέρος αὐτῶν ἢ καὶ διατέμνοντες ὅλα μέχρι πολλοῦ βάθους, διαλαμβάνομεν οὐλῇ σκληρᾷ τὰ μεταξὺ διορίζοντες μόρια τοῦ τμηθέντος, ὡς μηκέτ’ εἶναι συνεχῆ, μηδ’ ἐπιῤῥεῖν ἐκ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον. ἀλλ’ ὅταν γε τῶν ἐν τῷ βάθει κειμένων ἀγγείων τῶν ἄνωθεν ἡκόντων ἅμα τοῖς νεύροις ἐπὶ τοὺς ὀφθαλμοὺς ἢ τὸ πάθημα, τούτων οὐδὲν οἷόν τ’ ἐστὶ πρᾶξαι· διὸ καὶ δυσίατα πάντα τὰ τοιαῦτα ῥεύματα γίγνεται. τὰ δ’ ἔξωθεν ἀγγεῖα
941
καὶ χωρὶς χειρουργίας ἔνεστι ῥῶσαι, φαρμάκοις καταχρίοντα τονωτικοῖς. ἐνίοτε δὲ καὶ θερμὸν αἷμα καὶ ἀτμῶν μεστὸν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ πληθύει μάλιστα κατὰ τὰς ἀρτηρίας. ἐφ’ οὗ χρησιμώτατον εὕρηται βοήθημα τοῖς ἰατροῖς ἡ ἀρτηριοτομία. χρὴ δὲ ξυροῦντα τὴν κεφαλὴν ἐπιμελῶς ἅπτεσθαι τῶν τ’ ὀπίσω καὶ καθ’ ἑκάτερον οὖς ἀρτηριῶν καὶ τῶν ἐν τῷ μετώπῳ τε καὶ τοὺς κροτάφους. ὅσοι δ’ αὐτῶν θερμότεραί σοι φαίνονται τῶν ἄλλων εἶναι καὶ μᾶλλον σφύζειν, ἐκείνας τέμνειν· ὅσαι δὲ μικραί τέ εἰσι καὶ ὑπὸ τῷ δέρματι, κᾂν μέρος αὐτῶν ἐκτέμνῃς, ὥσπερ ἐν τοῖς σκέλεσιν ἐπὶ τῶν κιρσῶν εἰώθαμεν πράττειν, ἄμεινον ἐργάσῃ. καὶ τῶν καθ’ ἡμᾶς γέ τις ὀφθαλμικῶν οὐχ ὁ φαυλότατος ἐξέκοπτε τῶν ἐποχουμένων τοῖς κροταφίταις μυσὶν ἀρτηριῶν οὐκ ὀλιγίστην μοῖραν. ὡς τὰ πολλὰ μὲν οὖν ἀνασπᾶται τῆς ἐκτμηθείσης ἀρτηρίας τὰ καταλειπόμενα μόρια πρὸς τὸ συνεχὲς ἀμφοτέρων, καὶ μᾶλλον γίνεται τοῦτο ἐπί τε τῶν μικρῶν ἀγγείων καὶ ἧττον σφυζόντων. εἰ δ’ ἐν τῷ γυμνοῦν φαίνοιτό
942
σοι μέγα τὸ ἀγγεῖον ἢ μεγάλως σφύζοι, ἀσφαλέστερον αὐτῷ βρόχον περιβάλλοντα πρότερον, οὕτως ἐκκόπτειν τὸ μεταξύ. γιγνέσθωσαν δ’ οἱ τοιοῦτοι τῶν βρόχων ἐξ ὕλης δυσσήπτου· τοιαύτη δ’ ἐστὶν ἐν Ῥώμῃ μὲν ἡ τῶν Γαϊετανῶν ὀνομαζομένων, ἐκ μὲν τῆς τῶν Κελτῶν χώρας κομιζομένων, πιπρασκομένων δὲ μάλιστα κατὰ τὴν ἱερὰν ὁδὸν, ἥτις ἐκ τοῦ τῆς Ῥώμης ἱεροῦ κατάγει πρὸς τὰς ἀγοράς. τούτων μὲν οὖν ἐν Ῥώμῃ ῥᾷστον εὐπορῆσαι· καὶ γὰρ εὐωνότατα πιπράσκεται. κατ’ ἄλλην δὲ πόλιν ἰατρεύοντί σοι παρασκευάσθω τῶν νημάτων τι τῶν σηρικῶν ὀνομαζομένων. ἔχουσι γὰρ αἱ πλούσιαι γυναῖκες αὐτὰ πολλαχόθι τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς, καὶ μάλιστα ἐν μεγάλαις πολέσιν, ἐν αἷς εἰσι πολλαὶ τῶν τοιούτων γυναικῶν. εἰ δὲ μὴ παρείη τοῦτο, τῶν κατ’ ἐκείνην τὴν χώραν ἐν ᾗπερ ἂν ὢν τυγχάνῃς ἐκλέγου τὴν ἀσηπτοτέραν ὕλην, οἵα πέρ ἐστιν ἡ τῶν ἰσχνῶν χορδῶν· αἱ μὲν γὰρ εὔσηπτοι ταχέως ἀποπίπτουσι τῶν ἀγγείων. ἡμεῖς δὲ βουλόμεθα περισαρκωθέντων αὐτῶν ἀποπίπτειν τὸν βρόχον. ἡ γὰρ ἐπιτρεφομένη τοῖς ἀποτετμημένοις μέρεσι τῶν ἀγγείων σὰρξ
943
ἐπίθεμα γίγνεται καὶ μύει τὸ στόμιον αὐτῶν. ἐπειδὰν δὲ φθάσῃ γενέσθαι, καιρὸς ἤδη τοῖς βρόχοις ἀκινδύνως ἀποῤῥυῆναι. τὰς μέντοι φλέβας, ὅτ’ ἄν ποτε ἐκτέμνῃς τι μόριον αὐτῶν, οὐκ ἀναγκαῖον οὕτως ἀσήπτοις ὕλαις διαδεῖν, ἀλλ’ ἀρκεῖ καὶ τῶν ἄλλων τις. ἐπὶ μὲν γὰρ τῶν ἀρτηριῶν ἡ διηνεκὴς κίνησις ἀνοίγνυσι τὰ στόματα τῶν τετμημένων ἀγγείων· ἐπὶ δὲ τῶν φλεβῶν, ὅταν ἅπαξ μύσῃ καθ’ ὁντιναοῦν τρόπον ἤτοι πιληθέντα δι’ ἐπιδέσεως ἢ στυφθέντα διὰ φαρμάκων, ἐπιτρέπει τῇ πέριξ σαρκὶ περιφύεσθαι, καὶ μάλισθ’ ὅταν ἀκίνητον ἔχῃ τὸ μέρος ὁ χειρουργηθεὶς ἄνθρωπος, ἔτι δὲ μᾶλλον, ἐὰν καὶ ἀνάῤῥοπον ἔχῃ ἐπὶ κενῷ τῷ σύμπαντι σώματι. καὶ γάρ τοι καὶ τοὺς κιρσοὺς οὕτω θεραπεύομεν. ὀνομάζεται δὲ κιρσὸς ἡ ἀνευρυσμένη φλέψ. ἀνευρύνεται δ’ ἐν ὄρχεσί τε καὶ σκέλεσι τοὐπίπαν. ἐπεὶ δὲ γραφομένων ἔτι τῶνδε τῶν ὑπομνημάτων ἠξίωσαν οὐκ ὀλίγοι τῶν ἑταίρων ἐπὶ τῇ τελευτῇ τῆς ὅλης πραγματείας ἁπάντων ἐφεξῆς με τῶν κατὰ χειρουργίαν μνημονεῦσαι, διὰ τοῦτο καὶ νῦν ὁ περὶ τῶν κιρσῶν ἀναβεβλήσθω λόγος. ὄντων δ’ οὐκ ὀλίγων κατὰ
944
μέρος ἐν ὀφθαλμοῖς παθῶν εἰδικωτέρας θεραπείας δεομένων, οὐδ’ ὑπὲρ ἐκείνων ἔτι λέγειν ἐνταυθοῖ προσήκει. τῷ μὲν γὰρ ἐπιμελῶς ἀνεγνωκότι τὰ πρόσθεν εἰρημένα καὶ φύσει συνετῷ ῥᾷστόν ἐστι κατὰ τὴν ἀκολουθίαν ἐξευρίσκειν ἅπαντα· τοῖς δὲ μὴ τοιούτοις ἄμεινον ἰδίᾳ γράψαι θεραπευτικὴν πραγματείαν ἁπάντων τῶν ἐν ὀφθαλμοῖς παθῶν, ἐπεὶ καὶ πολλοὶ τῶν ἑταίρων οὕτως ἀξιοῦσιν.

945

Περὶ μὲν τῶν παρὰ φύσιν ὄγκων ὁπόσοι μέν εἰσι καὶ ὁποῖοι γέγραπται πρόσθεν ἰδίᾳ καθ’ ἕν βιβλίον. ὡς δ’ ἄν τις αὐτοὺς θεραπεύοι μεθόδῳ, τῆς προκειμένης πραγματείας ἴδιον ὄν, ἐν τῷ τρισκαιδεκάτῳ τῶνδε τῶν ὑπομνημάτων ἠρξάμεθα λέγειν. ἐπεὶ δ’ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ἁπάντων πυρετῶν ὁ λόγος ἐγεγόνει, βέλτιον ἔδοξέ μοι περὶ πρώτης φλεγμονῆς διελθεῖν ὡς ἂν συνεχέστατά τε γινομένης καὶ πυρετοὺς ἐπιφερούσης πολλάκις. εἴρηται μὲν οὖν τι κᾀν τῇ τῶν πυρετῶν θεραπείᾳ περὶ τῆς φλεγμονῆς ἅμα ταῖς

946
ἄλλαις αὐτῶν αἰτίαις· ἀλλ’ ὁ τέλειός τε καὶ ἴδιος αὐτῆς λόγος ἐν τῷ πρὸ τούτου βιβλίῳ γέγραπται, τὴν μέθοδον τῆς θεραπείας ὁποία τίς ἐστὶ διερχομένων ἡμῶν, οὐ τὴν τῶν βοηθημάτων ὕλην, ὅ τι μὴ παραδείγματος ἕνεκεν, ὡς κᾀπὶ τῶν ἔμπροσθεν ἐποιήσαμεν. οὐ πόῤῥω δὲ τῆς φλεγμονῆς ἕτερον νόσημά ἐστιν ἐρυσίπελας ὀνομαζόμενον, ἐπὶ χολώδει χυμῷ συνιστάμενον, ὡς ἐδείχθη. βέλτιον δ’ ἴσως αὐτὸ μακροτέρῳ λόγῳ διορίσαι τῆς φλεγμονῆς. κοινὰ μὲν οὖν ἀμφοῖν ὅ τε παρὰ φύσιν ὄγκος ἐστὶ καὶ ἡ θερμασία, διαφέρει δὲ πρῶτα μὲν καὶ μάλιστα τῇ χροιᾷ. ἐρυθρᾶς μὲν γὰρ οὔσης αὐτῆς φλεγμονὴν τὸ πάθος ὀνομάζουσιν, ὠχρᾶς δ’ ἢ ξανθῆς ἢ ὥσπερ ἐξ ὠχροῦ καὶ ξανθοῦ χρώματος μικτῆς, ἐρυσίπελας. ἀτὰρ οὖν καὶ ὁ σφυγμὸς ἴδιον σύμπτωμά ἐστι τῆς μεγάλης φλεγμονῆς· καὶ γὰρ καὶ διὰ βάθους γίνεται μᾶλλον, ὥσπερ γε ἐρυσίπελας ἐν τῷ δέρματι μᾶλλον ἢ ἐν τῷ βάθει. λεπτὸς γὰρ κατὰ τὴν σύστασιν ὁ τῆς ὠχρᾶς χολῆς χυμὸς, ὥστε διαῤῥεῖ ῥᾳδίως ἐπὶ τὸ δέρμα, τὰ σαρκώδη καὶ ἀραιὰ μόρια διερχόμενος.
947
ἡ δὲ τοῦ δέρματος πυκνότης οὐκέθ’ ὁμοίως εὔπορος τῇδε τῇ χολῇ, πλὴν εἰ πάνυ λεπτὴ καὶ ὑδατώδης εἴη, τοιαύτη γὰρ μάλιστα καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ἐστὶ συναπερχομένη τοῖς ἱδρῶσι. καὶ πολλῶν ὄψει κατὰ τὰ βαλανεῖα ταῖς στλεγγίσιν ἀποξεόντων τὸν ἱδρῶτα τοιοῦτον τὴν χρόαν, οἷόν περ καὶ τὸ οὖρόν ἐστι τοῖς ἐπὶ πλέον ἀσιτήσασιν. οἶσθα γὰρ ὡς χρονιζόντων ἡμῶν ἐν ταῖς ἀσιτίαις ὠχρότερον ἐξ ὑδατώδους γίγνεται τὸ οὖρον· ὕστερον δὲ ποτε καὶ ξανθὸν, εἰ μὴ φθάσειέ τις ἐπιτέγξαι τὸν αὐχμὸν τοῦ σώματος, ὑγραινούσῃ τε τροφῇ καὶ ποτῷ. κατὰ φύσιν μὲν οὖν διοικουμένου τοῦ σώματος ὁ πικρόχολος χυμὸς ἀδήλως διαπνεῖται· παρὰ φύσιν δὲ κατ’ ἄλλα τε πάθη πλεονάζων φαίνεται, περὶ ὧν αὖθις εἰρήσεται, καὶ μέντοι κατὰ τουτὶ τὸ νῦν ἡμῖν προκείμενον, ὃ καλοῦσιν ἐρυσίπελας. ὅταν γὰρ ἤτοι πολὺ πλέον τοῦ κατὰ φύσιν ἢ παχύτερος γενόμενος ἀθρόως ἐνεχθῇ πρὸς τὸ δέρμα, διακαίει τε τοῦτο καὶ εἰς ὄγκον αἴρει.