De methodo medendi

Galen

Galen, De methodo medendi

Ἧττον δὲ ἐπὶ θώρακος τοῖς στύφουσι χρηστέον, ἀποκρούεται γὰρ εἰς πνεύμονα καὶ καρδίαν ἐνίοτε τὰ τοιαῦτα τοὺς τὴν φλεγμονὴν ἐργαζομένους χυμούς. ἀλλὰ διὰ τῶν ἐδεσμάτων αὐτοῖς φυλακτέον τὸν τόνον· οὐ γὰρ ὥσπερ ἐπὶ γαστρὸς καὶ ἥπατος, οὕτω καὶ ἐνθάδε λεπτότατα διαιτᾷν ἀναγκαῖον. ἐν ἐκείνοις μὲν γὰρ ἡ τροφὴ πέττεται καὶ

798
κίνδυνός ἐστι φλεγμαινόντων αὐτῶν μήτε πεφθῆναι καλῶς αὐξηθῆναί τε τὰς φλεγμονάς· εἰς θώρακα δὲ τοσοῦτον ἀφικνεῖται τῶν πεφθέντων ὅσον ἱκανὸν αὐτῷ μόνῳ τῷ τρεφομένῳ μορίῳ. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ πνεύμονος φλεγμαίνοντος ἀφεκτέον ἐστὶ τῶν στυφόντων, ὅπου γε καὶ τοῖς χαλαστικοῖς μικτέον, ἐπ’ αὐτῶν τῶν δριμυτέρων τι καὶ σαφῶς θερμαινόντων· ἕλκειν γὰρ ἔξω μᾶλλον ἢ ἀποκρούεσθαι προσήκει. διὸ καὶ αἱ σικύαι προκενωθέντων χρήσιμοι, πληθωρικῶν δὲ ὑπαρχόντων οὐ μᾶλλον ἐκ πνεύμονος εἰς θώρακα μεθιστᾶσί τι τῶν περιττωμάτων ἢ ἐξ ὅλου τοῦ σώματος ἕλκουσιν εἰς ἀμφότερα.