De methodo medendi

Galen

Galen, De methodo medendi

Αὖθις οὖν ἐπανέλθωμεν ἐπὶ τούσδε τοῖς προειρημένοις πυρετοῖς συγγενεῖς, οὓς ὀνομάζειν εἰώθαμεν ἑκτικούς. ὁ γάρ τοι νεανίσκος, ὃν προέγραψα, τὸν ἑκτικὸν ἂν ἐπύρεξε πυρετὸν, ὑπερβάλλειν ἀναγκασθεὶς τὴν θαυμαστὴν διάτριτον, εἴπερ γε μὴ φθάσας ἀπέθανεν ὑπὸ τῶν

692
εἰθισμένων ἄνευ μεθόδου διαιτᾷν. ὑποκείσθω τοίνυν ἄλλος τις ἅπαντα μὲν ἔχων τὰ αὐτὰ τῷ προειρημένῳ, τὴν δύναμιν δὲ ἰσχυρότερος εἰς τοσοῦτον ὡς καὶ τὴν διάτριτον ὑπερβάλλων ἀντέχειν. ἀνάγκη τὸν τοιοῦτον οὕτω διαιτώμενον ὡς διαιτῶσιν οἱ τὴν διάτριτον ὑμνοῦντες, εἰς τὸν ἑκτικὸν πυρετὸν ἐμπεσεῖν. ἔθρεψαν γὰρ ἂν αὐτὸν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν, εἶτ’ αὖθις ἐν τῇ ἕκτῃ, κᾄπειτ’ ὀγδόῃ τε καὶ δεκάτῃ· τοιοῦτος γοῦν τις ὁ τύπος τῆς διαίτης αὐτῶν ἐστιν, ὡς ἐθεάσω πολλάκις· ἡ μὲν πρώτη τροφὴ μετὰ τὴν πρώτην διάτριτον, αἱ δ’ ἄλλαι παρὰ μίαν. εὐθὺς δ’ ἂν, οἶμαι, καὶ δι’ ἀρτομέλιτος ἐξήραναν αὐτοῦ τὰ ὑποχόνδρια· καὶ γὰρ καὶ τοῦτο ἐκ τοῦ νόμου τῶν τοιούτων ἰατρῶν ἐστιν, εἴτε φλεγμαίνοι σπλάγχνον, εἴτε καὶ μή. κατ’ ἀρχὰς μὲν οὖν ὅπως χρὴ διαιτᾷν τοὺς οὕτω κάμνοντας εἴρηται μὲν καὶ πρόσθεν, οὐδὲν δὲ ἧττον ἐν κεφαλαίοις εἰρήσεται καὶ νῦν. ὅταν ἤτοι γε ἐκ κόπων, ἢ θυμῶν, ἢ φροντίδων πλεόνων, ἢ ἀγρυπνίας, ἢ λύπης, ἢ ἐνδείας μακρᾶς, ἢ καὶ πάντων ἅμα συνελθόντων, ὥσπερ ἐπὶ τοῦ προγεγραμμένου νεανίσκου, ξηρανθέντος τοῦ
693
σώματος εἰσβάλῃ πυρετὸς, αὐχμηρὸν μὲν ποιῶν τὸ δέρμα, πυρώδη δ’ ἔχων τὴν θέρμην, ἐλπὶς μὲν δήπου τοῦτον τὸν ἄνθρωπον ἑκτικῷ ληφθήσεσθαι πυρετῷ καὶ μᾶλλον ἐν θέρει καὶ ἐν θερμῇ καὶ ξηρᾷ καταστάσει. χρὴ δὲ ὅτι τάχιστα διά τε πτισάνης χυλοῦ καὶ τῶν διὰ χόνδρου ῥοφημάτων θρέψαντα καὶ ἄρτου τι προσεπιδιδόντα θεραπεῦσαι πόσει ψυχρᾷ τὸν κάμνοντα. σβέννυται γὰρ αὐτίκα καὶ παύεται τελέως ὁ πυρετὸς ὅταν γε, ὡς εἴρηται, μήτε φλεγμονή τις αὐτῷ συνῇ μήτε σῆψις χυμῶν. εἰ δέ γε τούτων τι συνεπιφαίνοιτο, προσέχειν ἀκριβῶς χρὴ καὶ διακρίνειν ἐν τίνι καιρῷ πρώτως τὸ ψυχρὸν ὕδωρ αὐτῷ δοῦναι τολμήσομεν. ἐγὼ γὰρ ἔδωκα πολλοῖς καὶ τῶν τοιούτων, ἄμεινον εἶναι νομίσας αὐξῆσαι τὰς φλεγμονὰς τό γε παραυτίκα τοῦ περιπεσεῖν ἀνέχεσθαι τὸν ἄνθρωπον ἑκτικῷ πυρετῷ. παντελῶς τοίνυν, ὡς ἀεὶ λέγομεν, ἡ θεραπεία τῇ διαγνώσει τε καὶ προγνώσει συνέπεται. διαγνῶναι μὲν γὰρ χρὴ τὰ παρόντα, προγνῶναι δ’ ἐξ αὐτῶν τὰ γενησόμενα τὸν μέλλοντα χρήσεσθαι βοηθήματι δραστηρίῳ. εἰ μὲν τοίνυν μεγάλην ἔσεσθαι στοχάζοιο τὴν βλάβην ἤτοι
694
τῆς σήψεως τῶν χυμῶν ἢ τῆς φλεγμονῆς, ἐπισχεῖν μὲν τὴν δόσιν τοῦ ψυχροῦ, τοῖς δ’ ἔξωθεν ἐπιτιθεμένοις ψυκτηρίοις ἰάμασι χρῆσθαι, ποτὲ μὲν ἐπὶ στόματι τῆς γαστρὸς ἢ καθ’ ὅλων τῶν ὑποχονδρίων, ἔστι δ’ ὅτε καὶ κατὰ τοῦ θώρακος ἐπιτιθέντα, καθ’ ἅπερ ἂν ἡγησώμεθα μάλιστα τὸ πλεῖστον εἶναι τῆς θέρμης. εἴρηται δ’ ὅτι καὶ βαλανεῖα τοῖς οὕτω κάμνουσιν ἐπιτήδεια, τουτέστι τοῖς ἐξηρασμένοις μὲν ἱκανῶς τὸ σῶμα, πυρέττουσι δ’ ἄνευ χυμῶν σηπεδόνος ἐπί τινι τῶν προειρημένων αἰτίων. ἐπιδέδεικται δὲ ἡμῖν ἐν τοῖς περὶ τῶν πυρετῶν λογισμοῖς ὅτι καὶ ταῖς φλεγμοναῖς διὰ τὴν σηπεδόνα τῶν ἐν αὐταῖς χυμῶν ἕπονται πυρετοί. διὰ τοῦτο οὖν ὅταν εἴπω ποτὲ τοῖς ἐπὶ σήψει πυρετοῖς ἤτοι συμφέρειν ἢ μὴ συμφέρειν τόδε τι, καὶ τοὺς ἐπὶ φλεγμοναῖς ἀκούειν σε χρὴ περιλαμβανομένους ἐν τῷ κοινῷ γένει τῆς σηπεδόνος. ὅταν δ’ ἑξῆς ἀλλήλοις ἀμφοτέρους ὀνομάζοντος ἀκούῃς μου, τοὺς ἐπὶ φλεγμοναῖς ἴσθι τῶν ἐπὶ μόνῃ σήψει τηνικαῦτα διοριζομένους. ὁποία γάρ τίς ἐστιν ἡ τῆς φλεγμονῆς διάθεσις εἴρηται μὲν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας κᾀν τῷ
695
περὶ τῶν παρὰ φύσιν ὄγκων. ἀναμνῆσαι δέ σε καὶ νῦν ἀναγκαῖόν ἐστιν ὅτι κατασκήψαντος αἵματος θερμοῦ πλείονος εἰς τὸ τοῦ ζώου μόριον ἐξαίρεται μὲν αὐτίκα τὰ μείζω τῶν ἀγγείων, μὴ στέγοντα τὸ πλῆθος, ἑξῆς δ’ αὐτοῖς τὰ σμικρότερα. κᾄπειθ’ οὕτως, ἐπειδὰν μηδ’ ἐν τούτοις στέγηται, διιδροῦται πρὸς τοὐκτὸς εἰς τὰς μεταξὺ τῶν ἀγγείων εὐρυχωρίας, ὡς καὶ τὰς ἐν τῇ συνθέτῳ σαρκὶ χώρας ἁπάσας καταλαμβάνειν. αὕτη μὲν ἡ τῆς φλεγμονῆς διάθεσις. ἐγχωρεῖ δὲ καὶ χωρὶς αὐτῆς ἐν αὐτοῖς τοῖς ἀγγείοις σήπεσθαί τινας χυμοὺς, ἤτοι καθ’ ἕν τι τοῦ ζώου μόριον ἐν τοῖς πέρασιν αὐτῶν σφηνωθέντας, ἢ καὶ καθ’ ὅλας αὐτῶν τὰς εὐρύτητας, ὁπόσαι μεταξὺ βουβώνων τέ εἰσι καὶ μασχαλῶν. ὅταν οὖν, ὡς ἐλέγομεν, ἄνευ σηπεδόνος αὐχμώδει σώματι πυρέττειν συμβῇ, τὸ κεφάλαιον τῆς ἰάσεως ἐν τοῖς ὑγραίνουσι καὶ ψύχουσι βοηθήμασι τίθεσθαι χρή.

Δύο δ’ εἰσὶν αἱ τούτων ὗλαι κατὰ γένος αἱ πρῶται· μία μὲν ἐν τοῖς προσπίπτουσιν ἔξωθεν, ἑτέρα δὲ ἐν τοῖς εἴσω τοῦ σώματος λαμβανομένοις, ἃ δὴ καὶ προσφερόμενα 

696
καλοῦσιν. ἔξωθεν μὲν οὖν προσπίπτει τό τε περιέχον ἡμᾶς αὐτὸ καὶ ὅσα δυνάμει φαρμάκων ὑγραίνειν τε καὶ ψύχειν πεφύκασι, καὶ τρίτον πρὸς τούτοις ὑδάτων γλυκέων λουτρά. τὰ δ’ εἴσω τοῦ σώματος λαμβανόμενα τά τε ἐσθιόμενα καὶ τὰ πινόμενα καὶ ὁ εἰσπνεόμενος ἀήρ ἐστιν. ἐκ τούτων χρὴ πειρᾶσθαι τήν θ’ ὑγρότητα καὶ τὴν ψύξιν ἐκπορίζειν τοῖς ἐν τῷδε τῷ λόγῳ προκειμένοις πυρετοῖς. ἀλλ’ ἡ μὲν ψύξις ὡς ἂν ὑπὸ δραστηρίου ποιότητος γινομένη ὀλιγοχρόνιός τ’ ἐστὶ καὶ σφαλερὰ, πολυχρόνιος δὲ ἡ τῶν ἐξηρασμένων ἐπανόρθωσις ὑπάρχει δι’ ὑγρότητος, ἧττόν τε σφαλερὰ τῆς διὰ ψύξεως. ἐπέλθωμεν οὖν ἐφεξῆς τὰς εἰρημένας ἓξ διαφορὰς τῆς ὕλης, ἀπὸ τοῦ περιέχοντος ἀρξάμενοι.

Τούτῳ τοίνυν εὐκράτῳ μὲν ὄντι χρηστέον ὡς ἔχει, μηδὲν περιεργαζομένους. εἰ δ’ ἤτοι θερμὸν ἱκανῶς ἢ ψυχρὸν ὑπάρχοι, τῷ μὲν θερμῷ τοὐναντίον ἐπιτεχνᾶσθαι καταγείους οἴκους, ψυχροτάτους τε καὶ εὐπνουστάτους ἐξευρίσκοντας, πρὸς ἄρκτον ἐστραμμένους αὔρας τέ τινας ἡδείας

697
αὐτοῖς μηχανωμένους, ἐνίοτε μὲν ἐξ εὐρίπων εἰς οὓς καταῤῥάσσουσιν ὕδατος κρουνοὶ πλείους, ἐνίοτε δ’ ἐξ ἀγγείων εἰς ἀγγεῖα μεταῤῥέοντος ὕδατος ψυχροῦ. εὐθὺς δὲ τοῦτο καὶ ὑπνωτικὸν ὑπάρχει, ῥαίνοντάς τε συχνῶς τὸν οἶκον ἀκραιφνεῖ ψυχρῷ καὶ ῥόδα πολλὰ κατὰ τῆς γῆς ἐκχέοντας, ἢ ἀμπέλων ἕλικας, ἢ βάτων ἀκρέμονας, ἢ σχίνων κλῶνας, ἤ τι τῶν ἄλλων φυτῶν ὅσα ψύχει· λέλεκται δὲ ὑπὲρ αὐτῶν ἤδη καὶ πρόσθεν. εἴργοντας δὲ δηλονότι καὶ πλῆθος ἀνθρώπων εἰσιέναι· καὶ γὰρ καὶ τοῦτο θερμαίνει τὸν οἶκον. οὕτω μὲν τὸν θερμότατον ἀέρα πειρᾶσθαι ψύχειν, ἐν θέρει δηλονότι θερμῷ καὶ ξηρῷ συνιστάμενον· οὐ γὰρ ἂν χειμῶνί ποτε γένοιτο θερμότατος, ὥσπερ οὐδὲ ψυχρότατος ἐν θέρει. τὸν ψυχρὸν δὲ μετρίως μὲν ὑπάρχοντα τοιοῦτον ἀγαπᾷν καὶ δέχεσθαι, μηδὲν αὐτὸν ἐπιτεχνώμενον ἢ ἐξαλλάττοντα τὴν κρᾶσιν αὐτοῦ· ψυχρότατον δ’ ὄντα, καθ’ ὅσον μὲν εἰσπνεῖται προσίεσθαι· ψύχει γὰρ ἱκανῶς τὴν ἐν τῇ καρδίᾳ θέρμην· οὐ μὴν καθ’ ὅσον ἔξωθέν γε ἅπτεται τοῦ κάμνοντος, πυκνοῖ γὰρ καὶ συνάγει τὸ δέρμα καὶ κωλύει τὰς ἀποῤῥοὰς διαπνεῖσθαι τῶν σηπεδονωδῶν
698
χυμῶν· διὰ μὲν γὰρ τοῦ πνεύμονος ἀραιοῦ σπλάγχνου χαλεπὸν οὐδὲν ἐπὶ τὴν καρδίαν ἀφικνεῖσθαι ῥᾳδίως οὐ μόνην τὴν ποιότητα, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ· διὰ μέντοι τοῦ δέρματος οὔτε τὴν ποιότητα δυνατὸν οὔτε τὴν οὐσίαν ἐπὶ τὴν καρδίαν ἀφικνεῖσθαι, φθάνοντος πυκνοῦσθαι τὸ γὰρ ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ῥηθὲν ἐπὶ τῶν ἰσχυρῶς στυφόντων ἀναμνῆσαι χρὴ. κᾀνταῦθα καὶ γνῶναι τὸν ἄγαν ψυχρὸν ἀέρα τὰς ὁδοὺς ἀποκλείειν ἑαυτῷ, τὸ δέρμα στεγνοῦντ’ ἀεί. μείζονα μέντοι γνωστέον ἐσομένην ἐκ τῆς ψυχρᾶς εἰσπνοῆς τὴν ὠφέλειαν ἤπερ ἐκ τῆς τοῦ δέρματος πυκνώσεως τὴν βλάβην, καὶ μάλισθ’ ὅταν δι’ ἐπιβλημάτων οἷόν τε θάλπειν αὐτό. χρῆσθαι δ’ ἀέρι τοιούτῳ κατ’ ἐκείνους μάλιστα τῶν ἑκτικῶν πυρετῶν ἐν οἷς ἡ καρδία πάσχει πρώτως, καθάπερ γε καὶ εἰ ἡ γαστὴρ πρώτη ἐπεπόνθει, διὰ τῶν ἐσθιομένων καὶ πινομένων ἀρήγειν αὐτῇ· ταύτῃ μὲν γὰρ ἐκεῖνα τὴν δύναμιν εἰλικρινῆ φυλάττοντα προσπίπτει, τῇ καρδίᾳ δὲ ὁ εἰσπνεόμενος ἀήρ. ἥπατι δὲ ἐκ μὲν τῆς εἰσπνοῆς οὐδὲν ὄφελος, ὠφελεῖται δ’ ἧττον μὲν τῆς κοιλίας, οὐ
699
μὴν ἀμυδρῶς γε, διὰ τῶν ἐσθιομένων τε καὶ πινομένων. κοινὴ δ’ ἁπάντων ἴασις ἡ διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων ὑγραινόντων τε καὶ ψυχόντων. ἐπὶ τούτοις μὲν οὖν τοῖς σπλάγχνοις ὡς τὰ πολλὰ τοὺς ἑκτικοὺς καὶ μαρασμώδεις ἐθεασάμεθα πυρετούς. ἐπιγίγνονται μὴν ἐνίοτε καὶ ταῖς τοῦ πνεύμονος ξηραῖς καὶ θερμαῖς δυσκρασίαις· ἀλλ’ οὐκ ἐπιτήδειον εἰς τοὺς τοιούτους πυρετοὺς τὸ σπλάγχνον, ὑγρὸν καὶ χαῦνον ὑπάρχον. ἐπιγίνονται δὲ καὶ θώρακι καὶ μεσαραίῳ καὶ κύστει καὶ νήστει καὶ κώλῳ καί ποτε καὶ μήτρᾳ καὶ νεφροῖς. ἐπὶ δὲ τῷ διαφράγματι μαρασμὸν μὲν οὐκ εἶδον, ἑκτικὸν δ’ ἐθεασάμην πυρετὸν, ἅπαξ μὲν ἀκριβῶς ἀπεργασθέντα, πολλάκις δ’ ἀποκτείναντα πρὶν ἀκριβῶς συμπληρωθῆναι. δύσπνοιά τε γὰρ ἕπεται καὶ παραφροσύνη ταῖς τοιαύταις διαθέσεσιν ἐφ’ αἷς ἀποθνήσκουσιν ὡς τὰ πολλὰ πρὶν ἑκτικὸν ἀκριβῶς γενέσθαι τὸν πυρετόν. ῥᾴστη δ’ αὐτῶν ἡ διάγνωσις τῇ τε σκληρότητι τοῦ σφυγμοῦ καὶ τῷ τὸ ὑποχόνδριον ἐπὶ πλεῖστον ἀνασπᾶσθαι καὶ τῷ δυσπνοεῖν ἀνώμαλόν τέ τινα καὶ πολυειδῆ δύσπνοιαν. ἐπὶ πλεῖστον μὲν γὰρ
700
ἐνίοτε σμικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, αὖθις δ’ ἔστιν ὅτε βραδύνουσι σαφῶς. εἶτ’ ἐξαίφνης ὥσπερ στενάζοντες ἀνέπνευσαν, ἢ διπλῆν τὴν εἴσω φορὰν τοῦ πνεύματος οἷον ἐπεισπνέοντες ἢ διπλῆν τὴν ἔξω ποιοῦνται, καθάπερ ἐπεκπνέοντες. ἀναπνέουσι δὲ καὶ τῷ ἄλλῳ θώρακι παντὶ πολλάκις αἰσθητὸν καὶ μέγα, τὰς ὠμοπλάτας ἐξαίροντες· ἐνίοτε δ’ ἱκανῶς ἀραιὰν καὶ μεγάλην ποιοῦνται ἀναπνοὴν, ὅταν ἐπικρατῇ τὰ τῆς παραφροσύνης. ἀλλ’ οὐ πρόκειται νῦν λέγειν οὔτε τὰ γνωρίσματα τῶν πεπονθότων τόπων οὔτε τὰς αἰτίας αὐτῶν. αὖθις οὖν ἐπὶ τὴν θεραπείαν ἴωμεν, ἐπισκοπούμενοι τῶν προκειμένων ὑλῶν τὰς δυνάμεις ὁποίας τινὰς ἔχουσιν ὡς πρὸς τοὺς ἑκτικοὺς πυρετούς. εἴρηται δὲ ἤδη περὶ ἀέρος οὐκ ὀλίγα θερμοῦ καὶ ψυχροῦ καὶ μάλιστα μὲν ὠφελοῦντος, ὅταν, ὡς εἰώθασιν ὀνομάζειν, ἡ καρδία πρωτοπαθεῖ· βοηθοῦντος δ’ οὐκ ὀλίγον οὐδ’ ἐν τοῖς ἄλλοις πυρετοῖς, ἐπειδὴ κᾀν τούτοις ἐξ ἀνάγκης ἡ καρδία παραπλησίαν ἀναδέχεται δυσκρασίαν. ἧς χωρὶς οὐχ οἷόν τε μὴ ὅτι μαρασμὸν ἢ ἑκτικὸν πυρετὸν, ἀλλὰ μηδὲ τῶν ἄλλων μηδένα γενέσθαι. δῆλον οὖν ὅτι κᾂν 
701
ὁ πνεύμων ποτὲ πάθῃ πρώτως, ἐμψύχοντος αὐτὸν ἀέρος δεήσεται τῶν ἄλλων ἁπάντων μᾶλλον.

Ἐφεξῆς δ’ ἂν εἴη σκέψασθαι περὶ τῶν ἔξωθεν ἐπιβαλλομένων φαρμάκων ὑγραινόντων τε καὶ ψυχόντων. ὅτι μὲν δὴ καὶ τούτων ἐκλεκτέα τὰ ψύχοντα χωρὶς τοῦ στύφειν ἰσχυρῶς πρόδηλον παντί. πρὸς γὰρ τῷ μηδ’ ὑγραίνειν τὰ τοιαῦτα καὶ διικνεῖσθαι πρὸς τὸ βάθος ἡ ψύξις αὐτῶν ἀδυνατεῖ, συναγόντων τε καὶ σφιγγόντων τὸ δέρμα. κάλλιστα δ’ οὐ μόνον ὅσα ψύχει χωρὶς τοῦ στύφειν, ἀλλ’ εἰ καὶ τῇ συστάσει τοῦ σώματος εἴη λεπτομερῆ. τελεωτάτην μὲν οὖν εὑρεῖν οὐσίαν λεπτομερῆ καὶ ψυχρὰν ἀκριβῶς ἴσως ἀδύνατον. ἀκριβῶς δ’ εἶπον, ἐπειδὴ τὸ πάντων ὧν ἴσμεν ψυχρῶν τῇ δυνάμει λεπτομερέστατον, τὸ ὄξος, ἔχει τινὰ μεμιγμένην ἑαυτῷ θερμότητα. καὶ μέντοι καὶ ξηραίνει τὰ πλησιάζοντα σώματα κᾂν ὑγρὸν εἴη κατὰ τὴν φαντασίαν. ὅθεν οὐδὲ μόνῳ αὐτῷ ποτε χρώμεθα πρὸς τὰς ὑγραίνεσθαί τε ἅμα καὶ ψύχεσθαι δεομένας διαθέσεις, ἀλλ’ ὕδατι ψυχρῷ

702
τοσούτῳ μιγνύντες ὡς δύνασθαι πιεῖν. ἀλλ’ εἰ καὶ τὸ τελέως λεπτομερὲς ἅμα καὶ ψυχρὸν σῶμα μὴ δυνατὸν εὑρεῖν, ὅμως ἐκλέγεσθαι χρὴ τὰς ἐπιτηδειοτάτας ὕλας εἰς τὴν τοῦ τοιούτου σύνθεσιν φαρμάκου. λέλεκται μὲν οὖν ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις. εἰρήσεται δὲ καὶ νῦν ἐπὶ παραδειγμάτων ὀλίγον ἕνεκα τοῦ γυμνάσασθαί σε καὶ κατὰ τοῦτο τὸ γένος ἐν τοῖς κατὰ μέρος. ἄρξομαι δ’ ἀπὸ τοῦ πάντων ἁπλουστάτου φαρμάκου τῶν ὑγραινόντων τε καὶ ψυχόντων, ᾧ καὶ κατὰ τῶν ἐρυσιπελάτων χρῶμαι καὶ κατὰ τῶν ἐν αἰδοίοις φλεγμονῶν ἐν ἀρχῇ, πρὶν ὑποφαίνεσθαί τινα νομώδη σηπεδόνα. χρὴ δ’ εἰς αὐτὸ παρεσκευάσθαι κηρὸν ὡς κάλλιστον πεπλυμένον. εἴη δ’ ἂν κάλλιστος ὅ τε Ποντικὸς ὁ λευκὸς, ὅ τε ἐξ Ἀττικῶν κηρίων. ἔστω δὲ καὶ ῥόδινον ἐξ ἐλαίου τοῦ καλουμένου πρὸς τινῶν μὲν ὀμφακίνου, πρὸς ἄλλων δὲ ὠμοτριβοῦς, ἐσκευασμένου χωρὶς ἁλῶν. ἄριστον δὲ εἶναι καὶ τοῦτο τὸ ἔλαιον ἀκριβῶς λεπτομερὲς, ὥσπερ τὸ Σαβῖνον. ἐπὶ δὲ τῆς χρείας ἄμφω μιχθέντα τηκέσθω δι’ ἀγγείου
703
διπλοῦ καὶ γενομένης ὑγρᾶς κηρωτῆς. ἔσται δὲ τοιαύτη τριπλάσιον ἢ τετραπλάσιον ἔχουσα τοῦ κηροῦ τὸ ῥόδινον. ἐπειδὰν δὲ αὐτὴ ψυχθῇ, μιγνύσθω ψυχθείσῃ κατὰ βραχὺ τοσοῦτον ὕδατος ὅσον ἂν ἐν θυείᾳ μαλαττομένῃ σὺν αὐτῷ δέξασθαι δύναιτο. χρὴ δὲ καὶ τὴν κηρωτὴν αὐτὴν ἱκανῶς ἐψῦχθαι καὶ τὸ μιγνύμενον ὕδωρ αὐτῇ ψυχρότατον ὑπάρχειν. ἱκανῶς δὲ ψύξεις τὴν κηρωτὴν, ἐπειδὰν μετρίως παγῇ, καθιεὶς εἰς ὕδωρ ψυχρότατον ὅλον τὸ ἀγγεῖον ἐν ᾧ περιέχεται. μίξας δὲ εἰ βούλοιο καὶ ὄξους ὀλίγον ἱκανῶς λεπτοῦ καὶ διαυγοῦς, ἔτι δὲ καὶ μᾶλλον ὑγραῖνόν τε ἅμα καὶ ψῦχον ἐργάσῃ φάρμακον. οὐ χρὴ δ’ ἀναμένειν ἐπιχεῖσθαι κατὰ τοῦ σώματος αὐτὸ τοῦ κάμνοντος εἰς τοσοῦτον ὡς θερμανθῆναι σαφῶς, ἀλλ’ ὑπαλλάττεσθαι συνεχῶς. Ἄλλο φάρμακον. ὀξαλίδος ἢ ὀξυλαπάθου χυλὸς, ἀλφίτων λεπτῶν ὀλίγων μιχθέντων ἀναλαμβανέσθω διπτύχῳ ῥάκει τριβακῷ, ψυχρὸν δ’ ἱκανῶς ἐπιτιθέσθω καὶ τοῦτο. μὴ παρόντος δὲ τοιούτου ῥάκους, ὀθόνιον δίπτυχον ἀναδεύσας, ἐπιτίθει τῷ ψύχεσθαι δεομένῳ μορίῳ,
704
καὶ μὲν δὴ καὶ ὁ τῆς ἀνδράχνης καὶ ὁ τοῦ ἀειζώου χυλὸς ἅμα τῷ τῆς ὄμφακος ὁμοίως ἀλφίτοις μίγνυται. πρὸς τούτοις δ’ ἔτι φακὸς ὁ ἀπὸ τῶν τελμάτων καὶ τριβόλου χλωροῦ καὶ πολυγόνου καὶ θριδακίνης καὶ σέρεως χυλὸς, ὅσα τ’ ἄλλα ψύχειν ἐλέχθη σὺν ἀλφίτοις λεπτοῖς πάντα. καὶ χωρὶς δ’ ἀλφίτων ὅλας τὰς πόας ἔξεστι λειοῦντα χρῆσθαι. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν φοινίκων ἐπίθεμα τῶν λιπαρῶν, ὀνομάζουσι δ’ αὐτοὺς πατητοὺς, ἀγαθὸν φάρμακον. ἕψειν δὲ χρὴ καὶ τούτων τὴν σάρκα, τὸ ὑμενῶδες ἅπαν ἐξαίροντα ποτὲ μὲν δι’ ὄξους μόνου διαυγοῦς, ἔστι δ’ ὅτε καὶ ὕδατος αὐτῷ μιγνύντα· τακερᾶς δ’ ἱκανῶς γενηθείσης, λειοῦντα χρῆσθαι. σκληρὸν δ’ εἰ φαίνοιτό σοι κατὰ τὴν σύστασιν, ἄμεινον μιγνύναι τῆς προγεγραμμένης κηρωτῆς. εἰ δὲ καὶ ῥοδίνου ποτὲ τῶν εἰρημένων ἑκάστῳ μῖξαι βουληθείης, οὐδὲν ἔσται σοι χεῖρον τὸ φάρμακον· ἔστω δὲ ὀλίγιστόν τε τὸ μιγνύμενον καὶ ἁπλοῦν καὶ ψυχρὸν ἱκανῶς, κᾀξ ἐλαίου γεγονὸς ἅλας οὐκ ἔχοντος. ἁπλοῦν δ’ ὅταν εἴπω ῥόδινον ἢ ἄλλο τι τῶν τοιούτων, ἀκούειν δὲ χρὴ τὸ χωρὶς τῶν ἀρωμάτων
705
ἐσκευασμένον. ἀγαθὸν φάρμακον εἰς τὰ τοιαῦτα καὶ ὁ τῶν ῥόδων χυλὸς ἅμα τοῖς ἀλφίτοις ψυχρός. ἀγαθὸν δὲ καὶ αὐτὰ λειωθέντα· καθάπερ οὖν καὶ αἱ λεῖαι βλάσται τῶν μετρίως στυφόντων φυτῶν, οὕτω δ’ ἔστιν ὅτε καὶ βοτάναις χρήσασθαι μετρίως στυφούσαις δυνατὸν, ὥσπερ τῷ στρύχνῳ. ἀλλ’ ἡ μὲν τοιούτων φαρμάκων ὕλη δι’ ἑτέρας πραγματείας εἴρηται πᾶσα· νῦν δ’ ἀρκεῖ τὰ λελεγμένα παραδείγματος ἕνεκα. χρῆσθαι δ’ οὐχ ὡς οἱ πολλοὶ καθ’ ὅλου τοῦ θώρακος ἢ συμπάσης τῆς γαστρὸς, ἀλλὰ κατ’ ἐκείνου μάλιστα τοῦ πρώτως πεπονθότος. οὐδὲ γὰρ ἀναγκαῖον ἢ σὺν τῷ ψύχεσθαι σφοδρῶς δεομένῳ ψυχθῆναί τι τῶν οὐχ ὁμοίως δεομένων, ἢ θᾶττον τοῦ δέοντος παύσασθαι, δεδιότα βλάψαι τι τῶν γειτνιώντων. ἐγὼ γοῦν οἶδα κατὰ τῶν ὑποχονδρίων ἐπιτεθέντος ποτὲ ψύχοντος φαρμάκου παραχρῆμα δυσπνοήσαντα τὸν ἄνθρωπον, ἄλλον δ’ αὐτίκα βήξαντα καὶ μικρὸν ὕστερον ἑκατέρῳ παυσάμενον τὸ σύμπτωμα, τοῦ ψύχοντος ἀρθέντος. μὴ βουλομένῳ δέ σοι γενναίως ψύχειν οὐκ ὀλίγον 
706
ὑπάρχει πλῆθος ἐμπλαστῶν φαρμάκων κηρωτοειδῶν μετρίως ψυχόντων, ὧν οὐ μόνης τῆς ὕλης τὰς δυνάμεις, ἀλλὰ καὶ τῆς συνθέσεως ἔμαθες τὴν μέθοδον.

Ἐγὼ δ’ αἰσθανόμενος ὕστερον τὸ μέτρον ἤδη τῆς προκειμένης πραγματείας ἐκπίπτων ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβήσομαι. συνεχὴς δ’ ἐπὶ τοῖς εἰρημένοις ἡ περὶ βαλανείου σκέψις αὐτοῦ τε τοῦ πράγματος ἕνεκα ἔτι τε μάλιστα ἐπειδὴ Φίλιππος ἡγεῖται βλάπτειν αὐτὸ τοὺς μαραινομένους. ἐγὼ τοίνυν ἣν ἔχω γνώμην ὑπέρ γε τῆς δυνάμεως ἁπάσης τῶν βαλανείων καὶ προσέτι τὸν εἰς τοὺς ἑκτικοὺς καὶ μαρασμώδεις ἢ ἁπλῶς εἰπεῖν ἅπαντας, ἐν τῷδε τῷ λόγῳ μάλιστ’ ἂν διέλθοιμι. μέμνημαι γὰρ ὅτι καὶ πρόσθεν ἐπὶ τῶν ἐφημέρων πυρετῶν ἐπῄνουν αὐτά· καὶ κατὰ τὸν ἕβδομον λόγον ἐπὶ τῶν κατὰ ξηρότητα δυσκρασιῶν τῆς γαστρὸς ἀπεπτούντων τε καὶ λεπτυνομένων ἐκέλευον χρῆσθαι πολλάκις. οὐ μὴν περί γε τῆς συμπάσης δυνάμεως ἐν ἑτέρῳ τινὶ λόγῳ διῆλθον, ἀλλ’ εἰς τοῦτον ἐφύλαξα καθ’ ὃν

707
ἀγωνιστικωτέρα μάλιστά ἐστιν ἡ χρῆσις αὐτοῦ καὶ τὸν Φίλιππον ἔχει κωλύοντα. δέδεικται μὲν οὖν ἤδη καὶ πρόσθεν ἐπὶ τῆς τῶν ἑλκῶν ἰάσεως ἡ αἰτία τῆς ἀγνοίας τῶν καθ’ ἕκαστον πάθος οἰκείων σκοπῶν· εἰρήσεται δ’ οὐδὲν ἧττον καὶ νῦν, εἴς τε τὰ παρόντα καὶ τὰ μέλλοντα χρήσιμος ὑπάρχουσα. μιᾶς μὲν γὰρ ἐν τῷ σώματι διαθέσεως οὔσης, εἰ καὶ μὴ τῷ λόγῳ, τῇ πείρᾳ γοῦν εὑρεῖν οὐ χαλεπὸν αὐτῆς ἐστι τὴν ἴασιν· ἐπιπλεκομένων δὲ δυοῖν ἢ τριῶν, καὶ μάλισθ’ ὅταν ἐναντιωτάτων ἀλλήλοις δέωνται βοηθημάτων, ἀδύνατον μὲν εὑρεῖν τῇ πείρᾳ τὸ ποιητέον, οὐ ῥᾴδιον δ’ οὐδὲ τῷ λόγῳ. καὶ γὰρ καὶ τὴν οὐσίαν ἑκάστης τῶν διαθέσεων ἀκριβῶς χρὴ γνῶναι καὶ τὴν οἰκείαν τῆς θεραπείας ἐφ’ ἑκάστης αὐτῶν ἔνδειξιν λαβεῖν, ἥντινά τε χρὴ πρώτην τῶν ἄλλων ἢ μαλλόν, ἥντινα δ’ ἧττον ἢ δευτέραν ἢ τρίτην ἰάσασθαι. διὰ ταύτην οὖν τὴν αἰτίαν οὔθ’ ὅτι πυρετῶν ᾗ πυρετοὶ συμπάντων ἐστὶν ἴδιον ἴαμα τὸ ψυχρὸν, εἴτε οὖν κατ’ ἐνέργειαν εἴτε κατὰ δύναμιν εἴη τοιοῦτον, ἐγνώσθη τῷ πλήθει τῶν ἰατρῶν, οὔθ’ ὅτι κατὰ συμβεβηκὸς ἕτερα πολλὰ πέφυκε ψύχοντα πυρετῶν γίνεσθαι
708
βοηθήματα. περὶ ὧν εἴρηται μὲν ἤδη τι κᾀν τοῖς ἔμπροσθεν εἰρήσεται δὲ κᾀν τοῖς αὖθις. ἔνια γὰρ τῶν βοηθημάτων ἐπιπεπλεγμένην τέ πως ἔχει καὶ διττὴν δύναμιν, ὡς καὶ πρώτως ὀνινάναι καὶ κατὰ συμβεβηκὸς, οἷόν πέρ ἐστι καὶ τὸ λουτρόν. ἡ μὲν γὰρ πόσις τοῦ ψυχροῦ καθ’ ἑαυτὴν μὲν ὀνίνησιν, ἐνεργείᾳ ψύχουσα· χυλὸς δ’ ὄμφακος τῇ δυνάμει ψυκτικὸν φάρμακον. ταυτὶ μὲν οὖν ἀμφότερα ψύχει πρώτως, ὅπερ ἐστὶ καθ’ ἑαυτὰ, διὰ μέσου μηδενός· αἵματος δ’ ἀφαίρεσις, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἐπὶ τῶν συνόχων καλουμένων πυρετῶν οὐκέτι πρώτως, ἀλλὰ κατὰ συμβεβηκὸς ἰᾶταί ποτε τὰς θερμὰς δυσκρασίας. ὡσαύτως δὲ καὶ κλυστὴρ καὶ κάθαρσις ἐπιβροχή τε καὶ κατάπλασμα διαφορητικὸν ἢ πεπτικόν. ἑκατέρας δὲ τὰς δυνάμεις ἔχει συλλαβὸν ἐν ἑαυτῷ τὸ προκείμενον ἐν τῷ λόγῳ λουτρὸν, ὡς ἂν οἶμαι σύνθετον ὑπάρχον ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν ἑαυτοῦ μερῶν. εἰσελθόντες μὲν γὰρ ὁμιλοῦσιν ἀέρι θερμῷ, μετὰ δὲ ταῦτα εἰς ὕδωρ εἰσίασι θερμὸν, εἶτ’ ἐξελθόντες εἰς ψυχρὸν, εἶτ’ ἀπομάττονται τὸν
709
ἱδρῶτα. δύναται δὲ τὸ μὲν πρῶτον αὐτοῦ μέρος θερμῆναί τε δι’ ὅλου τοῦ σώματος καὶ χέαι τὰς ὕλας, ὁμαλῦναί τε τὰς ἀνωμαλίας, ἀραιῶσαί τε τὸ δέρμα καὶ κενῶσαι πολλὰ τῶν ἔμπροσθεν ὑπ’ αὐτοῦ κατεχομένων. τὸ δὲ δεύτερον, ὅταν ἐπὶ ξηρᾷ διαθέσει τοῦ σώματος αὐτῷ τις χρῆται, νοτίδα χρηστὴν ἐνθεῖναι τοῖς στερεοῖς τοῦ ζώου μορίοις. ἡ δὲ τρίτη μοῖρα τῶν λουτρῶν, ἐπειδὰν τῷ ψυχρῷ τύχωμεν χρώμενοι, ψῦξαί τε σύμπαν τὸ σῶμα καὶ πυκνῶσαι τὸ δέρμα καὶ ῥῶσαι τὰς δυνάμεις. τὸ δὲ τέταρτον ἐκκενῶσαι δι’ ἱδρώτων τὸ σῶμα χωρὶς τῆς ἐκ τοῦ ψύχεσθαι βλάβης. ταῦτ’ οὖν δυναμένου περὶ τὸν ἄνθρωπον ἐργάζεσθαι πάντα τῶν ποτίμων ὑδάτων εὐκράτου λουτροῦ καὶ πρὸς τούτοις ἔτι φρίκας τε καὶ πυκνώσεις τοῦ δέρματος, ὅταν ἀκαίρως λούσωνται, πειρατέον ἐφεξῆς διορίσαι πάντα, περὶ πρώτων ἐκείνων τὸν λόγον ποιησαμένους ὅσοι φρικώδεις γίγνονται λουόμενοι. μία μὲν γὰρ αὐτοῖς ἐστιν ἡ ὡς ἂν εἴποι τις αἰτία συνεκτικὴ τοῦ γινομένου συμπτώματος, ἄλλαι δ’ ἐκείνης πλείους προηγοῦνται. τὴν μὲν δὴ τὸ φρίττειν ἐργαζομένην αἰτίαν
710
εἶναί φημι κίνησιν ἀθροωτέραν τῶν δακνωδῶν περιττωμάτων. ὅθεν οἷς ταῦτα μὲν πολλὰ, πυκναὶ δὲ αἱ σάρκες ἢ τὸ δέρμα φρίττουσιν, ἄν τε εἰς βαλανεῖον εἰσέλθωσιν, ἄν τε ἐν ἡλίῳ στῶσιν, ἄν τε κινηθῶσιν ὁπωσοῦν σφοδρότερον ἤτοι δι’ αἰωρήσεων ἢ τρίψεων ἢ γυμνασίων· οἷς δ’ ὀλίγα ταῦτ’ ἐστὶ καὶ ἡ τοῦ σώματος ἕξις ἑτοίμη χαλασθῆναι καὶ ἀραιωθῆναι πρὸς τῆς ἀμφ’ αὐτοῦ θερμασίας, οὐ μόνον οὐ φρίττουσιν, ἀλλὰ καὶ βελτίους γίγνονται κενουμένων τῶν περιττωμάτων. εἰκότως τοίνυν οὔτ’ ἐν τῇ τῆς ἐπισημασίας ἀρχῇ τις ἔλουσεν ἄῤῥωστον οὔτ’ ἐν ἐπιδόσει· πεπύκνωται γὰρ ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πεπίληται τὸ δέρμα καὶ ἡ ὑποκειμένη μετ’ αὐτὸ σαρκώδης οὐσία. κατὰ δὲ τὰς παρακμὰς ἤτοι γε ἀρχομένας ἢ προιούσας ἢ προελθούσας ἐπιπλέον ἡμεῖς τε πολλάκις ἄλλοι τέ τινες ἰατροὶ πολλοὺς τῶν καμνόντων λούσαντες ὠφέλησαν οὐ σμικρά. πότε μὲν οὖν χρὴ τῆς παρακμῆς ἀρχομένης ἢ προελθούσης ἢ καὶ κατὰ τὴν ἀκμὴν ἐνίοτε, καὶ γὰρ καὶ τοῦτο συμβαίνει ποτὲ σπανίως, ἐπὶ τὸ βαλανεῖον ἀπάγειν ἐν τοῖς ἑξῆς διοριῶ. νυνὶ δὲ ὑπὲρ τῆς καθόλου δυνάμεως 
711
ἑκάστου τῶν τοῦ λουτροῦ διελθεῖν προθέμενος ἓν τὸ πρῶτον πάντων δίειμι καί φημι πολλοὺς μὲν καὶ τῶν ἀπεπτησάντων, ἔτι δὲ πλείους οἷς πλῆθός ἐστι δακνωδῶν περιττωμάτων, ἅπαντάς τε τοὺς ἐν ἐπισημασίαις ἢ ἀναβάσεσι, καὶ τοὺς ἐν ἀκμῇ δὲ πλὴν ὀλίγων δή τινων, εἰκότως φρίττειν, ἄν τ’ εἰς βαλανεῖον εἰσέλθωσιν, ἄν τ’ ἐν ἡλίῳ θερμῷ στῶσιν, ἄν τε γυμνασίοις ἢ τρίψεσιν ἢ αἰωρήσεσιν ἐπιχειρήσωσιν· ἕκαστον γὰρ τῶν εἰρημένων ἀθρόαν ὁρμὴν ἐργάζεται τῶν περιττωμάτων. ὅταν δὲ ἔτι μὲν ὑπάρχῃ πυκνὸν οὑτωσὶ τὸ δέρμα τῶν λουομένων, ὡς κατὰ τὴν πρώτην τοῦ περιέχοντος ἀέρος προσβολὴν, μὴ δύνασθαι τὴν κατὰ φύσιν ἀπολαβεῖν ἑαυτοῦ διάθεσιν, ἀλλὰ χρόνου πλέονος εἴη εἰς τοῦτο δεόμενον, ἀθρόα δὲ ὁρμήσῃ πρὸς τοὐκτὸς φέρεσθαι τὰ περιττὰ, κατέχεσθαί τε τοὐντεῦθεν ἀναγκαῖόν ἐστιν αὐτοῖς καὶ δάκνειν, ἀθροιζομένοις ὑπὸ τὸ δέρμα καὶ διὰ τῶν σαρκῶν φερομένοις. δέδεικται δ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὡς τὰ δακνώδη περιττώματα διὰ τῶν αἰσθητικῶν σωμάτων φερόμενα ῥίγη τε καὶ φρίκας ἐργάζεται. τοῦ μὲν δὴ φρίττειν ἐν τοῖς λουτροῖς ἅπαντας
712
τοὺς εἰρημένους ἐξευρήκαμεν ἤδη τὰς αἰτίας, ὥσπερ γε καὶ τοῦ μὴ φρίττειν οἷς ἤτοι μηδ’ ὅλως ἐστὶ δακνῶδες μηδὲν ἐν τῷ σώματι περιττὸν ἢ τοσοῦτον ὡς ῥᾳδίως ἐκκενοῦσθαι. περὶ τούτων οὖν αὖθις αὐτῶν ὁ λόγος ἡμῖν γιγνέσθω, δι’ οὓς καὶ τῶν φριττόντων ἐμνημονεύσαμεν. εἰ γάρ τις εἰσελθὼν εἰς βαλανεῖον οὐκ ἔφριξεν, ἀλλ’ ἐχαλάσθη τε καὶ ἠραιώθη τὸ δέρμα, τούτῳ πάντως ἀναγκαῖον ἕπεσθαι τὰ πρόσθεν λεχθέντα, κένωσιν τῶν περιττῶν, ὁμαλὴν θερμότητα δι’ ὅλου τοῦ σώματος, ἀραίωσιν τῶν πόρων, χάλασιν τῶν συντεταμένων, χύσιν τῶν πεπιλημένων. ἡ μὲν οὖν κένωσις τῶν περιττωμάτων χρησιμωτάτη πᾶσι πυρετοῖς ἐστιν· ὡσαύτως δ’ ἀραίωσίς τε καὶ χάλασις· οὔτε δὲ ἡ χύσις οὔθ’ ἡ θερμότης. ἀλλ’ ἡ μὲν θερμότης ἅπασιν ἐναντία· ψύχεσθαι μὲν γὰρ αὐτῶν ἡ διάθεσις, οὐ θερμαίνεσθαι δεῖται. τὸ διαχεῖσθαι δ’ ὁμαλῶς τοῖς μὲν στερεοῖς τοῦ ζώου μορίοις οὐκ ἀνεπιτήδειον, τοῖς χυμοῖς δ’ ἀεὶ λυσιτελὲς, ἀλλ’ ὅταν ἤτοι φλεγμονή τις ἢ ὁμοία φλεγμονῇ διάθεσις ὑπάρχῃ κατὰ τὸ ζῶον, ἢ πλῆθος ὁποτερονοῦν, εἴτε τὸ πρὸς τὴν δύναμιν εἴτε τὸ
713
πρὸς τὴν εὐρυχωρίαν τῶν ἀγγείων, ἁπάντων ἐστὶ βλαβερώτατον. αὐξάνονται μὲν οὖν αἱ φλεγμοναὶ τῶν θερμανθέντων καὶ χυθέντων χυμῶν ἐπιῤῥεόντων αὐταῖς. διατείνονται δ’ οἱ χιτῶνες τῶν ἀγγείων, μὴ στέγοντες τὸ πλῆθος ἐν τῇ χύσει πνευματωθέν· ἡ δύναμις δ’ αὐτῷ τούτῳ κακοπαθεῖ. ταῖς τοίνυν θερμαῖς καὶ ξηραῖς διαθέσεσι τοῦ σώματος, ὑπὲρ ὧν ὁ λόγος ἦν, ἀποχεῖσθαι μὲν τὰ δακνώδη χρηστὸν, ἀκίνδυνος γὰρ ἡ χύσις, οὐκ ἀβλαβὴς δ’ ἡ θέρμανσις. ἐκ μὲν δὴ τοῦ πρώτου μέρους τῶν λουτρῶν μεμνῆσθαι χρὴ ταῦθ’ ὑπάρξαντα τοῖς οὕτω κάμνουσιν, ὅταν ἐν καιρῷ λούωνται. μετίωμεν δήπου πρὸς τὸ δεύτερον αὐτῶν μέρος, ὅπερ ἦν αὐτὸ τὸ κυριώτατον προσαγορευόμενον λουτρόν. ἐν τούτῳ τοίνυν ὑγραινόμενοι μὲν ὀνίνανται, θερμαινόμενοι δ’ οὐδὲν ὀνίνανται. μετέλθωμεν οὖν αὖθις ἐπὶ τὸ τρίτον, ἐν ᾧ ψύχεται μὲν ἀλύπως τὰ τεθερμασμένα, ῥώννυται δ’ ἡ δύναμις. ὅσα δ’ ἠραιώθη τε καὶ περαιτέρω τοῦ προσήκοντος ἐχαλάσθη, ταῦτα εἰς τὴν κατὰ φύσιν ἐπανέρχεται συμμετρίαν, ὡς δηλοῖ καὶ τὸ τέταρτον τοῦ λουτροῦ μέρος. ἐφ’ ὧν γὰρ ἐπράχθη καλῶς
714
πάντα, καὶ μετὰ τὴν τοῦ ψυχροῦ χρῆσιν ἱδροῦσιν ἔτι καὶ πάντ’ αὐτῶν ἐκκενοῦται τὰ περιττά. καὶ τοίνυν ἐκ πάντων ὧν εἴπομεν περὶ βαλανείων ἀθρόον κεφάλαιον συμβαίνει, κεκενῶσθαι μὲν ὅσον ἦν ἐπὶ τῷ σώματι λιγνυῶδές τε καὶ καπνῶδες· ἐν δὲ τῇ κατὰ φύσιν ὑπάρχειν συμμετρίᾳ τὰς σάρκας καὶ τὸ δέρμα, τὸν δὲ τῶν στερεῶν μορίων αὐχμὸν πεπαῦσθαι, καὶ τὴν θερμασίαν οὐ μόνον τὴν ἐκ τοῦ λουτροῦ προσγινομένην, ἀλλὰ καὶ τὴν ἔμπροσθεν οὖσαν ὑπὸ τῆς τοῦ ψυχροῦ χρήσεως ἀναιρεῖσθαι. μέγιστον δὲ τοῦ λόγου τεκμήριον ἡ συμβαίνουσα κατάστασις ἐπὶ τοῖς τοιούτοις λουτροῖς, ὅταν ὁδοιπορήσωμεν ἐν ἡλίῳ θερμῷ. παραγινόμεθα μὲν ἐπ’ αὐτὰ μηδὲ φθέγξασθαι δυνάμενοι διὰ τὴν ξηρότητα τῆς γλώττης καὶ φάρυγγος, ἅπαν τε τὸ σῶμα καρφαλέον ἔχοντες. ἐξελθόντες δὲ τοῦ ψυχροῦ παραχρῆμα πάντ’ ἀνακτώμεθα τὰ κατὰ φύσιν, οὔτε τῇ πυρώδει θερμασίᾳ κάμνοντες οὔτε τῇ ξηρότητι δυσφοροῦντες ἑτοίμως τε φθεγγόμενοι καὶ τῆς δίψης τὸ πλεῖστον ἰαθέντες. ἄρ’ οὖν ἐναργέστερον ἔτι δύναμιν λουτρῶν γνῶναι ποθεῖς ἐπὶ ξηραῖς καὶ θερμαῖς σωμάτων διαθέσεσιν; ἐγὼ μὲν οὐκ
715
οἶμαι. πάρεστι δὲ τοῖς βουλομένοις πειραθῆναι μετὰ τὴν τοιαύτην ὁδοιπορίαν ἀλουτήσασι τῆς ἑπομένης βλάβης. ἢ γὰρ εὐθέως πυρέξουσιν ἢ πολλῆς ἄσης ἀνάπλεοι διατελέσουσι βαρυνόμενοι τὴν κεφαλὴν καὶ μάλιστα ἐὰν μηδέπω τῷ ψυχρῷ σβέσωσι τὸ καῦμα. πολλοὶ μέντοι νεανίσκοι μετὰ τὰς τοιαύτας ὁδοιπορίας εὐθέως εἰς ὕδωρ ψυχρὸν ἑαυτοὺς ἐπιῤῥίψαντες ὠνίναντο, καὶ μάλισθ’ ὅσοι περ ἂν ὦσιν ἰσχυροὶ καὶ ψυχρῶν λουτρῶν ἐθάδες. οὕτω δὲ κᾀν τοῖς ἀγροῖς, ἐν οἷς οὐκ ἔστι βαλανεῖα, πράττουσιν, εἰς λίμνας ἢ ποταμοὺς ἑαυτοὺς ἐμβάλλοντες οὐδενὸς ἰατροῦ συμβουλεύσαντος αὐτοῖς, ἀλλ’ ὑπὸ τῆς διοικούσης τὸ σῶμα φύσεως ἀγόμενοι πρὸς τὸ δέον, ἥτις καὶ τοῖς ἀλόγοις ζώοις τὰς ἐπὶ τἀναντία τῶν λυπούντων ὁρμὰς ἐντίθησι· λούεται γὰρ κᾀκεῖνα ψυχρῷ τῷ θάλπει καταπονούμενα, καθάπερ γε καὶ θερμὰς εὐνὰς ἐξευρίσκει τῷ κρύει κάμνοντα. κατὰ δὲ τὴν τοιαύτην ἐναντίωσιν ἐσθίει μὲν πεινῶντα, πίνει δὲ διψῶντα, καὶ τἄλλα πάντα πράττει φύσει. καὶ εἴπερ γε διάγνωσιν ἀκριβῆ τῆς τῶν πυρεττόντων εἴχομεν φύσεως, ἐτολμῶμεν ἂν, οἶμαι, συνεχῶς ἐξ αὐτῶν 
716
λούειν ἐν ὕδασιν ἐνίους ψυχροῖς βαλανείου χωρίς. ὅτι μὲν γάρ εἰσί τινες οἱ δεόμενοι τούτου δῆλον ἐκ τῶν ὠφεληθέντων, οὓς οὐκ ἂν ὤνησε τὸ ψυχρὸν λουτρὸν, εἴπερ μὴ διέκειντο κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπιτηδείως πρὸς αὐτό. τῷ δ’ ἀγνοεῖν ἡμᾶς ἀκριβῶς τὰς διαθέσεις μεγίστην τε τὴν ἐκ τῆς ἀποτυχίας ὑπάρχειν βλάβην ἀφιστάμεθα τῶν τοιούτων βοηθημάτων καὶ μάλιστα ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, ὡς ἂν ὀλιγαίμου καὶ ὀλιγοσάρκου κᾀπιμέλου τοῦ σώματος αὐτοῖς γεγονότος. οὐδὲν γὰρ ἔχουσι τῶν στερεῶν μορίων πρόβλημα τὴν ἐκ τοῦ ψυχροῦ προσβολὴν ἀλύπως ἐκδεχόμενον, ἀλλὰ αὐτοῖς εὐθέως προσπίπτει τοῖς ὁμοιομερέσιν ὀνομαζομένοις, ὑφ’ ὧν ἅπασι τοῖς ζώοις αἱ ἐνέργειαι γίνονται. νέος δ’ ἄν τις εὔσαρκος ὥρᾳ θέρους ἐν ἀκμῇ πυρετώδους νοσήματος, ἄνευ σπλάγχνου φλεγμονῆς, εἰς ψυχρὸν ἑαυτὸν ἐμβαλὼν ὕδωρ ἱδρῶτα κινήσειεν· εἰ δὲ καὶ ψυχρολουσίας συνήθης εἴη, πάνυ θαῤῥῶν χρήσοιτο τῷ βοηθήματι. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων αὖθις εἰρήσεται. τοῖς δὲ τὸν ἑκτικὸν πυρέττουσι πυρετὸν ἐπὶ θερμῇ καὶ ξηρᾷ κράσει καὶ μάλιστα τοῖς ἤδη μαραινομένοις
717
οὐκ ἀσφαλὲς εἰς ὅλον ἀναῤῥίπτειν, ἐπὶ τοιοῦτον ἰοῦσι βοήθημα· καθάπερ οὐδ’ ὅσοι θέρους ὥρᾳ θερμοῦ καὶ ξηροῦ μακροτέραν ὁδὸν ἀνύσαντες ἰσχνοὶ καὶ ἀσθενεῖς ὄντες ἐμψυχθῆναι δέονται· οὐδὲ γὰρ οὐδὲ τούτοις ἀκίνδυνος ἡ τοῦ ψυχροῦ χρῆσις ἄνευ τοῦ κατὰ βαλανεῖον ὁμαλῶς προθερμανθῆναι. τοιοῦτον γάρ τοι συμβαίνειν ἔοικεν ἡμῖν εἰς τὴν ψυχρὰν δεξαμενὴν εἰσιοῦσιν ἐπὶ τοῖς βαλανείοις, οἷόν τι καὶ τῇ τοῦ σιδήρου βαφῇ· καὶ γὰρ ψυχόμεθα καὶ τονούμεθα, καθάπερ ἐκεῖνος, ἐπειδὰν διάπυρος γενόμενος ἐμβάπτηται τῷ ψυχρῷ. καὶ τούτου χάριν ἐπὶ τῶν ἀσθενεστέρων σωμάτων εὕρηται τὰ βαλανεῖα, προθερμαίνοντα καὶ προπαρασκευάζοντα τῷ ψυχρῷ λουτρῷ. τοιοῦτον δὲ δή τι καὶ οἱ χωρὶς τοῦ βαλανείου χρώμενοι τῷ ψυχρῷ πράττουσιν, ὅταν προγυμνασθέντες εἰς αὐτὸ καθάλλωνται. οἷον γάρ τι τὸ βαλανεῖον ἡμῖν ἐστι, τοιοῦτον ἐκείνοις τὸ γυμνάσιον οὐ μόνον ἐκθερμαῖνον, ἀλλὰ καὶ τὴν ἐκ τοῦ βάθους κίνησιν τῆς ἐμφύτου θερμασίας πρὸς τοὐκτὸς ἐργαζόμενον, ὥστ’ ἀπαντῆσαί τε τῷ προσπίπτοντι ψυχρῷ καὶ ἀπομαχέσασθαι καὶ κωλῦσαι βιαίως ἐμπεσεῖν τῷ βάθει
718
καὶ πλῆξαί τι τῶν σπλάγχνων. οὔτε γὰρ τὴν οὐσίαν αὐτὴν τοῦ ψυχροῦ μέχρι τῶν σπλάγχνων ἐξικέσθαι καλὸν οὔτε ἀκραιφνῆ τὴν ποιότητα· βέλτιον δὲ καὶ ἀσφαλέστερόν ἐστι τῷ τῆς διαδόσεως λόγῳ πρὸς τὸ βάθος ὁδοιπορῆσαι μόνην τὴν ποιότητα χωρὶς τῆς οὐσίας. καὶ τοίνυν καὶ ὅσοι τῶν πυρεττόντων ἑκτικῶς ἐπὶ τὸ βαλανεῖον ἥκουσιν, εἰ μὴ τῷ ψυχρῷ βαφεῖεν, οὐδὲν ὀνίνανται. τῶν μὲν γὰρ ἄλλως πυρεττόντων οὐδέπω τὰ στερεὰ μόρια δύσλυτον ἔχει τὴν θέρμην. ὥσθ’ ἱκανὴ βοήθεια τούτοις ἐστὶν ἡ ἐκ τῶν ἱδρώτων ἅμα ταῖς ἀδήλοις αἰσθήσει διαπνοαῖς. καὶ τῶν γ’ ἐφημέρων πυρετῶν αὐτὴν σχεδόν γε τὴν οὐσίαν ἐκκενοῦσθαι συμβαίνει δι’ αὐτῶν. ἐπὶ δὲ τῶν διὰ ξηρότητα καὶ θερμασίαν ἑκτικοῖς ἁλόντων πυρετοῖς ὁμοία τοῖς διαπύροις σιδήροις ἐστὶν ἡ τῶν στερεῶν μορίων διάθεσις. ὥστ’ οὐκ ἀρκεῖ θερμῆναι καὶ τέγξαι μόνον ἐν τοῖς βαλανείοις αὐτοὺς, τροφὴν γὰρ ἂν οὕτω γε καὶ αὔξησιν δοίημεν τῷ πυρετῷ· βέλτιον δ’ ἐμβάπτοντας τῷ ψυχρῷ σβέσαι τὴν θέρμην. ἀλλ’ ἐν τούτῳ κίνδυνος εἰς τοὐναντίον
719
ἀγαγεῖν καὶ ψῦξαι τὸ σῶμα. τίς δ’ οὐ φησίν; οὐ μὴν διὰ τοῦτό γε τὸ κατορθούμενον ἐν τῷ βοηθήματι προσήκει ψέγειν, οὐδ’ ὅτι δύσληπτον τὸ μέτρον ἀφίστασθαι παντάπασιν. εἰ μὲν γὰρ οἷόν τ’ ἦν ἑτέρως ἰᾶσθαι τούς τ’ ἄλλους ἑκτικοὺς πυρετοὺς καὶ τοὺς μαρασμώδεις, ἄμεινον ἂν ἦν τὴν ἀσφαλεστέραν ἰέναι. ἐπεὶ δ’ ἐν μὲν τῷ ψῦξαι καὶ ὑγρᾶναι τὸ κῦρος τῆς θεραπείας ἐστὶν, ἅπασι δὲ τοῖς ψυκτικοῖς βοηθήμασιν ἐφεδρεύει βλάβη διὰ τὴν ἰσχνότητα τοῦ σώματος, ἀναγκαῖον οἶμαι γίγνεσθαι τὸ τοῦ Θουκυδίδου δράσαντάς τι καὶ κινδυνεῦσαι. οἷς μὲν γὰρ ἑτέρα μὲν οὐχ ὑπάρχει τῆς σωτηρίας ὁδὸς, ἡ δὲ οὖσα μόνη σφαλερὰ καθέστηκεν, ἀναγκαῖον, οἶμαι, τούτοις ἐστὶν ὁμόσε τοῖς δεινοῖς ἰέναι. οὐ μὴν οὐδὲ τὸ σφάλμα θανατῶδες οὐδ’ ἀβοήθητον. οὓς γὰρ ἂν ἐν τῷ σβεννύναι τὸν πυρετὸν εἰς τὴν ἐναντίαν διάθεσιν ἀγάγῃ τὸ ψυχρὸν, ἔνεστιν ἰάσασθαι θερμαίνοντας ἐν τῷ μετὰ ταῦτα χρόνῳ παντί. ἀλλ’ οὐδ’ ὁ κίνδυνος ἴσος οὔθ’ ὁ τῆς διαθέσεως τῆς ψυχρᾶς οὔθ’ ὁ τῶν ἰαμάτων αὐτῆς. ἐδείχθη γὰρ ἤδη καὶ πρόσθεν ἐν τῷ τῆσδε τῆς πραγματείας
720
ἑβδόμῳ γράμματι, δέδεικται δὲ κᾀν τῷ περὶ μαρασμοῦ βιβλίῳ καὶ πρὸ τούτων ἔτι κατὰ τὴν ὑγιεινὴν πραγματείαν, ὡς οὐχ οἷόν τε τὴν τῶν στερεῶν μορίων ξηρότητα τελέως ἰάσασθαι, καὶ ὡς, εἴπερ ἦν τοῦτο πρᾶξαι δυνατὸν, ἀγήρως ἄν τις ἐγένετο τοιαύτῃ διαίτῃ χρώμενος. εἴπερ οὖν ἀνίατος μέν ἐστιν ἡ ξηρότης τῶν στερεῶν σωμάτων, ὠκυτάτη δ’ ἐπ’ αὐτὴν ὁδὸς τέτμηται ἡ διὰ τῶν ἑκτικῶν πυρετῶν, ἄμεινον εἰς ψυχρὰν δυσκρασίαν μεταστήσαντα τὸν ἄνθρωπον ἔχειν ᾧ θεραπεύσομεν. ὁ μὲν γὰρ τοῦτο πράξας ἀναμαχέσαιτ’ ἂν ἐξ ὑστέρου τὴν βλάβην, ὁ δ’ ἐπιτρέψας ἰέναι τὴν ἐπὶ θάνατον, ἀνέλπισταν τῷ κάμνοντι τὴν σωτηρίαν εἰργάσατο. ὅσῳ τοίνυν ἄμεινόν ἐστι τοῦ χωρὶς ἐλπίδος ἀπολέσθαι βεβαίως τὸ σὺν ἐλπίδι χρηστῇ δράσαντάς τι καὶ κινδυνεῦσαι, τοσούτῳ τὸ μετὰ μεγάλων βοηθημάτων ἀγωνίσασθαι τοῦ μηδὲν πράξαι βέλτιον, ἐμψύχωμεν οὖν ἅπαντι τρόπῳ τοὺς ἑκτικῶς πυρέσσοντας αὐτίκα, πρὶν προσελθόντας εἰς μαρασμὸν τελευτῆσαι. τὸν δ’ ἀκριβῶς μαρανθέντα μηδ’ ἐπιχειρῶμεν ἰᾶσθαι. καὶ γὰρ εἰ τὴν θέρμην αὐτοῦ σβέσαιμεν,
721
ἀλλ’ ἥ γε ξηρότης ὑπολειφθεῖσα γήρως τρόπῳ τὸν ἄνθρωπον ἀπολεῖ, τοσοῦτον ἐπιβιώσαντα χρόνον ὅσον ἀντισχεῖν τὰ στερεὰ μόρια πρὸς τὴν ἐσχάτην ξηρότητα. τάχα δ’ ἄν τις ἕλοιτο τῶν οἰκείων τοῦ νοσοῦντος, ἔτι τε μᾶλλον ὁ κάμνων αὐτὸς ἐπιβιῶναί τινα χρόνον ἐν γέροντος σχέσει μᾶλλον ἢ τεθνάναι παραχρῆμα. θεραπεύειν οὖν καὶ τούτους μετὰ προῤῥήσεως, εἰς ἕτερον μεθιστάντας μαρασμὸν, ὃν ἤδη καλεῖν ἔθος ἡμῖν ἐστιν ἐκ νόσου γῆρας· ἐγχωρεῖ γὰρ αὐτοὺς οὐ μόνον ἡμέρας πλείους, ἀλλὰ καὶ μῆνας ζῆσαι. νεανίσκον γοῦν ἐγώ τινα τῶν οὕτως ἐχόντων ἰασάμενος, εἶθ’ ἑξῆς ἀνακομίζων καὶ οἷον γηροτροφῶν αὐτοῦ τὴν πρεσβυτικὴν ἀσθένειαν, οὐ μόνον εἰς μῆνας, ἀλλὰ καὶ εἰς ἔτη διεφύλαξα ζῶντα. χρὴ δ’ οὐ νῦν ἀκούειν ποθεῖν τοῦ τοιούτου μαρασμοῦ τὴν ἐπιμέλειαν· ἔν τε γὰρ τῷ τῆσδε τῆς πραγματείας ἑβδόμῳ προείρηται δυνάμει, τὰς ξηρὰς καὶ ψυχρὰς δυσκρασίας ἰωμένων ἡμῶν, ἔν τε τῷ γηροκομικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας. ὁ δ’ ἐνεστὼς λόγος οὐ μαρασμῶν ἐπηγγείλατο θεραπείαν διδάξαι, ἀλλὰ πυρετῶν ἑκτικῶν, ἐξ οὗ γένους εἰσὶ καὶ οἱ 
722
μαρασμώδεις· εἴρηται δή μοι περὶ τούτων ἄλλα τε πολλὰ λόγῳ καὶ πείρᾳ κεκριμένα καὶ ὡς οὐ χρὴ δεδιέναι βαλανεῖον, ὥσπερ ὁ Φίλιππος εὐλαβέστερον ἴσως αὐτῷ χρώμενος, ὃν τρόπον ἐπὶ τῶν ἄλλων εἰθίσμεθα πυρετῶν ὅσοι διὰ φλεγμονὰς καὶ σήψεις γίνονται χυμῶν. ἐπ’ ἐκείνων μὲν γὰρ οὐδὲν βλάψεις, εἰ καὶ μὴ βάπτοις εἰς τὸ ψυχρὸν ὕδωρ αὐτοὺς, ἀλλ’ ὡς εἴθισται περιχέοις χλιαρὸν μὲν πρῶτον, εἶθ’ οἷον ἐξ ἡλίου θερινοῦ, κᾄπειτα τούτου βραχύ τι ψυχρότερον. ἐπὶ δὲ τῶν ἑκτικῶν πυρετῶν οὐ τὸ θερμὸν λουτρόν ἐστι τὸ τὴν ὠφέλειαν παρέχον, ἀλλὰ τὸ ψυχρὸν, ᾧ παρασκευάζει τὰ βαλανεῖα τὸ τοῦ κάμνοντος σῶμα, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν ὑγείᾳ λουομένων. οὐ μόνον δὲ διὰ τοῦτο δοκεῖ μοι Φίλιππος ἀγνοεῖν ἐπὶ τῶν μαραινομένων ὁποῖόν τι χρῆμά ἐστι βαλανεῖον, ὅτι τοὺς οὕτως ἰσχνοὺς οὐδεὶς τολμᾷ βάπτειν εἰς τὴν ψυχρὰν δεξαμενὴν ἢ τὸ γοῦν ὕστατον ὕδωρ καταχεῖν ψυχρὸν, ἀλλὰ καὶ διότι πολλάκις ἔζευκταί τις ἄλλος αὐτοῖς πυρετὸς ἐπὶ χυμοῖς σηπομένοις ἢ σπλάχνου φλεγμονῇ·
723
καὶ μὲν δὴ καὶ ὅτι πάθος ὀλέθριον τῶν μαραινομένων αὐτὸ ὑπάρχει, καὶ διὰ τοῦτο οὐκ ὀρθῶς ἔνιοι πάντα μέμφονται τὰ προσφερόμενα, δέον οὐκ ἐκείνοις, ἀλλὰ τῇ διαθέσει τὴν αἰτίαν ἀναφέρειν. ἀναλαβόντες οὖν αὖθις ἅπερ ἐλέγομεν ἐπιθῶμεν ἤδη τῷ λόγῳ κεφαλήν. ἅπαντας τοὺς ἑκτικὸν νοσοῦντας πυρετὸν καὶ μᾶλλον ἐξ αὐτῶν ὅσοι περ ἂν ἤδη μαραίνωνται, χωρὶς τοῦ τινα ἕτερον ἐπιπεπλέχθαι πυρετὸν αὐτοῖς, ἤτοι γ’ ἐπὶ σήψει μόνῃ χυμῶν ἢ μετὰ φλεγμονῆς, λοῦε θαῤῥῶν ἄνευ καμάτου παντὸς, ὡς μὴ καταλῦσαι τὴν δύναμιν· ὅπερ οὐχ ἥκιστα καὶ αὐτὸ βλάπτον ἰσχυρῶς αἴτιον γίγνεται τοῦ ψέγεσθαι τὸ λουτρόν. τὸ δ’ ἄνευ καμάτου τοιόνδε τι λέγω. τὸν ἀῤῥωστοῦντα βούλομαι κομίζεσθαι μὲν ἐπὶ τοῦ σκίμποδος εἰς τὸ βαλανεῖον, ἑτοίμως δ’ αὐτῷ παρεσκευασμένης σινδόνος θερμῆς, ἐπ’ ἐκείνῃ ἐν τῷ πρώτῳ τῶν τριῶν οἴκων τοῦ βαλανείου μεταφέρεσθαι γυμνωθέντα. τέσσαρες δ’ ἔστωσαν οἱ κρατοῦντες αὐτὸν, εἷς καθ’ ἕκαστον πέρας. εἰ μὲν οὖν αὐτάρκως εἴη θερμὸς ὁ πρῶτος οἶκος, ἐν αὐτῷ γυμνωθεὶς ὁ κάμνων εἰς τὸν δεύτερον εἰσκομιζέσθω· εἰ δ’ ἔτι σοι φαίνοιτο ψυχρότερον εἶναι, μὴ γυμνὸς, ἀλλ’ ἐπιβεβλημένος ἤτοι γ’ ἑτέραν σινδόνα
724
μὴ ψυχρὰν ἤ τι τοιοῦτον ἐπίβλημα. δῆλον δ’ ὡς χρὴ τὴν μέλλουσαν ὀχεῖν αὐτὸν σινδόνα ἰσχυροτέραν ὑπάρχειν· εἰ δ’ ἀσθενὴς εἴη, καθ’ ἑαυτὴν ἐπιπτύσσοντα διπλῆν ἐργάζεσθαι βέλτιον. ἔστω δὲ ὁ μέσος οἶκος οὐ μόνον τῇ θέσει, ἀλλὰ καὶ τῇ κράσει τοσούτῳ τοῦ πρώτου θερμότερος ὅσῳ τοῦ τρίτου ψυχρότερος. ἐν τούτῳ τῷ οἴκῳ τὸ ἔλαιον ἔστω χλιαρὸν, ὡς εὐθέως περιχυθῆναι τῷ κάμνοντι κατὰ τῆς σινδόνος εἰσκομισθέντι. καὶ τοῦτο πράξαντες, εἰς τὸν τρίτον εἰσίτωσαν, εἰς τὴν δεξαμενὴν ἀποκομίζοντες αὐτὸν, ὥστε διόδῳ χρήσασθαι μόνῃ τοῖς τρισὶν οἴκοις τοῦ βαλανείου, μὴ ταχέως βαδιζόντων τῶν εἰσκομιζόντων τὸν κάμνοντα, ἀλλὰ τοσοῦτον ἐπιμεινάντων κατὰ τοὺς πρώτους οἴκους ὅσον ἐν μὲν θατέρῳ μετατεθῆναι μόνον ἀπὸ τοῦ σκίμποδος, ἐν δὲ τῷ μέσῳ περιχυθῆναι τὸ ἔλαιον. ἔστω δὲ καὶ ὁ ἀὴρ ὁ τῶν οἴκων ἁπάντων μήτε θερμὸς ἄκρως μήτε ψυχρὸς, ἀλλ’ εὔκρατος ἱκανῶς καὶ μετρίως ὑγρός· ἔσται δὲ τοῦτο προεκχυθέντος ὕδατος εὐκράτου δαψιλῶς ἐκ τῆς δεξαμενῆς, ὡς διαῤῥυῆναι διὰ πάντων τῶν οἴκων. ἐν αὐτῷ δὲ τῷ τῆς κολυμβήθρας ὕδατι χρονιζέτω μετρίως,
725
ὀχούμενος ἐπὶ τῆς σινδόνος, οὐδεμιᾶς ἐπαντλήσεως αὐτῷ γενομένης, οἵας ἐπ’ ἄλλων εἰθίσμεθα πράττειν. ἀλλ’ οὐδὲ κατὰ τῆς κεφαλῆς αὐτοῦ καταχεῖσθαι βουλοίμην ἄν· ἱκανὸν γὰρ καὶ ταύτῃ δῦναι δὶς ἢ καὶ τρὶς ἅμα τῷ παντὶ σώματι κατὰ τοῦ ὕδατος, ὑφιέντων μετρίως εἰς τὸ κάτω τὴν σινδόνα, καὶ αὖθις ἀνακομιζόντων αὐτὸν ὁμοίως νεανίσκων τεττάρων. ἐκκομισθεὶς δ’ ἐντεῦθεν εἰς ὕδωρ ψυχρὸν ἀθρόως βλαπτέσθω μηδ’ ἐπὶ βραχὺ χρονίζων ἐν αὐτῷ. δεδιδάχθαι δὲ χρὴ καὶ τἄλλα μὲν ἀκριβῶς ἅπαντα τοὺς βαστάζοντας αὐτόν· ἐξαίρετον δ’ ἔτι τοῦτ’ ἔστω δίδαγμά τε ἅμα καὶ παράγγελμα, τὸ τάχος τῆς βαφῆς. εὐθὺς δ’ ἕτερος ἑτοίμην ἔχων σινδόνα κατ’ αὐτοῦ βαλέτω, κᾄπειθ’ ἑξῆς ἐπιβληθεὶς τῷ σκίμποδι διὰ σπόγγων μὲν ἀποματτέσθω τὰ πρῶτα, μαλακοῖς δ’ ὕστερον ὀθονίοις, μηδ’ αὐτῶν τῶν ἀποματτόντων αὐτὸν βιαίως ψαυόντων, ἀλλ’ ὡς ἔνι μάλιστα πρᾳότατα. μετὰ δὲ ταῦτα ἐπαλείψαντάς τε καὶ περιθέντας ἱμάτια κομίζειν αὖθις ἐπὶ τοῦ σκίμποδος εἰς τὸν οἶκον ἐν ᾧ διαιτᾶται, δώσοντας τροφήν. εἴρηται δὲ κᾀν τοῖς πρόσθεν, ἡνίκα ἰώμεθα τὰς ξηρὰς δυσκρασίας, ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ἑβδόμῳ,
726
τὸν οἶκον ἐζεῦχθαι χρῆναι τῷ βαλανείῳ. περὶ μὲν οὖν λουτρῶν αὐτάρκης ὁ λόγος εἰς τὰ παρόντα.

Συνεχῆ δ’ ἐπὶ τοῖς εἰρημένοις τὰ περὶ τῆς δυνάμεως τῶν τροφῶν. ὅτι μὲν οὖν ὑγρὰς καὶ ψυχρὰς εἶναι προσήκει τὰς μελλούσας ὀνήσειν τοὺς ἑκτικοὺς πυρετοὺς εὔδηλον παντί. τοιαῦται δ’ εἰσὶν ὅ τε χυλὸς ὁ τῆς πτισάνης ψυχρὸς λαμβανόμενος, ὅ τε χόνδρος ὁμοίως πτισάνης χυλῷ σκευασθεὶς, ὅπερ ἐστὶ δι’ ὕδατος καὶ πράσου βραχέος ἀνήθου τε καὶ ἁλῶν ἐλαίου τε καὶ ὄξους. ἐπιτήδειος δὲ τοῖς ὧδε κάμνουσι καὶ ὁ βραχὺς ἄρτος ἐν ὕδατι ψυχρῷ. μηδενὸς δ’ αὐτῶν ἡ ψύξις εἰλικρινὴς ἔστω, καθάπερ ἡ τοῦ ποτοῦ. ἐκεῖνο μὲν γὰρ καὶ θερμαίνεται ταχέως καὶ διεξέρχεται, ταῦτα δ’ ἐπὶ πλέον ἐν τῇ γαστρὶ διαμένοντα τάχ’ ἄν που καὶ διαψύξαιεν αὐτὴν ἀμέτρως ὄντα ψυχρά. χρονίου δ’ ὑπάρχοντος ἤδη τοῦ πυρετοῦ καὶ τὸ τῆς ὄνου γάλα δοτέον, ἀκριβῶς προσέχοντα τὸν νοῦν, μὴ τυρωθῇ ποτε κατὰ τὴν γαστέρα. τοῦτο δὲ ἐνίοτε μὲν αὐτὸς ὁ κάμνων ἡμᾶς διδάξει τῆς ἑαυτοῦ φύσεως ἐμπείρως ἔχων, ἐνίοτε δὲ ἡμᾶς αὐτοὺς ἐξευρίσκειν δεήσει, κατὰ

727
βραχὺ τῇ χρήσει προσερχομένους. ἕτοιμον μὲν οὖν ἤτοι μέλιτος αὐτῷ μιγνύντας ἢ καὶ βραχύ τι τῶν ἐδωδίμων ἁλῶν κωλῦσαι τὸ σύμπτωμα. φευκτέον δ’ εἰς ὅσον οἷόν τε τὸ μέλι κατὰ τοὺς ἑκτικοὺς πυρετοὺς καὶ διὰ τοῦτο καὶ τὸ μελίκρατον, ἐκχολοῦται γὰρ αὐτίκα καὶ ξηροτέρους ἅμα θέρμῃ δριμείᾳ τοὺς πυρετοὺς ἀπεργάζεται. δοτέον οὖν τὴν πρώτην τὸ γάλα τῆς ὄνου κυάθου μὴ πλέον, ὡς ἐθεάσω διδόντας ἡμᾶς εἰσαχθείσης μὲν εἰς τὸν κοιτῶνα τῆς ὄνου, πρὸς τὸ μηδένα χρόνον ἐν τῷ μεταξὺ γενέσθαι, καταπιόντος δ’ αὐτὸ τοῦ κάμνοντος αὐτίκα, θεωρούντων δ’ ἡμῶν ἀκριβῶς καὶ παραβαλλόντων τὴν κίνησιν τῶν ἀρτηριῶν, τὴν ἐπὶ τῇ προσφορᾷ γιγνομένην, τῇ πρὸ τοῦ ληφθῆναι τὸ γάλα. εἰ μὲν γὰρ διαφθείροιτο, τοὺς σφυγμοὺς σμικροὺς καὶ ἀνωμάλους εὑρήσεις οἵους περ ἐπὶ θλίψει στομάχου συμβαίνοντας οἶσθα· εἰ δὲ μὴ διαφθείροιτο, τοὺς σφυγμοὺς μείζους τε καὶ ἰσχυροτέρους γιγνομένους. ὥστ’ ἐξέσται σοι μετὰ ταῦτα προσφέροντι τὸ πλῆθος αὐξῆσαι τοῦ γάλακτος ἥμισυ κυάθου, κᾄπειθ’ ἥμισυ προσθεῖναι πάλιν, εἶθ’ οὕτω κατὰ βραχὺ μέχρι τοῦ συμμέτρου προσαυξῆσαι. τοῦ μέτρου 
728
δὲ οὐ μόνον τοῦ γάλακτος, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σιτίων ἔμαθες τοὺς σκοποὺς, ἔνθα τὰς τῆς γαστρὸς ἰώμεθα δυσκρασίας, ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ἑβδόμῳ. πρώτην γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ τὴν ξηρὰν δυσκρασίαν αὐτῆς ὑποθέμενοι κεχρονισμένην εἰς τοσοῦτον ὡς σύμπαν ἤδη τὸ σῶμα λεπτὸν ὑπάρχειν ἐπεδείξαμεν, ὅπως ἄν τις ἅμα μὲν ἄμφω καλῶς ἰῷτο, καὶ τὴν δυσκρασίαν τῆς γαστρὸς καὶ τὴν ἰσχνότητα τοῦ σώματος. καὶ τοίνυν ἴσως ἄμεινον ὑπὲρ τοῦ μὴ γράφειν πολλὰ πρὸς ἐκεῖνον ἀναπέμψαι τὸν λόγον ὑπὲρ τῶν ἄλλων ἁπάντων ἐδεσμάτων· ὅμοιαι γὰρ αἱ διαθέσεις οὖσαι παραπλησίων χρῄζουσι καὶ τῶν ἰαμάτων. ὅσον δ’ ἐστὶν ἡ τῶν ἑκτικῶν πυρετῶν θερμοτέρα, τοσοῦτον καὶ τῶν βοηθημάτων δεῖται ψυχροτέρων, ἀκριβείας τε πλείονος, ὅπως μή τι βλάψαιμεν ἰσχυροῖς βοηθήμασι χρησάμενοι. καὶ τοὺς μὲν ἤδη μαραινομένους, ὡς εἴρηται, λουστέον, ὅσοι δ’ ἐν τοῖς ἑκτικοῖς εἰσι πυρετοῖς οὐδέπω μαραινόμενοι, τούτους οἷόν τ’ ἐστὶ καὶ χωρὶς σινδόνος ὑποβεβλημένης λούειν, ὡς ἂν ἰσχυροὺς ἔτι τὴν δύναμιν ὄντας. εἰσφέρειν μέντοι καὶ τούτους
729
εἰς τὸν οἶκον, ἤτοι γε ἐπὶ σκίμποδος ἢ φορείου τινὸς, εἶθ’ ἑαυτοῖς βαδίζοντας ἐπὶ τὸ θερμὸν ὕδωρ ἀκτέον, ὅπως ἐν ἐκείνῳ χρονίζοιεν. ὅσοι δ’ ἀκρατέστεροι τῶν τοιούτων εἰσὶ, σφαλερὸν ἐπιτρέπειν αὐτοῖς ἐμβαίνειν ταῖς ψυχραῖς κολυμβήθραις, ἀλλ’ ἔξω μᾶλλον αὐτῶν καταχεῖν ἐπὶ χλιαρῷ τῷ προτέρῳ τὸ δεύτερον ψυχρόν. ἔστω δ’ οὕτω ψυχρὸν τότε κατὰ τὴν δεξαμενὴν ὕδωρ αὐτοῖς παρεσκευασμένον, ὅσον ἐξ ἐκείνης ἄν τις ἀρυσάμενος, αὔταρκες ἀθρόως εἰς ἅπαξ ἐπιχέαι τοῖς λελουμένοις, ὡς μηδεμίαν ἐμφαίνειν σαφῆ ποιότητα μήτε τῶν ἀκριβῶς ψυχρῶν μήτε τῶν χλιαρῶν ὑδάτων, ἀλλ’ οἷον τὸ κρηναῖον καλούμενον ἐν μέσῳ ψύξεως πληκτικῆς καὶ χλιαρότητος ἐκλυτικῆς. εἰ μὲν οὖν ἀκριβῶς ἅπαντα γίγνοιτο, κατά τε τὰ λουτρὰ καὶ τὰς τροφὰς ἐλπὶς σωθήσεσθαι τοὺς μαραινομένους· εἰ δ’ ἁμαρτηθείη τι κᾂν ἓν, ἀνατρέπει τἄλλα σύμπαντα· τὸ γάρ τοι τῆς διαθέσεως αὐτῶν ὀλέθριον οὐδὲ βραχύτατον ἁμάρτημα φέρει. καὶ εἴ τις ἐσώθη τῶν τοιούτων, τὸ σαρκῶδες αὐτοῦ γένος ὁ μαρασμὸς κατειλήφει· τῶν στερεῶν δ’ αὐτῶν ἐξηρασμένων
730
ἀδύνατόν ἐστι τὸν ἄνθρωπον ὑγιασθῆναι τελέως· ἀλλ’ ἀναγκαῖον ἤτοι γ’ ἐξ αὐτοῦ τοῦ πυρετοῦ τὸν θάνατον ἥκειν εὐθέως ἢ μεταπεσόντος εἰς τὸ καλούμενον ἐκ νόσου γῆρας. πρῶτον μὲν γὰρ ὁ τοιοῦτος πυρετὸς ἐκβόσκεται τὴν οἰκείαν ἰκμάδα τῶν μορίων, ὑφ’ ἧς τρέφεται· μεταβαίνει δ’ ἐντεῦθεν ἐπὶ τὸ σαρκῶδες γένος, ὃ ταῖς ἰσὶ καὶ τοῖς ὑμενώδεσι μορίοις τῶν στερεῶν σωμάτων περιπέφυκεν· εἶθ’ οὕτως ἅπτεται καὶ αὐτῶν τῶν στερεῶν μορίων. καθ’ ἕκαστον γάρ τοι μόριον τῶν ἁπλῶν καὶ πρώτων ὀνομαζομένων, ἐθεάσω κατὰ τὰς ἀνατομὰς τὸ μὲν οἷον ἰνῶδές τί ἐστι τῆς οὐσίας αὐτῶν, τὸ δ’ ὑμενῶδες, τὸ δὲ σαρκῶδες. οἷον εἰ τύχοι τῆς φλεβὸς ἕνα χιτῶνα κεκτημένης λεπτὸν, ἔστιν εὑρεῖν κατ’ αὐτὴν ἶνας πολλὰς ἀραχνοειδέσι διατάσεσι συναπτομένας· αἷς ἀμφοτέραις ἡ οἰκεία τῆς φλεβὸς οὐσία περιπέφυκεν, ἄλλη κατ’ ἄλλο μόριον ὑπάρχουσα, κοινὸν οὐδὲν ὄνομα κεκτημένη· καλεῖν γοῦν αὐτὴν οὐδὲν κωλύει διδασκαλίας ἕνεκα σαρκοειδῆ φύσιν ἢ καὶ νὴ Δία τὴν τοῦδέ τινος τοῦ μορίου σάρκα, κατὰ γαστέρα μὲν ἑτέραν
731
ὑπάρχουσαν, καθ’ ἧπαρ δ’ ἑτέραν, ὥσπερ γε καὶ κατὰ ἀρτηρίαν καὶ μῦν. ὠνόμασται δὲ μόνη σὰρξ ἡ ἐν μυσὶ, τῶν ἄλλων οὐδεμίαν ὀνομάζουσι σάρκα, πλὴν ὀλίγοι δή τινες· ἀλλὰ τὰ μὲν ἐν τοῖς σπλάγχνοις, οἷον ἥπατι καὶ νεφροῖς καὶ σπληνὶ καὶ πνεύμονι, παρεγχύματα καλοῦσι· τὰς δ’ ἐν ἐντέροις καὶ γαστρὶ καὶ στομάχῳ καὶ μήτρᾳ ἀνωνύμους ἀπολείπουσιν. ἀλλὰ σὺ τῶν μὲν ὀνομάτων μηδὲν φρόντιζε, γίγνωσκε δὲ ἑκάστου τῶν μορίων τὸν ὄγκον τῆς οὐσίας ὑπὸ τῆς τοιαύτης μάλιστα συμπληροῦσθαι φύσεως, φθορὰν καὶ γένεσιν ἐπιδεχομένης, ὡς ἔνεστι θεάσασθαι σαφῶς ἐπὶ τῶν κοίλων ἑλκῶν. οὐ μὴν οὔθ’ ἡ τῶν ἰνῶν φύσις οὔθ’ ἡ νευρώδης ἢ ὑμενώδης ὁρᾶται τὴν αὐτὴν ἔχουσα γένεσιν· οὐδ’ ἐγχωρεῖ τὰς ἐν ἑκάστῳ μορίῳ τοιαύτας ἶνας ὑπὸ τῶν κακοηθῶν πυρετῶν ἐκτακῆναι, καθάπερ τὰς σάρκας. αἵ γε πρὶν ξηρανθῆναι τελέως διαφθείρουσι τὸ ζῶον. εἰσὶ μὲν οὖν καὶ οἱ μαρασμώδεις πυρετοὶ πάντες ἐκ τοῦ τῶν συντηκόντων γένους, ἀλλὰ διαφέρουσι τῷ τὸ συντηκόμενον ἑκάστοτε τῆς σαρκὸς ἐπὶ μὲν τούτων διαφορεῖσθαι, καταῤῥεῖν δ’ ἐπ’
732
ἐκείνων εἰς γαστέρα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῶν κρεῶν γιγνόμενον ἐναργῶς, ὀπτωμένων ἐπὶ τῆς καλουμένης ἐσχάρας· ἐνίων μὲν γὰρ ἀποῤῥεῖ πάμπολυ τὸ σύντηγμα καὶ φέρεται κατὰ τῶν ἀνθράκων ἀθρόως· ἐνίων δ’ ὅλως οὐδὲν αἰσθητὸν ἀποῤῥέον φαίνεται, κᾂν ἴσον ᾖ τὸ πλῆθος τῶν ἀνθράκων. οἱ γοῦν ἄγριοι σύες ἢ οὐδ’ ὅλως ἢ ὀλίγιστον ἔχουσι τὸ ἀποῤῥέον, οἱ δ’ ἥμεροι πάμπολυ· καὶ ὅσον περ ἂν ᾖ πιμελωδέστερον καὶ σαρκωδέστερον τὸ ζῶον, τοσοῦτον τὸ ἀποῤῥέον αὐτῶν τῶν σαρκῶν ἐπὶ τῆς ἐσχάρας ὀπτωμένων πλέον φαίνεται. τὸν αὐτὸν οὖν τρόπον ἐπὶ τῶν θερμοτάτων πυρετῶν, εἰ μὲν οὖν εἶεν σάρκες ὑγραὶ καὶ μαλακαὶ μετὰ πλήθους πιμελῆς, τὰς συντήξεις αἰσθητὰς ἴσχουσιν· εἰ δὲ ἄνευ πιμελῆς καὶ ξηραὶ, τοῖς μαρασμώδεσιν ἁλίσκονται πυρετοῖς. ἐναργέστατον δὲ τούτου τεκμήριον οἱ τὰς συντήξεις ἐκκρίνοντες ἄῤῥωστοι διὰ γαστρὸς, ἢν μὴ φθάσωσιν ἀποθανεῖν, ἤτοι γ’ ὑπὸ βίας τοῦ νοσήματος ἢ διὰ τὴν τῶν ἰατρῶν ἀμαθίαν εἰς τοὺς μαρασμώδεις ἐμπίπτοντες πυρετούς. ἄχρι μὲν γὰρ ἂν ἔχωσι τὴν ὕλην δαψιλῆ, ταύτην συντήκουσιν· ὅταν δὲ ἐπιλείπωσιν αὐτοὺς αἵ τε πιμελαὶ καὶ αἱ σάρκες αἱ μαλακαὶ, ξηραίνουσι
733
τὰς σκληρὰς καὶ δυστήκτους σάρκας, ὧν οὐδὲν ἀποῤῥεῖ διὰ ξηρότητα, καθάπερ οὐδὲ τῶν ταριχηρῶν κρεῶν, εἰ καὶ ταῦτ’ ἐθελήσειας ὀπτᾷν, ἐπιβάλλων ἴσῳ τοῖς ἄλλοις πυρί· ξηρότεραι μὲν γὰρ αἱ σάρκες αὐτῶν ἔσονται καὶ σκληρυνθήσονταί γε βύρσης τρόπον· οὐ μὴν ἐκρυήσεταί γε αὐτῶν οὐδεμία τηκεδὼν αἰσθητή. ταῦτ’ οὖν γινώσκοντί σοι καὶ ἡ τῶν συντηκτικῶν πυρετῶν ἐπιμέλεια κατὰ τὰς αὐτὰς γινέσθω μεθόδους ἐπί τε ψυχροῦ δόσιν ὅτι τάχιστα παραγιγνομένῳ καὶ διὰ τῶν ὑγραινόντων καὶ ψυχόντων τρέφοντι. μελίκρατον δ’ οἰομένῳ πολεμιώτατον εἶναι, ᾧ μάλισθ’ ὁρᾷς χρωμένους ἐπὶ τῶν τοιούτων πυρετῶν τοὺς πλείστους τῶν ἰατρῶν. ἀλλὰ περὶ μὲν τῶν συντηκόντων πυρετῶν αὖθις ἐξέσται διελθεῖν, ὥσπερ γε καὶ περὶ τῶν ἐν λοιμοῖς πυρετῶν ἑκτικῶν, οἷος ὁ νῦν ἐπιδημῶν ἐστιν, εἰρήσεται γὰρ περὶ τοῦδε κατὰ τοὺς λοιμώδεις πυρετούς. τῶν δ’ ἄλλων ἑκτικῶν καὶ μαρασμωδῶν αὐτάρκως εἰρῆσθαι νομίζω τὴν μέθοδον τῆς ἰάσεως.

734

Τῶν δ’ ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν οἱ πρῶτοι μὲν εἴρηνται σκοποὶ πρόσθεν ἡνίκα ἐδείκνυον ὅπως ἐγχωρεῖ καὶ δύο καὶ τρεῖς αὐτοὺς ποιῆσαι, κᾂν εἰ βουληθείημεν ἕνα. νυνὶ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων πυρετῶν ἐκ τῆς τῶν πρώτων γενῶν τομῆς ἄχρι τῶν ἐσχάτων εἰδῶν ἀφικόμεθα τέμνοντες, οὕτω πρᾶξαι πειραθῶμεν κᾀπὶ τῆς προκειμένης διαφορᾶς, ἐκεῖνο πρότερον ἀναμνήσαντες ὃ κᾀν τοῖς περὶ διαφορᾶς τῶν σφυγμῶν ὑπομνήμασιν ἐδείξαμεν, ὡς εἴτε πρώτας διαφορὰς, εἴτε γένη πρῶτα καλεῖν ἐθέλοι τις,

735
εἴτε γενικωτάτας ἰδέας, εἴθ’ ὁπωσοῦν ἄλλως φυλάττων ἀκριβῆ τοῦ πράγματος τὴν ἔννοιαν, οὐ διοίσει. τῶν μὲν δὴ πυρετῶν αὐτῶν τοὺς ἐφημέρους ὅπως χρὴ θεραπεύειν ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ὀγδόῳ διῆλθον· ὥσπερ γε καὶ ὅπως τοὺς συνόχους ἐν τῷ μετ’ αὐτό· καὶ τρίτους γε τοὺς ἑκτικοὺς ἐν τῷ μετ’ ἐκεῖνο τῆς ὅλης πραγματείας ὄντι δεκάτῳ, μετὰ τῶν ἰδίων ἑκάστῳ πλεῖστα καὶ τῶν κοινῶν ἐπελθών. νυνὶ δ’ ὅπως ἄν τις ἰῷτο μεθόδῳ τοὺς ἐπὶ σήψει χυμῶν συνισταμένους πρόκειται διελθεῖν. οἱ σκοποὶ δ’ οἱ θεραπευτικοὶ κατὰ μὲν τὴν εἰς δύο τομὴν ἥ τε διάθεσις ἣν θεραπεύομεν ὑπάρχει καὶ ἡ τῶν τοῦ κάμνοντος μορίων κρᾶσις. ἐγχωρεῖ δ’, ὡς ἐλέχθη, καὶ δι’ ἑνὸς ἑρμηνεῦσαι κεφαλαίου, θεραπευτικὸν εἰπόντων ἡμῶν εἶναι σκοπὸν ἕνα κοινὸν ἁπάντων νοσημάτων, τὴν ἐναντίωσιν· οὗ τεμνομένου γεννᾶσθαι τοὺς δύο, τοῦ μὲν νοσήματος ἐνδεικνυμένου τὴν τῶν ἐναντίων ἑαυτῷ βοηθημάτων χρῆσιν, τῆς δὲ τοῦ θεραπευσομένου κράσεως ὁριζούσης ἅμα τῷ νοσήματι τὸ μέτρον τῆς ἐναντιώσεως. ἐῤῥέθη δ’ ἐν ἐκείνοις ὡς καὶ τὸ περιέχον ἡμᾶς ἕνα ποιήσασθαι
736
τὸν σκοπὸν ἐγχωρεῖ. καὶ ὡς ὁπόταν εἰς δύο μόνους τὴν πρώτην ποιησώμεθα τομὴν, ἤτοι γ’ ἐν τοῖς νοσεροῖς αἰτίοις ἢ ἐν τοῖς ὑγιεινοῖς, τίθεσθαι χρὴ τὸ περιέχον. ὄντων δ’ αἰτίων ὑγιεινῶν ἁπάντων τῶν ποιούντων ὑγείαν, ἓν ἐξ αὐτῶν ἐστι τὸ καλούμενον βοήθημα, κατὰ διαφόρους ἐννοίας ἔσχατον καὶ πρῶτον ὑγιεινὸν αἴτιον ὀρθῶς λεγόμενον. ἔσχατον μὲν γὰρ ἔσται τῷ χρόνῳ, διότι φύσις καὶ τέχνη καὶ τύχη τῷ χρόνῳ πρότερα τῶν βοηθημάτων ἐστὶν ὑγείας αἴτια· πρῶτον δὲ καθ’ ὅσον αὐτὸ ψαύει τοῦ νοσοῦντος, ἀλλοιοῦν τὴν διάθεσιν αὐτοῦ· καὶ διὰ τὴν ἐκ τούτου γινομένην ἀλλοίωσιν τῶν νοσούντων σωμάτων εἰς ὑγείαν ἀγομένων ἡ τέχνη καὶ ὁ τεχνίτης καὶ ἡ τύχη αἴτια τῆς ὑγείας γίνεται, οὐ τῷ πρώτως αὐτὰ τὰς νόσους ἐκκόπτειν, ἀλλὰ τῷ δι’ ἑτέρων ὑλῶν ἐπιτηδείων, αἵτινες ὀνομάζονται βοηθήματα. φλεβοτομία γὰρ αὐτὴ μὲν καθ’ ἑαυτὴν αὐτὸ δὴ τοῦτο τὸ νῦν εἰρημένον ὄνομα κέκτηται· βλάψασα δὲ τὸν ἄνθρωπον ἐκ τῶν αἰτίων γίνεται τῶν νοσωδῶν, ὥσπερ γε καὶ ὠφελήσασα τῶν ὑγιεινῶν. καὶ διὰ τοῦτο καλεῖται βοήθημα, καθ’ ὃν ἂν ὠφελῇ καιρόν· ὡς
737
καὶ πάσης ὕλης τῆς ὁπωσοῦν ἀλλοιούσης τὸ σῶμα καθ’ ὃν ἂν ὠφελῇ χρόνον ὀνομαζομένης βοηθήματος. οὕτως οὖν καὶ περιέχοντος ἡμᾶς ἴδιον μὲν ὄνομα κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ ἀήρ· ἐν δὲ τῇ πρὸς ἡμᾶς σχέσει ποτὲ μὲν βοήθημα καὶ τῶν αἰτίων ἕν τι τῶν ὑγιεινῶν γίγνεται, ποτὲ δὲ τῶν ἐναντίων αὐτοῖς τῶν νοσωδῶν. ἐπεὶ δ’ ἔκ τε τῆς ἐνεστώσης καταστάσεως καὶ τῆς ὥρας τοῦ ἔτους καὶ τῆς τοῦ χωρίου φύσεως ὁ ἀὴρ ἴσχει τὰς καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα μεταβολὰς, ἐξ ἐκείνων πάλιν ἑκάστου γίγνονταί τινες ἐνδείξεις μερικώτεραι. τύχη μὲν οὖν καὶ τέχνη καὶ τεχνίτης διὰ μέσων τῶν ὑλῶν ἔχουσι τὸ δρᾷν· ἡ φύσις δ’ αὐτὴ δι’ ἑαυτῆς, ἐκ τριῶν τούτων συμπληρουμένη μορίων τῆς τε τοῦ πνεύματος οὐσίας καὶ τῆς τῶν ὄντως στερεῶν, ἅπερ ἐκ σπέρματος ἐδείχθη γιγνόμενα, καὶ τρίτης ἐπ’ αὐτοῖς τῆς σαρκοειδοῦς οὐσίας, ἐν ἑκάστῳ τῶν μορίων ἰδίας ὑπαρχούσης. ἕκαστον δὲ τῶν εἰρημένων τριῶν ἰδίαν τινὰ ἔχει ποσότητα καὶ ποιότητα κατὰ φύσιν. ἡ μὲν οὖν ποιότης αὐτῶν ἐκ τῆς πρεπούσης κράσεως ὑγρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς καὶ θερμῆς
738
συνίσταται. τὸ ποσὸν δὲ τῶν μὲν στερεῶν σωμάτων ἴσον ἀεὶ διαμένει, τοῖς μὲν αὐξανομένοις ἔτι κατὰ τὸν ἀριθμὸν μόνον, τοῖς δ’ ἤδη τετελειωμένοις καὶ κατὰ τὸ μέγεθος. τῆς σαρκοειδοῦς δ’ οὐσίας ἐξαλλάττεται τὸ μέγεθος, εἰ καὶ μηκέτι αὔξοιτο τὸ ζῶον. οὕτως δὲ καὶ ἡ τοῦ πνεύματος οὐσία μονονοὺ καθ’ ἑκάστην ῥοπὴν ἐλάττων τε καὶ πλείων γίνεται. καὶ τοίνυν καὶ ἡ δύναμις ἐφ’ οἷς ἔμπροσθεν εἶπον σκοποῖς ἤτοι μόνη προστίθεται κατὰ τὴν τῶν εἰρημένων τριῶν οὐσιῶν συναρίθμησιν, ἢ τῆς κράσεως ἀφορισθείσης ἰδίᾳ καθ’ ἑαυτήν. ἥτις αὖ. πάλιν καὶ αὐτὴ ποτὲ μὲν, ὡς ἐδείκνυτο, διχῇ τέμνεται, εἴς τε τὴν ἐξ ἀρχῆς φύσιν καὶ τὴν ἐπίκτητον διάθεσιν· ὥστε ἀπὸ τούτων καὶ τῶν ἄλλων τῶν προειρημένων γίγνεσθαί τινα ἔνδειξιν ἰαμάτων ἰδίαν ἑκάστου. πολλάκις δὲ ἡ ἐπίκτητος κρᾶσις εἰς τὰς ποιητικὰς αἰτίας ἀναχθεῖσα τὴν ἔνδειξιν ἐκείναις ἐχαρίσατο. κατὰ τοῦτον οὖν ἔφαμεν τὸν τρόπον ἐξ ἡλικίας ἐπιτηδευμάτων τε καὶ ἐθῶν ἔνδειξιν βοηθημάτων γίγνεσθαι, συμφωνεῖν δ’ ἀλλήλαις ἁπάσας τὰς εἰρημένας ἐνδείξεις· ἐν γὰρ ταῖς ἰδικωτέραις ἀεὶ περιέχεσθαι τὰς 
739
γενικωτέρας. ἄγεσθαι δ’ εἰς χρῆσιν τὰς ἰδικωτέρας, εὑρισκομένας ἐκ τῆς τῶν γενικωτέρων τομῆς.

Ἡ γάρ τοι πρώτη πασῶν ἔνδειξις θεραπευτικὴ ἐξ αὐτοῦ τοῦ θεραπευομένου νοσήματος γιγνομένη τὴν ἐναντίωσιν ἐδίδαξεν. ἐπεὶ δ’ ἔστι πλείονα γένη τῶν νόσων, ἕκαστον αὐτῶν ἰδίαν ἕξει τὴν ἐναντίωσιν. ἀλλὰ τὰ μὲν ἄλλα παρείσθω τό γε νῦν εἶναι. προκεχωρήσθω δὲ μόνον ἡμῖν εἰς τὰ παρόντα τῆς θεραπευομένης νόσου τὸ γένος ἐν δυσκρασίᾳ κείμενον. ἰαθήσεται τοίνυν τοῦτο διὰ τῆς ἐναντίας αὐτῷ δυσκρασίας. ἀλλ’ ἐπεὶ τοῦ γένους ὅλου τῶν πυρετῶν ἡ δυσκρασία θερμότης ἐστὶ, διὰ ψυχρότητος ἰαθήσεται, ὥστε ἀλλήλαις ὁμολογεῖν ἁπάσας τὰς ἐνδείξεις. ἐάν τε γὰρ εἴπωμεν ἁπλῶς οὕτως ὡς χρὴ τὸν πυρετὸν ἰᾶσθαι διὰ τῶν ἐναντίων ἐάν τε προσθέντες ὡς διὰ τῶν ἐναντίων τῇ κράσει μάχην οὐδεμίαν ἕξουσιν οἱ λόγοι· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ φαίημεν ἰᾶσθαι χρῆναι διὰ τῶν ψυχόντων τὸν πυρετὸν, ὥσπερ γε οὐδ’ εἰ τέμνοντες τοῦτο φαίημεν ἐνίοτε μὲν ἰᾶσθαι τὸν πυρετὸν ἡμᾶς διὰ τῶν ἐνεργείᾳ ψυχόντων, ἐνίοτε

740
δὲ διὰ τῶν δυνάμει, καί ποτε αὖθις διὰ τῶν κατὰ συμβεβηκὸς, ἢ καὶ συντιθέντες ταῦτα μάχην οὐδεμίαν ἕξει τοῖς προειρημένοις ὁ λόγος, ὥσπερ γε οὐδ’ εἰ φαίημεν ὅσα μὲν κατ’ ἐνέργειαν ἢ δύναμιν ἢ κατὰ συμβεβηκὸς θερμαίνει χείρονας ἑαυτῶν ἀποτελεῖν τοὺς πυρετοὺς, ὅσα δ’ αὖ κατ’ ἐνέργειαν ἢ δύναμιν ἢ κατὰ συμβεβηκὸς ψύχει θεραπεύειν αὐτούς. ἡ γὰρ ἀπὸ τῆς διαθέσεως ἔνδειξις εἰς τοσούτους ἐτμήθη τοὺς κατὰ μέρος σκοπούς. αὐτοὶ δὲ πάλιν οὗτοι οἱ σκοποὶ τὴν ὕλην τῶν βοηθημάτων εὑρίσκουσι κατὰ τὰς ἐν τοῖς περὶ φαρμάκων εἰρημένας μεθόδους· ἀρχὴ γὰρ ἐκείνων ἐστὶν εἰς ὅπερ ἐτελεύτησεν ἡ ἐκ τῆς θεραπευομένης διαθέσεως τομή. κυριωτάτη μὲν οὖν ἐν τῷ λυθῆναι τὴν νόσον θεραπεία νοεῖται, καταχρωμένων δὲ καὶ τὸ μικτὸν γένος ἔκ τε τῆς ὄντως θεραπείας καὶ ἣν ὀνομάζουσι προφυλακήν. τῶν μὲν οὖν ἐφημέρων πυρετῶν ἡ ὄντως ἐστὶ θεραπεία, καθάπερ γε καὶ ἡ τῶν ἑκτικῶν. ὅσοι δ’ ἐπὶ χυμοῖς συνίστανται σηπομένοις ἡ λεγομένη θεραπεία τὴν προφυλακὴν προσείληφεν, ἥτις ἐστὶ τὸ τὴν νόσον ἐργαζόμενον αἴτιον ἐκκόπτειν. ὀνομάζεται δὲ καὶ αὐτὸ
741
τοῦτο τὸ μέρος τῆς τέχνης θεραπευτικὸν, ἀποκεχωρισμένον τοῦ καθαρῶς τε καὶ εἰλικρινῶς προφυλακτικοῦ τῷ γενέσθαι τὴν νόσον μὲν αἰσθητῶς ὑπὸ τῆς αἰτίας ἤδη, μέλλειν δὲ ἔσεσθαι κατὰ τὰς προφυλακτικάς. τοῖς μὲν οὖν ὀνόμασιν ὡς ἂν ἐθέλοι τις χρήσθω, τοῦτο γὰρ ἀναμιμνήσκειν ἀεὶ χρὴ, φυλαττέτω δὲ τὴν ἐφ’ ἑκάστου τῶν πραγμάτων ἔνδειξιν τῶν ἰαμάτων, ὡς εἴ γε παραλείποι τι κᾂν ἓν ἐξ αὐτῶν, ἀνάλογον ἐκείνου τῷ μεγέθει τε καὶ τῇ δυνάμει βλάψει τὴν ἴασιν.

Ὅνπερ δὲ τρόπον ἀπὸ τῆς διαθέσεως ἐπὶ τὰς ὕλας τῶν βοηθημάτων ἀφικόμεθα, τὸν αὐτὸν τρόπον ἀφ’ ἑκάστου τῶν ἄλλων γενῶν τῶν πρώτων κατέρχεσθαι χρὴ πρὸς αὐτάς· οἷον ἀπὸ τῆς δυνάμεως· ἀντιτέτακται γὰρ αὕτη τῇ νόσῳ καθάπερ τις ἀνταγωνιστής· καὶ πρόκειταί γε τῷ ἰατρῷ βοηθεῖν ταύτῃ καὶ συναγωνίζεσθαι τρόπῳ παντί. τίς οὖν πρῶτος σκοπὸς ἀπὸ τῆς δυνάμεως ἢ τίς ἔνδειξις προτέρα; καὶ γὰρ κᾀνταῦθα λεκτέον ὡς ἂν ἐθέλοι τις, αὐτὴν μὲν τὴν δύναμιν ἕνα τὸν πρῶτον σκοπὸν τιθέμενος, τὸ δ’

742
ὑπ’ αὐτῆς ἐνδεικνύμενον ἕτερον σκοπὸν δεύτερον. ἐπεὶ τοίνυν ἐδείχθη τὴν ἑαυτῆς ἐνδεικνυμένη φυλακὴν, ὥσπερ ἡ νόσος τὴν ἀναίρεσιν, ἔσται πάλιν ὁ δεύτερος ἐπὶ τῇ δυνάμει σκοπὸς ἡ φυλακὴ, καθάπερ ἐπὶ τῶν νοσημάτων ἡ ἀναίρεσις. ἀλλ’ ἡ μὲν φυλακὴ τὴν τῶν ὁμοίων ἐνδείξεται προσαγωγὴν, ἡ δ’ ἀναίρεσις τὴν τῶν ἐναντίων. ἐπειδὴ δὲ τῆς δυνάμεως οὐσία συνεπληροῦτο διά τε τοῦ πνεύματος καὶ τῆς σαρκώδους ἰδέας καὶ τῶν στερεῶν, ἐκ τῶν ὁμοίων ἑκάστῳ πορίζεσθαι χρὴ τὴν διαμονήν· τῷ μὲν πνεύματι διὰ τῆς ἀναπνοῆς τε καὶ διαπνοῆς καὶ τῆς ἐκ τοῦ αἵματος ἀναθυμιάσεως, ἐξέστω δὲ κᾀνταῦθα τῷ βουλομένῳ καλεῖν ἀέρωσιν, ἢ λεπτοποίησιν αἵματος, ἢ εἰς ἀτμοὺς λύσιν, ἢ χύσιν, ἢ ὅπως ἂν αὐτὸς ἐθέλοι· τῷ δὲ τῶν στερεῶν γένει διὰ τῆς στερεᾶς τροφῆς, ὥσπερ γε καὶ τῷ τῶν σαρκωδῶν διὰ τῆς ἐν μέσῳ φύσεως ὑγρῶν τε καὶ στερεῶν σωμάτων. ἑκάστου δὲ τούτων εὑρήσεις τὸ μὲν ποσὸν ἐκ τῆς κατὰ τὴν φυλαττομένην οὐσίαν ποσότητος, τὸ δὲ ποιὸν ἐκ τῆς κράσεως. αὐτῆς δὲ τῆς κράσεως καθ’ ἕκαστον αὐτῶν ἤτοι
743
γε ἀρίστης ὑπαρχούσης ἢ μεμπτῆς κατά τι, τὴν μὲν ἀρίστην ἀεὶ φυλάττειν χρὴ, τὴν μεμπτὴν δὲ ἐπὶ μὲν τῶν ὑγιαινόντων ἤτοι φυλάττειν ἢ ἀλλοιοῦν· ἐπὶ δὲ τῶν νοσούντων φυλάττειν, ἐξ οὗ λογισμοῦ πρόσθεν ἐδείκνυτο μεγίστην ἔνδειξιν ἔχον τὸ ἔθος, ἢ γὰρ τὴν ἐξ ἀρχῆς αὐτοῦ φυλάττειν κρᾶσιν ἢ τὴν ἐπίκτητον ἐργάζεσθαι. γίγνεσθαι δ’, ὡς ἐλέγετο, τὴν ἔνδειξιν τοῦ μέτρου τῶν βοηθημάτων ἐκ τῆς νῦν κράσεως, ὥσπερ γε κᾀκ τῆς ἡλικίας, οὐχ ἧς ἔμπροσθεν εἶχεν ὁ κάμνων, ἀλλ’ ἧς νῦν ἔχει. διαφορᾶς δ’ οὐκ ὀλίγης ὑπαρχούσης ἐν τῇ κράσει τῶν τοῦ ζώου μορίων, ἴδιον ἑκάστῳ τὸ μέτρον ἔσεσθαι τῶν ὁμοίων ἑαυτῷ, τῷ μὲν γεωδεστέρῳ τῶν γεωδεστέρων, τῷ δὲ ὑγροτέρῳ τῶν ὑγροτέρων· οὕτω δὲ καὶ τῷ μὲν ἀερωδεστέρῳ τῶν ἀερωδῶν, τῷ δὲ θερμοτέρῳ τῶν πυρωδῶν. ἐντεῦθεν οὖν ἤδη τὰς ὕλας ἐξευρίσκειν ἁπάντων τῶν κατὰ μέρος, ἐν τροφαῖς καὶ πόμασι καὶ ἀέρι καὶ τοῖς ἐπιτηδευομένοις ἅπασιν. ἔνθα δ’ ἀλλήλαις ἐναντιοῦνταί τινες ἐνδείξεις, τῇ πρόσθεν εἰρημένῃ
744
χρῆσθαι μεθόδῳ, πρὸς τὴν τῶν πρακτέων εὕρεσιν ἐπιβλέποντα μέγεθός τε καὶ ἀξίωμα τῶν ἐνδεικνυμένων σκοπῶν. αἱρεῖσθαι γὰρ ἐδείκνυμεν χρῆναι τὰς ἀπὸ τῶν ἀξιολογωτέρων τε καὶ μειζόνων ἐνδείξεις σκοπῶν. ἀξίωμα μὲν οὖν αὐτῶν εἰς ζωὴν ἢ ὑγείαν ἀποβλεπόντων κρίνεσθαι, μέγεθος δ’ εἶναι διττὸν, ἤτοι κατὰ τὴν οἰκείαν οὐσίαν ἢ τὴν τοῦ κατὰ φύσιν ἐκτροπήν. ἐπὶ ταύταις οὖν ἤδη ταῖς μεθόδοις γυμνασθῶμεν ἐν τῷ γένει τῶν ἐπὶ σηπεδόνι πυρετῶν.

Ἐπεὶ δὲ ἡ σηπεδὼν ἤτοι γε ὁμοτίμως ἐν ἅπασι συνίσταται τοῖς ἀγγείοις ἢ ἐν τοῖς μεγίστοις καὶ κυριωτάτοις, ἃ δὴ μεταξὺ βουβώνων τ’ ἐστὶ καὶ μασχαλῶν, ἢ καθ’ ἕν τι μόριον ἤτοι φλεγμαῖνον, ἢ καὶ χωρὶς φλεγμονῆς, ἐν ἑαυτῷ περιέχον οἷόν περ ἐν ἑστίᾳ τινὶ τὴν ἀρχὴν τοῦ πυρετοῦ, καθ’ ἑκάστην τῶν εἰρημένων διαφορῶν ἰδίᾳ χρὴ γυμνάσασθαι. καὶ πρώτην γε τὴν ἤτοι κατὰ τὰ μέγιστα τῶν ἀγγείων ἢ σύμπανθ’ ἅμα γινομένην τῷ λόγῳ προχειρησόμεθα. τὸν γὰρ ἐπὶ τῇ τοιαύτῃ διαθέσει πυρετὸν εἶναι μὲν δήπου σύνοχον ἀναγκαῖον, ἰαθῆναι δ’ ἀδύνατον ἄνευ τοῦ

745
παύσασθαι τὴν σηπεδόνα. παύσασθαι δ’ οὐ δύναται μενούσης τῆς αἰτίας. ἐκκόπτειν οὖν χρὴ τὴν αἰτίαν αὐτῆς, εἰ μέλλει προτέρα μὲν ἡ σῆψις, ἐπ’ αὐτῇ δ’ ὁ πυρετὸς ἰαθήσεσθαι. τίς οὖν ἡ αἰτία τῆς ὁμοτίμου σηπεδόνος ἐν ἅπασι τοῖς ἀγγείοις ἀναμνησθῆναι χρὴ πρῶτον, ἢ τίς ποθ’ ἡμῖν ἐδείκνυτο σηπεδόνος αἰτία, κᾄπειθ’ ἑξῆς ζητῆσαι τὴν τῆς ὁμαλῶς γινομένης ἐν ἅπαντι μέρει τοῦ ζώου. δέδεικται τοίνυν ἐν ταῖς τῶν νόσων αἰτίαις ὡς ἐκεῖνα μόνα σήπεται τῶν σωμάτων ὅσα φύσιν ἔχοντα θερμὴν καὶ ὑγρὰν ἀδιάπνευστα καὶ ἀῤῥίπιστα μένει ἐν θερμῷ καὶ ὑγρῷ χωρίῳ. εἰ δ’ ἐν κινήσει τε εἴη καὶ ῥιπίζοιτο καὶ διαπνέοιτο, δύναιτ’ ἂν ἄσηπτα φυλάττεσθαι, καὶ μάλισθ’ ὅσα σώματα διοικοῦσιν αἱ φύσεις, ὥσπερ τὰ τῶν ζώων τε καὶ τῶν φυτῶν· αὗται γὰρ ἐξ ἀρχῆς ἑαυταῖς ἔχουσι συμφύτους κινήσεις, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἐδείκνυμεν, αἷς ἀποκρίνουσι τὰ περιττά. δέδεικται δὲ καὶ δι’ ἄλλων δυοῖν βιβλίων πηλίκη τίς ἡ χρεία τῆς τ’ ἀναπνοῆς ἐστι καὶ τῶν σφυγμῶν, ὑπὲρ τοῦ
746
ῥιπίζεσθαι καὶ διαπνεῖσθαι τὸ σῶμα καὶ τὴν κατὰ φύσιν ἑαυτοῦ φυλάττειν θερμασίαν. εἴπερ οὖν τι μέλλει σαφῶς σήπεσθαι τῶν κατ’ αὐτὸ. τὰς εἰρημένας χρὴ διαπνοὰς ἐπισχεθῆναι. πῶς δ’ ἂν καὶ δύναιντο αἱ καθ’ ὅλον τὸ ζῶον εἰς τοῦτ’ ἐλθεῖν ἄνευ στεγνώσεως. ἤτοι γ’ ἐν τοῖς πέρασι τῶν ἀγγείων γινομένης ἢ κατὰ σύμπαν τὸ δέρμα; κατὰ μὲν οὖν τὰ πέρατα τῶν ἀγγείων ἡ στέγνωσις γίγνοιτ’ ἂν, ἢ διὰ σφοδράν τινα ἔξωθεν ψύξιν, ἢ διὰ πάχος, ἢ πλῆθος, ἢ γλισχρότητα τῶν περιεχομένων ἐν αὐτοῖς χυμῶν, ἀθροώτερον ῥευσάντων ἐπὶ τὴν ἔξω φοράν. γίγνεται δ’ αὐτοῖς τοῦτο καὶ διὰ γυμνάσια τὰ κατὰ παλαίστραν ἢ ἄλλως ἐπιτηδευθέντα καὶ δι’ ὁδοιπορίας συντόνους ἢ διὰ τὸ περιέχον ἐξαίφνης ἐκ κρύους εἰς θάλπος μεταβαλόν. ἐνίοτε δὲ καὶ διὰ θυμὸν οἱ χυμοὶ ζέσαντες ἀθρόα καὶ χρησάμενοι τῇ πρὸς τοὐκτὸς φύσει τὰς εἰρημένας στεγνώσεις εἰργάσαντο. χρὴ τοίνυν ὅστις ἰᾶσθαι μέλλει τὸν προκείμενον ἐν ἐν τῷ λόγῳ πυρετὸν, ἅμα μὲν ἐκκόπτειν αὐτοῦ τὴν αἰτίαν, ἅμα δὲ καὶ τὴν ἤδη γεγενημένην ὑπ’ αὐτῆς ἐν τῷ ζώῳ θερμασίαν ἐμψύχειν. ὅπως μὲν οὖν ἐκείνην χρὴ ψύχειν ἔμπροσθεν εἴρηται· τὴν δ’ αἰτίαν ἐκκόπτειν προσήκει,
747
κατὰ τὴν ἰδίαν ἑκάστης φύσιν ἐξευρίσκοντα τὴν ἐναντίωσιν· εἰ μὲν ὑπὸ ψυχρᾶς αἰτίας ἐπιλήθη τε καὶ πυκνὸν εἴργασται τὸ σῶμα. χαλῶντα καὶ ἀραιοῦντα παντοίως αὐτό· δι’ ἔμφραξιν δὲ τοῦτο παθὸν ἐκφράττοντα. τὸ δὲ ἐκφράττον εὑρήσεις κᾀνταῦθα, τῷ τῆς ἐναντιώσεως προσέχων σκοπῷ· τοὺς μὲν γὰρ πολλοὺς χυμοὺς κενώσεις, τοὺς παχεῖς δὲ καὶ γλίσχρους ἐργάσῃ λεπτούς τε καὶ ῥυτούς. εἰ δὲ καὶ πλείω συνέλθοι ποτὲ αἴτια, πρὸς ἅπαντα ἐνιστάμενος ἐξ ὑπεναντίου· δυνατὸν γὰρ δήπου καὶ πεπιλῆσθαι τὸ σῶμα καὶ πεπυκνῶσθαι τοὺς πόρους καὶ πολλοὺς καὶ γλίσχρους εἶναι τοὺς χυμούς. ἐν δὲ ταῖς τοιαύταις ἐπιπλοκαῖς, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων, ἄρχεσθαι προσήκει ἀπὸ τῆς φλεβοτομίας, ἐκκενοῦντα τὸ πλῆθος, ἀφικνεῖσθαι δ’ ἐπὶ τῷ λεπτύνειν τοὺς χυμοὺς, εἶθ’ ἑξῆς ἐπὶ τὸ χαλᾷν τὰ πεπιλημένα καὶ ἀραιοῦν τὰ πεπυκνωμένα. ταυτὶ μὲν οὖν ἐκ τῆς νοσώδους διαθέσεως ἐνδεικτικῶς ληπτέον.

Ἀπὸ δὲ τῆς δυνάμεως, ἐπειδὴ σιτία καὶ ποτὰ καὶ πνεύματα ταύτην ἐφύλαττον, ἐν μέτρῳ τέ τινι

748
καὶ ποιότητι δεούσῃ προσφερόμενα, καὶ ἦν αὐτῶν τὸ μὲν τοῦ ποσοῦ μέτρον ἀπὸ τῆς οὐσίας τῆς δυνάμεως εὑρισκόμενον, τὸ δὲ τῆς ποιότητος ἀπὸ τῆς κράσεως, ἐπισκεπτέον ὅπως ἔχουσιν αἱ διοικοῦσαι τὸ σῶμα δυνάμεις. εὐρώστων μὲν γὰρ οὐσῶν θαῤῥῶν χρῶ τοῖς κενωτικοῖς βοηθήμασιν, ἅπερ ἐκ τῆς κατὰ τὴν νόσον ἐλήφθη διαθέσεως· ἀῤῥωστοτέρων δὲ γεγενημένων εὐλαβῶς μεταχειρίζου τὰ κενωτικὰ βοηθήματα. καὶ μὲν δὴ καὶ τὸ τῶν τροφῶν ποσὸν ἐντεῦθέν σοι ληπτέον. ἐῤῥωμένων γὰρ τῶν δυνάμεων κατὰ τὸν ἑαυτῶν λόγον καὶ τῆς ἀκμῆς τοῦ νοσήματος ἐν τάχει προσδοκωμένης ἔξεστι λεπτότατα διαιτᾷν, ἀῤῥωστοτέρων δ’ οὐσῶν οὐκ ἔξεστιν ἄνευ ζημίας μεγάλης· ἀλλὰ χρὴ προστιθέναι τοῖς τρέφουσι τοσοῦτον ὅσον ἀφῄρηνται τῆς εὐτονίας αἱ δυνάμεις. ἐκ τούτων μὲν τῶν σκοπῶν τὸ ποσὸν τῆς τροφῆς ληπτέον, ἐκ δὲ τῆς διαθέσεως τῆς κατὰ τὴν νόσον ἅμα τῇ κατὰ φύσιν κράσει ἐν τῷ τότε χρόνῳ τῶν στερεῶν σωμάτων τὸ ποιὸν, ἀπὸ μὲν τῆς διαθέσεως, εἰ ἔμφραξις εἴη, τὰς λεπτυνούσας, ἀπὸ δὲ τῆς κατὰ φύσιν αὐτῶν κράσεως ἅμα τοῖς ἔθεσι, καθὼς καὶ περὶ  
749
τούτων διώρισται πρόσθεν. ὁ δὲ καιρὸς τῆς τροφῆς ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων πυρετῶν, ὅσοι σήψεσιν ἕπονται, προϊόντος εἰρήσεται τοῦ λόγου· τοῖς δ’ ἕνα μόνον ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσι παροξυσμὸν, ὑπὲρ τούτων γὰρ ἡμῖν ὁ ἐνεστὼς λόγος, ἥ τ’ εὐφορία καὶ τὸ ἔθος οἱ σκοποί· τηνικαῦτα γὰρ ἂν αὐτοῖς δοτέον ὅταν εὐφορώτατοι σφῶν αὐτῶν ὑπάρχωσι, καὶ μάλιστα κατ’ ἐκεῖνον τὸν καιρὸν τῆς ἡμέρας ἐν ᾧ καὶ πρόσθεν ὑγιαίνοντες ἔθος εἶχον σιτεῖσθαι· μάλιστα γὰρ ἂν εὐφόρως ἐνέγκαιεν τὰ σιτία κατὰ τούτους τοὺς σκοποὺς λαβόντες. ὅτι δὲ καὶ τὸ ψυχρὸν τοῖς οὕτω νοσοῦσι δοτέον, ὅταν ἤδη πέττωνται μὲν οἱ χυμοὶ, τὸ δὲ πάχος αὐτῶν ᾖ προλελεπτυσμένον, ἐκ τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων εὔδηλον.

Ἐπαμφοτερίζοντος γὰρ τοῦ τοιούτου πυρετοῦ τοῖς τ’ ἐπὶ σήψει χυμῶν ἐν περιόδοις τισὶ παροξυνομένοις καὶ τοῖς ἐφημέροις ὀνομαζομένοις, ἐν ἑκατέρῳ τῷ γένει προσηκόντως ἐμνημονεύσαμεν τούτων, ἕνα μὲν ἐχόντων παροξυσμὸν ὡς ἐφημέρων, ἐπὶ σήψει δὲ γιγνομένων

750
καὶ ἤδη πολυημέρων πως ὄντων. ὥσθ’ ἓν μὲν ἕξουσι κοινὸν πρὸς τοὺς ἐφημέρους, δύο δὲ πρὸς τοὺς ἐπὶ σήψει πολυημέρους. τὸ δ’ ἕτερον γένος τῶν συνόχων δύο μὲν ἔχει κοινὰ πρὸς τοὺς ἐφημέρους, τό τε χωρὶς σήψεως γίγνεσθαι καὶ χωρὶς περιόδου· τὸ τρίτον δ’ οὐ κοινὸν, εἰς γὰρ τὴν πέμπτην ἡμέραν ἐκτείνεται πολλάκις. ἡ μὲν οὖν τῶνδε τῶν πυρετῶν θεραπεία γέγραπται πρόσθεν, ἡ δὲ τῶν ἐπὶ σήψει συνόχων ἑκατέρῳ τῷ γένει κοινωνοῦσα καὶ ἡμᾶς ἠνάγκασεν ἐν ἀμφοτέροις τοῖς λόγοις ὑπὲρ αὐτῆς διελθεῖν. ἀλλ’ ἡ μὲν οὐσία καὶ ἡ σύμπασα φύσις αὐτῶν ἐκ τοῦ γένους ἐστὶ τοῦ νῦν ἡμῖν προκειμένου. καθ’ ἓν δέ τι τῶν συμβεβηκότων αὐτοῖς ἐκοινώνησαν τοῖς ἐφημέροις, ὅπερ ἦν εἷς ὁ σύμπας παροξυσμὸς ὅλης τῆς νόσου. χρὴ τοίνυν καὶ τὰ τῆς ἰάσεως αὐτοῖς καθ’ ἓν μὲν τοῦτο μόνον εἰς κοινωνίαν ἥκειν τοῖς ἐφημέροις, κατὰ δὲ τἄλλα σύμπαντα διχῇ τμηθῆναι, καὶ τοὺς μέν τινας σκοποὺς θεραπευτικοὺς ἐκ τοῦ γένους τῶν ἐπὶ σήψει λαβεῖν, τοὺς δέ τινας ἐκ τῆς οἰκείας αὐτῶν οὐσίας. οὕτω δὲ καὶ τὰς ἄλλας
751
διαφορὰς τῶν ἐπὶ σήψει χυμῶν ἰᾶσθαι προσήκει, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν εἴρηται, τὴν ἔνδειξιν ἀπό τε τοῦ κοινοῦ γένους αὐτῶν λαμβάνοντας καὶ τῆς καθ’ ἕκαστον ἰδίας διαφορᾶς.

Ἀναλαβόντες οὖν αὖ εἴπωμεν ὁπόσαι μέν εἰσιν αἱ πᾶσαι διαφοραὶ τῶν ἐπὶ σηπεδόνι χυμῶν ἀναπτομένων πυρετῶν, τίς δ’ ἡ κοινὴ τοῦ γένους αὐτῶν ἔνδειξις τῶν ἰασομένων βοηθημάτων, εἶθ’ ἑξῆς ὁποία τις ἡ καθ’ ἕκαστον ἰδία. χρὴ γὰρ δήπου τό τε κοινὸν αὐτοῖς ἅπασι κοινὴν καὶ τὴν ἔνδειξιν ἔχειν, τό τ’ ἐν ἑκάστῳ διάφορον εἰς ὅσον ἀποκεχώρηκε τῶν ὁμογενῶν, εἰς τοσοῦτον καὶ τὴν ἔνδειξιν ἀφωρισμένην ἐκείνων ἔχειν. εἰσὶ δὲ τῶν ἐπὶ σήψει χυμῶν αἱ διαφοραὶ αἵδε. μία μὲν ἐκ τοῦ παρεῖναι τὰς αἰτίας αὐτοῖς τῆς σηπεδόνος, ἢ μὴ παρεῖναι, δευτέρα δὲ ἐκ τοῦ καθ’ ὅλον τὸ ζῶον ἢ κατὰ μέρος ὑπάρχειν τὴν σηπεδόνα, καὶ τρίτη καθ’ ὅσον ἤτοι μετὰ φλεγμονῆς

752
ἢ χωρὶς ταύτης εἴη. ἐπισκεπτέον οὖν ἡμῖν ἐστι τί μὲν ἔχει κοινὸν ἡ ἀπὸ τῆς αἰτίας ἔνδειξις ὑπαρχούσης ἔτι, τί δ’ ἡ τῆς σηπεδόνος αὐτῆς· κᾄπειθ’ ἑξῆς τί μὲν ἡ καθ’ ὅλον τὸ ζῶον ἢ τά γε κυριώτατα τῶν ἀγγείων αὐτοῦ· τί δὲ ἡ καθ’ ἕν τι μόριον, ἔπειθ’ ἑξῆς τῶν καθ’ ἕν τι μορίων τὰς διαφοράς. ἄλλην μὲν γὰρ εἰκὸς ἔνδειξιν εἶναι τὴν μετὰ φλεγμονῆς, ἑτέραν δὲ τὴν χωρὶς ταύτης. ἐν αὐταῖς δὲ ταύταις πάλιν ἑτέραν μὲν ἔτι παρούσης τῆς ποιούσης αἰτίας, ἑτέραν δ’ οἰχομένης αὐτῆς. εἶθ’ ἑξῆς τὰς καθ’ ἑκάστην αἰτίαν ἔτι παροῦσαν διαφορὰς, ἐπὶ πάντων τῶν εἰρημένων κατὰ τὴν τομὴν εἰδῶν· ἐνταῦθα γὰρ ἡμῖν ἀναγκαῖόν ἐστιν εἰς τὰς ἀπὸ τῶν θεραπευομένων διαθέσεων ἐνδείξεις τελευτῆσαι. μετὰ δὲ ταύτας δηλονότι τὰς ἀπὸ τῶν θεραπευσομένων μορίων ἐνδείξεις ληψόμεθα κατὰ τὴν προειρημένην μέθοδον· αἷς προσθέντες τὰς ἀπὸ τῆς δυνάμεως τελείαν ἕξομεν ἤδη τὴν μέθοδον τῆς ἁπάντων τῶν ἐπὶ σήψει πυρετῶν ἰάσεως.

753

Ἀρξώμεθα οὖν ἀπὸ τοῦ πρώτου σκοποῦ κατὰ τὴν διαίρεσιν, ὅπερ ἦν ἡ σηπεδὼν τῶν χυμῶν, καὶ σκεψώμεθα τίσιν ἄν τις προσέχων σκοποῖς καὶ τίσιν ἐνδείξεσι χρώμενος ἐξεύροι τὴν θεραπείαν αὐτῆς. ἀρχὴ δ’ εἰς τὴν εὕρεσιν ἡ φύσις ἔσται τοῦ πράγματος ὑπὲρ οὗ σκοπούμεθα· καὶ γὰρ καὶ τοῦτο ἐμάθομεν ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις. τίς οὖν ἡ φύσις τῆς σηπεδόνος ἐστίν; ἡ μεταβολὴ τῆς ὅλης τοῦ σώματος σηπομένης οὐσίας ἐπὶ φθορὰν, ὑπὸ τῆς ἔξωθεν θερμασίας. οὐ γὰρ δὴ ὑπό γε τῆς οἰκείας τι φθείρεται, τοὐναντίον δ’ ἅπαν αὐξάνεταί τε καὶ ῥώννυται καὶ ὑγιαίνει καὶ ζῇ τῶν ὄντων ἕκαστον, ὑπὸ τῆς οἰκείας θερμασίας διοικούμενον· ὥσπερ ἀμέλει καὶ αὐτὰ τὰ τῶν ζώων σώματα καίτοι τὸ πλεῖστον τῆς ἑαυτῶν οὐσίας ὑγρὸν καὶ θερμὸν ἔχοντα, διαρκεῖ πάμπολυν ἐτῶν ἀριθμὸν ἄσηπτά τε καὶ ὑγιῆ καὶ ζῶντα φυλαττομένης αὐτῶν, ὡς ἐπιδέδεικται, τῆς οἰκείας θερμασίας, ἐν μὲν τῷ τῆς καρδίας σώματι διὰ τῆς ἀναπνοῆς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις μέρεσι διά τε τῆς πρὸς τὴν καρδίαν κοινωνίας καὶ δι’ ἑτέρου τινὸς 

754
εἴδους ἀναπνοῆς, ὃ καθ’ ὅλον τὸ δέρμα γιγνόμενον ὠνόμασται διαπνοή. τῇ δὲ τούτων βλάβῃ συγκακοῦται μὲν τὸ κατὰ φύσιν θερμόν· ὀθνεῖον δέ τι καὶ παρὰ φύσιν ἕτερον ἐγγινόμενον τοῖς σώμασι τοὺς μὲν χυμοὺς πρώτους δι’ ὑγρότητα σήπει τε καὶ διαφθείρει, τῷ χρόνῳ δὲ καὶ τῆς πιμελῆς ἅπτεται καὶ τῆς σαρκός. ὥσπερ οὖν ὅσα τῶν μὴ ζώντων σωμάτων σήπεται, πρῶτον μὲν ἀποφράττουσιν αὐτῶν ὅσον ἤδη σέσηπται, εἶθ’ ἑξῆς τὸ λοιπὸν αἰωρήσαντες ἐν ἀέρι ψυχρῷ διαπνοὰς εὐψυχεῖς μηχανῶνται, κατὰ τὸν αὐτὸν τρόπον ἰασόμεθα τὴν ἐν τοῖς ζώοις σηπεδόνα, τὸ μὲν ἤδη διεφθαρμένον ἐκκενοῦντες ἅπαντι τρόπῳ, τὸ δὲ ὑπόλοιπον αἰωρήσεσι μετρίαις καὶ διαπνοαῖς εὐψυχέσιν εἰς τὴν ἀκριβῆ συμμετρίαν ἐπαναγαγόντες. ἡ μὲν δὴ κένωσις αὐτῶν δι’ οὔρων τε καὶ διαχωρημάτων ἐμέτων τε καὶ ἱδρώτων ἔσται· μετὰ δὲ ταῦτα κινήσεις μετρίας ἅμα τῇ τοῦ περιέχοντος εὐκρασίᾳ προσάξομεν. ὅπως δ’ ἄν τις ἕκαστον τούτων ὀρθῶς μεταχειρίζοιτο, μικρὸν ὕστερον ἐπισκεψόμεθα. νυνὶ δ’ ἐπὶ τὸ δεύτερον ἐκ τῆς διαιρέσεως ἤδη μεταβῶμεν,
755
ὡς ἄν τις κάλλιστα τῆς ποιούσης αἰτίας τὴν σῆψιν ἔτι μενούσης ἐξεύροι τὴν ἴασιν. ἔστι δ’ οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ἐξευρεῖν, ὅτι διὰ τῶν ἐναντίων ἀναιρουμένης αὐτῆς. ἐπεὶ τοίνυν ἡ κώλυσις τῆς διαπνοῆς εἰργάζετο τὴν σῆψιν, ἀναιρετέον αὐτήν. ἀλλ’ ἐπεὶ πολυειδῶς ἐγίγνετο καὶ πυκνουμένων τῶν πόρων καὶ πιλουμένων τῶν σωμάτων καὶ διὰ πλῆθος καὶ πάχος καὶ γλισχρότητα τῶν χυμῶν ἐμφραττομένων, ἑκάστην τῶν εἰρημένων διαθέσεων ἰᾶσθαι χρὴ διὰ τῶν ἐναντίων· τὴν μὲν πύκνωσιν τοῖς ἀραιοῦσι, τὴν δὲ πίλησιν τοῖς χέουσι, τὸ δὲ πλῆθος τοῖς κενοῦσι, καὶ τὸ πάχος τοῖς τέμνουσι, καὶ τὴν γλισχρότητα τοῖς ῥύπτουσιν. καὶ εἰ μὲν καθ’ ὅλον εἴη τὸ σῶμα τῶν εἰρημένων ἕκαστον, ὅλῳ τῷ σώματι διὰ τῶν ἐναντίων τιμωροῦντες· καθ’ ἕν δέ τι τῶν μορίων ὑπαρχούσης τῆς σηπεδόνος, ἐν ἐκείνῳ τὰ εἰρημένα μηχανώμεθα. οὐ τῶν αὐτῶν δὲ δηλονότι δεήσεται πάντα κενώσεως φαρμάκων, ὡς ἂν καὶ ταῖς κράσεσι καὶ ταῖς θέσεσι καὶ ταῖς διαπλάσεσι καὶ τῇ συμπάσῃ κατασκευῇ καὶ φύσει διαφέροντα ἀλλήλων.

756

Ὅπως οὖν χρὴ βοηθεῖν ἑκάστῳ μετὰ ταῦτα σκεψόμεθα κατὰ τὴν οἰκείαν τοῦ λόγου τάξιν· ἧς τὴν ἀρχὴν ἀπὸ τῆς ἐν ὅλῳ τῷ σώματι σηπεδόνος ποιησόμεθα, γεννώσης καὶ αὐτῆς τοὺς συνόχους ὀνομαζομένους πυρετούς. ἐκκαθαίρειν οὖν χρὴ τὰ σεσηπότα τῶν οὕτω καμνόντων σωμάτων δι’ οὔρων τε καὶ γαστρὸς καὶ ἱδρώτων· εἰ δ’ αὐτόματόν ποτε τὴν ὁρμὴν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ποιήσαιτο, καὶ δι’ ἐμέτων· ἄλλως δὲ οὐ χρὴ παρὰ φύσιν ἐρεθίζειν αὐτά. ἔστι μὲν οὐκ ὀλίγη τις ὕλη τῶν τὰς εἰρημένας ἐκκρίσεις προτρεπόντων, ἀλλ’ εἰ πλείους αὐτῶν θερμαὶ καὶ ξηραὶ ταῖς δυνάμεσιν οὖσαι τὸν πυρετὸν ἐπαύξονται. ἐκλεκτέον οὖν τῷ ἰατρῷ ὅσα χωρὶς τοῦ θερμαίνειν καὶ ξηραίνειν ἱκανῶς τὰς εἰρημένας κενώσεις ἐργάζονται, καθάπερ ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον ὀξύμελί τε καὶ ἀπόμελι καὶ ἡ τοῦ σελίνου ῥίζα κατὰ τὸ πινόμενον ὕδωρ ἑψομένη. αὐτὰ δὲ ταῦτα καὶ κατὰ κοιλίαν ἀγαθά· μὴ διαχωρούσης δὲ τῆς κοιλίας, κλύζειν μελικράτῳ μετ’ ἐλαίου. τὸ δ’ ὅλον

757
σῶμα πρὶν μὲν κενῶσαι, μανοῦν οὐ χρή· κενώσαντα δ’ ἐγχωρεῖ μανοῦν φαρμάκῳ χλιαρὰν ἔχοντι τὴν θερμασίαν, ὁποῖόν ἐστι τὸ διὰ τοῦ χαμαιμήλου. ἐν τούτῳ τῷ καιρῷ καὶ οἶνος ὑδατώδης πινόμενος ἁπάσας κινεῖ τὰς ἐκκρίσεις καὶ λουτρὸν εὔκρατον ἐκ γλυκέος ὕδατος. εἰ δὲ καὶ μὴ προσκέοιτό ποτε κατὰ τὴν λέξιν τὸ γλυκὺ, προσυπακούειν χρὴ γινώσκοντας ὅτι περὶ τοῦ τοιούτου λουτροῦ διὰ παντὸς ἁ λόγος ἡμῖν ἐπὶ τῶν πυρεττόντων ἐστὶν, οὐκ ἀσφαλτώδους ἢ θειώδους, ἣ στυπτηριώδους, ἢ χαλκανθώδους, ἢ ἁλμώδους ἢ θαλάττης αὐτῆς. ἀλλ’ ὅταν ἀνθίσταται τὸ μέγεθος τοῦ πυρετοῦ, καθάπερ ἐπὶ τῶν συνόχων, οὔτ’ οἴνῳ χρηστέον οὔτε λουτρῷ οὔτε ἀλείμμασιν ἀραιωτικοῖς· ἀλλὰ τὸ ψυχρὸν ὕδωρ ἐν τούτοις τοῖς πυρετοῖς πινόμενον, ὡς ἔμπροσθεν εἴπομεν, ἐπιτηδειότατον, εἰ μὴ καὶ τοῦτο κωλύει τι τῶν εἰρημένων. αὐτοῦ μὲν γὰρ τοῦ πυρετοῦ διαπαντὸς ἴαμα τὸ ψυχρὸν ποτὸν, οὐ μὴν τοῦ γ’ ἐκκενωθῆναι τὰ σηπόμενα διὰ γαστρὸς, οὔρων ἢ ἱδρώτων. διὸ χρὴ γεγυμνασμένον ἐν ταῖς νῦν διδασκομέναις μεθόδοις, ἐπὶ τῶν καμνόντων
758
σκοπεῖσθαι, τίνα μέν ἐστιν αὐτοῦ τοῦ πυρετοῦ τὰ ἰάματα, τίνα δὲ τῆς σήψεως αὐτῆς καθ’ ἑαυτὴν ἐγκειμένης μόνης, τίνα δὲ τῆς ποιούσης αὐτὴν αἰτίας, καὶ ταύτης αὐτῆς καθ’ ἑαυτὴν ἐγκειμένης. οὐ γὰρ ὁμολογεῖ πάντα ἀλλήλοις διὰ παντὸς, ἀλλ’ ἐναντιοῦται πλειστάκις. ἔνθα χρὴ μεμνημένον ὧν ἐμάθομεν ἐπὶ τὸ μέγιστον ἁπάντων ἔρχεσθαι καὶ τοῦτ’ ἤτοι πρῶτον ἢ μᾶλλον τῶν ἄλλων ἰᾶσθαι. χαλεπὸν μὲν οὖν εὖ ἴσθι καὶ γνώμης ὀξείας δεόμενον ἀλλήλοις παραβάλλειν τὸν πυρετὸν καὶ τὴν σηπεδόνα καὶ τὴν ποιοῦσαν αἰτίαν, ὅταν ἔτι καὶ αὐτὴ παρῇ· χαλεπώτερον δὲ εἰ καὶ τὴν δύναμιν αὐτοῖς παραβάλλοις, ὅπερ ἀναγκαῖον μὲν ἀεὶ διὰ τὸν τῆς ζωῆς σκοπὸν, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἐνίοτε δὲ καὶ κατὰ τὸ συμβεβηκὸς ὡς πρὸς τὴν ἴασιν τῶν νοσημάτων, ὅπερ ὑπεσχόμεθα δείξειν. εἰ μὲν γὰρ ἱμάτιον εἴη τὸ σηπόμενον, ἤ τι τῶν ἀψύχων ἄλλων σωμάτων, ἐκ τῶν εἰρημένων ἂν ὑπῆρχεν ἡμῖν μόνον ἡ ἔνδειξις· ἐπεὶ δ’ ἐν ζῶντι σώματι γίνεται σῆψις, ἀλλοιοῦν δυναμένῳ καὶ πέττειν, ἐπανάγειν τε πρὸς τὸ χρηστὸν ὅσα 
759
τῶν σηπομένων οἷον ἡμισαπῆ τ’ ἐστὶ καὶ ἡμιμόχθηρα, τὴν δύναμιν αὐτοῦ ταύτην ᾗ πέττειν πέφυκεν ἐπεγείρων καὶ ῥωννύων ἰάσῃ τὰ σηπόμενα. διὸ καὶ τότε μάλιστα τολμῶμεν ἤτοι λούειν ἐν τοῖς βαλανείοις αὐτοὺς ἢ τοῖς ἀραιωτικοῖς χρῆσθαι φαρμάκοις, ἢ ὕδωρ ψυχρὸν ἢ οἶνον διδόναι πίνειν, ὅταν ἴδωμεν τὰ γνωρίσματα τῶν πεττομένων χυμῶν. οὐ γὰρ δὴ τῆς γε σφυγμικῆς δυνάμεως ἐῤῥωμένης μόνης εἰς τὰ τοιαῦτα χρῄζομεν, ὥσπερ οὐδὲ τῆς καθ’ ὁρμὴν ἡμᾶς κινούσης, ἀλλ’ ὡς εἴρηται τῆς πεπτικῆς μᾶλλον. εἰ μὲν οὖν αἵ τε δυνάμεις ἰσχυραὶ πᾶσαι τυγχάνοιεν οὖσαι καὶ ὁ πυρετὸς διακαέστατος καὶ τὰ τῆς πέψεως ἐναργῆ σημεῖα, τὸ ψυχρὸν αὐτῷ διδόναι θαῤῥοῦντα· δῆλον γὰρ ὅτι μηδὲ πρεσβύτης ἐστὶν ὁ τοιοῦτος ἐξ ὧν προειρήκαμεν ἁπάσας ἰσχυρὰς ὑπάρχειν αὐτῷ τὰς δυνάμεις. εἰ δὲ καὶ εὔσαρκος εἴη καὶ ἡ κατάστασις θερμὴ καὶ ξηρὰ, κᾂν εἰς κολυμβήθραν αὐτὸν ἐμβάλῃς ψυχρὰν, οὐ βλαβήσεται. κατὰ τὸν τοιοῦτον γοῦν καιρὸν οἱ ῥίψαντες σφᾶς αὐτοὺς εἰς ὕδωρ ψυχρὸν ἵδρωσάν τε
760
πάντως αὐτίκα καὶ ἡ γαστὴρ οἷστισιν αὐτῶν κατέῤῥηξε χολώδη. μετρίου δ’ ὑπάρχοντος τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων οὐσῶν οὐκ ἰσχυρῶν ἅμα τοῖς τῆς πέψεως σημείοις ὠφελεῖ τοὺς τοιούτους τά τε βαλανεῖα καὶ ἡ τοῦ οἴνου πόσις, ὅσα τε τῶν ἀλειμμάτων ἐστὶ μανωτικὰ, καὶ πολὺ μᾶλλον ὅταν ᾖ τὸ περιέχον ψυχρόν. οὐδὲ γὰρ ἐπιθυμοῦσιν ὡς τὰ πολλὰ ψυχρῶν λουτρῶν ἢ πόσεων ἐν ταῖς τοιαύταις καταστάσεσιν, ἀναψυχόμενοι διὰ παντὸς ταῖς εἰσπνοαῖς· ὡς εἴ γε συμβαίη ποτὲ ψυχροῦ τοῦ περιέχοντος ἀέρος ὄντος ἰσχυρῶς καυσοῦσθαι τὸν κάμνοντα, βραχείας ἐπ’ αὐτοῦ σωτηρίας ἐλπίδας ἔχειν. εἰ δὲ μηδὲ τὰ τῆς πέψεως εἴη σημεῖα, μηδὲ τὰς δυνάμεις ἰσχυρὰς ἔχειν φαίνοιτο, σωθῆναι τοῦτον ἀδύνατον· ὥστε οὔτε λούσεις αὐτὸν οὔτ’ ἀλείψεις τοῖς μανωτικοῖς φαρμάκοις, οὔτ’ οἶνον δώσεις οὔτε ψυχρόν· ἐφ’ οὗ γὰρ ἀνέλπιστος ἡ σωτηρία μάταιον ἂν εἴη διαβάλλειν τοῖς ἰδιώταις τὰ πολλοὺς σώζοντα βοηθήματα. ἐγὼ γοῦν οἶδά τινας ἰατροὺς ἀμεθόδους μιμησαμένους τὰ ὑφ’ ἡμῶν πραττόμενα καὶ τοῖς αὐτοῖς χρησαμένους βοηθήμασιν ἐπὶ τῶν πάντως τεθνηξομένων, ἀλλ’
761
οὔτ’ ἀνύσαντάς τι καὶ τὴν εὔκαιρον αὐτῶν χρῆσιν ὕποπτόν τε καὶ φοβερὰν ἐργασαμένους. ἀλλ’ ἡμεῖς γε καιροὺς δηλονότι καὶ βοηθήματα γράφομεν ἐπὶ τῶν σωθῆναι δυναμένων, ὡς ὅσοι γε ἀνίατοι τῶν νοσούντων εἰσὶν, οὔτε καιρὸς ἐπιτήδειος οὔτε βοήθημα τούτοις ἐστί. καὶ χρὴ μεμνῆσθαι τοῦδε παρ’ ὅλον τὸν λόγον, ὑπὲρ τοῦ μὴ δόξαι ποτὲ τὸν κυριώτατον καὶ πρῶτον σκοπὸν ἁπάντων διαβάλλεσθαι. λέγοντος γοῦν Ἱπποκράτους τὰ ἐναντία τῶν ἐναντίων ἰάματα τί κωλύει πᾶσιν ἑξῆς τοῖς πυρέττουσιν ὕδωρ ψυχρὸν διδόναι; ἀλλ’ οὔτε δοτέον οὔτ’ ἀνατρέπεται κατ’ ἐκεῖνον τὸν χρόνον ὁ καθόλου σκοπὸς ἁπάσης τῆς θεραπείας. ἓν μὲν γάρ τι τῶν ψυχόντων ἐνεργείᾳ τὸ ψυχρὸν ὕδωρ ἐστὶ, πλείω δ’ ἄλλα τὰ μὲν κατὰ δύναμιν, ὡς εἴρηται, ψύχει, τὰ δὲ κατὰ συμβεβηκός· ὧν ἄλλοτ’ ἄλλῳ χρώμεθα διὰ τὴν ἐπιπλοκὴν τῶν ἐναντιουμένων ἀλλήλοις σκοπῶν. εἴρηται δ’ ἡ μέθοδος τῆς τοῦ συμφέροντος ἑκάστοτε πρὸ τῶν ἄλλων αἱρέσεως. ἐδείχθη δὲ καὶ ὡς ὅσον μὲν ἐπ’ αὐτῷ τῷ πυρετῷ τὸ ψυχρὸν ὕδωρ ἀεὶ βοήθημά ἐστιν, ὅσον δ’ ἐπὶ τοῖς ἄλλοις
762
οὐκ ἀεί· καθάπερ οὐδ’ ὅταν ἔμφραξις γλίσχρων καὶ παχέων χυμῶν ἐργάσηται τὴν σηπεδόνα τῶν χυμῶν. ὑποκείσθω δὲ σὺν αὐτοῖς εἶναι καὶ πλῆθος ἐν ὅλῳ τῷ σώματι καὶ ἡ δύναμις οὐκ ἀσθενής. ἐν γὰρ ταῖς τοιαύταις ἐπιπλοκαῖς πολλῶν ἐν τῷ σώματι παρὰ φύσιν ὑπαρχόντων ἔνια μὲν αἴτια προηγούμενα γενήσεται, καθάπερ τὸ πλῆθος ἅμα τοῖς γλίσχροις καὶ παχέσι χυμοῖς· ὑπὸ τούτων γὰρ ἡ ἔμφραξις ἀπειργάσθη, νόσημα οὖσα τῶν ἐμφραττομένων σωμάτων ὀργανικόν. ἐπὶ ταύτῃ δὲ σύμπτωμα ἐγένετο τῆς διαπνοῆς ἡ ἐπίσχεσις, ἐφ’ ᾗ πάλιν ἡ σηπεδὼν τῶν χυμῶν αἴτιόν τι προηγούμενον τοῦ πυρετοῦ.

Τοῖς οὖν ἐπιχειροῦσιν ἰᾶσθαι τὸν πυρετὸν ἀναγκαῖόν ἐστι παύειν τὴν σῆψιν, ὥστε δύο γενέσθαι σκοποὺς, τὸν μὲν ἀπὸ τοῦ πυρετοῦ, τὸν δὲ ἀπὸ τῆς σήψεως. ἄλλοι δ’ αὖ πάλιν ἔσονται δύο σκοποὶ, ἵνα τὸ μὲν γεγονὸς ἤδη τοῦ πυρετοῦ θεραπεύηται, τὸ δὲ γιγνόμενον κωλύηται. ἄλλοι δ’ αὖ πάλιν ἔσονται ἀπὸ τῆς σήψεως δύο σκοποὶ, τὸ μὲν γεγονὸς ἤδη τῆς σήψεως ἰώμενοι, τὸ δὲ γινόμενον

763
κωλύοντες. ἦν δὲ τὸ γιγνόμενον ἐκ τῆς ἀδιαπνευστίας· οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὴν ὀνομάσαι σαφοῦς ἕνεκα διδασκαλίας. ὥστε καὶ περὶ ταύτης ἕτεραι δύο ἐνδείξεις ἔσονται, τὸ μὲν ἐπεσχημένον ἐκκενούντων, τὸ δ’ ἐπέχεσθαι μέλλον κωλυόντων. κωλυθήσεται δὲ διὰ τῶν τὴν ἔμφραξιν ἰωμένων. ἧς πάλιν καὶ αὐτῆς τὸ μὲν ἤδη γεγονὸς ἰατέον ἐστὶ, τὸ δὲ ἐσόμενον κωλυτέον. ἰαθήσεται μὲν οὖν τὸ γεγονὸς ὑπὸ τῶν ἐκφραττόντων, κωλυθήσεται δὲ τὴν ἐπιῤῥοὴν τῶν ἐμφραττόντων χυμῶν ἀνειργόντων. ὅπερ οὖν ἔσχατον εὑρέθη κατὰ τὴν ἀναλυτικὴν μέθοδον, ἐν τῇ θεραπείᾳ πρῶτον ἁπάντων χρὴ πραχθῆναι. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὡς, ἐὰν ἐθελήσωμεν τοῖς ἐμφρακτικοῖς βοηθήμασι χρῆσθαι, ἄνευ τοῦ προκενῶσαι τὸ πλῆθος οὐ μόνον οὐδὲν ἀνύσομεν, ἀλλὰ μείζονα τὴν διάθεσιν ἐργασόμεθα, μαχομένων ἀλλήλαις τῶν ἐνδείξεων. ἀλλ’ ἐὰν κενώσαντες πρότερον ἐπὶ τὸ θεραπεύειν ἴωμεν τὴν ἔμφραξιν, ἐκφραττόντων ἡμῖν δεήσει φαρμάκων. ἀλλ’ ἐπεὶ τούτων 
764
ἐστὶ τὰ πλεῖστα θερμὰ, κίνδυνος αὐξῆσαι καὶ τὴν σηπεδόνα καὶ τὸν πυρετόν. ὅσα τοίνυν ἄνευ τοῦ θερμαίνειν ἐκφράττειν δύναται, τούτοις χρησόμεθα· μετὰ δὲ τὸ διαῤῥῦψαι καὶ τεμεῖν τὰ ἐμφράττοντα, κενοῦν αὐτοὺς πειρασόμεθα διά τε γαστρὸς καὶ οὔρων καὶ ἱδρώτων. οὐσῶν δὲ καὶ τῶν ταῦτα ἐργαζομένων ὑλῶν θερμῶν ἀναγκαῖον μὲν ἐν τούτῳ τήν τε σῆψιν αὐξάνειν καὶ τοὺς πυρετούς. ὥστε καθ’ ὅσον ἐνδέχεται πειρατέον ἐκλέγεσθαι τὰς ἧττον θερμαινούσας ὕλας· ἢ εἴ τις εὑρίσκοιτο μὴ θερμαίνουσα, καθάπερ ἐν τῷ καιρῷ τῷδε τὸ βαλανεῖον, ἐπ’ αὐτὴν ἔρχεσθαι. πειρᾶσθαι δ’ ἐν τούτῳ τῷ χρόνῳ καὶ τὴν δύναμιν ῥωννύειν, ὅπως πέττῃ τοὺς χυμοὺς, ἐκνικῶσα τὴν σῆψιν. αὐτοῦ δὲ τοῦ πυρετοῦ τὸ γεγονὸς ἤδη ψυκτέον· ἔσχατος γὰρ ἐν τῇ τῶν βοηθημάτων τάξει σκοπὸς ὁ ἀπὸ τοῦδε, καίτοι καθ’ ἕτερον τρόπον ὑπάρχων πρῶτος· ἀπ’ αὐτοῦ γοῦν ἤρξατο καὶ ἡ τῶν βοηθημάτων εὑρετικὴ μέθοδος.

Εἰ μὲν οὖν μηδὲν ἰσχυρὸν ἐν τῷ μεταξὺ σύμπτωμα προσγενόμενον ἐάσειεν οὕτω προελθεῖν ἀπὸ τῆς

765
ἀρχῆς τοῦ νοσήματος ἄχρι τῆς τελευτῆς, τὰ βοηθήματα ταχίστη λύσις ἐπακολουθήσει τοῦ πυρετοῦ· παρεμπεσόντος δὲ τοιούτου τινὸς ὡς ἐφ’ ἑαυτοῦ τὴν ὅλην ἐπιστρέψαι θεραπείαν, ἀναγκαῖόν ἐστι βραδῦναι τὸ τέλος τῆς ἰάσεως. τὸ γὰρ παρεμπῖπτον τοῦτο τοὐπίπαν ἤτοι γ’ ἐναντίον ἐστὶ τοῖς λύουσι βοηθήμασι τὸν προειρημένον στοῖχον, τῶν τ’ αἰτίων καὶ διαθέσεων καὶ συμπτωμάτων, ἢ πάντως γ’ οὐδὲν ὀνίνησιν. εἰ μὲν οὖν ἡ τοῦ παρεμπίπτοντος ἴασις ἐναντία ᾖ τῇ προειρημένῃ τάξει τῶν βοηθημάτων, ἀναγκαῖον ἐν ἐκείνῳ τῷ χρόνῳ πάντα χείρω γενέσθαι· εἰ δὲ μήτ’ ὠφελοῖ τι πάντῃ μήτε βλάπτοι τὴν ἐξ ἀρχῆς διάθεσιν ἡ τοῦ μεταξὺ γενομένου παθήματος ἐπανόρθωσις, εἰς τὸ τάχος τῆς ὅλης θεραπείας ἐμποδισθησόμεθα· βλαπτούσης δ’ ἀναγκαῖον ἤτοι γ’ εἰς ἔτι πλέονα χρόνον ἐκταθῆναι τὴν σύμπασαν ἴασιν ἢ κίνδυνον ἀκολουθῆσαί τινα ἢ συναμφότερον γενέσθαι. φέρε γὰρ ἐν τῷ μεταξὺ κακωθέντος στομάχου συγκοπὴν ἐμπεσεῖν, ἣν ἀναγκαζομένων ἰᾶσθαι τροφὰς ἀκαίρους δοθῆναι χρὴ σὺν οἴνῳ καὶ ψυχρῷ. τῇ γὰρ τούτων χρήσει τὰς ἐμφράξεις καὶ τὴν στέγνωσιν καὶ τὴν σῆψιν ἀναγκαῖον αὐξηθῆναι, καὶ διὰ τὴν τούτων
766
αὔξησιν καὶ αὐτὸν τὸν πυρετόν. ἀλλ’ ὅταν ἥ τε δύναμις ἐξαρκῇ καὶ μηδὲν, ὡς εἴρηται, παρεμπέσῃ καθάπερ ἄρτι μὲν ἐῤῥέθη συγκοπῇ κακωθέντος στομάχου, οὐ γένοιτο δ’ ἄν ποτε καὶ αἱμοῤῥαγία καὶ ἀγρυπνία καὶ ἄλγημα καί τι τῶν ἁμαρτανομένων ὑπὸ τοῦ κάμνοντος ἤ τινος τῶν ἀμφ’ αὐτὸν, ἡ εἰρημένη μικρὸν ἔμπροσθεν ἅπασα τῶν βοηθημάτων τάξις ἰάσεται τὸν ἄνθρωπον. οὔτ’ αὐτὴ καθ’ ἕκαστον βοήθημα τὰ παρὰ φύσιν ἐκθεραπεύουσα πάντα. τὸ γοῦν μελίκρατον, ὅσον μὲν ἐπὶ τὸ τέμνειν τοὺς παχεῖς χυμοὺς καὶ ῥύπτειν τοὺς γλίσχρους καὶ τὰς ἐκκρίσεις προτρέπειν, ἄριστον ἂν εἴη βοήθημα κατὰ τοὺς ἐπὶ στεγνώσει καὶ σήψει συνόχους· ὅσον δ’ ἐπὶ τὸ τὴν θέρμην αὐξάνειν τοῦ πυρετοῦ βλαβερόν· ὅθεν εἴπερ ἄμετρος ἥδε εἴη, φείδεσθαι μὲν χρὴ τοῦ μελικράτου, χρῆσθαι δὲ τῷ χυλῷ τῆς πτισάνης· εἰ δὲ τὰς ἐμφράξεις δυσλύτους εἶναι λογιζόμεθα, καὶ ὀξυμέλιτι. καὶ τοῦτο δ’ αὖ πάλιν αὐτῷ χρησαμένων ἀμέτρως, ἔντερόν τε ξύει καὶ βῆχα κινεῖ καὶ τὰ νευρώδη βλάπτει. ὥστ’ εἶναι τῶν δυσχερεστάτων εὑρεῖν τι βοήθημα
767
τοιοῦτον ὃ μηδὲν βλάπτον ὀνίνησι μεγάλως. καὶ τοῦθ’, ὡς ἐδείχθη, γίνεται διὰ τὴν ἐπιπλοκὴν τῶν παρὰ φύσιν ἐν τῷ σώματι συνισταμένων διαθέσεων ἅμα τοῖς προηγουμένοις αὐτῶν αἰτίοις καὶ τοῖς ἑπομένοις συμπτώμασιν.

Οὐ μὴν διά γε τοῦτο ποτὲ μὲν ἀληθὲς γίνεται τὸ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα, ποτὲ δὲ ψεῦδος· ἀλλὰ διὰ παντὸς μένει ἀληθές· οὐδὲ γὰρ οἷόν τε τὰ παρὰ φύσιν ἰαθῆναι δι’ ἄλλης τινὸς ἰαμάτων ἰδέας. οὐ μὴν ἀεί γε βέλτιον ἰᾶσθαι πάντα τὰ παρὰ φύσιν, ἀλλ’ ὅταν μόνα τύχῃ καθ’ ἑαυτὰ συνιστάντα· μετ’ ἄλλων δ’ εἰ γένοιτο, πολλάκις ἕτερα χρὴ πρὸ ἐκείνων ἰᾶσθαι, καθάπερ ἐπὶ τῶν κοίλων ἑλκῶν, ὅταν ἅμα φλεγμονῇ συστῇ. μένει γὰρ καὶ νῦν ἀληθὲς τὸ ὑπὸ τῶν σαρκούντων αὐτὰ θεραπεύεσθαι· χρῆσθαι δὲ οὐχ οἷόν τε τοιούτοις, πρὶν ἰάσασθαι τὴν φλεγμονήν. ἀλλ’ ὁπότ’ ἄν γε ταύτην ἰώμεθα, τὸ ἕλκος τὸ κοῖλον οὐχ ὅπως ἑαυτοῦ κρεῖττον, ἀλλὰ καὶ κοιλότερον γίγνεται. κᾂν εἰ βουληθείης δὲ χρήσασθαι τοῖς σαρκωτικοῖς

768
φαρμάκοις, οὔτε σαρκώσεις αὐτὸ καὶ τὴν φλεγμονὴν αὐξήσεις. τὰ γάρ τοι σαρκωτικὰ τῶν ἀφλεγμάντων σωμάτων, οὐ τῶν ἔτι φλεγμαινόντων, ἐστὶ σαρκωτικά. τοῦτο οὖν τὸ οὕτω μικρὸν ἐν τῇ λέξει, τὸ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα, μέγιστον εὑρίσκεται τῇ δυνάμει. συγχεῖται γὰρ ἡ θεραπευτικὴ μέθοδος ἅπασα τῷ περιδόντι τοῦτον τὸν σκοπὸν, ἁπάντων τῶν παρὰ φύσιν ὑπὸ τῶν ἑαυτοῖς ἐναντίων θεραπευομένων. διττῆς δὲ οὔσης αὐτῶν τῆς πρώτης διαφορᾶς, τὰ μὲν γὰρ ὑπάρχει καθ’ ἑαυτὰ, τὰ δ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι λαμβάνει ταῖς διαθέσεσιν ἑπόμενα, δίκην σκιῶν, ἡ μὲν ἴασις ἀναίρεσίς ἐστι τῶν διαθέσεων, ἀκολουθεῖ δ’ αὐτῇ ἡ τῶν συμπτωμάτων ἀναίρεσις. οἷς οὐδὲν αὐτοῖς προσάγεται πρώτως, ἀλλὰ κᾀπὶ τούτων γε μένει τὸ καθόλου, τὸ τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα· τὰς γὰρ διαθέσεις αἷς ἕπεται τὰ συμπτώματα θεραπεύοντες εἰς ἐναντίαν κατάστασιν ἄγομεν. ὥσθ’ ὅσα συμπτώματα διὰ πύκνωσιν ἐγένετο πόρων, ὑπὸ τῆς ἀραιώσεως ἀναιρεθήσεται. 
769
εἰ δὲ δὴ καὶ αὐτῷ τῷ συμπτώματι τῷ διὰ τὴν πύκνωσιν τῶν πόρων γιγνομένῳ, τουτέστι ταῖς ἐλάττοσι τῶν συμμέτρων ἀποῤῥοαῖς, ὅπερ ἐκαλέσαμεν ὀλίγον ἔμπροσθεν ἀδιαπνευστίαν, ἕτερον ἐθέλοις φάναι συμπτώματος εἶδος ἀντεισάγειν ἐναντίον, οὐδ’ οὕτως ἄπορος ὁ λόγος εἰσὶ γὰρ αἱ πλείους τῶν συμμέτρων ἀπόῤῥοιαι ταῖς ἐλάττοσιν ἐναντίαι. ὥστε κᾂν ἐν τοῖς συμπτώμασιν αὐτοῖς ἐθέλῃ τις λέγειν τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, φυλάττεσθαι κᾀπὶ τούτων τὸν πρῶτον ἁπάντων τῶν παρὰ φύσιν σκοπὸν τῆς ἰάσεως. ἄμεινον δ’, ὡς ἐλέγετο, τῶν ὄντως τε καὶ πρώτως θεραπευομένων ὑπολαμβάνειν τὰ ἐναντία εἶναι βοηθήματα, τουτέστι τῶν ἐν τῷ σώματι διαθέσεων, αἵπερ ὄντως εἰσὶν ὄντα. τὰς γὰρ ἐνεργείας αὐτῶν, ὥσπερ οὖν καὶ τὰς βλάβας, γινόμενα μὲν εἶναι φατέον, ὄντα δὲ ἁπλῶς οὐ ῥητέον. οὔτε γὰρ τὸ ἐκτείνειν οὔτε τὸ κάμπτειν τὴν χεῖρα τῶν ὄντων ἁπλῶς ἐστιν εἰπεῖν, ἀλλὰ τῶν γιγνομένων, οὔτε πολὺ μᾶλλον τὴν ἀκινησίαν αὐτῆς, ὅπερ καὶ αὐτὸ σύμπτωμά ἐστι τῆς ἐν τοῖς
770
μυσὶν ἢ τοῖς νεύροις διαθέσεως, ἀλλὰ τὴν μὲν διάθεσιν, ἕν τι τῶν ὄντων ὑπάρχουσαν, ἐναντίων δεῖσθαι βοηθημάτων, ἕπεσθαι δ’ αὐτῇ λυομένῃ τὴν ἐναντίαν κατάστασιν, ἥπερ ἐστὶν ἡ ὑγεία· καὶ ταύτῃ πάλιν ἐνέργειάν τινα φύσεως, ἐναντίαν τῷ παυσαμένῳ συμπτώματι, μὴ μέντοι μηδ’ ὑπὸ τῶν ὀνομάτων ἐξαπατᾶσθαι, πολλάκις μὲν ἐν ἑτέρῳ σχήματι λεγομένων ἢ ὡς τοῖς ἐναντίοις προσήκει, πολλάκις δ’ ὅλως οὐκ ὄντων ὀνομάτων, ἀλλ’ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως εὑρίσκειν τὸ ἐναντίον, ἔχοντά γε δὴ καὶ τούτου σκοπὸν ὁμολογούμενον, ὡς ἔστιν ἐναντία τὰ πλεῖστον ἀλλήλων διεστῶτα καθ’ ἕν τι γένος. ἐννοήσας οὖν τὸ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, τοῦτο δ’, ὡς πολλάκις ἐδείχθη, μέσον τῶν ἄκρων ἐστὶν, εὑρήσεις ἐντεῦθεν ἄπειρόν τι πλῆθος ἐναντίων πραγμάτων, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφερόντων. ἐν μὲν γὰρ ταῖς διαθέσεσιν, εἰ οὕτως ἔτυχε, τὴν συμμετρίαν τῶν πόρων, ἧς ἐφ’ ἑκάτερα διττὰς ἀμετρίας ἀλλήλαις ἐναντίας· ἐν δὲ ταῖς ἐνεργείαις τὴν συμμετρίαν τῶν κενουμένων, ἧς καὶ αὐτῆς ἐστιν
771
ἑκατέρωθεν ἀμετρία. ἀλλὰ κατὰ μὲν τοὺς πόρους ὀνόματα κεῖται ταῖς ἀμετρίαις, πύκνωσίς τε καὶ μάνωσις, ἐν δὲ τοῖς κενουμένοις οὐ κεῖται. διόπερ ἀναγκαζόμεθα λέγειν ἐλάττους τε καὶ πλείους ἀποῤῥοίας, ὥσπερ εἰ καὶ τῶν πόρων ἀναγκαζοίμεθα τοὺς μὲν ἐλάττους τῶν κατὰ φύσιν, τοὺς δὲ μείζους λέγειν, οὐκ ἔχοντες οὔτε τὸ τῆς πυκνώσεως, οὔτε τὸ τῆς μανώσεως ὄνομα. τοῦτο οὖν ὡς ἔφην, ἐν τοῖς μάλιστα φυλακτέον ἡμῖν ἐστιν, ἅμα δὲ καὶ γυμναστέον ἀμφ’ αὐτὸ πρὸς τὸ ταχέως εὑρίσκειν δύνασθαι παντὸς τοῦ λεχθέντος οὕτω τὸ ἐναντίον. οὐ γὰρ ἐν τοῖς ποιοῖς σώμασιν μόνον, ἀλλὰ κᾀν τοῖς ποσοῖς ἐστιν εὑρεῖν τὴν τοιαύτην ἐναντίωσιν, ἣν οἱ περὶ τὸν Ἀριστοτέλη καλοῦσιν ἀντίθεσιν, οὐκ ἐναντίωσιν. οὔτε γὰρ τὸ μέγα τῷ μικρῷ φασιν ὑπάρχειν ἐναντίον, ἀλλ’ ἀντικείμενον ἐν τῷ πρὸς τὶ, οὔτε τὸ πολὺ τῷ ὀλίγῳ· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἀραιὸν τῷ πυκνῷ, οὐδὲ τῷ συντεταμένῳ τὸ κεχαλασμένον, οὐδὲ τῷ κατὰ φύσιν αὖ τὸ παρὰ φύσιν. ἀλλὰ κατά γε τὸν Ἱπποκράτη πάντα τὰ τοιαῦτα τὴν τῶν ἐναντίων ἔχει προσηγορίαν, ὥσπερ γε καὶ κατὰ Πλάτωνα
772
τὰς γενέσεις ἐκ τῶν ἐναντίων εἶναι φάσκοντα. δέδεικται δέ μοι καὶ δι’ ἑτέρων ὅτι καὶ Ἀριστοτέλης αὐτὸς οὐκ ἐφύλαξε τὴν ἑαυτοῦ νομοθεσίαν ἐν τοῖς ὀνόμασιν, ἡνίκα τὰς ἀρχὰς τῶν ὑπὸ φύσεως διοικουμένων ὕλην ἔθετο καὶ εἶδος καὶ στέρησιν. ἀλλ’ ὅπερ ἀεὶ λέγομεν ἑπόμενοι τῷ θείῳ Πλάτωνι, καταφρονεῖν μὲν χρὴ τῶν ὀνομάτων, μὴ καταφρονεῖν δὲ τῆς τῶν πραγμάτων ἐπιστήμης. αὕτη μὲν γὰρ εἰς σωτηρίαν ἀνθρώπων διαφέρει καὶ τὸ σφάλμα αὐτῆς εἰς ὄλεθρον τελευτᾷ. τοῖς δ’ ὀνόμασιν ἄν τε κυρίως ἄν τε ἀκύρως χρησώμεθα, τοῖς κάμνουσιν οὐδὲν οὔτε πλέον οὔθ’ ἧττον ἐκ τοῦ τοιούτου. μάθοις δ’ ἂν ἐναργέστερον, εἰ μὴ τὰ ἐναντία τῶν ἐναντίων, ἀλλὰ τὰ ἀντικείμενα λέγοις, ᾗπερ ἐκείνοις φίλον, ἀλλήλων ὑπάρχειν ἰάματα. τὸ μὲν γὰρ πλῆθος ἡ κένωσις ἰᾶται, τὴν δ’ ἔνδειαν αἱ τροφαὶ, καὶ ὅλως τὸ μὲν ὑπερβάλλον ἡ ἀφαίρεσις, τὸ δ’ ἐλλεῖπον ἡ πρόσθεσις. ὅθεν, οἶμαι, καὶ δι’ ἑτέρου λέλεκται γράμματος ὀρθῶς τῷ παλαιῷ· ἰατρικὴ γάρ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις· πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων. ἐλλείπει δὲ καὶ πλεονάζει τὰ μὲν κατὰ τὸ ποσὸν δηλονότι, τὰ δὲ κατὰ τὸ ποιόν· κατὰ μὲν
773
τὸ ποσὸν, ὅταν αἷμα πλέον ᾖ τοῦ δέοντος ἢ πάλιν ἔλαττον γένηται· κατὰ δὲ τὸ ποιὸν, ὅταν ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ παχύτερον ἢ λεπτότερον. εἴτ’ οὖν ἐναντίωσιν εἴτ’ ἀντίθεσιν ὀνομάζειν ἐθέλοις, τοῦ ἐξ ἁπάντων τῶν παρὰ φύσιν σκοποῦ τῆς ἰάσεως ἀεὶ μέμνησο καὶ πρόσεχε τὸν νοῦν αὐτῷ, μάλιστα μὲν, ὡς εἴρηται πρόσθεν, ἐν ταῖς διαθέσεσιν, ἤδη δὲ κᾀν τοῖς συμπτώμασιν· ὧν οὔτε πρώτως ἐστὶν ἴασις οὔτ’ ἐναντίωσις κυρίως, ἀλλ’ ἡ μὲν ἴασις ἅμα ταῖς διαθέσεσι κατὰ συμβεβηκὸς, ἐναντίον δὲ καταχρηστικῶς ὀνομαζόντων ἕνεκα σαφοῦς τε ἅμα καὶ συντόμου διδασκαλίας.

Ἀνέλθωμεν οὖν αὖθις ἐπὶ τοὺς θεραπευτικοὺς σκοποὺς τοῦ προκειμένου γένους τῶν πυρετῶν, ἀναμνήσωμέν τε τὰ γένη τῶν παρὰ φύσιν ἐν ἡμῖν τῶν τε αἰτίων καὶ τῶν νοσημάτων καὶ τῶν συμπτωμάτων· αἰτίων μὲν τοῦ πλήθους καὶ τοῦ πάχους καὶ τῆς γλισχρότητος τῶν χυμῶν, αἰτίου δ’ ἅμα καὶ συμπτώματος τῆς κατὰ τὴν διαπνοὴν ἐπισχέσεως, ὥσπερ αὖ πάλιν αἰτίου τε ἅμα καὶ διαθέσεως 

774
τῆς σήψεως, νοσήματος δὲ τῆς ἐμφράξεως καὶ τοῦ πυρετοῦ, συμπτώματος δὲ τῆς ἐπισχέσεως τῆς διαπνοῆς. ἐνδείξεται τοιγαροῦν, ὡς ἐλέχθη, τῶν μὲν προηγουμένων αἰτίων ἕκαστον ἴδιόν τι· τὸ μὲν πλῆθος ἐν τῷ πρὸς τὶ κατὰ τὴν τοῦ ποσοῦ προσηγορίαν τὴν κένωσιν, ἡ δὲ γλισχρότης καὶ τὸ πάχος κατὰ τὴν τοῦ ποιοῦ διάθεσιν ὑπάρχοντα τὴν διὰ τῶν ἐναντίων ἴασιν. ἅτε δὲ οὐκ ὄντων ἐν ταῖς πλείσταις ἀντιθέσεσι συνηθῶν ὀνομάτων, ἀπατᾶσθαι συμβαίνει τοὺς ἀγυμνάστους τὴν περὶ τῶν πραγμάτων ἐπιστήμην, ὅταν ὀνομάσαι μιᾷ προσηγορίᾳ μὴ δυνηθῶσι τὸ νοούμενον, ὡς οὐδ’ ὅλως ὄντος ἀφισταμένους· ὅπερ ἀμέλει καὶ κατὰ τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς πεπόνθασιν. ὁ μὲν γὰρ παχὺς χυμὸς ἀντικείμενον ἔχει τὸν λεπτὸν, ὁ δὲ γλίσχρος, ὡς μὲν ἐγὼ πρῶτον ὠνόμασα, τὸν ῥυπτικὸν, ὡς δ’ ἄν τις ἴσως ἀπὸ στερεῶν σωμάτων ὁρμώμενος φαίη, τὸν κραῦρον. οὕτω γὰρ φαίνεται καὶ ὁ Ἀριστοτέλης ἀεὶ ποιούμενος τὴν ἀντίθεσιν· ἀλλ’ οὐκ ἐπὶ τῶν χυμῶν, ὡς ἔφην, ἀλλ’ ἐπ’ αὐτῶν τῶν στερεῶν σωμάτων.
775
εἰ δὲ νοήσαις τοῦ γλίσχρου χυμοῦ τὴν φύσιν, ὡς παντὸς τοῦ ψαύσαντος ἀντέχεται δυσλύτως, εἰκότως, οἶμαι, τὸν μὴ συμπλεκόμενον ἀποῤῥύπτοντά τε τοὺς συμπλεκομένους ἐναντίον εἶναι φήσεις αὐτῷ. κατὰ γοῦν τὰ προηγούμενα τῶν αἰτιῶν αἱ ἀντιθέσεις αὐτάρκως εἴρηνται· κατὰ δὲ τὴν ὀργανικὴν νόσον, ἥπερ ἐστὶν ἔμφραξις, τὸ ἐναντίον ταύτῃ ἡ ἔκφραξις ὑπάρχει· κατὰ δὲ τὸ σύμπτωμα τὸ τῆς ἐποχῆς τῶν διαπνεομένων ἡ ἔκκρισις αὐτῶν ἐστι τὸ ἐναντίον· κατὰ δὲ τὴν σηπεδόνα τῶν χυμῶν ἥ τε ἔκκρισις καὶ ἡ ἀνάψυξις καὶ ἡ ῥίπισις καὶ ἡ τῶν ἡμισαπῶν πέψις· αὐτῶν δὲ τῶν πυρετῶν ἡ ἀντίθεσις ψύξις ἐστίν. ἐξ ὧν δ’ ἄν τις μεθόδῳ εὕροι τὴν ἐργαζομένην ἕκαστον τῶν εἰρημένων ὕλην ἤδη εἴρηται. μαχομένων οὖν αὐτῶν, ὥσπερ ἐλέγομεν, ἄλλοτ’ ἄλλη κρατεῖ τῶν ἐνδείξεων τε καὶ ὑλῶν. καὶ κατὰ τοῦτο τινὲς ἀγνοήσαντες ὡς ἀφ’ ἑκάστου τῶν ὄντων ἔνδειξίς ἐστιν ἀεὶ μία, καὶ ὡς εἰ μὲν εἴη τῶν παρὰ φύσιν τι τὸ ἐνδεικνύμενον, ἡ ἔνδειξις αὐτοῦ τὸ ἐναντίον ἐστὶν, εἰ δὲ τῶν κατὰ φύσιν, οὐ τὸ ἐναντίον, ἀλλὰ τὸ ὅμοιον, οὐκ ἠδυνήθησαν οὔτε θεραπευτικὴν
776
οὔτε ὑγιεινὴν συστήσασθαι μέθοδον. ὅπου γὰρ ἐν τοῖς πρώτοις ἐσφάλησαν σκοποῖς, πολὺ δήπου μᾶλλον ἔμελλον ἐν τοῖς μετ’ αὐτοὺς σφαλήσεσθαι. χρὴ γὰρ, οἶμαι, τὰ θεμέλια τοῖς οἰκοδομήμασιν ἰσχυρὰ προκαταβεβλῆσθαι. καὶ τὴν τρόπιν τοῖς σκάφεσιν, εἰ μέλλει τι τῶν ἐπ’ αὐτοῖς οἰκοδομουμένων τε καὶ πηγνυμένων ἀσφαλὲς γενήσεσθαι· ὅπου δ’ ἂν ἐξ ἀρχῆς εὐθὺς ἡ πρώτη κρηπὶς σαθρὰ συμπαγῇ, τίς μηχανὴ τῶν ἐπ’ αὐτῇ τι γενήσεσθαι μὴ σαθρόν; ἐπεὶ τοίνυν τῶν κατὰ τὴν προκειμένην στέγνωσιν συνόχων, οὐ γὰρ ὀκνητέον αὖθις καὶ αὖθις ἀναλαμβάνειν τὸν λόγον, ὑπὲρ τοῦ μαθεῖν τοὺς πολλοὺς τῶν ἰατρῶν κᾂν νῦν γοῦν τὴν ἀληθῆ μέθοδον, ἑπτὰ μὲν ὑπέκειτο τὰ παρὰ φύσιν, ἀφ’ ὧν αἱ ἐνδείξεις, πλῆθος χυμῶν καὶ πάχος. καὶ γλισχρότης ἔμφραξίς τε καὶ τῶν ἀναπνεομένων ἐπίσχεσις καὶ σῆψις καὶ πυρετὸς οὐκ ἔχων διάλειμμα· καὶ ταῦτ’ ἐνεδείκνυτο πάντως τὸ ἐναντίον. ἔξωθεν δ’ αὐτῶν ἔνδειξις ἀπὸ τῶν κατὰ φύσιν ἐκ τῆς κράσεως τοῦ τε νοσοῦντος
777
μορίου καὶ τῶν ἄλλων ἁπάντων τῶν κυρίων ἐκ τοῦ ποσοῦ τῆς οὐσίας αὐτῶν καὶ ἐκ τοῦ ποσοῦ τε καὶ ποιοῦ τῆς τοῦ πνεύματος οὐσίας· αἱ δὲ ἀπὸ τούτων ἐνδείξεις οὐ τῶν ἐναντίων ἦσαν, ἀλλὰ τῶν οἰκείων· εἰς δὲ τὴν διάγνωσιν αὐτῶν, ὡς ἐλέγομεν, ἥ θ’ ἡλικία καὶ τὸ ἔθος ἅπαντά τε τὰ προκατάρξαντα τῆς νόσου συντελεῖ· προερχομένων δὲ κᾀντεῦθεν ἐνδείξεων οὐκ ὀλίγων, εἰς ἁπάσας χρὴ βλέπειν ἅμα τὸν ἰατρὸν, ἵν’ ἐξεύρῃ τίνι μὲν πρῶτον καὶ μᾶλλον, τίνι δ’ ἧττόν τε καὶ δεύτερον, τίνι αὖθίς τε καὶ τρίτον καὶ οὕτως ἐφεξῆς ἄλλῳ μετ’ ἄλλο χρήσεται βοηθήματι.