De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Ἡ λεπτὴ μῆνιγξ ἡ διεζωκυῖα τὸν ἐγκέφαλον οὔ μοι δοκεῖ δύνασθαι μόνη ποτὲ παθεῖν τῶν εἰρημένων νοσημάτων οὐδὲν ἐγκεφάλον χωρὶς, ὥσπερ οὐδ’ ἐγκέφαλος ἄνευ τῆς μήνιγγος. ἀλλ’ εἴτε δυσκρασία χωρὶς ῥεύματος, εἴτε καὶ ῥεῦμα κατασκήψειεν εἰς ὁπότερον αὐτῶν, εὐθὺς ἀναγκαῖον εἶναι νομίζω μεταδίδοσθαι τοῦ πάθους εἰς τὸ λοιπόν. ἡ μέντοι σκληρὰ μῆνιγξ οἵα τ’ ἐστὶ καὶ μόνη πάσχειν ἐπὶ πλεῖστον ἀφεστῶσα τοῦ ἐγκεφάλου. καὶ εἴπερ ἡ ἐξ αὐτῆς διάθεσις ἀξιόλογος γενομένη τήν τε καρδίαν εἰς συμπάθειαν ἐπισπάσοιτο καὶ τὰς ἀρτηρίας, ἀνάλογον ταῖς κατὰ τὸν ἐγκέφαλον διαθέσεσιν ὁ σφυγμὸς ἀλλοιωθήσεται, τῶν μὲν θερμῶν ἐν αὐτῇ διαθέσεων τὴν χρείαν αὐξανουσῶν, τῶν δὲ ψυχρῶν ἐκλυουσῶν τε ἅμα ταύτην καὶ σκληροτέρας ἀτρέμα τὰς ἀρτηρίας ἐργαζομένων, καὶ μάλισθ’ ὅσαι τῆς καρδίας εἰσὶν ἀνωτέρω, καὶ τῶν μὲν ξηρῶν σύντονόν τε καὶ σκληρὸν ἐργαζομένων τὸν σφυγμὸν, τῶν δ’ ὑγρῶν μαλακὸν, οὐ μὴν εἰς τοσοῦτόν γε μαλακὸν καὶ σκληρὸν εἰς ὅσον ὁ ἐγκέφαλος, ἀλλ’

413
ἐπὶ πλεῖον μὲν σκληρὸν, ἐπ’ ἔλαττον δὲ μαλακόν. ὅσα μὲν γὰρ φύσει σκληρὰ σώματα σκληρυνούσας ἐδέξατο διαθέσεις, εἰς μεγίστην ἀφικνεῖται σκληρότητα, καθάπερ γε καὶ τὰ φύσει μαλακὰ τὰς ὑγραινούσας τε καὶ χεούσας δεξάμενα τελείως ἔκλυτά τε γίνεται καὶ μαλακά. ὅσα δ’ ἤτοι σκληρὰ τὰς ὑγραινούσας ἐδέξατο διαθέσεις ἢ μαλακὰ τὰς σκληρυνούσας, οὐκέτ’ εἰς ἄκραν ἀφικνεῖται τὴν ἐναντίαν αὐτοῖς κατάστασιν. οὕτως οὖν οὔτ’ ἐπὶ μηνίγγων οἰδήματι γένοιτ’ ἄν ποτε ὁ σφυγμὸς εἰς τοσοῦτον μαλακὸς εἰς ὅσον ἐπὶ ἐγκεφάλου τε καὶ πνεύμονος οὔτ’ ἐπ’ ἐγκεφάλῳ τε καὶ πνεύμονι φλεγμήνασιν οὕτω σκληρὸς ὡς ἐπὶ μήνιγξιν, ἀλλὰ τοῖς μὲν ἐπὶ μήνιγξι σκληροῖς ὅμοιος ὁ ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, τοῖς δὲ ἐπὶ ἐγκεφάλῳ τε καὶ πνεύμονι μαλακὸς μὲν ὁμοίως οὐδεὶς, ἐγγυτέρω δὲ τῶν ἄλλων ὁ ἐφ’ ἥπατι καὶ σπληνὶ κατὰ τὰς οἰδηματώδεις διαθέσεις, ὡς σκιῤῥωθέντα γε καὶ ταῦτα τὰ σπλάγχνα σκληροὺς ἱκανῶς ἀποτελεῖ τοὺς σφυγμοὺς, ἧττον δὲ τῶν σκίῤῥων ἐν ταῖς φλεγμοναῖς. ἐγκέφαλος δὲ καὶ πνεύμων ἴσως ἂν οὐδ’ ἐδέξαντό ποτε διάθεσιν
414
σκιῤῥώδη· σκληροῖς γὰρ καὶ πυκνοῖς σώμασιν, οὐκ ἀραιοῖς καὶ μαλακοῖς ἡ τοιαύτη διάθεσις οἰκεία. κοινὰ δ΄ ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐπίστασθαι, κᾂν εἰ μὴ λελεγμένα καθ’ ἕκαστον τύχοι, τό τε τὰς ψυχρὰς διαθέσεις, ὅταν ὑπερβαλλόντως γενηθῶσι τοιαῦται, σκληροὺς ἐργάζεσθαι τοὺς σφυγμοὺς, ἄλλως δ’ οὐχὶ, καὶ τὸ τὰς ἀρτηρίας ὅσαι πλησίον ἀλλοιοῦσθαι μᾶλλον εἰς μαλακότητά τε καὶ σκληρότητα, τὰς δ’ ἤτοι πόῤῥω τῶν πεπονθότων ἢ διὰ μέσης τῆς καρδίας ἧττον. τοῦτ’ οὖν ἐπιστάμενός τις οὐδὲ περὶ τῶν ἄλλων ὅσα κατὰ πρόσωπον, ἢ τὸν τράχηλον, ἢ τὰ κῶλα, νοσήματα γίνεται, διδασκαλίας ἑτέρας δεήσεται. εἰ μὲν γὰρ πυκνὸν καὶ σκληρὸν εἴη τὸ πεπονθὸς μόριον, σκληροὺς ἐργάσεται τοὺς σφυγμοὺς, εἴτε φλεγμαῖνον, εἴτε σκιῤῥούμενον, εἴθ’ ὑπερβαλλόντως ψυχόμενον, εἰς συμπάθειαν ἄγει τὰς ἀρτηρίας· εἰ δὲ σαρκῶδες, εἰ μὲν ἤτοι φλεγμήνειεν, ἢ σκιῤῥωθείη, σκληροὺς, ἀλλ’ ἧττον τῶν προειρημένων· εἰ δ’ οἰδήσειε, μαλακούς. συμπαθήσουσί τε τοῖς μὲν ἀρτηριώδεσι θᾶττον αἵ τ’ ἐγγὺς ἀρτηρίαι πᾶσαι καὶ ἡ καρδία, τοῖς δὲ φλεβώδεσιν ἐφεξῆς τούτων, ἥκιστα δὲ τοῖς νευρώδεσιν. ἐν χρόνῳ τε γὰρ ταῦτα καὶ μεγάλως
415
πάσχοντα τὴν κίνησιν τῶν ἀρτηριῶν ἀλλοιοῖ. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διότι τοῖς κατὰ ἐπιγάστριόν τε καὶ θώρακα μυσὶ φλεγμήνασι πυρετοὶ μὲν ἑτοίμως ἕπονται καὶ διὰ τοῦτο καὶ οἱ σφυγμοὶ μεγάλοι γίγνονται καὶ ταχεῖς καὶ πυκνοὶ, σκληρὸς δ’ ἐπ’ αὐτῶν ἱκανῶς ὁ σφυγμὸς ἢ σπασμώδης οὐδέποτε γίγνεται. τῶν δ’ ἐν πήχει καὶ κνήμῃ μυῶν φλεγμηνάντων, καὶ μάλιστα καθ’ ὃ μέρος αὐτῶν ἐκπεφύκασιν οἱ τένοντες, ἕτοιμον μὲν ἁλῶναι καὶ σπασμῷ, ῥᾷστα δ’ οἱ σφυγμοὶ τείνονταί τε καὶ σκληρύνονται. σαρκώδεις μὲν γὰρ οἱ περὶ τὸν θώρακά τε καὶ γαστέρα, νευρώδεις δ’ ἱκανῶς οἵ τ’ ἐν χερσὶ καὶ ποσί· ἔτι δὲ μᾶλλον εἰ τένων φλεγμήνειε τῶν κατὰ χεῖρας ἄκρας ἢ πόδας, ἑτοίμως μὲν ὁ σφυγμὸς αὐτοῖς γίνεται σκληρὸς, ἑτοίμως δὲ σπῶνται. γίνονται δ’ ἱκανῶς σκληροὶ σφυγμοὶ καὶ δι’ ἥπατος ἢ σπληνὸς σκίῤῥον. ἀλλ’ ἐπὶ τοῖς οὕτω σκληροῖς ἀδεὲς σπασθῆναι. σπληνὶ μὲν οὖν μεγάλως σκιῤῥωθέντι πολλάκις ἐθεασάμεθα μηδόλως ἐπιγενόμενον ὕδερον· ἥπατι δ’ ἐξ ἀνάγκης ἕπεται καὶ γίνεται τηνικαῦθ’ ὁ σφυγμὸς θαυμαστὸν ὅπως ἀμφοτέρων τῶν διαθέσεων ἔχων τὰ σημεῖα, τὸν μὲν χιτῶνα τῶν ἀρτηριῶν αὐτὸν ὑγρότερόν 
416
τε καὶ μαλακώτερον, ἐνδεικνύμενον δὲ σαφῶς τὴν ἐπὶ τῷ σκίῤῥῳ τάσιν, καὶ διὰ τοῦτο καὶ σκληρότερον. αὐτὸς δὲ καθ’ ἑαυτὸν ὕδερος ἄνευ σπλάγχνων φλεγμονῆς οὐδεμίαν ἐργάζεται περὶ τὸν σφυγμὸν τάσιν. συνίστανται δ’ οἱ τοιοῦτοι δι’ αἱμοῤῥοΐδος ἄμετρον κένωσιν, ἢ ἐπίσχεσιν ἀήθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν καταμηνίων ἐπισχέσεις τε καὶ ἄμετροι κενώσεις ὑδέρους ἐπιφέρουσιν. ὅσα δὲ κατὰ μήτραν πάσχουσι γυναῖκες εἴρηται πρόσθεν ὅπως ἀλλοιοῖ τοὺς σφυγμοὺς, ἡνίκα παρεβάλλομεν αὐτὴν κύστει.

Λοιπὸν οὖν ἔτι περὶ τῶν κατὰ τοὺς ὄρχεις μνημονεῦσαι προσήκει. ταυτὶ γὰρ τὰ μόρια καίτοι γ’ οὖν ἐκτὸς ὄντα βουβώνων αὐτίκα πυρετοὺς ἐπιφέρει φλεγμήναντα διὰ τὴν τῶν ἀγγείων γειτνίασιν. ἄνωθεν γὰρ ἀπὸ τῶν κατὰ τοὺς νεφροὺς χωρίων καταφέρεται φλὲψ καὶ ἀρτηρία διὰ τῶν τοῦ περιτοναίου τρημάτων ἐπὶ τοὺς ὄρχεις, ἀξιόλογα τὸ μέγεθος ἀγγεῖα. καὶ ὁ ἐλυτροειδὴς δὲ χιτὼν ἀπ’ αὐτοῦ τοῦ περιτοναίου πέφυκεν, ὥστ’ εὐλόγως ἐπὶ τούτῳ μὲν φλεγμήναντι σκληρὸς ὁ σφυγμὸς γίγνεται, καὶ διὰ τοῦτο καὶ μικρότερος, ἐπ’ ὄρχεσι δ’ οὔθ’ ὁμοίως σκληρὸς καὶ μέγας

417
διὰ τὸν πυρετόν. ὅσα μὲν γὰρ ἀρτηριώδη τέ ἐστι καὶ φλεβώδη μόρια, πυρετοὺς ἐγείρει μᾶλλον· ὅσα δὲ νευρώδη, ἢ οὐδόλως ἢ μικροὺς, τετάνων δ’ ἐστὶ καὶ σπασμῶν γεννητικά. τὰ μὲν οὖν προτεθέντα πάντα ἤδη τέλος ἔχει, τὰς γὰρ ἐν ἑκάστῳ μορίῳ διαθέσεις ἁπάσας ὑπελθόντες ἐδηλώσαμεν ὁποῖόν τινα ἑκάστη τροπὴ ἐργάζεται σφυγμόν.

Ὅπερ δ’ ἀναγκαιότατόν ἐστιν, εἰς ὀλίγα κεφάλαια τὴν σύνοψιν αὐτῶν ἀναγαγεῖν πειραθῶμεν. ἡ μὲν δὴ τῶν ἐνεστώτων διάγνωσις οὐδὲν ἄλλο ἐστὶν ἢ διαθέσεων εὕρεσις· ἡ δὲ τῶν προγεγονότων οὐδὲν αὖ πάλιν ἄλλο τῶν τὰς διαθέσεις ἐργαζομένων αἰτίων. εἰ τοίνυν ἅπασαι μὲν αἱ διαθέσεις ἐν τῇδε τῇ πραγματείᾳ διῄρηνται, ἅπαντα δ’ εἴρηται τὰ ποιητικὰ μὲν ἐν ἑτέραις πραγματείαις, τὰ δ’ ἐν τῇ προηγουμένῃ τῆσδε τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, λείποιτ’ ἂν οὐδὲν ἔτι τῶν εἰς πρόγνωσιν ἀναγκαίων ἤτοι τῶν προγεγονότων ἢ τῶν παρόντων. ὅτι δὲ καὶ ἡ τῶν μελλόντων πρόγνωσις ἐκ τῶν ἐνεστώτων γίνεται, πολλάκις μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐνεδειξάμεθα, καὶ νῦν δ’ ἀναγκαῖον ἅπαντα διελθεῖν ἐπὶ κεφαλαίων τὸν λόγον,

418
ἀρχὴν αὐτῶν τήνδε ποιησαμένους τῆς περὶ τὸ μέλλον ἀποβήσεσθαι διαγνώσεως. ἓν μὲν καὶ πρῶτόν ἐστιν εἰς ὅ τι τελευτήσει τὸ νόσημα, πότερον εἰς ὄλεθρον, ἢ εἰς σωτηρίαν· ἕτερον δ’ ἐπ’ αὐτῷ δεύτερον, ἐν τίνι μάλιστα τοῦτ’ ἔσται χρόνῳ. καὶ τρίτον δ’ ἐπὶ τούτοις τίς ὁ τρόπος ἔσοιτο τοῦ τε θανάτου καὶ τῆς σωτηρίας. ἁπάντων δὲ τούτων ἡ πρόγνωσις ἐκ τῶν διαθέσεών ἐστιν. ἐξ αὐτῶν γὰρ, ὡς ἐδείξαμεν, ἥ τε τοῦ νοσήματος ἰδέα καὶ τῆς δυνάμεως ἀῤῥωστία τε καὶ ῥώμη διαγιγνώσκεται. τούτων δ’ ἀλλήλοις παραβαλλομένων τὰ μέλλοντα γενήσεσθαι προγινώσκεται. τοῦ μὲν γὰρ νοσήματος ἡ γνῶσις ἐκ τόπου τοῦ πεπονθότος ἐστὶ καὶ τῆς ἐν αὐτῷ διαθέσεως· τῆς δὲ δυνάμεως ἐκ τῆς εὐκρασίας τε καὶ δυσκρασίας τῶν στερεῶν σωμάτων. εἰ γὰρ ἀσθένειαι γίνονταί τινες, διὰ τὸ πνεῦμα τὸ ψυχικὸν ὀλιγοχρόνιοί τ’ εἰσὶ καὶ συμπτωματικαί. ἀλλήλοις δὲ τούτων παραβαλλομένων, εἰ μὲν οἵα τέ ἐστι τὴν ἀκμὴν τοῦ νοσήματος ἐνεγκεῖν ἡ δύναμις, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον, ἔξωθέν γε μηδενὸς ἁμαρτηθέντος· εἰ δ’ οὐχ οἵα τε, πάντως τεθνήξεσθαι. τοῦ χρόνου δ’ ἡ πρόγνωσις, ἐν ᾧ τῶν εἰρημένων ἑκάτερον
419
ἔσοιτο, διὰ τῶνδε γινώσκεται. σωθήσονται μὲν οἱ μέλλοντες σώζεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ ἂν ἡ φύσις ἐπικρατήσῃ τελεώτατα τῆς νοσώδους διαθέσεως· τεθνήξεται δὲ κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ τὸ νόσημα τῆς δυνάμεως εἰς τοσοῦτον ἔσται κρεῖττον ὡς ἐνέργειάν τινα τῶν πρὸς τὸ ζῇν ἀναγκαίων ἀπολέσθαι. καὶ μὲν δὴ καὶ ὁ τρόπος ὅ τε τοῦ θανάτου καὶ ὁ τῆς σωτηρίας ἐκ τῶν αὐτῶν προγνωσθήσεται. τῶν γὰρ ἀπολλυμένων ἐνεργειῶν ἀναγκαίων εἰς τὸ ζῇν ἔνιαι μὲν πνίξιν ἐπιφέρουσιν, ἔνιαι δὲ τῆς ζωτικῆς δυνάμεως κατάπτωσιν, ἔνιαι δ’ ἀνάλογον τῆς ζωτικῆς κατάπτωσίν τε καὶ οἷον πνίξιν. αἱ μὲν οὖν τῆς ζωτικῆς δυνάμεως ἐπιφέρουσαι πνίξιν ἐκ τῶν τοῦ θώρακός τε καὶ πνεύμονος, ἔτι τε τραχείας ἀρτηρίας καὶ λάρυγγος καὶ φάρυγγος ὁρμῶνται διαθέσεις· ἔνιαι δὲ καὶ κατ’ αὐτὴν εὐθέως συνίστανται τὴν καρδίαν· αἱ δὲ τὴν κατάπτωσιν ἔκ τε τῶν στομαχικῶν ὀνομαζομένων διαθέσεων, ἐφ’ αἷς συγκόπτονται, καὶ προσέτι τῶν καθ’ ἧπαρ χρονίων, ἐφ’ αἷς ἀτροφοῦσι, καὶ ἀλγημάτων χρονίων, ἢ σφοδρῶν, ἔτι τε τῶν ἑκτικῶν ἁπάντων πυρετῶν. συνελόντι δὲ φάναι, τοῦ τῆς καρδίας
420
σώματος αἱ μεγάλαι δυσκρασίαι, καθ’ ὃν ἄν τινα τρόπον ἢ αὐταὶ καθ’ ἑαυτὰς εὐθὺς ἐξ ἀρχῆς, ἢ δι’ ἕτερα σπλάγχνα πάθωσι, κατάπτωσιν ἐπάγουσι τῆς ζωτικῆς δυνάμεως. οὕτω δὲ καὶ τῆς ψυχικῆς δυνάμεως αἱ μὲν ἀῤῥωστίαι ταῖς ἐγκεφάλου μεγάλαις ἕπονται δυσκρασίαις, αἱ δ’ οἷον πνίξεις ταῖς τε πληρώσεσι τῶν κοιλιῶν αὐτοῦ καὶ ταῖς ἐμφράξεσι τῶν εἰς αὐτὰς ἡκόντων πόρων. ὥσθ’ ὅστις ἀκριβῶς διαγινώσκει μέτρον τε δυνάμεως καὶ τόπον πεπονθότα καὶ τὴν ἐν αὐτῷ διάθεσιν, οὗτός ἐστιν ὁ προγνωστικώτατος τῶν ἐσομένων. ὅπως μὲν οὖν χρὴ διαγινώσκειν τὰ πεπονθότα μόρια δι’ ἑτέρας δεδήλωται πραγματείας· ὅπως δὲ καὶ τὰς διαθέσεις αὐτῶν ἐν ἐκείνῃ τε συνεπιδέδεικται κᾀν τοῖς περὶ κρίσεων οὐχ ἥκιστα, καὶ μέντοι κᾀν τῇδε τῇ πραγματείᾳ. λέλεκται δὲ καὶ περὶ τῶν δυνάμεων ἐν πολλοῖς πολλάκις ὡς ἔκ τε τῶν ἐνεργειῶν αὐτῶν ἡ διάγνωσις ἔκ τε τῆς τῶν ἐνεργούντων δυσκρασίας. περὶ μὲν δὴ τῶν ἄλλων δυνάμεως ἐν ἑτέρῳ διώρισται, περὶ δὲ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης, ἣν δὴ καὶ ζωτικὴν ὀνομάζομεν, εἴρηται μὲν καὶ ἐν τούτοις οὐκ ὀλίγα, λεχθήσεται δὲ καὶ νῦν.

421

Ἐπειδὰν μὲν ἅπαντες ἀμυδροὶ τυγχάνωσιν ὄντες οἱ σφυγμοὶ, κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀῤῥωστεῖ, καθ’ ὅλον μὲν τὸ σῶμα τούτου γινομένου, τοῦ τῆς καρδίας σώματος ἔχοντος δυσκράτως, καθ’ ἓν δὲ μόριον, ἐκείνου μόνου τοῦ μορίου. ἐπειδὰν δὲ κατὰ τὰς αὐτὰς ἀρτηρίας ἐνίοτε μὲν ἀμυδρὸς ὁ σφυγμὸς, ἐνίοτε δ’ ᾖ σφοδρὸς, οὐ κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀσθενής ἐστιν, ἀλλ’ ὑπὸ πλήθους βαρύνεται. μόνην δὲ οὔποθ’ εὗρον οὔτ’ ἐν ὅλῳ τῷ σώματι τὴν τοιαύτην ἀνωμαλίαν οὔτε καθ’ ἕν τι· μόριον, ἀλλὰ καὶ τἄλλα τρία γένη συμμεταβάλλοντά τε καὶ ἀνώμαλα γινόμενα. λέγω δὲ τρία γένη τό τε κατὰ μέγεθος καὶ μικρότητα καὶ τὸ κατὰ τάχος καὶ βραδύτητα καὶ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα. καὶ γὰρ μεγάλοι καὶ μικροὶ καὶ μέσοι, καὶ ταχεῖς καὶ βραδεῖς καὶ μέσοι, καὶ πυκνοὶ καὶ ἀραιοὶ καὶ μέσοι, καθάπερ γε καὶ ἀμυδροὶ καὶ σφοδροὶ καὶ μέσοι ταῖς ὑπὸ πλήθους χυμῶν βαρυνομέναις γίνονται δυνάμεσιν. εἰ μὲν οὖν οἱ σφυγμοὶ οἱ σφοδροὶ καὶ μεγάλοι πλείους τῶν ἐναντίων ὑπάρχοιεν, ἧττον ἡ δύναμις ὑπὸ τοῦ πλήθους κέκμηκεν· εἰ δ’ οἱ μικροὶ καὶ ἀμυδροὶ, μᾶλλον. οὕτω δὲ καὶ τῶν κατὰ

422
μίαν πληγὴν ἀνωμάλων, ὅσοι τε διακοπτομένης ἡσυχίᾳ τῆς κινήσεως, ὅσοι τε συνεχοῦς μενούσης ἐλέχθησαν γίνεσθαι, πάντες οὗτοι τὰ τέλη τῶν κινήσεων εὐτονώτερά τε καὶ θάττονα ποιούμενοι ῥωμαλεωτέραν ἐνδείκνυται τὴν δύναμιν ὑπάρχειν ἁπάντων τῶν ἀμυδροτέραν τε καὶ βραδυτέραν ποιουμένων. ἐλέχθη δ’ αὐτάρκως καὶ περὶ τῆς ἐν τοῖς μυούροις διαφορᾶς. ὅταν οὖν ποτε ἐπὶ τῇ τοιαύτῃ καταστάσει σφυγμῶν ὑψηλὸς ὁ σφυγμὸς φανῇ, δῆλον μὲν ὅτι μέγας ἱκανῶς ὁ τοιοῦτός ἐστιν, ὡς ἔμπροσθεν εἴρηται, δηλώσει δὲ τὴν φύσιν ἐπικρατεῖν ἤδη τοῦ πλήθους. ἀμυδρὸς μὲν οὖν σφυγμὸς ὑψηλὸς οὐδέποτε γίνεται, μᾶλλον μέντοι καὶ ἧττον σφοδρὸς, ὅσῳπερ ἂν ὑψηλότερός τε ἅμα καὶ σφοδρότερος ἀποτελεσθῇ, τήν τε ῥώμην ἐνδείκνυται τῆς δυνάμεως ἀκώλυτόν τε τὴν κίνησιν. εὐθὺς δὲ τῇ τοιαύτῃ μεταπτώσει συμμεταβάλλειν ἀναγκαῖόν ἐστι τὴν ἔμπροσθεν ἀνωμαλίαν, καὶ πρῶτον μὲν τοὺς μεγάλους καὶ ὑψηλοὺς σφυγμοὺς πολὺ πλείους γενέσθαι τῶν ἐναντίων, ἔπειτα δὲ καὶ πάντας ἑξῆς ὁμαλοὺς, ἐξ ἀνάγκης οὗτοι δι’ ἐκκρίσεων κριθήσονται. καὶ οὐ μόνον τοῖς ὑψηλοῖς τε καὶ σφοδροῖς σφυγμοῖς,
423
ἀλλὰ καὶ τοῖς μεγάλοις ὁμοῦ καὶ σφοδροῖς ἕπεται τοῦτο· βεβαιότερον δὲ καὶ ἀδιαψευστότερον, ὅταν ὑψηλοὶ γενηθῶσιν. ἐπισκέπτεσθαι δὲ τηνικαῦτα τὴν κίνησιν τῆς συστολῆς· ἀεὶ μὲν γὰρ ἀποτιθεμένην εὑρήσεις αὐτὴν τὸ πρόσθεν τάχος, ἧττον δὲ καὶ μᾶλλον πάσχουσαν τοῦτο. διορισμὸς οὖν ἐντεῦθέν σοι τοῦ τῆς κρίσεως ἤθους ὑπάρξει. βελτίων γὰρ ἡ κρίσις ἀκολουθεῖν εἴωθε τοῦ κατὰ τὴν συστολὴν τάχους ἐπιπλέον ἐκλυθέντος. εἰ δὲ καὶ τἄλλα τῆς πέψεως ὑπάρχοι γνωρίσματα, γέγραπται δ’ ἐν τοῖς περὶ κρίσεων ἅπαντα, τὴν ἀρίστην κρίσιν ἡ τοιαύτη προδηλοῖ κατάστασις, εἰ δὲ τὸ τάχος τῆς συστολῆς ἐπ’ ὀλίγον ἐκλυθῇ, ἢ καὶ μήπω φαίνοιτο πεπέφθαι τὸ νόσημα, γενήσεται μὲν ἡ μετ’ ἐκκρίσεως κρίσις, οὐ μὴν ἀγαθή γε πάντως, ἀλλ’ ἔχουσά τι τῶν κακῶν κρίσεων, ἢ ἓν, ἢ δύο, ἢ καὶ πάνθ’ ἅμα συνόντα. χωρὶς μέντοι τοῦ προηγεῖσθαι τὴν προειρημένην ἀνωμαλίαν ὁ σφυγμὸς μέγας τε καὶ σφοδρὸς γινόμενος οὐκ ἀεὶ σημαίνει τὴν ἔκκρισιν· ὁ δ’ ὑψηλὸς ἀεὶ μὲν, ἀλλὰ χωρὶς τοῦ προγεγονέναι τὴν ἀνωμαλίαν, εἰ συσταίη, μετρίας ἐκκρίσεις ἔσεσθαι σημαίνει· παμπόλλας δ’, ὅταν ἐπὶ ταῖς πολλαῖς τὸ πρὸς
424
τὴν δύναμιν πλῆθος ἐνδεικνυμέναις ἀνωμαλίαις γενηθῇ. θαυμαστὸν οὖν ἴσως δόξει τὸ τῶν ἀρίστων ἐκκρίσεων ὑψηλόν τε ἅμα καὶ σύμμετρον τῷ τάχει κατὰ τὴν συστολὴν προηγεῖσθαι σφυγμὸν, ἑπομένων γε τῶν ἐκκρίσεων οὐκ ἐν ταῖς διαστολαῖς τῶν ἀρτηριῶν, ἡνίκα ἕλκουσιν εἰς ἑαυτὰς, ἀλλ’ ἐν ταῖς συστολαῖς, ἡνίκ’ ἐκκρίνουσι. καί μοι δοκεῖ τοῦτο μάλιστα καὶ τοὺς περὶ τὸν Ἀρχιγένη πεῖσαι κατὰ μὲν τὰς συστολὰς ἕλκειν τι τὰς ἀρτηρίας εἰς ἑαυτὰς, κατὰ δὲ τὰς διαστολὰς ἐκκρίνειν. ἀλλ’ ὅτι μὲν ἀδύνατον τοῦτο, δέδεικται διὰ τὸ περὶ χρείας σφυγμῶν· ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ὁ ὑψηλός τε ἅμα καὶ ὁ ταχὺς ἐν τῇ συστολῇ σφυγμὸς ἀγγέλλει κριτικὰς ἐκκρίσεις, ἐν τῷδε λεχθήσεται· οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν ἥ τε ζωτικὴ προσαγορευομένη καὶ ἡ θρεπτική τε καὶ ἡ φυσική. τῆς μὲν γὰρ ἔργον ἐστὶν ἓν τοῦτο μόνον, ἡ τοῦ σφυγμοῦ γένεσις· ἡ φυσικὴ δὲ τό τ’ οἰκεῖον εἰς τὴν θρέψιν ἕλκειν καὶ τὸ μὴ τοιοῦτον ἀποκρίνειν σὺν τῷ καὶ κατέχειν δηλονότι καὶ ἀλλοιοῦν τὸ οἰκεῖον. εἰς γὰρ τὸ τρέφεσθαι τὰ σώματα τούτων ἁπάντων δεῖται, καθάπερ γε καὶ εἰς τὸ φυλάττεσθαι
425
τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας τοῦ διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας καὶ τὴν καρδίαν. ἥντινα δύναμιν οὔτ’ ἐν τοῖς φυτοῖς ἔστιν εὑρεῖν οὔτ’ ἐν τοῖς ζώοις ὅσα ψυχρὰ, καθάπερ τά τ’ ὄστρεα καὶ ὅσα προσπέφυκε πέτραις, ἤ τισιν ἄλλοις στερεοῖς σώμασιν. ὅσα δὲ θερμὰ τῶν ζώων ἐστὶ, καὶ μάλιστα τὰ ἔναιμα, φανερωτάτην τε καὶ σφοδροτάτην ἔχει τὴν τοιαύτην δύναμιν. αὕτη μὲν οὖν ἐν ταῖς συστολαῖς τῶν σφυγμῶν ἀποχεῖ τὸ λιγνυῶδες περίττωμα μόνον, ὅσον ἂν ἐμποδὼν ἵστηται τῇ συμμετρίᾳ τῆς ἐμφύτου θερμασίας, ὥσπέρ γε καὶ κατὰ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ἡ δὲ ἑτέρα δύναμις ἡ θρεπτικὴ τό τ’ οἰκεῖον εἰς τὴν θρέψιν ἕλκει καὶ τὸ ἄχρηστον ἐκκρίνει. διάφοροι μὲν οὖν αἱ ἀρχαὶ τῶν δυνάμεών εἰσιν, ὡς καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος ἐπιδέδεικται δογμάτων· ἐπιμίγνυται δ’ ἀλλήλαις ἐν τοῖς κατὰ μέρος ὀργάνοις. αἱ γοῦν ἀρτηρίαι καθόσον τρέφονται τῇ θρεπτικῇ διοικοῦνται δυνάμει, καὶ ταύτης ἔργον ἐστὶν ἔκκρισις τῶν περιττωμάτων 
426
τῆς τροφῆς, ὥσπερ τῆς ἑτέρας τῆς ζωτικῆς ἡ τῶν καπνωδῶν περιττωμάτων ἔκκρισις. ὅταν μὲν οὖν ταῦτα πλεονάζῃ, μεγίστην τε ἅμα καὶ ταχεῖαν αἱ ἀρτηρίαι ποιοῦνται τὴν συστολὴν, καὶ εἴπερ ἦν ἐς αὐτὰς ἔσω καθέντα τὸν δάκτυλον ἐπὶ τὴν τῶν σφυγμῶν διάγνωσιν ἥκειν, ᾐσθόμεθα ἂν αὐτῶν ἀκριβῶς ἐπὶ πλεῖστον εἴσω φερομένων· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τῷ τάχει μὲν πρώτως καὶ μάλιστα προσέχειν τὸν νοῦν χρή· ἑξῆς δὲ καὶ τῷ ποσῷ τῆς συστολῆς, εἴ τις ἱκανῶς εἴη διαγινώσκειν αὐτὴν γεγυμνασμένος. ἐπειδὰν δὲ ταῦτα μὲν τὰ περιττώματα μηκέτι ᾖ, πεφθῶσι δ’ οἱ πρότερον σηπόμενοι χυμοὶ, ἑτέρᾳ δυνάμει τῇ φυσικῇ τὰ περιττώματα τῶν πεφθέντων ἐκκρίνεται. διαπεφοίτηκε δ’ αὕτη διὰ παντὸς μορίου τοῦ ζώου, καὶ διὰ τῶν σαρκῶν καὶ διὰ τῶν νεύρων καὶ διὰ τῶν συνδέσμων καὶ διὰ τῶν ὀστῶν, οὐ διὰ μόνων τῶν ἀρτηριῶν τε καὶ φλεβῶν διατέταται. αὕτη τοίνυν ἐστὶν ἡ δύναμις ἡ καὶ τὰς κρίσεις ἐργαζομένη, καὶ καθόσον ταύτης μετέχουσιν αἱ ἀρτηρίαι, τὸ περιττὸν ἀποτρίβονται. διὰ δὲ τὴν ἑτέραν δύναμιν τὴν σφυγμικὴν, ἧς μόναι μετέχουσιν, ἀποκρίνουσιν
427
ἐν ταῖς συστολαῖς τὸ καπνῶδες περίττωμα, καθάπερ ἐν ταῖς διαστολαῖς ἕλκουσι τὸ ἀναψῦχον αὐτάς. ἡ χρεία δ’ οὐκ ἴση διὰ παντὸς ἑκατέρων ἐστὶν, ἀλλ’ ἡ τοῦ πλεονάζοντος ἔστιν ὅτε κρατεῖ. καὶ τοίνυν καὶ τυποῖ καθ’ ἑαυτὴν τὸν σφυγμὸν, εἰ καὶ τὰ τῆς δυνάμεως ὡσαύτως ἔχοι. τοῦ μέντοι καπνώδους περιττώματος κρατοῦντος ἐπὶ πλεῖστον μὲν συστέλλεται, διαστέλλεται δ’ οὐκ ἐπὶ πλεῖστον ἡ καρδία μετὰ τῶν ἀρτηριῶν, ἀλλὰ τοσοῦτον μόνον ὅσον αὔταρκες εἰς ἀνάψυξιν ἀπὸ τῆς ἐσχάτης συστολῆς αὐταῖς ὑπάρχει. εἰ δὲ τὸ μὲν καπνῶδες θερμὸν ὀλίγον εἴη, πλεῖστον δὲ τὸ ἀπέριττόν τε καὶ καθαρὸν καὶ οἷον φλογῶδες, ἐπιπλεῖστον μὲν ἐξαίρονται διαστελλόμενα, συστέλλονται δὲ τοσοῦτον μόνον ὅσον ἱκανὸν εἰς τὴν τῆς ἑτέρας χρείας ἐκπλήρωσιν. ὥστε ἀεὶ μὲν ἴση κατὰ τὸ μέγεθός ἐστιν ἡ διαστολὴ τῇ συστολῇ, πλὴν εἰ κατά τινα τύχην ἐπιβαλλόντων ἡμῶν τοὺς δακτύλους ἐξαίφνης ἡ μεταβολὴ γίνοιτο· διαφέρει δὲ ἐν τῷ ποτὲ μὲν τὴν ἔξω κίνησιν ἐπικρατεῖν, ποτὲ δὲ τὴν ἔσω, καὶ σημαίνει, καθάπερ εἴρηται, καπνώδη μέν τινα κατὰ τὰς ἀρτηρίας
428
εἶναι θερμασίαν ἡ εἴσω κίνησις κρατοῦσα, πυρώδη δὲ καὶ καθαρὰν ἡ ἔξω. διὰ ταύτην μὲν δὴ τὴν αἰτίαν ὁ ὑψηλὸς σφυγμὸς ἐκκρίσεώς ἐστι δηλωτικὸς, ἐπὶ πεπεμμένοις ἤδη τοῖς τὸν πυρετὸν ἐργαζομένοις γινόμενος χυμοῖς· ἀεὶ δ’ ἔκκρισις ἅπασα κατὰ λόγον φύσεως ἀποτελουμένη πέψεσιν ἕπεται. καὶ γὰρ κατὰ τὴν γαστέρα τότε ἀποκρίνουσα φαίνεται τὸ περιττὸν ἡ φύσις, ὅταν πέψῃ. τὰς δὲ ἄλλας ἁπάσας ἐκκρίσεις, ὅσαι πρὶν πεφθῆναι τὴν τροφὴν γίνονται, ποτὲ μὲν τῷ δάκνεσθαι πρὸς τῶν ἐν αὐτῇ περιεχομένων, ποτὲ δὲ τῷ βαρύνεσθαι πρὸ τοῦ καιροῦ τῆς πέψεως ἀναγκάζεται ποιεῖσθαι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ καθ’ ὅλον τὸ σῶμα δύναμις, ἐπειδὰν ἱκανῶς πέψῃ τὸν οἰκεῖον ἑκάστου μορίου χυμὸν, ἀποκρίνει τηνικαῦτα τὸ περιττὸν, ὅταν γε, ὡς εἴρηται, μηδὲν αὐτὴν ἐρεθίζῃ πρὸ τοῦ καιροῦ. τὸ πλῆθος δὲ τῆς ἐκκρίσεως ἔκ τε τοῦ τὰ πληθωρικὰ προγεγονέναι σημεῖα καὶ ἐκ τῆς παρούσης φλογώδους θερμασίας προγινώσκεται. διὰ δὲ τὴν αὐτὴν ταύτην θερμασίαν οἱ σφυγμοὶ μεγάλοι φαίνονται καὶ ὑψηλοί. χείρισται τοιγαροῦν τῶν ἐκκρίσεών
429
εἰσιν ἐφ’ ὧν ὁ σφυγμὸς οὔτε μέγας ἐστὶ καὶ ταχὺς ἐν τῇ συστολῇ φαίνεται. εἰ δὲ δὴ καὶ μέχρι πλείονος εἴσω χωροίη τὸ καπνῶδες, οὗτος μάλιστα σημαίνει περίττωμα κρατεῖν, καὶ διὰ τοῦτ’ ἄπεπτον ὑπάρχειν τὴν νόσον. εἰ δ’ ἐν τούτῳ καὶ ἄτονος ὁ σφυγμὸς εἴη, κίνδυνος συγκοπῆναι. φλεγματωδεστέρου δὲ τοῦ νοσήματος ὑπάρχοντος, ὅταν ἐπὶ τοῖς ἀνωμάλοις σφυγμοῖς ἡ μετάπτωσις εἰς πλείους τοὺς σφοδροὺς καὶ μεγάλους ἀποτελεσθῇ, δι’ ἀποστάσεως ἡ κρίσις, καὶ μᾶλλον, ὅταν ἤδη χρονίζῃ· καὶ μᾶλλον, ὅταν ἔτι κατὰ χειμῶνα καὶ ψυχρὰν ἡλικίαν καὶ φύσιν καὶ χώραν. εἰς ὅ τι δὲ μάλιστα τοῦ σώματος ὁρμήσει μόριον ἡ ἀπόστασις ἐκ τῶν σφυγμῶν οὐκ ἔνεστι προγινώσκειν, ἀλλ’ ὡς κᾀν τοῖς περὶ κρίσεων εἴρηται, σκέπτεσθαι χρὴ τὰς ῥοπὰς τῆς φύσεως, ἃς κᾀν τοῖς περὶ κρίσεων λογισμοῖς τὸν τρόπον τῆς κινήσεως ἔφαμεν ἐνδείκνυσθαι. ὅταν γὰρ ὁ σφυγμὸς ἐκκριτικὸς ἀκριβῶς ᾖ, συνόντων μὲν αὐτῷ τῶν αἱμοῤῥαγικῶν καλουμένων σημείων, ἐκ ῥινῶν αἱμοῤῥαγήσουσιν· ἀπόντων
430
δὲ αὐτῶν ἐξ ἄλλου τινὸς χωρίου διασκέπτεσθαι τὴν ἔκκρισιν. εἴρηται δὲ περὶ τοιούτων ἁπάντων αὐτάρκως ἐν τοῖς τῶν κρίσεων ὑπομνήμασιν.