De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

    Ὥσπερ τῶν ἄλλων ὀνομάτων ἕκαστον ἴδιον δηλοῖ πρᾶγμα παρὰ τοῖς Ἕλλησι πᾶσιν, οὕτω καὶ κατὰ τῶν ὑποπιπτόντων ταῖς αἰσθήσεσιν ἔθεντο προσηγορίας τινὰς, ἰδίᾳ μὲν ὅσαι δηλοῦσι τὰς ἀκουστὰς διαφορὰς, ἰδίᾳ δ’ ὅσαι τὰς ὁρατὰς, ἢ ὀσφρητὰς, ἢ γευστὰς, ἢ ἁπτάς. οὔτ’ οὖν ἐπ’ ἄλλην φέρουσιν αἴσθησιν τό τε λευκὸν καὶ μέλαν καὶ ξανθὸν καὶ πυῤῥὸν, ὠχρόν τε καὶ φαιὸν καὶ κυανοῦν, ὅσα τ’ ἄλλα χρωμάτων ἐστὶν ὀνόματα πλὴν τῶν ὁρατῶν, οὔτ’ αὖ πάλιν ἐπ’ ἄλλα τὸ αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν καὶ στρυφνὸν καὶ στῦφον, ἁλυκόν τε καὶ ἁλμυρὸν, ὅτι μὴ τῶν γευστῶν· οὐ μὴν δ’ ἐπ’ ἄλλων τινῶν θερμὸν καὶ ψυχρὸν, ξηρὸν καὶ ὑγρὸν, καὶ μαλακὸν καὶ σκληρὸν, ἀλλ’ ἐπὶ τῶν ἁπτῶν ἅπαντες. εἰ δέ τις ἐπ’ ἄλλο μεταφέρει τῶν εἰρημένων ὁτιοῦν, ὁ μὲν τρόπος τῆς τοιαύτης χρήσεως ὀνομάζεται

    368
    μεταφορά. γίνεται δὲ δή που ταῖς ἄλλαις ὡσαύτως μεταφοραῖς καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν, καθ’ οἵαν ὁμοιότητα καὶ πόδες εἴρηνται καὶ κορυφαὶ καὶ λαγόνες ὄρους. ὡς γὰρ ἐπὶ τῶν ζώων τὰ κατωτάτω μὲν οἱ πόδες, ἡ κορυφὴ δὲ τὰ ἀνωτάτω πάντων ἐστὶν, οὕτως ἐπὶ τῶν ὀρῶν συγχωροῦμεν τοῖς ποιηταῖς τὰ μὲν ἀνωτάτω κορυφὰς ὀνομάζειν, τὰ κατωτάτω δὲ πόδας. ἐὰν οὖν τις ἐπὶ ζώου ποιούμενος τὸν λόγον, εἶτα πόδας εἰπὼν ἢ λαγόνας ἀξιώσει μήτε τῶν ποδῶν ἀκούειν, ὡς ἅπαντες ἀκούουσιν, μήτε τῶν λαγόνων, ὡς σύνηθες, ἀλλ’ οὕτως δεῖν φάσκῃ λαγόνων ἀκούειν, ὡς ἐπὶ τοῦ ὄρους τοῦ Βριλλησοῦ Καλλίμαχος εἴρηκε·

  1. Βριλλησοῦ λαγόνες εἰσὶ νόμου, ὃν ἐκτήσαντο,
  2. γελοιότατος ἂν εἴη, διττῇ τε καὶ παλινδρομούσῃ χρώμενος ἀπὸ τῶν οὐ κυρίων ἐπὶ τὰ κύρια τῇ μεταφορᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅστις ἐπὶ ἤθους, ἢ οἴνου λεγομένου τοῦ σκληροῦ κατὰ μεταφορὰν, ὑπὲρ τῶν ἁπτῶν σωμάτων ποιούμενος τὸν λόγον οὐχ ὡς σύνηθες ἅπασιν, οὕτως ἀξιῶν τῆς προσηγορίας ἀκούειν, ἀλλ’ ὡς οἶνος λέγεται σκληρὸς,

    369
    ἢ ἄνθρωπος, τὸ ἦθος σκληρόν. ὅμοιον γὰρ ἐκείνῳ τοῦτο τὸ περὶ πραγμάτων ὁρατῶν διαλεγόμενον, εἶτα λευκὸν μὲν εἰπόντα μὴ συγχωρεῖν ἀκούειν οὕτως ὡς εἴθισται πᾶσιν, ἀλλ’ ἐπειδὴ πυρετούς τινας λευκοὺς αὐτὸς ὁ Ἀρχιγένης εἴρηκεν, οὕτως ἀκούειν χρῆναι καὶ τὸ χρῶμα τὸ λευκόν. ὥσπερ οὖν ὁ τοιοῦτος οὐκ ἂν δόξειε σωφρονεῖν, εἰ τὸ κυρίως ἐπὶ χρώματος λεγόμενον ὄνομα μετάγειν ἐπ’ αὐτὸ κατὰ διττὴν μεταφορὰν ἀπὸ τῶν οὐ κυρίως ἀξιώσειεν, οὕτως, οἶμαι, καὶ ὅστις ἐπὶ σώματος ἁπτοῦ τὸν λόγον ποιούμενος, ἐκ μεταφορᾶς κελεύσει τὸ σκληρὸν ὄνομα ἀκούειν. συμβαίνει γὰρ ἐν τοῖς τοιούτοις ἅπασι λόγοις μηδὲν μανθάνειν τοὺς ἀκούοντας, ὅταν εἴργωνταί τε τοῦ κυρίως λεγομένου, μηδέν τ’ ἄλλο νοῆσαι δύνωνται. τί γὰρ ἄλλο τις νοήσειε χρῶμα τὸ λευκὸν ἀκούσας ὄνομα τοῦ τε συνήθους εἰργόμενος ἀκούειν τε κελευόμενος ἐκ τῆς τῶν λευκῶν πυρετῶν μεταφορᾶς; οὕτως οὖν καὶ ὁ σκληρὸς σφυγμὸς ὑπὸ τοῦ Ἀρχιγένους εἰσαγόμενος ἐφ’ ἁπτοῦ πράγματος, εἰ μὴ τὸ κύριον σημαίνει, τοῦτο δὴ τὸ συνήθως ἅπασι λεγόμενον, ἀλλ’ ὡς ἐκεῖνος ἐκ μεταφορᾶς τῆς τῶν οἴνων βούλεται, παντάπασιν ἀσαφής τε καὶ 
    370
    ἄγνωστος γίγνεται καὶ τοιοῦτος οἷος εἰ καὶ σκινδαψὸς ἐλέγετο, πρὸς τῷ καὶ δύνασθαι πᾶν ὁτιοῦν ἄλλο κατὰ τοῦ τῶν πυρετῶν ἰδίου σφυγμοῦ φέρειν ὄνομα, καὶ δοκεῖν τι λέγειν, ὡς πρὸς ἀνθρώπους μὲν ἀγυμνάστους ἐν διαιρέσεσι σημαινομένων, εὐγνώμονας δὲ καὶ πεπιστευκότας, ὅτι γέρων ἄνθρωπος, ἐν τοσαύτῃ γεγονὼς δόξῃ καὶ πολλὰ τὴν τέχνην ὠφεληκὼς, οὐκ ἂν ἑκὼν εἶναί ποτε τοιαύτην ἀσάφειαν ἐμηχανήσατο κατὰ τὸν λόγον, ὡς ὀνόματα προσφέρεσθαι μηδὲν σημαίνοντα. φέρε γὰρ εἴ τις εἴπῃ τὸν τοῦ πυρέττοντος σφυγμὸν εἶναι πικρὸν, ἀξιώσει οὕτως ἀκούειν τοῦ πικροῦ ὀνόματος ὡς ἐπὶ γευστῶν ἐνίοτε λέγομεν, ἆρ’ ἕξομέν τι νοῆσαι σαφές; οὐ μᾶλλον ἢ εἰ στρυφνὸν, ἢ αὐστηρὸν, ἢ ὀξὺν ἀκούσαιμεν εἶναι τὸν σφυγμόν. ἐν ἅπασι μὲν γὰρ αὐτοῖς ἀηδές τι καὶ παρὰ φύσιν ἐμφαίνεται. τί δὲ τοῦτ’ ἔστιν οὐ δηλοῦται, καίτοι κατὰ μὲν τὰς τοιαύτας μεταφορὰς ἀπὸ τῶν κυρίων ἐφ’ ἕτερον οὐ κύριον ἡ μετάθεσις γίνεται, συγκεχωρημένον ἅπασι καὶ εἰθισμένον πρᾶγμα. κατὰ δὲ τὸ τοῦ σκληροῦ σφυγμοῦ σημαινόμενον, ὅπερ ὁ Ἀρχιγένης ἐνομοθέτησεν,
    371
    οὔτε συγκεχωρημένον, οὔτε εἰθισμένον, οὔτε ὅλως γεγονὸς, ἢ γενέσθαι δυνάμενον, ἀκοῦσαι χρὴ σημαινόμενον, ἀπὸ τῶν μεταφορικῶν ἐπὶ τὸ κύριον ἐπανερχομένους. διόπερ ὀνόματος μὲν ἔστιν ἀκοῦσαι, πρᾶγμα δὲ οὐδ’ ἐννοῆσαι. ἀλλ’ οὐκ ἔτι δεῖ περί γε τούτου μηκύνειν, ἐν ἄλλοις ἐπιπλέον ὑπὲρ αὐτοῦ διειλεγμένους, ἀναλαβόντας δὲ τὰ προειρημένα διὰ κεφαλαίων ὑπὲρ ἁπάντων τῶν πυρετῶν ἐπελθεῖν.

Ὅτι μὲν δὴ τρία ἐστὶ τὰ πάντα αὐτῶν γένη δέδεικται δι’ ἑτέρων. ὁποία δέ τις ἑκάστου διάγνωσις ἐκ σφυγμῶν, ἐν τῷδε ῥητέον. οἱ μὲν ἐφήμεροι πάντες εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρέπουσι τοὺς σφυγμοὺς ὅσον ἐφ’ ἑαυτοῖς. εἰ γὰρ ἐπιμιγνύοιτό τις ἄλλη διάθεσις, ἀνάγκη μικτὴν γενέσθαι τὴν τροπὴν, ἐξ ἐκείνης τε καὶ τῆς κατὰ τὸν λόγον τοῦ πυρετοῦ συνισταμένης. ὡσαύτως δὲ καὶ οἱ ἑκτικοὶ τῶν πυρετῶν εἰς τὰς αὐτὰς διαφορὰς ἀλλοιοῦσι τοὺς σφυγμοὺς ὅσον γ’ ἐφ’ ἑαυτοῖς, καὶ πλέον γ’ ἐπὶ τούτοις ἐξαλλάττεται τὸ τάχος. οἱ δὲ ἐπὶ σήψει χυμῶν ἐν μὲν ταῖς ἀκμαῖς ἀμφοτέρας ἔχουσι τὰς κινήσεις ταχείας, τήν τε τῆς

372
διαστολῆς καὶ τὴν τῆς συστολῆς. ὡσαύτως δὲ καὶ τὰς πυκνότητας ἀμφοτέρας ὁμοίως ἀλλοιοῦσι, τήν τε κατὰ τὴν ἐκτὸς ἡσυχίαν γινομένην καὶ τὴν κατὰ τὴν ἐντὸς, ἐν δὲ ταῖς εἰσβολαῖς οὐχ ὁμοίως, ἀλλὰ μᾶλλον ἐπιτείνουσι τῆς συστολῆς τὸ τάχος. ἐν δὲ ταῖς ἀναβάσεσι καὶ τοῦτο μὲν καὶ τὴν ἐκτὸς ἡσυχίαν ἐπιπλεῖστον συνεργοῦσιν, ὡς πυκνότατον φαίνεσθαι κατ’ αὐτὴν τὸν σφυγμόν. οὗτοι μόνοι πυρετῶν εἰσιν ἴδιοι σφυγμοὶ κατὰ τὸν ἑαυτῶν λόγον· οἱ δ’ ἄλλοι πάντες οἱ τοῖς πυρέσσουσι συμπίπτοντες ἄλλῃ τινὶ διαθέσει μᾶλλον ἢ τῇ τῶν πυρετῶν ἕπονται. δύο δ’ ἔστι γένη κᾀκείνων τῶν διαθέσεων, ἤτοι τῆς δυνάμεως ἢ τῶν ὀργάνων ἡ κάκωσις. ἐδείχθη γὰρ ὡς εἰς τρία χρὴ βλέποντας ταῦτα ἐξευρίσκειν τὰς ἀλλαττούσας αἰτίας τὸν σφυγμὸν, ὄργανόν τε καὶ χρείαν καὶ δύναμιν. ἐπιδέδεικται γὰρ καὶ ὅσα καθ’ ἕκαστον αὐτῶν γένος, ἐξιστάμενον τοῦ κατὰ φύσιν, ἀναγκαῖόν ἐστι συμπίπτειν τοῖς σφυγμοῖς. οὔκουν ἔτι θαυμαστὸν εἰ διαφέρονταί τε πρὸς ἀλλήλους οἱ σοφοὶ ἰατροὶ περὶ τῶν ἰδίων τοῦ πυρετοῦ σφυγμῶν, ἁμαρτάνουσί τε πάντες, ἅτε μήτε τὰ γένη τῶν πυρετῶν διελόμενοι, τάς τε διὰ τὴν δύναμιν,
373
ἢ τὴν τῶν ὀργάνων κάκωσιν ἀλλοιώσεις τῶν σφυγμῶν αὐτῶν τῶν πυρετῶν ἰδίας εἶναι νομίζοντες. οἷον αὐτίκα παροξυσμῶν εἰσβαλόντων οἱ μὲν τοὺς πυκνούς τε καὶ μικροὺς, οἱ δὲ πρὸς τούτοις καὶ τοὺς ἀμυδροὺς, ἔνιοι δὲ καὶ τοὺς ἀνωμάλους, εἰσὶ δ’ οἳ καὶ τοὺς βραδεῖς, ὥσπερ ἄλλοι τοὺς ταχεῖς, ἔθεντο γνωρίσματα. καίτοι γ’ ἔνιοι τῶν πυρετῶν ἀθλίπτους, ὡς αὐτοὶ καλοῦσι, ποιοῦνται τὰς εἰσβολὰς, ἐφ’ ὧν εἰς μέγεθός τε καὶ τάχος ἡ πρώτη τροπὴ γίνεται τῶν σφυγμῶν, εἶτ’ ὀλίγον ὕστερον αὐξανομένοις τοῖσδε καὶ ἡ πυκνότης ἐπιγίνεται, τῶν δ’ ἄλλων σφυγμῶν τῶν εἰρημένων οὐδεὶς αὐτοῖς οὔτ’ ἀρχομένων τῶν παροξυσμῶν οὔτε αὐξανομένων οὔτε ἀκμαζόντων ἐπιφαίνεται. ἀλλὰ τούτοις μὲν οὔτε ῥῖγος οὔτε φρίκη τις οὔτ’ ἀνωμαλία σαφὴς, ἀλλ’ οὐδὲ ψύξις ἄκρων, ἢ τῆς ἐκτὸς ἐπιφανείας, οὐδὲ δῆξις, ἢ βάρος, ἢ θλίψις στομάχου συνεισβάλλει. τοῖς πλείστοις δ’ ἤτοι ἕν τι τῶν εἰρημένων ἢ καὶ πλείω συνεδρεύει. καί τισιν αὐτῶν ὀλίγον ὕστερον ἔμετος ἐναργῶς ἐνδεικνύμενος, ὡς ἐκ τοῦ συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηροὺς χυμοὺς, οἱ μὲν ἐδήχθησαν αὐτῶν, οἱ δὲ
374
ἐθλίφθησαν, οἱ δ’ ἀσώδεις ἐγένοντο. προφανέστατα γὰρ ἐπὶ τῶν πλείστων ἀρχῶν ἀποχωρεῖ μὲν ἁπάσης τῆς ἐκτὸς ἐπιφανείας τὸ αἷμα, συῤῥεῖ δ’ εἰς τὰ σπλάγχνα, κᾀκ τούτου θλίψεις τε καὶ σφηνώσεις, ἐμφράξεις τε καὶ διατάσεις ἀρτηριῶν γίνονται κυρίων, ἐφ’ αἷς οἱ ἀνώμαλοι σφυγμοὶ ταῖς εἰσβολαῖς τῶν τοιούτων παροξυσμῶν συνεδρεύουσιν, ὥσπερ αὖ πάλιν οἱ ἀμυδροὶ διὰ τὴν τοῦ στομάχου τε καὶ τῆς δυνάμεως κάκωσιν. οὕτως δὲ καὶ οἱ μικροὶ διά τε τὴν ἀῤῥωστίαν γίνονται τῆς δυνάμεως καὶ διὰ τὴν ψύξιν, ὥσπερ γε καὶ οἱ βραδεῖς ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν. ἀλλὰ τούτων γε οὐδεὶς ὁμοίως τῇ διαστολῇ τὴν συστολὴν ἐποιήσατο βραδεῖαν, ἀλλ’ ἔστιν ἀχώριστόν τε καὶ ἰδιώτατον εἰσβολαῖς πυρετοῦ ἐπὶ σήψει χυμῶν ἡ συστολὴ τῆς ἀρτηρίας ὠκυτέρα γινομένη. καὶ ὅστις ἤσκηται γινώσκειν συστολὴν ἀχώριστον ἀρχῆς παροξυσμοῦ τοῦθ’ ἕξει τὸ σημεῖον, ὅταν, ὡς εἴρηται πολλάκις, ὁ σφυγμὸς ἔχῃ τινὰ τόνον. ἐδείχθη γὰρ ἐπὶ τῶν ἀμυδρῶν ἀδιάγνωστος ἡ συστολή. τοῦτ’ οὖν ἀσκητέον ἐν τοῖς μάλιστα τὸν ἀκριβῶς βουλόμενον ἀρχὴν γνωρίζειν παροξυσμοῦ. ὅπως δ’ ἄν τις 
375
ὑπάρξοιτο τῆς ἀσκήσεως, ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπὶ πλεῖστον εἴρηται· τοῦτο τὸ σημεῖον ἀψευδέστατόν ἐστι, καὶ χρὴ θαῤῥεῖν αὐτῷ μάλιστα κατὰ τὰς διαγνώσεις ἐναργῶς φανέντι. ἔγωγ’ οὖν ἐπὶ πολλῶν πολλάκις, ὧν οὐδεπώποτε πρόσθεν ἡψάμην τῶν σφυγμῶν, οὔθ’ ὑγιαινόντων οὔτε νοσούντων, τούτῳ τῷ σημείῳ μόνω πιστεύσας ἥμαρτον οὐδέποτε. ταῖς μὲν γὰρ ἄλλαις ἁπάσαις, εἴτ’ οὖν ψύξις εἴη ὅλου τοῦ σώματος, εἴτε καὶ τοῦ στόματος τῆς γαστρὸς, ὃ καταχρώμενοι στόμαχον ὀνομάζομεν, εἴτ’ εἰς τὸ βάθος ῥοπαὶ τοῦ αἵματος, ἤτοι διὰ λύπην, ἢ φόβον, ἢ δι’ ἄλλην τινὰ αἰτίαν γιγνόμεναι, παραπλήσιός ἐστιν ἡ βραδύτης τοῦ σφυγμοῦ διαστελλομένης τε καὶ συστελλομένης τῆς ἀρτηρίας, εὐθὺς δ’ αὐτῇ σύνεστι καὶ ἡ ἀραιότης κατ’ ἄμφω τὰς ἡσυχίας. μόναις δὲ ταῖς πυρεκτικαῖς εἰσβολαῖς, κᾂν ἡ διαστολή ποτε γένηται βραδυτέρα τῆς ἔμπροσθεν, ἀλλ’ ἥ γε συστολὴ τάχος προσκτᾶται. συναιρεῖται δέ τι καὶ τῆς ἐκτὸς ἡσυχίας, ὡς πυκνότερον ἐνταῦθα γίνεσθαι τὸν σφυγμὸν, οὐ μὴν κατά γε τὴν ἐντὸς, ἀλλ’ ἤτοι τῷ πρόσθεν ὡσαύτως, ἢ βραχεῖ τινι κατὰ τὸν καιρὸν τοῦτον ἀραιότερος φαίνεται.
376
παραβάλλειν δὲ δηλονότι χρὴ τὴν ἔμπροσθεν ἡσυχίαν ὡς πρὸς τὴν ἁφὴν τῇ νῦν φαινομένῃ, μεμνημένον μὲν ὅτι σύνθετός ἐστιν ἔκ τε τοῦ πέρατος τῆς συστολῆς καὶ τῆς ἀρχῆς τῆς διαστολῆς καὶ τῆς μεταξὺ τούτων ἠρεμίας, ἐκλογιζόμενον δ’ ὅσον ἑκατέρωθεν αὐτῇ προσῆλθεν, ἐκ τοῦ μὴ φαινομένου μορίου τῶν κινήσεων, αὐτὸ δὲ δὴ τοῦτο πάλιν ἐκλογίζεσθαι τῷ τόνῳ παραμετροῦντα. εἰ μὲν γὰρ ὡσαύτως ἔχει τόνου νῦν τε καὶ πρόσθεν ὁ σφυγμὸς, εἰς ὅσον ἂν ὁ χρόνος τῆς αἰσθητῆς ἡσυχίας γένηται μακρότερος εἰς τοσοῦτο καὶ καὶ τὴν ὄντως ἡσυχίαν ἡγεῖσθαι μεμηκύνθαι. εἰ δ’ ἀμυδρότερος ἢ πρόσθεν γένοιτο, λογίζεσθαί τι καὶ διὰ τοῦτ’ ἀποκεκρύφθαι τῶν κινήσεων, ὅπερ ὑφαιρεῖν χρὴ τῆς αἰσθητῆς ἡσυχίας εἰς τὴν τῆς ὄντως εὕρεσιν. εἰ γὰρ ὀλίγῳ μέν τινι τοῦ πρόσθεν ὁ σφυγμὸς ἀτονώτερος γένηται, πολλῷ δὲ ἀραιότερος, ἡγητέον ἐκτετάσθαι τὴν ὄντως ἡσυχίαν. εἰ δ’ ἀτονώτερος μὲν πολλῷ, βραχεῖ δ’ ἀραιότερος ὡς πρὸς τὴν αἰσθητὴν διάγνωσιν, οὐκέτι καὶ τὴν ὄντως ἡσυχίαν τὴν ἔνδον ἡγητέον ἐκτετάσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ τοῦ σφυγμοῦ βραχεῖαν ἀτονίαν προσλαβόντος, ἀξιολόγως τινὶ
377
φαίνοντο τὰ τῆς πυκνότητος ἐπιτετάσθαι, συναιρεῖσθαι λογιστέον τὴν ὄντως ἡσυχίαν. ἐφ’ ὧν μὲν οὖν ἀμυδρότερος ὁ σφυγμὸς ἐγένετο κατὰ τὸν τῆς διαγνώσεως καιρὸν, ὡς εἴρηται, λογιστέον. ἐφ’ ὧν δ’ ὡσαύτως ἔχει τόνου, σαφεστάτη διάγνωσις ἐπὶ τούτων ἐστὶ καὶ τῆς ἐντὸς ἡσυχίας, ὡς λέλεκται, σκοπουμένοις. ὅταν οὖν ποθ’ ὁ σφυγμὸς ἄτρεπτος μὲν ὢν τἄλλα θάττων γένηται κατὰ τὴν συστολὴν, ἀρχῆς παροξυσμοῦ σημεῖον ἀχώριστον τίθεσο. γίγνεται δ’ εὐθὺς τοιοῦτος σφυγμὸς καὶ πυκνότερος κατὰ τὴν ἐκτὸς ἡσυχίαν, ἐπειγομένης τῆς φύσεως ἀποτρίψασθαι τὸ καπνῶδες περίττωμα, διὸ θᾶττον συνεστέλλετο. κατὰ μὲν οὖν τὴν πρώτην ἀρχὴν τῆς γενέσεως αὐτοῦ τῷ τάχει τῆς συστολῆς μόνον ὁ σφυγμὸς παραλλάττων φαίνεται τοῦ πρόσθεν, ὀλίγῳ δ’ ὕστερον καὶ πυκνοῦσθαι κατὰ τὴν ἐκτὸς ἠρεμίαν, πρωϊαίτερον ἀρχομένης συστέλλεσθαι τῆς ἀρτηρίας. τοῖς δ’ ἐφημέροις πυρετοῖς οὐχ ὑπάρχει τοῦτο, διὰ τὸ χωρὶς σήψεως γίγνεσθαι χυμῶν. οὐ μὴν οὐδὲ τοῖς ἑκτικοῖς, ὅτι μηδὲ ἄρχονταί ποτε, πλὴν εἰ συνέλθοι κατὰ τύχην ἑτέρα τις διάθεσις αὐτοῖς, ὥστ’ ἐφ’ ὧν ζητεῖται μάλιστα πυρετῶν ἡ ἀρχὴ τῶν παροξυσμῶν,
378
ἔχειν ἡμᾶς δεῖ διαρκὲς τὸ σημεῖον. εἰ δὲ κατὰ τὴν πρώτην ἡμέραν ἄρτι μεταπίπτοντος ἐξ ὑγείας εἰς νόσον ἀνθρώπου τινὸς ἁπτοίμεθα τῶν σφυγμῶν, εὐθὺς καὶ τὸ γένος ἡμῖν ἐνδείξεται τοῦ πυρετοῦ τὸ σημεῖον τοῦτο, συνεισβάλλων γὰρ τῷ παροξυσμῷ τῶν ἐπὶ σήψει τινὶ χυμῶν τὸν πυρετὸν εἶναί φησιν. ἐδείχθησαν δ’ ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐκ ταὐτοῦ γένους ὄντες τῷδε καὶ οἱ ἐπὶ ταῖς φλεγμοναῖς. ἀλλὰ διοριστέον αὐτοὺς τῶν ἐπὶ σήψει χυμῶν μόνῃ τῇ σκληρότητι. σκληρὰ γὰρ ἡ προσβολὴ τῶν ἐπὶ φλεγμοναῖς. εἰ μὲν οὖν διαγινώσκειν δύναιο τὴν ἐπὶ τάσει τῆς ἀρτηρίας σκληρὰν προσβολὴν τῆς ἐπὶ ψύξει τε καὶ σκληρότητι, τρεῖς ἕξεις ἐκ τούτου προγνώσεις αἰτίων προγεγονότων, ποτὸν ψυχρὸν, οἶνον ἀκρατέστερον, φλεγμονὴν, ἣν οὐ μόνον ἔμπροσθεν τοῦ παροξυσμοῦ γεγονὸς αἴτιον, ἀλλὰ καὶ παραμένον ἐροῦμεν. τὴν δὲ τοῦ ψυχροῦ τε καὶ τοῦ πλέονος ἀκράτου πόσιν, αὐτὴν μὲν προγεγονέναι, τὴν δ’ ἀπ’ αὐτῆς διάθεσιν ἔτι φυλάττεσθαι. σκληρύνονται μὲν οὖν ἐπὶ ταῖς βλαψάσαις ψυχροποσίαις οἱ χιτῶνες τῶν ἀρτηριῶν, ἐξήρανται δὲ ἐπὶ ταῖς τοῦ πλείονος
379
οἴνου πόσεσιν. εἰ δὲ καὶ τῆς τῶν νεύρων ἀρχῆς ὁ οἶνος ἅψαιτο, καὶ τείνονται παραπλήσιον τοῖς προδηλοῦσι τὸν σπασμόν. ἐπὶ δὲ ταῖς φλεγμοναῖς ἄνευ τῆς τοῦ χιτῶνος οἰκείας σκληρότητος τείνονται, καὶ καλεῖται μὲν καὶ τότε σκληρὸς ὁ σφυγμὸς διὰ τὸ τῆς πληγῆς βίαιον, οὐ μὴν ἐσκλήρυνταί γε κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία, καθάπερ ὅταν ἤτοι ξηρανθῇ πως, ἢ ψυχθῇ βίαιον, ἢ οἷον σκιῤῥώδη τινὰ δέξηται διάθεσιν. ταυτὶ μὲν οὕτω διωρίσθω. τοὺς δ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν μηδόλως ἔχοντας τὸ λελεγμένον γνώρισμα, τῶν μὲν ἐπὶ σήψει χυμῶν ἀφοριστέον ἐστὶν, ἤτοι δ’ ἐφημέρους νομιστέον ἢ ἑκτικούς. σπανιώτατα μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς συνίσταται πυρετὸς ἑκτικὸς, οὐ μὴν ἀδύνατός γε οὐδ’ ἡ τοιαύτη γένεσις αὐτοῦ, ἀλλ’ ὤφθησάν που ἡμῖν καὶ οἱ τοιοῦτοι. τὰ μὲν οὖν ἄλλα πάντ’ αὐτῶν γνωρίσματα δι’ ἑτέρας εἴρηται πραγματείας, ἐν ᾗ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς ἐσκοπούμεθα· τὰ δὲ ἀπὸ τῶν σφυγμῶν εἰρήσεται νῦν, οὔθ’ ὁ μέγας οὔθ’ ὁ σφοδρὸς [μὴ σκληρὸς] σφυγμὸς ἅμα τοῖς ἑκτικοῖς ποτε συνεισβάλλουσι πυρετοῖς, ἀλλ’ ὅτι περ ἂν ὑπάρχῃ 
380
τούτων αὐτοῖς, οὐκ εἰσὶν ἑκτικοί. εἰ δὲ καὶ πάνθ’ ἅμα παρείη, προφανῶς εἰσιν ἐφήμεροι, τῆς γε συστολῆς αὐτῶν, ὡς εἴρηται, μὴ ταχυνούσης, ἴδιον γὰρ ἐκείνης τὸ τάχος ἐστὶν ἐπὶ σήψει χυμῶν, ὧν τὰς κατὰ μέρος ἁπάσας διαφορὰς ἐν τῇ προειρημένῃ πραγματείᾳ διῆλθον. εἰσὶ δ’ ὡς ἐπὶ κεφαλαίων φάναι πάντες μὲν οἱ κατὰ περιόδους παροξυνόμενοι, πάντες δ’ οἱ συνεχεῖς, ὅταν ὑπὲρ τὴν τρίτην ἡμέραν ἐκταθῶσιν. ἐκ ταὐτοῦ δὲ αὐτοῖς εἰσι γένους καὶ οἱ ταῖς φλεγμοναῖς ἐπιγινόμενοι. κατὰ μὲν οὖν τὰς παρακμὰς ἐκλύεται τὸ τάχος τῆς συστολῆς, καὶ μάλισθ’ ὅταν εἰς ἀπυρεξίαν, ἢ ἐγγὺς αὐτῆς ἀφίκωνται, κατὰ δὲ τὰς ἀρχὰς τῶν παροξυσμῶν γεννᾶται, τυφομένων τρόπον τινὰ τῶν χυμῶν, ἐπιτείνεται δὲ κατὰ τὰς ἀναβάσεις. ἐγγὺς δ’ ἤδη τῆς ἀκμῆς ἐξημμένων τε τῶν χυμῶν καὶ ζεόντων ἀθρόαν μὲν αὔξην τὸ τάχος τῆς διαστολῆς λαμβάνει, διαμένει δὲ ἴσον ἑαυτῷ τὸ τάχος τῆς συστολῆς. ὅταν δ’ ἀκμάσῃ τελέως ὁ πυρετὸς, εἰς ἄκρον μὲν ἥκει τοῦ κατ’ ἐκεῖνον τὸν παροξυσμὸν τάχους ἡ διαστολὴ, μειοῦται δὲ τὸ τάχος τῆς συστολῆς. οἱ μὲν οὖν
381
πλεῖστοι τῶν ἰατρῶν, καὶ μάλισθ’ ὅσοι τὴν συστολὴν ἀδιάγνωστον αἰσθήσει φασὶν ὑπάρχειν, οὐδ’ ἐγγὺς ἥκουσι τοῦ λελεγμένου σημείου, τῶν τε ἐπὶ σήψει χυμῶν ἁπάντων πυρετῶν τῆς τε καθ’ ἕκαστον αὐτῶν παροξυσμὸν ἀρχῆς. ὀλίγιστοι δέ τινες ἀμυδρὰν εἰκόνα τοῦ πράγματος ἐοίκασιν ἑωρακέναι. γράφουσι γοῦν ἀδιορίστως τε καὶ ἀσαφῶς εἰς τοσοῦτον ὡς μηδ’ εἰκάσαι μηδένα τί ποτε βούλονται δηλοῦν. ἐξ αὐτῶν ἐστι καὶ ὁ Ἀρχιγένης, ὡς ἔνεστι γνῶναι τῷ βουληθέντι τό τε περὶ σφυγμῶν αὐτοῦ βιβλίον ἀναγνῶναι καὶ τὰ περὶ τῆς τῶν πυρετῶν σημειώσεως, ἢ τήν γ’ ἐπιτομὴν αὐτῶν. ἐπεσκέμμεθα δὲ καὶ ἡμεῖς ἅμα ταῖς τῶν ἀσαφῶν ἐξηγήσεσιν ἐν ὑπομνήμασιν ὀκτὼ τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. ἄριστα δέ μοι δοκοῦσιν ἀποφήνασθαί τινες, εἰ προσθείημεν αὐτῷ τῷ λόγῳ διορισμόν τινα, τὴν ἐφ’ ἑκάτερα μεταβολὴν τῶν σφυγμῶν, ἀρχῆς παροξυσμοῦ σημεῖον ὑπάρχειν. ὃν δέ φημι χρῆναι προσθεῖναι διορισμὸν, ἔστιν εἰ χωρὶς ἑτέρας προφάσεως ἡ ἀλλοίωσις γένοιτο. προφάσεις δ’ ἔνιαι μὲν ἔξωθέν εἰσιν, οὐ μόνοις τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς
382
ἰδιώταις γνώριμοι, τροφῶν καὶ ποτῶν προσφορὰ, καὶ κίνησις ἡτισοῦν καὶ πάθος ψυχικὸν ὀργισθέντων, ἢ φοβηθέντων, ἢ ἀγωνισάντων, ἡ ὁπωσοῦν ἑτέρως ταραχθέντων. ἔνιαι δ’ ἐξ αὐτοῦ τοῦ σώματος ὁρμώμεναι, περὶ ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἡνίκα φρίκης τε καὶ ῥίγους καὶ καταψύξεως, ἔτι τε τῶν εἰς τὴν γαστέρα συῤῥεόντων ἐμνημόνευσα. μηδενὸς γὰρ τοιούτου περὶ τὸν κάμνοντα συμβαίνοντος, ἡ ἐξαιφνίδιος ἐφ’ ὁτιοῦν μεταβολὴ παροξυσμὸν ἀγγέλλει, θάττονος μὲν καὶ μείζονος γινομένου τοῦ σφυγμοῦ, θερμασίας ὑποτρεφομένης τῇ τῶν ἀρτηριῶν ἀρχῇ, βραδυτέρου δὲ ἢ μικροτέρου, ψύξεως. οὕτω δὲ καὶ ἡ μὲν πυκνότης ὁμολογήσει τῇ πλεονεξίᾳ τῆς θερμασίας, ἡ δ’ ἀραιότης τῇ ψύξει. καὶ ἡ ἀμυδρότης δὲ καίτοι δι’ ἄλλο τι σύμπτωμα γινομένη ταῖς τῶν παροξυσμῶν εἰσβολαῖς ἐστιν οἰκεία, συῤῥεόντων ὑγρῶν μοχθηρῶν εἰς τὴν γαστέρα τηνικαῦτα, καὶ τῇ τοῦ στόματος αὐτῶν βλάβῃ κακούντων τὴν δύναμιν. ἡ δὲ ἀνωμαλία τῶν σφυγμῶν, ἡ πολλοῖς τῶν παροξυσμῶν συνεισβάλλουσα θλιβομένων, ἢ ἐμφραττομένων ὑπόγυον ἀρτηριῶν, ἢ πλήθους τοῦ πρὸς τὴν δύναμίν ἐστι γνώρισμα, λόγῳ καὶ τούτων τοῦ παροξυσμοῦ γίγνεσθαι
383
δυναμένων. ὅσαι μὲν οὖν μεταβολαὶ σφυγμῶν ἤτοι τῆς ἐν τῇ καρδίᾳ θερμασίας αὐξανομένης ἢ συῤῥεόντων ἔσω τῶν χυμῶν ἀποτελοῦνται, φανερῶς ἂν αὗται δόξαιεν ἐνδείκνυσθαι παροξυσμὸν ἀρχόμενον, ὅταν γ’, ὡς εἴρηται, τῶν ἄλλων ἀφορισθῶσι προφάσεων. ὅσαι δὲ ψύξεως, οὐκ ἔτ’ ἐξ ἀνάγκης αὗται δείξουσι πυρετὸν εἰσβάλλοντα σημαίνειν· ἀλλ’ ἐὰν κᾀνταῦθα τὰς ἄλλας προφάσεις ἀφορισώμεθα ἁπάσας, ἕξομεν καὶ τὴν ψύξιν ἀγγέλλουσαν, ὅσον οὐδέπω πυρετὸν ἀναφθήσεσθαι. πνίγεται γὰρ κατ’ αὐτὴν τῆς συῤῥεούσης ὕλης εἰς τὸ βάθος, ἱκανῶς ψυχρᾶς ὑπαρχούσης, ὡς κινδυνεύειν σβεσθῆναι τὴν ἀρχὴν, οἷόν τι κᾀκτὸς συμβαίνει πολλάκις, ὅταν ὕλην ἅμα τε πολλὴν καὶ δύσκαυστον ἐπιβάλλωμεν ἀθρόως ὀλίγῳ πυρὶ, κινδυνεύει μὲν γὰρ αὐτίκα σβεσθῆναι, μὴ σβεσθὲν δ’, ἀλλ’ ἀντισχὸν, ὑποτύφειν τε τὴν ὕλην ὀλίγον ὕστερον ἄρξεται, καί τινα θερμασίαν γεννᾷν, τὰ μὲν πρῶτα καπνώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ φλογώδη, μέχρι περ ἀκριβῶς κρατῆσαν τῆς ὕλης, καθαρὰν ἐργάζηται τὴν φλόγα. τῆς γὰρ τοιαύτης φλογὸς οὐ καπνός ἐστι τὸ ἀποῤῥέον, ἀλλ’
384
αἰθάλη τε καὶ λιγνύς ἐστιν, ἄμφω γὰρ ὀνομάζεται τὸ κατοπτηθὲν τῆς ὕλης ἀνωφερὲς περίττωμα, καθάπερ γε τὸ κατωφερὲς τέφρα τε καὶ σποδιὰ καλεῖται. ἀνάλογον δή μοι νόει κᾀπὶ τῶν πυρετῶν, ὅταν ἐν ἀρχῇ παροξυσμοῦ πλῆθος ὕλης ψυχρᾶς ἐπὶ τὴν καρδίαν ἀφίκηται, τὰ μὲν πρῶτα κίνδυνον γίνεσθαι θανάτου, καὶ προδηλώσει τὸν κίνδυνον τοῦτον ἡ ἐπὶ πλεῖστον εἰς ἀραιότητά τε καὶ βραδύτητα καὶ μικρότητα τροπὴ τῶν σφυγμῶν. ἂν γὰρ ἐπιγένηται τούτοις ἀμυδρότης ἀξιόλογος, αὐτίκα τεθνήξονται· μὴ γενομένης μέντοι τῆς ἀμυδρότητος, ἀναμάχεται τὴν ἧτταν ταύτης ἡ φύσις, ἐπεγείρει τε τὴν κίνησιν τῶν ἀρτηριῶν ἐπὶ τὸ μεῖζόν τε καὶ θᾶττον καὶ πυκνότερον, ὥστε τὰς κινήσεις ἀμφοτέρας μὲν γενέσθαι θάττονας, ἀλλ’ ἐπιφανέστερον τὴν τῆς συστολῆς, καὶ παραυξάνεσθαί γε διὰ ταχέων αὐτὴν αἰσθητῶς, ἄχρις ἂν ὁ παροξυσμὸς αὐξάνηται, τῷ χρόνῳ δ’ ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται τὸ θερμὸν, ἡ οἷον φλὸξ ἀνάπτεται. καὶ τοῦτ’ ἔστιν ἡ ἀκμὴ τῶν παροξυσμῶν, τὸ μὲν αἰθαλῶδες περίττωμα διά τε τῆς ἐκπνοῆς καὶ τῆς τῶν ἀρτηριῶν συστολῆς ἀποχεούσης τῆς φύσεως, τὸ δ’ οἷον τεφρῶδες διὰ πάχους μὲν οὐ δυναμένης ἐκκρίνειν ὁμοίως, αἰσθητοῖς δέ τισιν ἐξοχετευούσης 
385
πόροις. ἔστι δὲ τοῦτο κατὰ μὲν τὰ φλεγμαίνοντα μόρια τὸ πῦον, ἐν δὲ τοῖς ἀγγείοις αὐτοῖς ὅπερ ἐν τοῖς οὔροις ὑφίσταται. περὶ μὲν δὴ τούτων ἐν ταῖς περὶ τῶν πυρετῶν πραγματείαις ἐπὶ πλεῖστον εἴρηται· τοὺς σφυγμοὺς δ’ , ὡς ἔφαμεν, ἀναγκαῖόν ἐστι τὰς εἰρημένας τροπὰς ἐν ἑκάστῳ τε καιρῷ τοῦ σύμπαντος ἔχειν παροξυσμοῦ, καὶ δὴ καὶ κατὰ τὴν ἀρχὴν, ὡς ἐλέγομεν, οὐ κακῶς ἀποφήνασθαί τινας ἅπασαν μεταβολὴν αὐτῶν ἐφ’ ἑκάτερα. πρὸς δὲ τὸ φυλάττειν ἀκριβῶς τὰς εἰρημένας διαγνώσεις ἀσκητέον ἐστὶ διακρίνειν ἁπάσας τὰς ἀπὸ τῶν ἄλλων προφάσεων ἀλλοιώσεις τῶν σφυγμῶν, εἰς ἃς καίτοι φυλαττόμενος ὁ Ἀρχιγένης ἐμπίπτει πολλάκις, ὥστε μακρολογεῖν τε ἅμα καὶ ταράττειν τὴν διδασκαλίαν τοῖς ἰδίοις καὶ ἀχωρίστοις ἑκάστου τῶν καιρῶν γνωρίσμασι τὰ συνακολουθοῦντα, πολλάκις ὁμοτίμως γράφων, καίτοι γ’ ἐν ἐλαχίστῳ κεῖται μεθόδῳ ληφθέντα. τὴν μὲν γὰρ καθαρὰν θερμότητα τῆς διαστολῆς ἡ κίνησις ἐνδείκνυται, τὴν δὲ οἷον καπνώδη τῆς συστολῆς. αἱ δ’ ἄλλαι τῶν σφυγμῶν ἀλλοιώσεις ἤτοι διὰ τὴν τῆς δυνάμεως ἢ τὴν τῶν ὀργάνων γίνονται
386
μεταβολήν. ἑκάτερον δὲ τούτων ἐπί τισιν ἑτέροις αἰτίοις προηγουμένοις, ὧν τὰ πλεῖστα πάλιν ἐφ’ ἑτέροις προκατάρξασιν. ὀνομαζέσθω γὰρ ἕνεκα σαφοῦς διδασκαλίας ὅσα μὲν ἐκ τοῦ σώματος ὁρμᾶται τῶν ἀλλοιούντων αἰτίων ἤτοι τὴν δύναμιν ἢ τὰ ὄργανα προηγούμενα· τούτων δ’ αὐτῶν ἔστιν ἃ πάλιν ἔξωθεν ὄντα τοῦ σώματος αἴτια τῆς ἀλλοιώσεως ἐγένετο προκατάρχοντα. λέλεκται δ’ ἡμῖν ἡ περὶ ταῦτα μεθόδος ἅπασα δι’ ἑτέρας πραγματείας, ἣν περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιγράφομεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν, εἰ ταῦτά τις ἅπαντα μνήμῃ πρόχειρα ποιησάμενος ἀσκήσας τε διαγινώσκειν ἑτοίμως ἅπαντας τοὺς σφυγμοὺς ἐπιστημονικῶς, ἐνίοτε τὰ προγεγονότα τῶν αἰτίων ἐπὶ τῶν καμνόντων ἐξευρήσει. οὗτος μὲν οὖν ὁ λόγος ἐνταυθοῖ τελευτάτω.

Περὶ δὲ τῆς κάθ’ ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας αὐτῆς τε τῆς καρδίας καὶ προσέτι τῶν ἀρτηριῶν, ἑκάστης τε καταμόνας ἁπασῶν τε κοινῶς, ἐφεξῆς δίειμι. εἴρηται μὲν οὖν τινα καὶ περὶ τούτων ἔμπροσθεν,

387
ἀλλ’ ἡ τοῦ λόγου τάξις ἰδίαν αὐτῶν ἀπαιτοῦσα διδασκαλίαν ὡς οὐδενὸς εἰρημένου περανθήσεται. ποτὲ μὲν οὖν ἡ καρδία ξηροτέρα γενομένη τοῦ κατὰ φύσιν ἁπάσας ἑαυτῇ συναλλοιώσει τὰς ἀρτηρίας, ἐνίοτε δὲ καθ’ ἕν τι τοῦ ζώου μόριον, ἢ καὶ πλείω συμβήσεται τοῦτο ταῖς ἀρτηρίαις. ἔστι δὲ ὅτε τὴν ἐναντίαν μὲν ἕξουσι διάθεσιν, ὅσον ἐφ’ ἑαυταῖς αἱ ἀρτηρίαι τῇ καρδίᾳ, δέξονται δὲ καὶ τὴν παρ’ ἐκείνης, ὥστε συστῆναι μέσην τινὰ διάθεσιν αὐταῖς ἐν ὑγρότητί τε καὶ ξηρότητι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα δυσκρασίας ἐλέγομεν, αἴτια δὲ προηγούμενα τὰ μὲν τὰς ἀρτηρίας ἀποφαίνοντα ξηροτέρας, ὕδατα θειώδη καὶ στυπτηριώδη καὶ ἁπλῶς εἰπεῖν ὅσα ξηραίνειν πέφυκεν, οὐχ ὕδατα μόνον, ἀλλὰ καὶ φάρμακα πολυχρονίως ὁμιλήσαντα μορίῳ τινὶ τοῦ σώματος, ἐν ᾧπερ ἂν ἡ τοιαύτη δυσκρασία κατὰ τὰς ἀρτηρίας γενομένη τὸν σφυγμὸν αὐτὸν ἐργάσεται σκληρότερον. οὐχ ἥκιστα δὲ κᾀν ταῖς πλείσταις τῶν ἀτροφιῶν αἵ τ’ ἀρτηρίαι τῶν ἀτροφούντων μορίων γίνονται ξηρότεραι καὶ
388
τὸν σφυγμὸν ἀποφαίνουσι σκληρότερον. ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὴν κατὰ ξηρότητα δυσκρασίαν ἀποτελεῖ. καὶ ἡ δίαιτα μὲν εἰ πολυχρόνιος ἐπὶ τὸ ξηρότερον ἀχθείη, καὶ μέντοι καὶ τῶν φαρμάκων τῶν ξηραινόντων ἐδωδαί τε καὶ πόσεις, ἐν οἷς ἐστι καὶ ὁ ἄκρατος οἶνος, ἔνδειά τε τροφῆς, ἢ κατὰ ἄλλην τινὰ αἰτίαν, ἢ διὰ πάνδημον λιμὸν, ἐνίοτε δὲ καὶ ποτὸν, ὡς ἐν ἀπλοίαις μακραῖς, ἔτι δὲ πόνων ἀμετρία καὶ γῆρας καὶ φροντὶς καὶ λύπη καὶ ἀγρυπνία πολυχρόνιος, οἵ θ’ ἑκτικοὶ πυρετοὶ, καὶ μάλισθ’ ὁ μαρασμώδης. ταῦτ’ οὖν πάντα τὰ εἰρημένα καὶ κατὰ μόνας γενόμενα καὶ σύνδυο καὶ τρία καὶ πλείονα συνιόντα ξηροτέραν μὲν ἐργάζεται τὴν καρδίαν, σκληρότερον δὲ τοῦ κατὰ φύσιν εἰς τοσοῦτον τὸν σφυγμὸν εἰς ὅσον ἂν ἡ ξηρότης αὐξηθῇ. ὑγρᾶς δὲ δυσκρασίας αἴτια τά τε τοῖς μορίοις ἐγγινόμενα πολυχρόνια τῶν οἰδημάτων καὶ οἱ λευκοφλεγματίαι τῶν ὑδέρων, οἵ καὶ τὴν καρδίαν ἀλλοιοῦσι, καὶ μέντοι καὶ τὰ τῶν κυρίων σπλάγχνων οἰδήματα, πάντα ταῦτα τὰς μὲν ἀρτηρίας ὑγρὰς, ὥσπερ καὶ τὴν καρδίαν, τοὺς σφυγμοὺς δὲ ἐργάζεται μαλακούς. αἴτια δὲ μαλακότητος σφυγμῶν
389
ἐστι μετρίας τε καὶ οὐχ ἱκανῶς ἐκδήλου καὶ τὰ τοιαῦτα, ἐδωδαὶ πλείους ὑγραινόντων ἐδεσμάτων, ἀργία τε πολλὴ, καὶ ὕπνοι μακροὶ, καὶ τὰ μετὰ τροφὴν λουτρά. τοῖς μὲν οὖν σκληροῖς σφυγμοῖς ἐδείκνυτο πρόσθεν ἑπομένη ἡ μικρότης, ὥσπερ τοῖς μαλακοῖς τὸ μέγεθος. αὐτοῖς δὲ τούτοις πάλιν ἑπόμενα τάχος τε καὶ βραδύτης, ἔτι τε πυκνότης καὶ ἀραιότης. ἐδείχθησαν δὲ καὶ τῶν ἄλλων αἰτίων αἱ συζυγίαι. λέγω δ’ αἴτια νῦν τὰ πρῶτά τε καὶ οἷον συνεκτικὰ τῆς τῶν σφυγμῶν γενέσεως, τὴν χρείαν τε καὶ τὴν δύναμιν. ὥστε οὐδὲν ἔτι λείπει τῶν τῇ καρδίᾳ συμβαινόντων ἐπὶ δυσκρασίᾳ. οὐ μὴν οὐδ’ ὄγκοι τινὲς ἐν αὐτοῖς γίνονται τοὺς σφυγμοὺς ἀλλοιοῦντες εἰς σκληρότητα, καθάπερ ἐφ’ ἑτέρων σπλάγχνων αἱ φλεγμοναί τε καὶ οἱ σκίῤῥοι. φθάνει γὰρ ἀπολέσθαι τὸ ζῶον, συγκοπὲν ἐπὶ τῇ τῶν τοιούτων ὄγκων γενέσει. πάντ’ οὖν εἴρηται τὰ κατὰ τὴν καρδίαν, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ. ὥστε κᾀμοὶ καιρὸς ἥκει καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε, μεταβάντι δ’ ἐπὶ τὸν τέταρτον ἁπάντων τῶν ἄλλων μορίων τῶν τοῦ σώματος ἐξηγήσασθαι
390
τὰς διαθέσεις, ὅσαι τε κατὰ δυσκρασίαν τινὰ γίνονται καὶ ὅσαι δι’ ὄγκους παρὰ φύσιν, ὁποῖός τέ τις ἑκάστῃ σφυγμὸς ἕπεται.

391

Τέταρτος ἡμῖν οὗτος ὁ λόγος ἐστὶ τῆς διὰ σφυγμῶν προγνώσεως, ἐν μὲν τοῖς πρώτοις δύο καθ’ ἕκαστον σφυγμὸν προβληθέντα τὰς γεννώσας αὐτὸν ἐπισκεψαμένοις διαθέσεις, ἐν δὲ τῷ τρίτῳ καθ’ ἑκάστην διάθεσιν τοὺς οἰκείους σφυγμοὺς ἐξευροῦσιν. ἠρξάμεθα δ’ ἀπὸ τῶν τῇ καρδίᾳ συμβαινόντων, ἐν οἷς εἰσι καὶ πυρετοὶ πάντες, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν ἐπιδέδεικται λόγοις. ὅπερ οὖν ὑπόλοιπον ἔτι, τὰς ἐν τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ ζώου διαθέσεις, αἷς ἡ καρδία συμπάσχουσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διέλθωμεν ἁπάσας

392
ἑξῆς, ὥσπερ καὶ τἄλλα πρόσθεν εἰς μέθοδον ἄγοντες. ἓν μὲν δὴ τοῦτο μόνον ἁπασῶν αὐτῶν κοινὸν ἐπίστασθαι χρὴ, τὸ μηδέποτε δύνασθαι τοὺς ἐν ὅλῳ τῷ ζώῳ σφυγμοὺς εἰς κοινὴν ἀλλοίωσιν ἀχθῆναι, πρὶν τὴν καρδίαν συμπαθεῖν τῷ προτέρῳ πεπονθότι μορίῳ, κατὰ μέρη δέ τινα τοῦ σώματος, ἀλλοιωθῆναί τινας ἀρτηριῶν κινήσεις δύνασθαι, καὶ χωρὶς τοῦ πρὸς τὴν καρδίαν ἐξικέσθαι τὴν βλάβην. ἐπὶ δὲ τούτῳ μνημονευομένῳ πρώτας μὲν ἐπέλθωμεν ὅσαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐγγίνονται διαθέσεις, εἶθ’ ἑξῆς ὅσαι τοῖς τροφικοῖς ὀνομαζομένοις, εἶτ’ αὖθις ὅσαι τοῖς κατὰ κεφαλὴν, καὶ τελευταίας ὅσαι τοῖς κατὰ κῶλα καὶ τὰ προφανῆ τοῦ ζώου μέρη, κᾄπειθ’ ὅσαι τοῖς γεννητικοῖς.

Τὰ μὲν οὖν ἀναπνευστικὰ μόρια τοῦ ζώου δύο ἐστὶ μόνα, πνεύμων καὶ θώραξ· τὰ δὲ τῆς τροφῆς ὄργανα πολὺ πλείω δυοῖν, ἧπαρ καὶ γαστὴρ, ἔντερά τε καὶ σπλὴν, οἱ νεφροὶ, καὶ αἱ κύστεις ἀμφότεραι, ταχίστην θ’ ἅμα καὶ μεγίστην ἁπάντων ἐπιφέρει τῇ καρδίᾳ τὴν βλάβην ὁ πνεύμων. καὶ γὰρ τῇ θέσει πάντων ἔγγιστα καὶ τοῖς ἀγγείοις αὐτῇ συγγενέστατος ὑπάρχει, καὶ σύῤῥους μεγίστοις στόμασιν

393
εἰς ἀμφοτέρας τὰς κοιλίας ἐστίν. εἰ γοῦν ἑαυτοῦ γένοιτό ποτε θερμότερος, αὐτίκα καὶ τὴν καρδίαν θερμαίνει, κᾂν ᾖ ψυχρότερος, οὐδὲ τοῦτ’ ἀναβάλλεται. τάς τε καθ’ ὑγρότητά τε καὶ ξηρότητα δυσκρασίας οὐχ ὁμοίως μὲν ταῖς εἰρημέναις, θᾶττον δ’ οὖν καὶ ταύτας ἁπάντων τῶν ἄλλων ὀργάνων ἐπιπέμπει τῇ καρδίᾳ. καὶ τὰ πληθωρικὰ δ’ ἐν αὐτῷ νοσήματα, καὶ μάλιστα ὅταν ἐρυσίπελας, ἢ φλεγμονὴ καταλάβῃ τὸ σπλάγχνον, αὐτίκα τῆς καρδίας ἀλλοιοῖ τὰς ἐνεργείας. ὡσαύτως δὲ καὶ ὅσα διὰ φλεγματικὸν ῥεῦμα συνίσταται παθήματα κατ’ αὐτὸν, εἰς συμπάθειαν ἐπισπᾶται τὴν καρδίαν. ἀλλ’ ἀπὸ τῶν δυσκρασιῶν ἀρκτέον, ὅσαι ἄνευ ῥεύματος γίνονται, καὶ πρώτην γ’ ἐξ αὐτῶν προχειριστέον ἐστὶ τὴν κατὰ θερμότητα. τῷ τοίνυν πνεύμονι θερμανθέντι νοσωδῶς ἡ καρδία συνθερμανθεῖσα τοὺς ἐπὶ τῇ χρείᾳ τῶν σφυγμῶν αὐξηθείσῃ γιγνομένους ἐργάζεται σφυγμούς. εἰ δ’ ἐν πλέονι χρόνῳ τοῦτο συμβαίνει, κίνδυνος αὐτῇ τὸν ἑκτικὸν ἀναδέξασθαι πυρετὸν, οὗ τὰ γνωρίσματα πρόσθεν εἴρηται. ἡ μὲν δὴ τῶν σφυγμῶν ἀλλοίωσις ἡ αὐτὴ γενήσεται τῆς καρδίας μόνης αὐτῆς καθ’ ἑαυτὴν δυσκράτως ἐχούσης, ἐπί τε τῇ πρὸς τὸν
394
πνεύμονα συμπαθείᾳ. καὶ μέντοι καὶ ἡ τῆς ἀναπνοῆς ἰδέα τὴν αὐτὴν ἕξει κατάστασιν, εἴθ’ ἡ καρδία μόνη τὴν πυρετώδη πάθοι δυσκρασίαν, εἴτε τῷ πνεύμονι συμπάσχοι. πλέονος δ’ αἰσθήσεται καύματος ἐν ἅπαντι τῷ κύτει τοῦ θώρακος ὁ διὰ τὸν πνεύμονα πάσχων, ἐκπνεύσει τε θερμὸν ἱκανῶς, ὡς καὶ διψήσει θατέρου μᾶλλον καὶ θερμοτέραν ἕξει τήν τε φάρυγγα καὶ τὴν γλῶτταν, ὡς τὰ πολλὰ δὲ καὶ ξηροτέραν. εἰ δ’ ἐπὶ πλέον ἥκοι τὸ κακὸν, χρωσθήσεται χρώματι μέλανι τὴν γλῶτταν καὶ τραχεῖαν ἐσχάτως ἕξει. ψυχθέντος δὲ τοῦ πνεύμονος, ἡ καρδία συμπάσχουσα κατ’ ἀρχὰς μὲν εἰς ἐκείνην ἄξει τοὺς σφυγμοὺς τὴν ἀλλοίωσιν, ἣν ἔμπροσθεν ἐδείξαμεν ἐκλυομένης τῆς χρείας συνίστασθαι, προϊόντος δὲ τοῦ χρόνου ψύξιν ἑκτικὴν ἀναδεξαμένη, τοὺς ἐπὶ ταύτῃ κρατούσῃ λελεγμένους γίγνεσθαι σφυγμοὺς ἀπεργάσεται. τὰ μὲν οὖν ἄλλα κοινὰ τοῖς τε τὴν καρδίαν μόνην ἐψυγμένοις ἐστὶ καὶ τοῖς τὸν πνεύμονα, συμπάσχει γὰρ ἐξ ἀνάγκης τὸ ἕτερον τῷ ἑτέρῳ. πρόσεστι δ’ ἐξαίρετον οἷς ὁ πνεύμων ἔψυκται πρῶτος αἴσθησις ψυχρᾶς τῆς ἀναπνοῆς. εἰ δὲ καὶ κατὰ ξηρότητα δύσκρατος ὁ πνεύμων γένοιτο, κατ’ ἀρχὰς μὲν οὐδέν τι σαφὲς ἀλλοιώσει
395
τοὺς σφυγμοὺς, ἐν τῷ χρόνῳ δ’ ἄν ποτε σκληροτέρους ἐργάσεται, τῆς καρδίας συμπαθούσης αὐτῷ. τούτοις ἡ φάρυγξ. ἑτοίμως ξηραίνεται, καίτοι γ’ οὐ διψῶσιν. ἡ δὲ καθ’ ὑγρότητα δυσκρασία πλαδαρὰν μὲν καὶ ἄδιψον ἐργάζεται τὴν φάρυγγα, τῷ χρόνῳ δ’ ἀλλοιοῖ τοὺς σφυγμοὺς εἰς μαλακότητα. τοιαῦται μὲν αἱ ἁπλαῖ δυσκρασίαι τοῦ πνεύμονος. αἱ σύνθετοι δ’ ἐκ τούτων γνωριζέσθωσαν. ἐμοὶ γὰρ ἤδη καιρὸς ἐπὶ θάτερον ἰέναι γένος, ὃ ῥευμάτων ἔγγονον ἔφην ὑπάρχειν. ἔστι δ’ ἐν αὐτῷ κοινὸν μὲν ἁπάντων ἀνωμαλία τῶν σφυγμῶν, ἔμφραξίς τε γὰρ ἑτοίμως καὶ σφήνωσις καὶ θλίψις τῶν κυριωτάτων ἀρτηριῶν, ἐπὶ τοῖς τοιούτοις γίνεται ῥεύμασιν. οὐχ ἧττον δὲ τούτων καὶ τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἂν ἐγγὺς οὕτω κειμένης τῆς καρδίας τῷ πνεύμονι, καὶ διὰ μεγάλων στομάτων ἐχούσης τὴν σύῤῥοιαν. ἡ μὲν οὖν ἀνωμαλία κοινὴ πάντων ῥευμάτων ὅσα κατασκήπτει τῷ πνεύμονι, τοῦ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ παρά τε τὴν σύστασιν καὶ τὸ ποσὸν τοῦ χυμοῦ γιγνομένου. ἐλάττων μὲν γὰρ ἐπί τε τοῖς λεπτοῖς καὶ ὀλίγοις, ἀξιολογωτέρα δὲ ἐπί τε τοῖς παχέσι καὶ γλίσχροις καὶ πολλοῖς ἀποτελεῖται ῥεύμασι, 
396
καὶ γὰρ ἐμφράττει ταῦτα καὶ θλίβει καὶ βαρύνει μᾶλλον. αἱ δ’ εἰς τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἀλλοιώσεις ἐπὶ μὲν τοῖς θερμοτέροις ῥεύμασιν οἵας ἐπὶ πλήθει θερμασίας, ἐπὶ δὲ τοῖς ψυχροτέροις οἵας ἐπ’ ἐνδείᾳ πρόσθεν ἔφαμεν συνίστασθαι. σκληρότεροι δὲ γίνονται τῶν κατὰ φύσιν ἐπί τε ταῖς ξηραῖς δυσκρασίαις καὶ τοῖς φλεγμονώδεσιν ὄγκοις ἢ σκιῤῥώδεσι τοῦ πνεύμονος, ὥσπερ γε καὶ μαλακώτεροι διὰ τὰς οἰδηματώδεις διαθέσεις. οὐ μὴν οὐδὲ τὸ τῆς ἀναπνοῆς εἶδος ὅμοιον ἐπί τε ταῖς δυσκρασίαις ἐστὶ καὶ τοῖς ῥεύμασιν· αἱ μὲν γὰρ ψυχραὶ δυσκρασίαι μικρὰν καὶ βραδεῖαν καὶ ἀραιὰν ἐργάζονται τὴν ἀναπνοὴν, ὥσπερ καὶ τοὺς σφυγμούς. τὰ μὲν δὴ ῥεύματα τὰ ψυχρὰ τοὺς μὲν σφυγμοὺς ὁμοίως ἀλλοιοῖ, τὴν δ’ ἀναπνοὴν οὔτε μικρὰν οὔτε βραδεῖαν οὔτ’ ἀραιὰν ἐργάζεται. διὰ γὰρ τὴν στενοχωρίαν ὀλίγου πνεύματος ἐμπίπτοντος τῷ πνεύμονι, καὶ διὰ τοῦτο τῆς φύσεως ἐλλιπῶς ἀπολαβούσης αὐτοῦ, συμβαίνει τὴν δευτέραν ἐνέργειαν αὐτίκα τε καὶ ταχεῖαν ἅμα καὶ μεγάλην ἀποτελεῖσθαι, καὶ μόναις ταύταις τῶν δυσπνοιῶν, ὡς κᾀν τῇ περὶ αὐτῶν ἐδείχθη πραγματείᾳ, συμβέβηκεν ὑπεναντίως ἔχειν τῇ διαστολῇ τοῦ θώρακος τὸ ποσὸν τῆς εἰσπνοῆς. μέγιστον μὲν
397
γὰρ ὁ θώραξ διαστέλλεται, πλεῖστον δ’ οὐκ εἰσπνεῖται, καθάπερ ὅτ’ ἄφρακτος ὁ πνεύμων ὑπῆρχεν. ἡ μὲν οὖν ἰδέα τῆς ἀναπνοῆς ὁμοία τοῖς ῥεύμασιν ἅπασιν ὑπάρχει. τὸ πνίγεσθαι δ’ οὐχ ὁμοίως ἅπασιν, ἀλλὰ τοῖς θερμοῖς ἅπασι μᾶλλον ἕπεται, ἐπειδὴ πλείονος τῆς εἰσπνοῆς ἡ φύσις δεῖται τηνικαῦτα. διὰ δὲ τὰς δυσκρασίας μόνας οὐδεὶς ἕπεται κίνδυνος πνίξεως. καὶ τοῖς σφυγμοῖς δ’ αὐτοῖς ἐγγίνεταί τις ἑτέρα διαφορὰ παρὰ τὰς ἔμπροσθεν εἰρημένας ἐν τῷ τὸ ῥεῦμα ποτὲ μὲν εἰς αὐτὰς μόνας ἐμπίπτειν τὰς τραχείας ἀρτηρίας, ποτὲ δ’ εἰς τὰς λείας τε καὶ τὰς φλέβας, ἢ καὶ τὰς μεταξὺ χώρας αὐτῶν ἁπάσας μεταλαμβάνειν. ἐπὶ μὲν γὰρ ταῖς τραχείαις ἀρτηρίαις μόναις πληρωθείσαις οὐδεμία κατὰ σκληρότητα γίνεται μεταβολὴ τοῖς σφυγμοῖς· ἐπὶ δὲ ταῖς λείαις αἱ καθ’ ὅλον τὸ ζῶον ἀρτηρίαι τεινόμεναι σκληρότερον ἐργάζονται τὸν σφυγμόν. τὰ δ’ οἰδήματα τοσοῦτον ἐνδεῖ τοῦ σκληρύνειν αὐτὸν ὥστε καὶ μαλακώτερον ἀποτελεῖν, διαβρέχοντα μὲν ἐν τῷ χρόνῳ τοὺς χιτῶνας τῶν ἀρτηριῶν, τάσιν δ’ οὐδεμίαν ἐργαζόμενα, καθάπερ ἐπὶ τῶν φλεγμονωδῶν τε καὶ σκιῤῥωδῶν ὄγκων ἔχει. μὴ τοίνυν ὀνόματα ζήτει ἀκούειν ἔτι
398
περιπνευμονιῶν, ἢ ἀσθμάτων, ἢ πνευμονωδῶν παθῶν, μεμαθηκὼς τὰς διαθέσεις τοῦ πνεύμονος. ὅτι γὰρ ἡ διὰ τῶν ὀνομάτων διδασκαλία πρώτην μὲν ἔχει τὴν περὶ τὸ σημαινόμενον ἀμφισβήτησιν, δευτέραν δὲ τὴν τοῦ ἀριθμοῦ τῶν νοσημάτων ἔννοιαν, ἐν πολλαῖς πολλάκις ἐπιδέδεικται πραγματείαις.

Ἀλλ’ ἐπὶ τὰ τοῦ θώρακος ἰέναι καιρὸς ἤδη νοσήματα κατὰ τὴν αὐτὴν μέθοδον. αἱ μὲν δὴ δυσκρασίαι τὰς αὐτὰς ἀλλοιώσεις ἐργάζονται ταῖς ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ πνεύμονος εἰρημέναις. οἱ δ’ ὄγκοι κατά τε τὴν ποσότητα καὶ τὴν ἰδέαν ἑκάστου τῶν ἐργασαμένων αὐτοὺς χυμῶν. διαλλάξουσι δὲ τῷ θᾶττον μὲν καὶ μᾶλλον τῷ πνεύμονι συμπάσχειν τὴν καρδίαν, ἧττον δὲ καὶ βραδύτερον τῷ θώρακι. διαλλάξουσι δὲ κᾀν τῷ ποτὲ μὲν νῦν εἶναι τὸ πάσχον μέρος τοῦ θώρακος, ποτὲ δὲ τὸν ὑπεζωκότα τὰς πλευρὰς χιτῶνα. πλείων γὰρ ἡ τάσις ἐπὶ τοῖς σκληροῖς καὶ πυκνοῖς μέρεσιν εἰς ὄγκον ἀρθεῖσιν, καὶ διὰ τοῦτο καὶ οἱ πλευριτικοὶ τῶν περιπνευμονικῶν ἀεὶ σκληρότερον ἔχουσι τὸν σφυγμόν. ὁμαλὸς δὲ τοὐπίπαν ἐπὶ τοῖς κατὰ τὰς πλευρὰς ὄγκοις ὁ σφυγμὸς, οὐχ

399
ὥσπερ ἐπὶ τοῖς κατὰ τὸν πνεύμονα παντοίως ἀνώμαλος. οὔτε γὰρ διὰ μεγάλων ἀγγείων οὔτ’ ἐγγὺς τῆς καρδίας ἡ κοινωνία τῷ θώρακι πρὸς αὐτήν ἐστι. περὶ δὲ τῆς κατὰ τὴν δύσπνοιαν ἰδέας οὐδὲν ἐν τῷδε τῷ λόγῳ δέομαι λέγειν, ὥσπερ ἐπὶ πνεύμονος ἐδεήθην διακρῖναι. ποτὲ μὲν ἡ καρδία πρώτη πάσχει, ποτὲ δὲ ὁ πνεύμων. ἑτοίμη γὰρ ἡ διάγνωσις ἐπὶ τῷ θώρακι πάσχοντι.

Ἥπατος δὲ νοσοῦντος ἀλλοιοῦνται σφυγμοὶ κατὰ μὲν τὰς δυσκρασίας ὡς ἔμπροσθεν εἴρηται, κατὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους, ἀνάλογον μέν πως κᾀν τούτοις, ἀλλ’ ἧττον ἐπὶ ταῖς φλεγμοναῖς γίνονται σκληροὶ τῶν ἐπὶ θώρακι τοσοῦτον ὅσον τῶν ἐπὶ πνεύμονι μᾶλλον. οὐδέποτε δ’ οὔτ’ ἐπὶ θώρακος οὔτ’ ἐφ’ ἥπατος ὄγκῳ μαλακὸς ὁ σφυγμὸς γίνεται, διότι μηδ’ ἐπιγίνεταί ποτε τοῖς ὀργάνοις τούτοις οἴδημα φλεγματικόν. ὁ μὲν γὰρ θώραξ πυκνότερος ἢ ὥστε δέξασθαι τοιοῦτον ῥεῦμα, τὸ δ’ ἧπαρ οὐ πυκνότερον μόνον, ἀλλὰ καὶ τῇ συμφύτῳ δυνάμει ῥᾳδίως ἀλλοιοῖ τὸ φλέγμα, συμπάσχει δ’ ἑτοιμότερον ἡ καρδία τῷ ἥπατι,

400
καίτοι ποῤῥώτερον τοῦ θώρακος κειμένῳ, διὰ τὴν τῆς κοίλης φλεβὸς κοινωνίαν.

Συμπάσχει δὲ καὶ τῷ διαφράγματι μᾶλλον τῶν ἄλλων ἁπάντων τοῦ θώρακος μερῶν, ὅτι παρ’ αὐτῆς τῆς κοίλης αἱ φλέβες τούτῳ. τάσιν δ’ οὐδὲν οὕτω μόριον ἄλλο ταῖς ἀρτηρίαις ἐργάζεται, καὶ μάλιστα ὅταν αὐτὸ τὸ νευρῶδες αὐτοῦ πάθοι. εἰ μὲν οὖν ὑπὸ τῶν ἐν αὐτῷ περιττωμάτων διατείνοιτο, χωρὶς πυρετῶν, ὀδύνη τε καὶ δύσπνοια τό γε κατ’ ἀρχὰς ἐπιγίνεται. προϊόντος δὲ τοῦ χρόνου πυρέττουσι σηπομένων τῶν περιττωμάτων. εἰ δὲ ἐκ ῥεύματος εἰς αὐτὸ κατασκήψαντος, εἶναι μὲν χρὴ τοῦτο πάντως ἤτοι χολῆς ξανθῆς ἢ αἵματος θερμοῦ καὶ λεπτοῦ, παχὺ γὰρ αἷμα καὶ φλέγμα γλίσχρον οὐκ ἄν ποτε δέξαιτο διὰ πυκνότητα. παραφρονήσουσι δ’ ἐξ ἀνάγκης, ἕξουσί τε τὸν σφυγμὸν ἱκανῶς σκληρὸν, καὶ διὰ τοῦτο καὶ μικρόν. ὅτι δ’ ἄμφω γε ταῦτα καὶ ἡ θερμασία πολλὴ, διὰ τοῦτο καὶ πυκνότατος. ὁ δ’ ἄνευ πυρετοῦ σφυγμὸς ἐπὶ διαφράγματι δυσπραγοῦντι σκληρὸς μὲν γίνεται καὶ μικρὸς, οὐ μὴν πυκνός γε ἐπιπλέον ἀλλ’ ἤτοι βραχύ τι παντάπασιν ἢ οὐδ’ ὅλως εἰς τοιαύτην 

401
ἀφικνεῖται μεταβολήν. ἀνάλογον δὲ τοῖς ἐπὶ τῷ νευρώδει τοῦ διαφράγματος ἕπεται πάντα ταῖς μεγάλαις πλευρίτισιν, ὅτι καὶ ὁ ὑπεζωκὼς τὰς πλευρὰς χιτὼν πλείστων τε νεύρων μετέχει καὶ συνῆπται ταῖς φρεσὶ καὶ τοῖς τὸν θώρακα διαφράττουσιν ὑμέσι, δι’ ὧν κατὰ συνέχειαν ἐγγὺς τῆς καρδίας ἀφικνεῖται. καὶ μέγιστον δὴ τοῦτ’ ἔστι γνώρισμα πλευρίτιδος ὀλεθρίας, εἰ σκληρὸς ἱκανῶς ὁ σφυγμὸς γένοιτο, καὶ διὰ τοῦτο καὶ μικρὸς καὶ δι’ ἄμφω τε ταῦτα καὶ τὴν θερμότητα πυκνότατος. οὐδεὶς ἐσώθη πλευριτικὸς ἐπὶ τοιούτῳ σφυγμῷ. παραπαίουσι δ’ ἧττον οὗτοι τῶν τὸ διάφραγμα φλεγμαινόντων. ἐγγυτέρα γάρ ἐστι τῆς ἀρχῆς ἡ τῶν τοῦ διαφράγματος νεύρων ἔκφυσις. ἀλλ’ οὐ χρὴ μηκύνειν ἐν ταῖς ἄλλαις διαγνώσεσι περὶ σφυγμῶν προθεμένους λέγειν. ἐν γὰρ τοῖς τῶν πεπονθότων τόπων ὑπομνήμασιν ἐπιπλέον ὑπὲρ τῶν τοιούτων διῄρηται.

Γαστὴρ δὲ κακοπραγοῦσα κατὰ δυσκρασίαν μὲν ἀνάλογον τοῖς προειρημένοις ἀλλοιώσει σφυγμοὺς, δι’ ὄγκον δέ τινα κατὰ μὲν τὸν πυθμένα συμβάντα τοῖς ἄλλοις ἀνάλογον· εἰ δ’ ἐν τῷ στόματι γένοιτο,

402
σκληρότερος ὁ σφυγμὸς ἔσται διὰ τὸ πλῆθος τῶν νεύρων, οὐ μὴν οὕτω γε σκληρὸς ὡς ἐπὶ διαφράγματι. παμπόλλῳ γὰρ ἀπολείπεται τοῦδε, καίτοι γ’ οὐκ ἀπολειπομένου τοῦ μορίου τῷ μεγέθει τῶν νεύρων. ἀλλὰ διὰ μὲν ταῦτα τὰ νεῦρα τὸ περιττὸν τῆς αἰσθήσεως ἔχει· μαλακὰ γάρ ἐστι καὶ μεγάλα καὶ ἀπ’ αὐτῆς ἐκπέφυκε τῆς ἀρχῆς· διὰ δὲ τὸ τῆς τοῦ σώματος οὐσίας σαρκοειδὲς ἀπολείπεται σκληρότητι τοῦ θ’ ὑπεζωκότος καὶ τῶν φρενῶν. σύντονα γὰρ ἐκεῖνα τὰ μόρια καὶ σκληρὰ καὶ πυκνὰ, διὸ καὶ τείνεται μᾶλλον εἰς ὄγκον αἰρόμενα. καὶ τὰ νεῦρα δ’ αὐτῶν ὁμοίως αὐτοῖς τοῖς ὀργάνοις σκληρὰ καὶ σύντονα, τὰ δὲ τῆς γαστρὸς, ὡς εἴρηται, μαλακά. ταῦτά τοι σκληρότατοι μὲν ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι, καὶ διὰ τοῦτο καὶ μικροὶ γίνονται σφυγμοὶ, καὶ εἰ θερμασία τις αὐτοῖς συνείη, καθάπερ ἐν φλεγμοναῖς τε καὶ πυρετοῖς, εὐθὺς καὶ πυκνότατοι. κατὰ δὲ τὸ τῆς γαστρὸς στόμα σκληρὸς μὲν οὐδέποθ’ οὕτως ὁ σφυγμὸς, ὅτι μήτ’ αὐτὰ τὰ νεῦρα μήτε τὸ μόριον σύντονον, μικροὶ μέντοι καὶ πυκνοὶ πολλάκις ἐπὶ τῷ περιττῷ τῆς αἰσθήσεως, ὅτι τάχιστα καμνούσης
403
τε καὶ καταλυομένης τὴν δυνάμεως. ἐμάθομεν γὰρ ὁποίους ἄλγημα, καὶ μάλιστα τὸ τῆς δυνάμεως ἁπτόμενον ἐργάζεται τοὺς σφυγμούς. ὥσπερ δ’ ἐπὶ τοῖς ἀλγήμασι τοῖς κατὰ τὸ στόμα τῆς γαστρὸς ἡ δύναμις τάχιστα κάμνει, κατὰ τὸν αὐτὸν λόγον οὐκ ἀνέχεται πλήθους οὐδ’ ἐπ’ ὀλίγον, ἀλλὰ βαρύνεταί τε καὶ κάμνει, καὶ τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται. λέλεκται δ’ ἐν τοῖς ἔμπροσθεν ὁποῖοι σφυγμοὶ γίνονται βαρυνομένης δυνάμεως ὑπὸ πλήθους ὕλης, ὥσπερ γε καὶ οἷοί τινες αῤῥωστούσης. ἀμφοτέρας οὖν τὰς βλάβας τῆς δυνάμεως ἑπομένας ἔχον τὸ στόμα τῆς γαστρὸς εὐλόγως ἐργάζεται τοὺς σφυγμοὺς ἐνίοτε μὲν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς, ἐνίοτε δὲ ἀνωμάλους, ἔν τε τοῖς εἰρημένοις τρισὶ γένεσι καὶ προσέτι τῷ κατὰ τάχος τε καὶ βραδύτητα.