De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Ἔστι δὲ κᾀνταυθοῖ χαλεπωτάτη πασῶν ἡ διαλείπουσα. γίνεται δ’ αὕτη διακοπτούσης ἡσυχίας τὴν διαστολήν. ἰδέαι δὲ πλείους αὐτῆς, ἅπασαι μὲν χαλεπαὶ, διαφέρουσαι δ’ ἀλλήλλων τῷ μᾶλλόν τε καὶ ἧττον. ὅταν μὲν γὰρ ἡ δευτέρα κίνησις σφοδροτέρα γίνηται τῆς προτέρας,

295
ἐπιεικέστερον, ὅταν δ’ ἀμυδροτέρα, χαλεπώτερον. οὕτω δὲ καὶ ἡ μὲν βραδυτέρα χαλεπώτερον σημεῖον, ἡ δὲ θάττων ἐπιεικέστερον. γίνονται γὰρ οἱ τοιοῦτοι σφυγμοὶ διαγωνιζομένης τε ἅμα καὶ ἐμποδιζομένης τῆς φύσεως ὑπὸ τῶν νοσωδῶν αἰτίων. ὅταν μὲν οὖν ἀποσείσασθαί πως αὐτὰ δυνηθεῖσα καὶ οἷον ἐκ δεσμοῦ τινος ἀπολυθεῖσα τὴν μετὰ τὴν ἡσυχίαν κίνησιν ἀμείνονα ποιήσεται τῆς ἔμπροσθεν, ἐπιεικέστερόν ἐστιν, ὁπόταν δὲ χείρονα, χαλεπώτερον. βελτίων δὲ κίνησις ἡ σφοδρὰ καὶ ταχεῖα τῆς ἀμυδρᾶς καὶ βραδείας. ἡ μέντοι κατὰ μέγεθός τε καὶ σμικρότητα διαφορὰ τῆς προτέρας κινήσεως πρὸς τὴν δευτέραν οὐδεμίαν ἀξιόλογον ὑπεροχὴν ἔχει. ἐνδέχεται γὰρ ὁμοίως καὶ ἴσης οὔσης τῆς διαθέσεως ποτὲ μὲν τὸ πρὸ τῆς ἡσυχίας μέρος τῆς κινήσεως μεῖζον, ποτὲ δὲ τὸ μετὰ τὴν ἡσυχίαν, ἔστιν ὅτε δ’ ἄμφω γενέσθαι παραπλήσια. κατὰ μέντοι σκληρότητά τε καὶ μαλακότητα διαφορὰ τῶν δύο προσβολῶν τῆς ἀρτηρίας οὐκ ἄν ποτε γένοιτο, διὰ τὸ χρόνου πλέονος ἀεὶ δεῖσθαι τὴν τοιαύτην μεταβολὴν, ὅπου γε κᾀν ταῖς συστηματικαῖς ἀνωμαλίαις σπάνιόν ἐστι κατὰ μίαν ἐπίσκεψιν ἀνωμάλῳ κατὰ σκληρότητά τε καὶ μαλακότητα περιτυχεῖν σφυγμῷ. κλονωδεστέρα μέντοι πολλάκις ἡ δευτέρα 
296
προσβολὴ φαίνεται τῆς προτέρας ἔν τε τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ κᾀν τῇ συστηματικῇ. καὶ διὰ τοῦτ’ ἂν ἴσως ἐξαπατήσειεν τοὺς ἀνασκητοτέρους, ὡς σκληροτέρα. σύμπτωμα δ’ ἐστὶν ὁ κλόνος ἀρτηρίας σκληρᾶς, ἐπιπλέον ἀναγκαζομένης βιαίως διαστέλλεσθαι. γίνεται δ’ οὐ σκληροτέρα τηνικαῦτα κατά γε τὴν ἀλήθειαν, ἀλλ’ ἐπιπλέον ἀναγκαζομένη βιαίως διαστέλλεσθαι τὸ τοιοῦτον σύμπτωμα πάσχει. καί ἐστιν ἡ κλονώδης προσβολὴ χείρων τῆς ὁμαλοῦς, ὅταν μὴ διά τινα πρόσφατον αἰτίαν ὁ χιτὼν τῆς ἀρτηρίας ἐσκληρυμμένος ᾖ, χειρίστη δὲ ἧς ὁ τῆς ἡσυχίας χρόνος ἐπιμηκέστερος. ἡ μὲν οὖν διαλείπουσα καθ’ ἕνα σφυγμὸν ἀνωμαλία χαλεπωτάτη πασῶν ἐστιν ἀνωμαλιῶν. γίνεται μὲν γὰρ ὑπὸ τῶν αὐτῶν κατὰ γένος αἰτιῶν ὑφ’ ὧν περ καὶ ἡ συστηματικὴ, πολὺ δὲ χείρων αὐτῆς ἐστιν. ἐκείνη μὲν γὰρ εἰ καὶ μηδὲν ἄλλο, τὰς γοῦν ἁπλᾶς κινήσεις ἀπαρεμποδίστους ἐᾷ συντελεῖσθαι, αὕτη δὲ οὐ ταύτας ἐᾷ γίγνεσθαι κατὰ φύσιν, ἀλλ’ ἐμποδὼν ἵσταται καὶ στερίσκει τῆς κινήσεως τὰς ἀρτηρίας, οὐ διὰ τριῶν, ἢ τεττάρων, ἢ διά τινων ἔτι πλειόνων σφυγμῶν, ἀλλὰ κατὰ τὸν πρῶτον εὐθὺς αὐτόν. ἅπερ οὖν ἐπ’ ἐκείνης εἴρηται, ταῦτα πάντα κᾀπὶ ταύτης εἰρῆσθαι χρὴ δοκεῖν
297
ηὐξημένα, κᾀν τούτῳ μόνῳ παραλλάττοντα, τῷ τὸν θάνατον ὑπόγυον ἀπειλεῖν. ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν ἐστι καὶ ὁ δορκαδίζων. ἐξηγήμεθα δ’ αὐτοῦ τὴν ἰδέαν, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἁπάντων, ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς αὐτῶν.

Ἕτερον δέ ἐστι γένος σφυγμῶν ἀνωμάλων κατὰ μίαν διαστολὴν, κοινὸν μὲν ἐχόντων τὸ δὶς παίειν, οὐ κοινὴν δὲ τὴν αἰτίαν. ἀλλ’ ὡς καὶ ἐν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτιῶν εἴρηται, τρεῖς εἰσιν αἱ πρῶται τῆς γενέσεως αὐτῶν αἰτίαι. περὶ μὲν δὴ τῶν δυοῖν εἴρηται μὲν καὶ δι’ ἐκείνου τοῦ γράμματος, εἰρήσεται δὲ καὶ νῦν ἀναμνήσεως ἕνεκα περὶ τῆς τρίτης αἰτίας. εἴρηται μὲν ἤδη καὶ περὶ ταύτης τό γε τοσοῦτον, ὡς ἀνώμαλός ἐστι δυσκρασία τοῦ σώματος αὐτοῦ τῆς καρδίας, ἀνεβαλλόμεθα δὲ τὸν σύμπαντα λόγον ὑπὲρ αὐτῆς ἐνταῦθα ποιήσασθαι. καὶ τοίνυν ἥκει καιρὸς αὐτῷ καὶ λεγέσθω. διὰ δὲ τὴν κοινωνίαν τοῦ λόγου καὶ τοὺς ἄλλους ἅπαντας ἀνωμάλους σφυγμοὺς, ὅσοι ταῖς τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἀνωμάλοις ἀκολουθοῦσι δυσκρασίαις, ἐν τῷδε τῷ λόγῳ διέξιμεν, ἀρξάμενοι

298
κᾀνταῦθα πάλιν ἀπὸ τῶν σαφεστέρων ἀνωμαλιῶν, ἃς ὀνομάζουσι συστηματικάς. τὸ σῶμα τῆς καρδίας ἐν ἑαυτῷ τινα δύναμιν ἔχει διασταλτικήν τε καὶ συσταλτικὴν, οὐ μάτην οὐδ’ ὡς ἔτυχεν οὔτε δοθεῖσαν ὑπὸ τῆς φύσεως οὔτ’ ἐνεργοῦσαν, ἀλλ’ ὡς ἐν ἑτέροις ἐπιδέδεικται, τοῦ φυλάττειν ἕνεκα τὴν ἔμφυτον θερμότητα. κατὰ μὲν οὖν τὰς συστολὰς ἀποχεῖ τὸ λιγνυῶδες περίττωμα, κατὰ δὲ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ὅταν μὲν οὖν ὁμαλῶς θερμὸν, ἢ ψυχρὸν, ἢ καθαρὸν, ἢ τεθολωμένον ᾖ, πάντ’ αὐτοῦ τὰ μόρια πρὸς τὴν ἐνέργειαν ὡσαύτως ἐξορμᾷ. ὅταν δ’ ἤτοι τὰ μὲν θερμότερα, τὰ δὲ ψυχρότερα τύχοι τῶν μορίων αὐτοῦ, καὶ τὰ μὲν ἀκριβῶς καθαρὰ, τὰ δὲ τεθολωμένα τῷ πλήθει τῶν περιττωμάτων, οὐ τὴν αὐτὴν ὁρμὴν ἴσχει πρὸς τὴν ἐνέργειαν ἅπαντα, ἀλλὰ τὰ μὲν αὐτῶν φθάνει, τὰ δὲ μέλλει. κᾀν τούτῳ τοῖς πλείοσί τε καὶ ἰσχυρότερον ἐξορμήσασι πρὸς τοὖργον ἕπεται τά τ’ ὀλιγώτερα καὶ ἀσθενέστερα. οὐ γὰρ δὴ διασπασθῆναί τε καὶ χωρισθῆναι δυνατὸν αὐτοῖς ἀπ’ ἀλλήλων ἑνὸς ὀργάνου μέρεσιν οὖσιν. ὥσπερ δὲ τὰ πλείω
299
τε καὶ σφοδρότερον ἐνεργεῖν ἐπειγόμενα σύμπασαν ἐξορμᾷ τὴν καρδίαν, οὕτω πάλιν, ὅταν ἐλάττω μὲν ᾖ τὰ πρὸς τὴν κίνησιν ἐπειγόμενα, πλείω δὲ τὰ μένοντα, σύμπασαν ἐν ἡσυχίᾳ κατέχει πλείονι. καὶ δὴ καὶ τὸ τῆς κινήσεως ποιὸν ἐκ τῶν κρατησάντων ἐν αὐτῇ μερῶν ὅλῳ τῷ σπλάγχνῳ γίνεται. εἰ μὲν γὰρ τὰ θερμότερα τῆς κινήσεως ἐξηγεῖται, πρωϊαίτερόν τε ἅμα καὶ θάττων καὶ μείζων ἡ διαστολὴ γίνεται, τῶν ψυχρῶν δ’ ἡγουμένων ὀψιαίτερόν τε καὶ βραδυτέρα καὶ μικροτέρα. πολλάκις μὲν οὖν τῷ πλήθει τῶν μορίων ἡ τῆς κινήσεως ἡγεμονία συνέπεται, πολλάκις δὲ τῷ μεγέθει τῆς χρείας. ὅσα γὰρ ἱκανῶς δεῖταί τινος, ἑτοιμότερόν τε καὶ σφοδρότερον ἐπὶ τοὖργον ἐξορμᾷ μὲν, κᾂν ἴσα τῷ πλήθει ὑπάρχῃ τοῖς μὴ δεομένοις. ὅταν μὲν οὖν πολὺ πλείω τὰ ἕτερα τῶν ἑτέρων ᾖ, κατ’ ἐκεῖνα διαπαντὸς κινεῖται καὶ ἐνεργεῖ τὸ σπλάγχνον· ὅταν δὲ ἤτοι βραχεῖ τινι τὰ ἕτερα τῶν ἑτέρων, ἢ πλείω, ἢ ἀκριβῶς ἴσα, διαπαντὸς μὲν οὐκ ἐνδέχεται κρατεῖν τὰ ἕτερα, νικῶντα δὲ ἐν μέρει τε καὶ νικώμενα ποικίλας τε καὶ ἀνωμάλους ἐργάζεται τὰς ὅλου τοῦ σπλάγχνου κινήσεις. ἔστω γὰρ, εἰ τύχοι, πλείω μὲν, οὐ μὴν πολλῷ γέ τινι τὰ ψυχρὰ
300
μόρια τῶν θερμῶν, ἀνάγκη τὴν πρώτην ἐνέργειαν ἐλάττονά τε καὶ βραδυτέραν γίνεσθαι, καὶ μὲν δὴ καὶ τὴν ἡσυχίαν ἐν τούτοις κρατοῦσι μακροτέραν ἢ εἴπερ ἐκράτει τὰ θερμά. καὶ τοίνυν καὶ ἡ δευτέρα τῆς καρδίας ἐνέργεια τῶν ψυχρῶν κρατούντων γινέσθω, καὶ μετ’ αὐτὴν αὖθις ἡσυχία. καὶ τρίτη γε καὶ τετάρτη πρὸς ταύτας ἐνέργειά τε καὶ ἡσυχία κατὰ τὰ ψυχρὰ νικῶντα συντελείσθω, ἆρ’ οὐ πρόδηλον ὡς τὰ θερμότερα μόρια τὰ μείζονός τε ἅμα καὶ θάττονος καὶ πυκνοτέρας δεόμενα τῆς κινήσεως ἐνδεῶς ἀπολαύσει τῆς ἑαυτῶν χρείας; ὥστε ἐν τούτῳ θερμότερα γενήσεται καί τι καὶ τοῖς ὁμιλοῦσι μεταδώσει θερμότητος. οὐκοῦν ἔτι φυλαχθήσεται τῆς καρδίας ἡ ἐξ ἀρχῆς διάθεσις, εἴπερ καὶ πλείω γενήσεται τὰ θερμότερα μόρια καὶ μᾶλλον ἢ πρόσθεν θερμά. τούτου τοίνυν ἀεὶ συμβαίνοντος, ἔσται ποτὲ χρόνος ἐν ᾧ καὶ αὐτὰ κρατήσει τῶν ἐναντίων, ὥστε καὶ πρωϊαίτερον ἐπὶ τὴν ἐνέργειαν ἐξορμῆσαι, διὰ τὴν τῆς χρείας ἔπειξιν, αὐτήν τε τὴν κίνησιν ποιήσασθαι θάττονά τε καὶ μείζονα τῶν ἔμπροσθεν ἁπασῶν κινήσεων, ὧν ἡγεῖτο τὰ ψυχρά. συμβήσεται τοιγαροῦν ἐν τούτῳ τὰ μὲν κρατοῦντα συμμέτρως ἀπολαύειν 
301
ἐμψύξεως, ὅσα δ’ ἦν ψυχρότερα, πλέον ἤδη καταψύχεσθαι, καὶ οὕτως μεταπεσεῖν αὖθις ἐν τῷ χρόνῳ τὴν διάθεσιν ὅλης τῆς καρδίας, ὡς κρατῆσαι τὰ ψυχρότερα. τῶν μὲν γὰρ θερμοτέρων ἱκανῶς ἀπολαυόντων ἐμψύξεως, τῶν δὲ ψυχροτέρων αὐτῶν τε πλέον ἢ δεῖ ψυχομένων καὶ τὰ πλησιάζοντα συγκαταψυχόντων, ἀναγκαῖον οὕτω γενέσθαι πλέονα τὰ ψυχρότερα· πάλιν δ’ αὖ ἐν τούτῳ τῷ χρόνῳ τὴν κίνησιν ὅλης τῆς καρδίας ἀναγκαῖον ἔσται κατὰ τὴν τοιούτων χρείαν τυπωθῆναι καὶ γενέσθαι τὰς διαστολὰς αὐτῆς ἀραιὰς καὶ βραδείας καὶ μικρὰς, οἷαί περ ὑπέκειντο γίνεσθαι κατ’ ἀρχάς. ἅπερ οὖν ὀλίγον ἔμπροσθεν εἴρητο περὶ τῆς μεταπτώσεως αὐτῶν, ταῦτα γοῦν λεγέσθω καὶ νῦν· ὡσαύτως καὶ ὅσα περὶ τῆς εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανόδου λέλεκται πρόσθεν, ἀναμνήσθητι νῦν. οὕτω γὰρ οἶμαί σε πεισθήσεσθαι περὶ τῆς τῶν σφυγμῶν συνεχοῦς μεταπτώσεως ἄχρι περ ἂν ἡ εἰρημένη δυσκρασία κατὰ τὴν καρδίαν παραμένῃ. κατὰ δὲ τὸν αὐτὸν λόγον, ἐπειδὰν ἐν τῷ πλήθει τῶν λιγνυωδῶν περιττωμάτων ἀνώμαλος ἡ δυσκρασία κατὰ τὸ σπλάγχνον εἰς τὴν συστηματικὴν ἀνωμαλίαν καὶ ἡ τῶν
302
σφυγμῶν κίνησις ἀχθήσεται. οὐδὲν δὲ δήπου θαυμαστὸν οὐδὲ τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν ἐπὶ ταῖς τῆς καρδίας γίνεσθαι. τὰ μὲν γὰρ τοῖς θερμοτέροις αὐτῆς μέρεσι κατευθὺ τῶν ἀρτηριῶν μόρια θερμότερά τε γενήσεται τῶν ἄλλων καὶ διαστήσεται μεῖζον καὶ κινήσεται θᾶττον· τὰ δὲ τοῖς ψυχροτέροις αὐτά τε ἔσται ψυχρότερα καὶ βραδύτερον κινήσεται καὶ διαστήσεται μεῖον. ὅταν δ’ ὅλον ἀγγεῖον ποτὲ κατευθὺ γένηται τοῖς θερμοτέροις μέρεσι τῆς καρδίας, θᾶττόν τε κινήσεται καὶ μεῖζον διαστήσεται τοῦτο τῶν τοῖς ψυχροτέροις κατευθὺ τεταγμένων. καὶ χωρὶς δὲ τῆς καρδίας οἰκεῖαί τινες γινόμεναι ταῖς ἀρτηρίαις δυσκρασίαι τάς τε εἰρημένας ἀνωμαλίας ἀποτελοῦσι, τὰς κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδύτητα καὶ ἀραιότητα καὶ πυκνότητα, καὶ εἰ πολὺ τοῦ κατὰ τὴν φύσιν ἐκτρέποιντο, καὶ τὰς κατὰ σφοδρότητά τε καὶ ἀμυδρότητα. καὶ μὲν δὴ καὶ κατὰ αὐτήν γε τὴν καρδίαν, καὶ προσέτι τὰς ἀρτηρίας ἁπάσας, ἐκ τῆς κατὰ τὸ σπλάγχνον ἀνωμάλου δυσκρασίας ἐν μιᾷ διαστολῇ πλείους γενήσονται διαφοραὶ τῶν κινήσεων, τῶν μὲν εἰς τάχος αὐτὴν ἐξορμώντων, ἐνίων
303
δ’ ἐπεχόντων τε καὶ βραδύνειν ἀναγκαζόντων. ὥστε ποτὲ καὶ στῆναι μεταξὺ κατὰ τὴν ἄνοδον, οἷόν τι συμβαίνει καὶ τοῖς ἐν ὁδοιπορίαις, ἢ καὶ ἄλλως ὁπωσοῦν ἕλκουσιν ἑτέρους βραδύνοντας. ἀντισπώμενοι γὰρ ὑπ’ αὐτῶν ἀτάκτως ἐκκόπτονταί τε καὶ διακόπτονται τὴν ὁρμὴν, ὡς μήτε διαπαντὸς ὁμοίαν ποιεῖσθαι τὴν κίνησιν ἴσχεσθαί τε πολλάκις. εἰ δὲ καὶ ἀντιπράττοντάς τε καὶ ἀντισπῶντας ἕλκοιεν, οὐ μόνον ἴσχονται τῆς κινήσεως, ὡς ἤτοι βραδύτερον ἢ μηδόλως ἐνίοτε βαδίζειν, ἀλλὰ καὶ ἀνθειλκύσθησάν ποτε εἰς τοὐπίσω. ταῦτ’ οὖν ἅπαντα συμβαίνει τῇ τε καρδίᾳ καὶ ταῖς ἀρτηρίαις ἐν ταῖς ἀνωμάλοις δυσκρασίαις.

Καὶ ὅ γε δορκαδίζων σφυγμὸς ἐκ τοῦ γένους μέν ἐστι τῶν ἐν ἡσυχίᾳ διαλαμβανομένων, ἐπιγίνεται δ’ ἐνίοτε τοιούτοις πάθεσι καρδίας, ὥσπερ γε καὶ ὁ δίκροτος ἐκ τοῦ γένους μέν ἐστι τῶν ἀνθελκομένων ἔσω, συνεδρεύει δὲ καὶ αὐτὸς ἔστιν ὅτε ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις, καὶ μᾶλλόν γε, ὅταν ἀξιόλογον ᾖ κατ’ αὐτὴν τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων ἐν πολλοῖς τῶν μορίων αὐτῆς.

304
ἂν γὰρ ἅμα συμβῇ τὰ μὲν ἁπλῶς εἶναι πάνυ θερμὰ, τὰ δὲ καταπνίγεσθαι καπνώδει λιγνύϊ, πρὸς τὰς ἐναντίας ἐξορμήσει κινήσεις, ὡς διαστέλλεσθαι μὲν ἐπιχειρεῖν τὰ ἕτερα, συστέλλεσθαι δὲ θάτερα. καὶ οὕτως ἤτοι διαστελλομένης τῆς ἀρτηρίας ἐνεργησάντων τῶν συστελλόντων διαδέξεταί ποτε τὴν διαστολὴν ἡ συστολὴ καὶ χωρὶς τῆς ἐκτὸς ἠρεμίας, ἢ συστελλομένης ἐνεργησάντων τῶν διαστελλόντων, ἢ διαδέξεται τὴν συστολὴν ἡ διαστολὴ, χωρὶς τῆς ἐντὸς ἡσυχίας. ἑκάτερον δὲ αὐτῶν ἔσται κατὰ πλείονας τρόπους, ἤτοι γὰρ ἐκνικήσει τελείως ἡ δευτέρα κίνησις τὴν προτέραν, ἢ ἐπ’ ὀλίγον μὲν ἀντισπάσει, νικήσασα δὲ ἡ προτέρα πληρώσει τὸ προκείμενον ἑαυτῇ μέτρον, ὥστε γίνεσθαι τρεῖς τὰς πάσας διαφορὰς σφυγμῶν ἔν τε τῷ διαστέλλεσθαι κᾀν τῷ συστέλλεσθαι· πρώτην μὲν, ἐπειδὰν ἐν τῷ διαστέλλεσθαι πρὶν πληρῶσαι τὸ μέτρον ἡ συστολὴ διαδέξηται, δευτέραν δ’, ὅταν ἀκριβῶς πληρωθεῖσαν ἐκδέξηται τῆς ἐκτὸς ἠρεμίας ἀπολλυμένης. τὴν τρίτην δ’, ὅταν ἔτι γιγνομένην τὴν διαστολὴν ἀντισπάσῃ μὲν ἡ ἐναντία κίνησις, ἀσθενεστέρα δὲ γενομένη συγχωρήσει τὸ λεῖπον ἐκπληρῶσαι. κατὰ ταὐτὰ δὲ καὶ τὴν συστολὴν ἡ διαστολὴ ποτὲ μὲν ἤδη
305
γεγενημένην ἐκδέχεται, μὴ συγχωρήσασα στῆναι, ποτὲ δὲ καὶ πρὸ τοῦ πληρωθῆναι κολούσασά τε καὶ νικήσασα διεδέξατο, ποτὲ δ’ ἀντέσπασε μὲν ὀλίγον, ἐνικήθη δέ. τοιαῦται κινήσεις ἀρτηριῶν γίνονταί ποτε καὶ χωρὶς τοῦ τὴν καρδίαν πεπονθέναι, ἤτοι διὰ δυσκρασίαν ἀνώμαλον ἐν αὐταῖς συστᾶσαν, ἢ δι’ ἀῤῥωστίαν τῆς δυνάμεως, ἢ διὰ σκληρότητα τοῦ χιτῶνος, ὑπὲρ ὧν εἴρηται μὲν ἤδη τι κᾀν τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλαίοις, ἐκεῖνο πρότερον ἐπισημηναμένων ἡμῶν, ὡς τὸν περὶ τῆς κατὰ τὴν καρδίαν ἀνωμάλου δυσκρασίας λόγον, ὃν νῦν διήλθομεν, εἰς τήνδε τὴν πραγματείαν ἀνεβαλλόμεθα διά τε τὸ ζητεῖν ἔτι καὶ βασανίζειν αὐτὸν ἐμπειρίᾳ μακρᾷ, καθάπερ καὶ τὰ ἄλλα ἅπαντα τὰ εἰρημένα τε καὶ λεχθησόμενα, καὶ διότι κατ’ ἐκείνην τὴν πραγματείαν οὐδέπω περὶ δυνάμεως οὐσίας οὐδὲν εἰρήκαμεν. οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ δόγμα, πρὶν ἐν ἅπασι τοῖς κατὰ μέρος ὁμολογουμένοις ἐξευρεῖν, ἐτολμήσαμεν ἀποφήνασθαι. νῦν δ’ ἐπειδὴ πεπείσμεθά τε τὴν οὐσίαν τῶν δυνάμεων οὐδὲν ἄλλο παρὰ τὴν ποιὰν εἶναι κρᾶσιν, ἅπαντά τε τὰ κατὰ 
306
τὰς διαγνώσεις τε καὶ προῤῥήσεις καὶ θεραπείας ἐπὶ τούτῳ τῷ δόγματι συμφωνοῦνθ’ εὑρίσκομεν, εὐλόγως, οἶμαι, καὶ τοὺς ἑπομένους ταῖς ἀνωμάλοις δυσκρασίαις τῆς καρδίας σφυγμοὺς ἐνταῦθα διήλθομεν. εἰσὶ δ’, ὡς ἐλέγομεν, ἔνιοί τινες ἐξ αὐτῶν καὶ χωρὶς ἐκείνης συνιστάμενοι. δίκροτος οὖν τίς ἐστι σφυγμὸς κλονώδης, ὃν δὴ καὶ μόνον ᾤμην τό γε κατ’ ἀρχὰς εἶναι πλήττοντα δὶς, ἐξαπατώμενος ὑφ’ ὧν ἔλεγεν Ἀρχιγένης, εἰκάζων αὐτὸν ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς. ἀποπάλλεσθαι γάρ τι σκληρὸν ἀφ’ ἑτέρου σκληροῦ κατὰ τὰς τοιαύτας πληγὰς ὑποθέμενος, ἐξ ὧν ἐσφάλην περὶ τὴν ἔννοιαν τοῦ πράγματος, ἐκ τούτων καὶ περὶ τὴν διάγνωσιν ἐσφαλόμην. ἐπεὶ δὲ ἐν τῷ χρόνῳ προσεδρεύων ἀεὶ καὶ λιπαρῶς ἐγκείμενος τῇ διαγνώσει τῆς συστολῆς ἐναργῶς ᾐσθόμην ἀρτηρίας ποτὲ μαλακῆς καὶ ἀκλόνου συσταλείσης ἐπὶ βραχὺ, κᾄπειτ’ αὖθις ἐκπληρωσάσης τὴν διαστολὴν, ἐκ τούτου τάς τε διαθέσεις ἐφ’ αἷς οἱ τοιοῦτοι γίνονται σφυγμοὶ παρεφύλαξα, καὶ χρόνῳ ποτε μακρῷ σὺν πολλῇ τῇ σκέψει βεβαίως ἠδυνήθην ἀποφήνασθαι ταῦθ’ ἅπερ νῦν διεξέρχομαι. φαίνεται δέ μοι καὶ ὁ Ἀρχιγένης ἐπιμελῶς μὲν
307
παραπεφυλακέναι τοὺς δὶς παίοντας σφυγμοὺς, οὔτε δ’ ἑρμηνεύειν αὐτοὺς ὀρθῶς οὔτε τὰς διαθέσεις αἷς ἕπονται διαγινώσκειν, ἢ οὐκ ἂν ἁπλῶς οὕτως οὔτε ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς εἴκασεν αὐτοὺς οὔτε παρέλιπεν εἰπεῖν ὅστις ὁ τρόπος ἐστὶ τῆς γενέσεως αὐτῶν. ἀλλ’ ἡμῖν γε καὶ τοῦτο εὑρέθη μετὰ χρόνον πολὺν, ὥσπερ καὶ ἄλλα πάμπολλα τῆς θεωρίας. καὶ σὺ οὕτως ἔχειν τὸ πρᾶγμα μὲν εὑρήσεις, εἰ μόνον ἐθέλησάς τινα φιλοπονίαν τε καὶ σπουδὴν εἰσενέγκασθαι περὶ τοὖργον, οἵαν ἡμεῖς εἰσενεγκάμεθα. χωρὶς γὰρ ταύτης οὔτε γνῶναι δυνήσεται τὴν ἐν αὐτοῖς ἀλήθειαν οὔτ’ αὐτὸς ὠφεληθῆναί τι. τρεῖς οὖν εὑρήκαμεν ἄχρι δεῦρο καὶ διαθέσεις καὶ γενέσεις τῶν δὶς παιόντων σφυγμῶν· μίαν μὲν τὴν τῶν κλονωδῶν, κατὰ τοῦτο μόνον αὐτῶν ἀποκεχωρηκυῖαν, ὅτι βραχέος γενομένου κατὰ τὸ μῆκος τοῦ σφυγμοῦ τῶν ἑκατέρωθεν μερῶν τῆς ἀρτηρίας ἀφανὴς ὁ κλόνος ἐστὶ, καὶ διὰ τοῦτο δίκροτος, οὐ κλονώδης φαίνεται· δευτέραν δὲ καθ’ ἣν ὁ μὲν σφυγμὸς ἄκλονός ἐστιν, ἡ δ’ ἀρτηρία σκληρὰ καὶ ἡ δύναμις ἀσθενὴς εἰς τοσοῦτον ὡς βαρύνεσθαι μὲν ὑπὸ τῶν ἐπικειμένων σωμάτων, ὅμως δὲ κατά τι μέρος ἐν τῷ
308
δέρματι τεταγμένον ἀκωλύτως ἀναφέρεσθαι. τούτου γὰρ μόνου τοῖς ἁπτομένοις εἰς αἴσθησιν ἥκοντος, ἔσται ποτὲ δίκροτος ὁ σφυγμὸς, ὅταν ἐξορμῆσαν αὐτὸ διὰ τὴν τῶν ἐπικειμένων κουφότητα πάλιν ἀντισπάσῃ κατέχοντά τε καὶ μὴ συνεπόμενα τὰ ἑκατέρωθεν μόρια, τὰ πρὸς τῶν ἐπικειμένων σωμάτων βαρυνόμενα, καὶ διὰ τοῦτο καὶ μήτ’ αἰσθητὴν ὅλως ποιούμενα τὴν κίνησιν μήθ’ ἣν ποιεῖται τὴν αὐτὴν τῷ φαινομένῳ μέρει τῆς ἀρτηρίας, ἀλλὰ μεμελημένην τε καὶ βραδύνουσαν. ἐν τούτῳ γὰρ ἀντισπᾶσθαι συμβαίνει πρὸς αὐτῶν τὸ φθάνον ἐξορμῆσαι, σκληρᾶς οὔσης τῆς ἀρτηρίας. ἄλλως γὰρ οὐκ ἐγχωρεῖ γενέσθαι τὴν ἀντίσπασιν ἐν ταῖς τοιαύταις διαθέσεσιν. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ δίκροτοί τ’ εἰσὶ καὶ σκληροὶ, ὁ δὲ τρίτος ὁ ἐπὶ δυσκρασίᾳ γινόμενος οὔτε δίκροτος, ἀλλὰ δὶς πλήττων μόνον, οὔτ’ ἐξ ἀνάγκης σκληρός. εἰ δὲ καὶ τοῦτόν τις ὀνομάζειν ἐθέλει δίκροτον, οὐδὲν διαφέρει. μεμνήσθω δὲ μόνον ὡς οὐκ ἔστιν ὅμοιος τοῖς ἀποπαλλομένοις σώμασιν ἀπὸ σκληρῶν σκληροῖς, ἀλλ’ ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, διαμαχομένων ἀλλήλαις γίγνεται τῶν δύο δυνάμεων, τῆς τε διαστελλομένης καὶ τῆς συστελλούσης τὴν
309
καρδίαν. ἐν τίσι δὲ νοσήμασι καὶ κατὰ ποίας αἰτίας τε καὶ διαθέσεις εἰς ἀνώμαλον ἀφικνεῖται δυσκρασίαν ἡ καρδία, νῦν μὲν οὐκ ἐπείγει λέγειν, ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν εἰρήσεται. κατὰ δὲ τὸ παρὸν ἀρκέσει τό γε τοσοῦτον, ὡς ἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις τῆς καρδίας, καὶ ὅσα γε κατ’ αὐτὸ τὸ σῶμα τοῦ σπλάγχνου συνίστανται, γίγνεται μὲν καὶ ὁ δὶς παίων σφυγμὸς, γίγνεται δὲ καὶ ὁ τὴν ἐκτὸς ἠρεμίαν ἀπολλὺς, ἔτι τε πρὸς τούτοις καὶ ὁ κολουόμενος τὴν διαστολήν. ἐδείχθη δ’ ὅτι καὶ οἱ διακοπτόμενοι τὴν κίνησιν ἡσυχίᾳ καὶ αὐτοὶ γίγνονται πάντες ἐπὶ ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις. οὐ μὴν ἀλλὰ καὶ ὅσοι χωρὶς τοῦ διακόπτεσθαι τὴν διαστολὴν ἀνώμαλοι φαίνονται κατὰ βραδύτητά τε καὶ τάχος, εὔδηλον ὅτι καὶ οὗτοι πρὸς ταῖς ἄλλαις αἰτίαις ὑφ’ ὧν ἐδείχθησαν γίγνεσθαι καὶ αὐτὴν ταύτην ἕξουσιν ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκε, τὴν ἀνώμαλον τῆς καρδίας δυσκρασίαν, ὅταν ἐπὶ τοσοῦτον ἀλλήλοις διαμάχηται τὰ θερμὰ μόρια τοῖς ψυχροῖς, ὡς ποτὲ μὲν ἀναγκάζεσθαι βραδύνειν τὰ θερμὰ πρὸς τῶν ψυχρῶν κατεχόμενα, ποτὲ δὲ θᾶττον κινεῖσθαι τὰ ψυχρὰ πρὸς τῶν θερμῶν ἐφελκόμενα.

Ἕτερον ἐπὶ τοῖς εἰρημένοις γένος ἐστὶν

310
ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον, οὐδ’ ἐπ’ ὀλίγων παθῶν, ἀλλ’ εἴπερ τι καὶ ἄλλο πολλάκις τε καὶ ἐπὶ πολλῶν. εὑρίσκεται δὲ ἐν αὐτῷ τὸ ἐγγύτερον τῆς ἀρχῆς μέρος τῆς ἀρτηρίας πρότερον κινούμενον. καὶ ὅ γε κυματώδης τε καὶ ὁ σκωληκίζων σφυγμὸς ἐκ τούτου τοῦ γένους εἰσὶν, ἐπὶ μαλακῇ μὲν ἀρτηρίᾳ, δυνάμει δ’ οὐκ εὐρώστῳ συνιστάμενοι. ὁ μὲν οὖν σκωληκίζων οὐ μόνον οὐκ εὔρωστον, ἀλλὰ καὶ καταλελυμένην ἐνδείκνυται τὴν δύναμιν, ὁ δὲ κυματώδης ἐστὶν ὅτε μὲν αὐτὸ δὴ τοῦτο μόνον οὐκ εὔρωστον, οὐ μὴν ἤδη γέ πω καταλελυμένην, ἔστι δ’ ὅτε καὶ τόνου μετρίου μετέχουσαν, ἡνίκα μάλιστα κρίσιμον ἱδρῶτα προδηλοῖ. εὑρίσκεται μὲν γὰρ ἐν ὑγροῖς τε καὶ σφυγματικοῖς νοσήμασιν, ὅταν αὐτὰ τὰ στερεὰ σώματα μαλακὰ γένηται τῷ πλήθει τῆς ὑγρότητος τεγχθέντα. συμβαίνει δὲ μάλιστα τοῦτο κατὰ τὰ ληθαργικὰ πάθη καὶ τοὺς ἀμφημερινοὺς πυρετοὺς, καὶ προσέτι τοὺς ἑλώδεις τε καὶ τυφώδεις ὀνομαζομένους. καὶ δὴ καὶ βραδύτητα καὶ ἀραιότητα καὶ μέγεθος ἐν τοῖς τοιούτοις ἅπασιν ὁ σφυγμὸς προσλαμβάνει. εἰ δὲ καὶ ὕψος ἢ σφοδρότητά ποτε προσκτήσαιτο, κρίσιμον ἱδρῶτα δηλώσει· 
311
μᾶλλον δ’ ἐλπίζειν ἔσεσθαι τοῦτο πλεόνων τῶν σφοδρῶν τε καὶ ὑψηλῶν φαινομένων ἤπερ τῶν ἐναντίων. εἰ δ’ ὁμαλῶς τοιοῦτοι φαίνοιντο, χρηστὸν ἅμα καὶ διὰ ταχέων ἔσεσθαι τὸν ἱδρῶτα σημαίνουσι, καὶ μᾶλλον, εἰ καὶ τὰ τῆς πέψεως τοῦ νοσήματος ὑπάρχει γνωρίσματα. πρόδηλον δὲ δήπουθεν ὡς οὔτε φλεγμονή τις οὔτε σκίῤῥος οὔτε πῆξις ἐκ ψύξεως οὔτε ξηρότης ἄμετρος οὔτε σπασμώδης διάθεσις ὑπάρχει κατὰ τὸ σῶμα τἀνθρώπου κυματώδους ὄντος τοῦ σφυγμοῦ, διότι μήτε σκληρύνεσθαι δυνατόν ἐστι μήτε τετάσθαι τὴν ἀρτηρίαν ἐν τῷ τοιούτῳ σφυγμῷ. χρὴ γὰρ, ὡς ἀρτίως εἴρηται, μαλακὴν ἀκριβῶς ὑπάρχειν αὐτὴν, ἵν’ ὅταν ὁ διεγείρων τε καὶ διαστέλλων τόνος ὀκλάσῃ κατά τι, κατ’ ἐκεῖνο καὶ αὕτη καταπίπτουσα τὴν οἷον κύματος ἐργάζηται περιγραφήν. ἡ σκληρὰ δὲ καὶ ἡ τεταμένη, κᾂν ἐνδῷ κατά τι τῆς διαστελλούσης αὐτὴν δυνάμεως ἀῤῥωστούσης, ἀλλά τοι καὶ αὐτὸ τοῦτο τὸ μόριον συνεξαίρεται τοῖς ἑκατέρωθεν. ὅθεν οὐδ’ εἰ φανείη ποτὲ κατὰ τὴν σκληρὰν ἀρτηρίαν ὁ σφυγμὸς τοιοῦτος, ὡς τὸ πρότερον ἀεὶ μέρος αὐτῆς διαστέλλεσθαι πρότερον, οὐδὲ τότε κυματώδης ἢ σκωληκίζων γενήσεται, ἀλλὰ μᾶλλον ἀνωμαλίαν ἔχων τὴν
312
κατὰ τὸ πρότερόν γε καὶ ὕστερον μέρος τῆς ἀρτηρίας τοῦ χιτῶνος κινουμένης γινομένην. οἱ κυματώδεις δὲ καὶ οἱ σκωληκίζοντες καὶ τοῦτο μὲν ἔχουσιν, ἀλλὰ καὶ τὴν οἷον κυμάτων περιγραφὴν ἐξ ἐπιμέτρου προσλαμβάνουσιν, εὑρίσκονται δ’ ἐν τοῖς ὑγροῖς, ὡς εἴρηται, πάθεσιν, ὅταν μήτε σκίῤῥος ᾖ περὶ σπλάγχνον τι μήτε φλεγμονὴ, ἐπεί τοι κᾀν τοῖς ὑδέροις, καὶ μάλιστα τοῖς ἀνασάρκα τε καὶ λευκοφλεγματίαις ὀνομαζομένοις τοιοῦτος ἂν ἐφαίνετο διαπαντὸς ὁ σφυγμὸς, εἰ μὴ διὰ τὸ σκιῤῥοῦσθαί τινα σπλάγχνα συνέβαινον οἱ ὕδεροι τὰ πολλά. τοῖς γὰρ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως ἢ καταμηνίων ἐποχῆς ἐθεασάμεθα πολλάκις ἀκριβεῖς κυματώδεις τε καὶ σκωληκίζοντας ἑπομένους σφυγμοὺς, ἐπειδὴ πολλάκις ἐν τοῖς τοιούτοις ὑδέροις οὐδὲν τῶν σπλάγχνων σκιῤῥοῦται. οὐκοῦν, ἀναληπτέον γὰρ αὖθις ἐπὶ κεφαλαίων τὸν λόγον, ὁ κυματώδης σφυγμὸς ὑγρᾶς ἐστι καὶ μαλακῆς ἀρτηρίας ἔγγονος, ἅμα δυνάμει καμνούσῃ μετρίως, ὁ δὲ σκωληκίζων ἀρτηρίας μὲν μαλακῆς, ἀῤῥώστου δ’ ἱκανῶς δυνάμεως. διὰ τοῦτο γοῦν καὶ χωρὶς πυρετῶν ὡς τὰ πολλὰ φαίνεται γινόμενος ἐπὶ κενώσεσι
313
λάβροις αἱμοῤῥαγίαις τε καὶ διαῤῥοίαις καὶ χολέραις καὶ καθάρσεσιν ἰσχυραῖς ἐμέτοις τε σφοδροῖς καὶ οὔροις παμπόλλοις καὶ καταμηνίων ἀμέτροις καταῤῥήξεσιν. οὕτως δὲ καὶ ταῖς δι’ αἱμοῤῥοΐδων κενώσεσι καὶ ταῖς ἐκ μήτρας αἱμοῤῥαγίαις, ἔτι τε τῷ καλουμένῳ ῥῷ γυναικείῳ καὶ μοχθηροῖς ἱδρῶσιν ὁ τοιοῦτος ἐπιγίνεται σφυγμὸς, οὐδὲν ἧττον δὲ καὶ τοῖς ὑγρότητι πολλῇ διασαπεῖσι τὴν πνεύμονα, καθ’ ὃν ἤδη χρόνον ἂν ἢ δύναμις αὐτῶν κάμνῃ. εἰ μέντοι τι φλεγμονῶδες ἐπιγένηται τῇ τοιαύτῃ διαθέσει, σκληρότητα προσλαμβάνοντες οὐκ ἔτι φαίνονται σκωληκίζοντες. διὰ τοῦτο γοῦν οὐδὲ τοῖς ἑκτικοῖς ὀνομαζομένοις πυρετοῖς, ὧν εἰσι καὶ οἱ μαρασμώδεις ἅπαντες καὶ οἱ ἐπὶ ταῖς φθόαις, οὐ γίνονται σκωληκίζοντες οἱ σφυγμοὶ, γενόμενοι πάντως ἂν, ὅσον ἐπὶ τῷ κάμνειν τὴν δύναμιν, ἀλλ’ ἡ συνοῦσα τοῖς πάθεσι ξηρότης σκληρὰς ἀποτελεῖ τὰς ἀρτηρίας. ἡ μέντοι τοῦ γένους τούτου τῶν σφυγμῶν ἀνωμαλία συμπίπτει πάντως αὐτοῖς, ὅταν ἱκανῶς κάμνουσι τὴν δύναμιν ἐφ’ ἧς εἴπομεν ἐν προτέρῳ μορίῳ τῆς ἀρτηρίας τὴν κίνησιν φαίνεσθαι πρότερον, ὅπερ
314
Ἐρασίστρατος μὲν ἀεὶ βούλεται γίνεσθαι, φαίνεται δ’ οὐχ ᾧδε συμβαῖνον, ἀλλ’ ὡς δὴ νῦν λέλεκται.

Ἑξῆς τοῖς εἰρημένοις σφυγμοῖς εἰσιν οἱ προσαγορευόμενοι μύουροι. διττὸν δὲ τὸ γένος αὐτῶν ἐστι, τὸ μὲν ἕτερον ἐν μιᾷ διαστολῇ τῆς ἀρτηρίας, τὸ δὲ ἕτερον ἐν ἀθροίσματι. τὸ μὲν οὖν ἐν μιᾷ διαστολῇ γιγνόμενον ἀσθένειαν ἐνδείκνυται δυνάμεως ἅμα σώματος ἰσχνότητι. χρὴ δ’ ἐπιβάλλοντα τοὺς δακτύλους ἅπτεσθαι τῆς ἀρτηρίας, εἶθ’ ὅταν ἐν τούτῳ φαίνηται κατὰ μὲν τὰ πρῶτα μέρη τῆς ἀρτηρίας μείζων ὁ σφυγμὸς, ἢ σφοδρότερος, ἢ συναμφότερον, ἐν δὲ τοῖς ὑποκάτω μικρότερος, ἢ ἀμυδρότερος, ἢ ἄμφω, τὸ μὲν πρῶτον τῶν ἐπιβεβλημένων δακτύλων ἐπαίρειν καὶ σκοπεῖσθαι πότερον ὁμοίας τῇ πρὶν ἀρθῆναι τοῦτον αἰσθάνονται κινήσεως οἱ ἐφεξῆς, ἢ σφοδροτέρας τε καὶ μείζονος. ἀμυδροτέρας μὲν γὰρ, ἢ μικροτέρας ἀδύνατον αἰσθάνεσθαι, τοῦ πρώτου δακτύλου μετεωρισθέντος. εἰ μὲν οὖν ὁμοίας ἔτι κινήσεως οἱ μετὰ τὸν ἐπαρθέντα δάκτυλον αἰσθάνονται, κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία μυούρως διεστέλλετο, καὶ εἴη

315
ἂν τοῦτο σημεῖον ἀτόνου δυνάμεως, ἣν ἀπὸ τῆς καρδίας ἐπιῤῥεῖν αὐταῖς ἐπεδείξαμεν. ἐν μὲν γὰρ τῷ κατὰ φύσιν ἔχειν ἄχρι τοῦ πέρατος ἁπασῶν τῶν ἀρτηριῶν ὁ διαστέλλων αὐτάς τόνος ὁμοίως ἐξικνεῖται· κατὰ δὲ τοὺς μυουρίζοντας ἐκλύεται κατὰ βραχὺ τοσοῦτον ἑαυτοῦ γινόμενος ἀσθενέστερος ὅσον ἀποχωρεῖ τῆς ἀρχῆς. εἰ δ’ ἐπάραντός σου τὸν πρῶτον δάκτυλον, μετ’ αὐτὸν ἰσχυροτέρας τε καὶ μείζονος ἢ πρόσθεν αἰσθάνοιο τῆς κινήσεως, ἐνδείκνυται μὲν δήπου καὶ νῦν ἀῤῥωστίαν τῆς κατὰ τὴν ἀρτηρίαν δυνάμεως, ἀλλ’ ἐλάττονα τῆς προειρημένης. ἐν ἐκείνῃ μὲν γὰρ ἡ δύναμις ἐξελύετο τῆς ἀρχῆς ἀποχωροῦσα, νυνὶ δὲ διαμένει μὲν ἴση κατά γε τὸν ἑαυτῆς λόγον, ἡ δ’ ἀρτηρία βαρυνομένη πρὸς τῆς τῶν δακτύλων ἐπιβολῆς ἀσθενέστερον κινεῖται. ἧττον δ’ ἔσται τοῦτο κινδυνῶδες. οὐ γὰρ αὐτῆς καρδίας τοσοῦτον ὅσον τῆς ἀρτηρίας ἧς ἁπτόμεθα τὴν διάθεσιν ἐνδείκνυται. τὸ δ’ ἕτερον αὐτὴν μᾶλλον ἀῤῥωστεῖν ἐνδείκνυται τὴν καρδίαν, μὴ δυναμένην ὁμοίως ὡς πρόσθεν ἐκτείνειν ἀφ’ ἑαυτῆς ἄχρι τῶν ἐσχάτων τοῦ ζώου μορίων τὴν ἐνέργειαν. πολυειδῶς οὖν ἐπιβάλλειν ἐν τοῖς τοιούτοις σφυγμοῖς χρὴ τοὺς δακτύλους ὑπὲρ 
316
τοῦ μαθεῖν ἀκριβῶς ἅπασαν τῶν ἀρτηριῶν τὴν διάθεσιν. ἡ μὲν γὰρ πιέζουσα τὴν ἀρτηρίαν ἐπιβολὴ τῶν δακτύλων ἀσφυξίαν εἶναι δόξει κατὰ τὰς τοιαύτας διαθέσεις, ἡ δ’ ἐπιπολῆς ψαύουσα μυούρου φαντασίαν ἕξει τοῦ σφυγμοῦ, καὶ ἤτοι μόνοις δύο δακτύλοις, ἢ τρισὶν, ἢ καὶ τοῖς τέσσαρσιν ὑποπίπτοντος. ἔσται δὲ τοῦτο παρά τε τὴν ἰσχνότητα τοῦ ζώου καὶ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. εἰς ὅσον μὲν γὰρ ἰσχνότερόν ἐστιν, εἰς τοσοῦτον πλεῖον ἡ ἀρτηρία σημαίνει· εἰς ὅσον δ’ ἧττον ἰσχνὸν, εἰς τοσοῦτον ἔλαττον. οὕτω δὲ καὶ κατὰ τὴν δύναμιν εἰς ὅσον μὲν εὐρωστοτέρα, πλέον, ἔλαττον δ’ εἰς ὅσον ἀσθενεστέρα. κατὰ δὲ τὴν τοιαύτην ἐπιβολὴν, ὁπόταν ἀρθέντος τοῦ πρώτου δακτύλου μηκέτι παραπλήσιος ὁ σφυγμὸς διαμένῃ κατὰ τὸν δεύτερον, ἀλλὰ μείζων τε φαίνηται καὶ ἰσχυρότερος, ὁ μὲν ἀπὸ τῆς καρδίας τόνος εὐρωστότερος, ὁμαλῶς γὰρ ἄχρι πέρατος ἐπιῤῥεῖ, βαρυνθεῖσα δ’ ἡ ἀρτηρία κατὰ τὴν ἐπιβολὴν τοῦ πρώτου δακτύλου χεῖρον ἐν τῷ μετ’ αὐτὸν διαστέλλεται, καὶ διὰ τοῦτο τοῦ βαρύνοντος ἀρθέντος ἄμεινον. εἰ δ’ ὅμοιος ὁ σφυγμὸς φαίνοιτο κατὰ τὸν δεύτερον δάκτυλον τῷ φαινομένῳ, πρὶν ἀρθῆναι τὸν
317
πρῶτον, τὸ μύουρον τῆς κινήσεως ἐν αὐταῖς ταῖς ἀρτηρίαις ἐστὶν, οὐκ ἐν τῇ πρὸς τὴν ἁφὴν διαγνώσει. καὶ γίγνεται τοῦτο τῆς ἀπὸ καρδίας αὐταῖς ἐπιῤῥεούσης δυνάμεως ἐκλυομένης κατὰ βραχύ. εἰ δὲ κρείττων μὲν ἡ κίνησις φαίνοιτο τῆς ἀρτηρίας ἀρθέντος τοῦ πρώτου δακτύλου, μὴ μέντοι γε ἀκριβῶς ἴση τῇ κατὰ τὸν πρῶτον, ἀμφοτέρας ἐνδείκνυται τὰς διαθέσεις ὑπάρχειν ἅμα. καὶ ὡς τὰ πολλά γε οὕτω συμπίπτειν εἴωθεν ἐν ἁπάσαις ταῖς τοιαύταις ἀνωμαλίαις. ἐπιβλέπειν οὖν χρὴ μετὰ τοῦτο πολλοὺς ἐφεξῆς σφυγμοὺς καὶ παραβάλλειν ἀκριβῶς ἀλλήλαις τὰς κινήσεις. ἐνίοτε μὲν γὰρ οἷά περ ᾖ κατὰ τὴν πρώτην ἐπιβολὴν, τοιαῦται γίνονται πᾶσαι. πολλάκις δὲ ἐπὶ τὸ μικρότερόν τε καὶ ἀμυδρότερον ἴασιν. ἐφ’ ὧν δηλονότι καὶ ἡ δύναμίς ἐστιν ἀσθενεστέρα. εἰ δὲ καὶ τελέως ἐκλείποιεν, ἔτι δὴ καὶ μᾶλλον ἐνδείξονται τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. ἐν τούτῳ δὲ χρὴ πάντας ἄραντας τοὺς δακτύλους, εἶτ’ ὀλίγον τινὰ διαλιπόντας χρόνον αὖθις ἐπιβάλλειν. εὑρεθήσονται γὰρ τὰ πολλὰ κατὰ τὴν δευτέραν ἐπιβολὴν αἱ ἀρτηρίαι σφύζουσαι. ὡς εἴ γέ ποτε παντελὴς ἀσφυξία φαίνοιτο καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν, ἰστέον ἐν ἐκείνῳ
318
γ’ αὐτῷ τῷ χρόνῳ πεποιῆσθαι τὴν προτέραν ἐπαφὴν, ἐν ᾧ συνέβαινε ταῖς ἀρτηρίαις εἰς ἀσφυξίαν ἀφικνουμέναις ὀλίγον ἔτι τῆς κινήσεως ἀποσώζειν. ἀλλὰ τοῦτο μὲν, ὡς ἔφην, σπάνιον, ὡς τὰ πολλὰ δὲ διαλείποντες, εἶτ’ αὖθις ἁπτόμενοι σφυζούσας εὑρίσκομεν, ᾧ καὶ δῆλον ὡς οὐ φέρουσαι τῶν δακτύλων τὴν ἐπιβολὴν εἰς ἐσχάτην ἀμυδρότητα κινήσεως ἀφικνοῦνται. καὶ τοῦτ’ ἦν αἴτιον ἄρα τὸ διαλανθάνειν ἡμᾶς τὸν σφυγμὸν, ὡς ἂν καὶ αὐτῆς τῆς ἀσφυξίας κατὰ διττὸν τρόπον γινομένης, ἢ τῷ μὴ σφύζειν ὅλως τὰς ἀρτηρίας, ὅπερ ἂν εἴη κακὸν ἔσχατον, ἢ τῷ σφύζειν μὲν, ἀλλ’ οὕτως μὲν ἀμυδρόν τε καὶ μικρὸν, ὡς ἐκφεύγειν τὴν αἴσθησιν. ἔστι μὲν δὴ καὶ ἡ τοιαύτη διάθεσις, εἰ χωρὶς λειποθυμίας τινὸς προσφάτου γίνοιτο, χαλεπωτάτη, πολὺ δὲ ἔτι χείρων ἡ ἑτέρα, καθ’ ἣν ὄντως οὐ σφύζουσι, μᾶλλον δ’ οὐ πολὺ χείρονα χρὴ λέγειν ἐκείνην, ἀλλ’ ὀλεθριωτάτην τε καὶ χειρίστην, ὡς ἂν ἤδη νενεκρωμένων τῶν ἀρτηριῶν. εἰ μέντοι πλέονι χρόνῳ τῶν δακτύλων ἐπικειμένων ἀβιάστως τε καὶ ὡς ψαύειν μόνον ἐπανέρχοιτο πάλιν ἡ κίνησις, ἧττον ὀλέθριος ἡ τοιαύτη διάθεσις. ἐπανέρχεται δὲ ποτὲ μὲν εἰς ἀσφυξίαν ἐσχάτην
319
ἀφικνουμένη, ποτὲ δ’ εἰς μικροσφυξίαν τε καὶ ἀμυδρότητα. καὶ τοίνυν καὶ καλοῦνται παλινδρομοῦντες μὲν ἀμφότεροι, διαφέρουσι δὲ τῷ τοὺς μὲν μυούρους εἶναι παλινδρομοῦντας, τοὺς δ’ ἐκλείποντας παλινδρομοῦντας. ἄμεινον δ’ ἐν ταῖς τοιαύταις ἐπισκέψεσιν οὕτω σχηματίζειν τὸ μόριον, ὅτου περ ἂν ἁπτόμενοι τύχωμεν, ὡς ὑποκάτω τῆς ἀρτηρίας εἶναι τὴν ἡμετέραν ἁφὴν, οὕτω γὰρ ἥκιστα πρός τε τῶν δακτύλων θλίβοιτο καὶ αὐτοῦ τοῦ προβεβλημένου δέρματος. ἔνεστι δ’ ἔργῳ μαθεῖν ἑκάστῳ τῶν βουληθέντων, ὁπόσον εἰς διάγνωσιν ἀφανῆ κινήσεως ἡ τοιαύτη τῶν δακτύλων ἐπιβολὴ συντελεῖ. πολλάκις γοῦν ἡμεῖς ἄνωθεν μὲν ἐπιβεβληκότες τοὺς δακτύλους κατὰ τὰς ἀρτηρίας οὐδὲ μιᾶς αἰσθανόμεθα κινήσεως, ἐν δὲ τῷ καταστρέψαι τὸ κῶλον εὐθέως ᾐσθόμεθα. χείριστοι δὲ πάντων εἰσὶν οἳ ἂν εἰς ἀκινησίαν τελευτήσαντες αὖθις μηκέτι ἐπανέρχωνται τοῦ κώλου περιστραφέντος. ἧττον δὲ τούτων οἳ ἂν ἐν τῷ περιστραφῆναι φαίνονται κινούμενοι, τούτων δ’ ἔθ’ ἧττον οἱ μύουροι μὲν γινόμενοι, μὴ μέντοι γ’ εἰς ἀκινησίαν παντελῆ τελευτῶντες, καὶ τούτων ἔθ’ ἧττον οἱ ἐπανερχόμενοι μύουροι, καὶ μᾶλλον, ἐπειδὰν ὑποπίπτωσιν ἅμα πλείοσι δακτύλοις· ᾧ καὶ αὐτῷ μάλιστα προσέχειν ἀξιῶ
320
καὶ σκοπεῖσθαι τὸ ποσὸν τῆς ἰσχνότητος τοῦ σώματος ἀκριβῶς. εἰ μὲν γὰρ ἐσχάτως ἰσχνοῦ τοῦ σώματος ὄντος ἡ τῶν ἀρτηριῶν κίνησις ὑποπίπτει πλείοσι δακτύλοις, οὐ διὰ ῥώμην δυνάμεως, ἀλλὰ δι’ ἔκτηξιν τοῦ σώματος οὕτω συμβαίνει. μετρίως δ’ ὄντος ἰσχνοῦ, τρισὶν ἢ τέσσαρσιν ὑποπίπτειν δακτύλοις τὴν κίνησιν τῆς ἀρτηρίας οὐ μικρὸν ἀγαθὸν, ὡς ἐν τοιούτοις. ἐμφαίνεται γὰρ ἀποσώζειν τι τοῦ τόνου κατὰ τὴν ἐνέργειαν. ὁ δ’ ἀριθμὸς τῶν δακτύλων, ὅσοις ὑποπίπτειν ἡ κίνησις μέλλει, καθ’ ἑκάστην τῶν ἀρτηριῶν ἴδιός ἐστιν. οὐ γὰρ ἁπασῶν ἴσον ἐξέχει τε καὶ διασυμβαίνει κατὰ τὸ δέρμα. κάλλιον δ’ εἰς τοῦτο τῆς φύσεως αὐτοῦ τοῦ κάμνοντος ἔχειν ἐμπείρως. τοῖς μὲν γὰρ φύσει μικρότερος ὁ σφυγμός ἐστι, τοῖς δὲ βραχύτερος. ἑκάστῳ δὲ τοῦ ποσοῦ τὸ μέτρον ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν ἐστίν· ἀγνοοῦντες οὖν τὸ κατὰ τὴν φύσιν ἴδιον αὐτοῦ τοῦ κάμνοντος, ἀπὸ τῶν κοινοτέρων διαφορῶν στοχαζόμεθα τῶν κατά τε τὴν κρᾶσιν τοῦ σώματος καὶ τὴν ἕξιν, ἐν μὲν τῇ κράσει μάλιστα τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἐπισκοπούμενοι διαφορὰν, ἐν δὲ ταῖς ἕξεσι τὴν κατὰ λεπτότητά τε καὶ πολυσαρκίαν. 
321
ἐνίοτε μὲν οὖν ἅμα καὶ συμπίπτουσιν αἱ δύο ἀνωμαλίαι τῶν σφυγμῶν, ἥ τε κατὰ μίαν κίνησιν ἥ τε ἐν ἀθροίσματι. πολλάκις δὲ ἡ μὲν κατὰ μίαν οὐκ ἔστιν, ἡ δ’ ἐν ἀθροίσματι σαφῶς εὑρίσκεται. καὶ τοῦ μὴ φαίνεσθαι τότε τὴν κατὰ μίαν αἴτιον διττὸν, ἤτοι τῆς διαθέσεως ἡ σμικρότης ἢ τῶν σφυγμῶν αὐτῶν ἡ βραχύτης. ἄν τε γὰρ ἡ διάθεσις ἡ τοὺς ἐν ἀθροίσματι μυούρους ἐργαζομένη μὴ πάνυ τις ᾖ χαλεπὴ, κατὰ τὴν μίαν διαστολὴν ὁμαλός ἐστιν, ἐν πλείοσι δὲ τὴν μυουρίζουσαν ἀνωμαλίαν λαμβάνει· ἄν τε μεγάλη μὲν ἡ διάθεσις ὑπάρχῃ, βραχὺς δ’ ᾖ κατὰ τὸ μῆκος ὁ σφυγμὸς, ὡς ἑνὶ μόνῳ ὑποπίπτειν δακτύλῳ, κᾂν ὅτι μάλιστα κατ’ ἀλήθειάν τε καὶ ὄντως ᾖ μύουρος, οὐχ ἕξει τὴν ἀνωμαλίαν αἰσθητήν. πλείοσι γὰρ ὑποπίπτειν χρὴ δακτύλοις τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν μυουρίζουσαν. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡς ἄμφω μὲν τὰ γένη τῶν μυούρων σφυγμῶν ἀσθένειαν ἐνδείκνυται δυνάμεως, ἀλλὰ τὸ μὲν κατὰ μίαν διαστολὴν συνενδείκνυται λεπτότητα τοῦ κάμνοντος σώματος, τὸ δ’ ἐν ἀθροίσματι δύναιτ’ ἄν ποτε καὶ χωρὶς
322
ἰσχνότητος γενέσθαι. δέδεικται δὲ καὶ ὡς ἄν τις ἐξευρίσκοι τὸ ποσὸν τῆς βλάβης ἐν ἑκατέρῳ τῷ γένει. περὶ μὲν οὖν τῶν μυουριζόντων σφυγμῶν ἱκανὰ καὶ ταῦτα.

Γεγράφασι δέ τινες ὡς ἀνεστραμμένον εὑρίσκοντές ποτ’ εἶδος σφυγμοῦ τοῖς εἰρημένοις. ἐπὶ γοῦν τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἦς δὴ καὶ συνηθέστατον ἅπτεσθαι, πεφαγκέναι φασὶν ἑαυτοῖς εὐρύτερον τὸν ἐν τῷ κάτω πέρατι σφυγμὸν, μύουρον μὲν ὄντα δηλονότι καὶ τοῦτον, ἀλλὰ τὸ λεπτότερον αὐτοῦ μέρος οὐ κάτω τετραμμένον ὡς ἐπὶ τοὺς δακτύλους, ἀλλ’ ἄνω τε καὶ πρὸς τὰ κατ’ ἀγκῶνα χωρία ἔχοντα. ἐγὼ δ’ ἡγοῦμαι τοὺς ἀνθρώπους ἐφ’ ὧν εὑρηκέναι φασὶ τοὺς τοιούτους σφυγμοὺς οὐ πρόσκαιρόν τινα τὴν αἰτίαν, ἀλλ’ ἐπὶ φυσικῇ διαπλάσει τῶν κατὰ τὸν καρπὸν ἐσχηκέναι μορίων. σπανίως μὲν γὰρ, εὑρίσκεται δ’ οὖν ποτε τοιαύτη διάπλασις, ὡς τὸ μὲν πρὸς τῷ καρπῷ μέρος τῆς ἀρτηρίας ὑπ’ αὐτῷ τῷ δέρματι τετάχθαι, τὸ δ’ ἄνω πᾶν αὐτῆς τῷ μὲν ἀνωτέρω κεκαλύφθαι πλέονι σαρκὶ, τῷ δὲ

323
κατωτέρω τε καὶ κατ’ αὐτὸν τὸν καρπὸν ἀθρόον εἰς τὸ βάθος ἐνδύεσθαι. τοῖς τοιούτοις οὖν ἀνθρώποις οὐ νοσοῦσι μόνον, ἀλλὰ καὶ ὑγιαίνουσιν ὁ σφυγμὸς φαίνεται μύουρος, ἄνω μὲν ὡς πρὸς τὸν πῆχυν ἔχων τὸ στενώτερον, ἐν δὲ τοῖς κάτω τε καὶ πρὸς τὸν καρπὸν ὅσον εὐρύτερον. εὔδηλοι δέ εἰσιν οἱ γράψαντες ὑπὲρ τῶν τοιούτων σφυγμῶν ὡς νοσωδῶν οὐ προσεσχηκότες τῷ πράγματι τὴν διάνοιαν ἀκριβῶς ἔκ τε τῶν ἄλλων ὧν γράφουσι κᾀκ τοῦ μηδ’ ὅ τι σημαίνουσι προσγράψαι τῷ λόγῳ. πρόδηλον γὰρ ὡς οὐδὲν εὗρον ἐξαίρετον ὑπ’ αὐτῶν σημαινόμενον, ἐπὶ φυσικῇ διαπλάσει τοιούτων γινομένων, οὐ νοσώδει διαθέσει. διὸ καὶ πολλάκις εἴρηταί μοι πρὸς τὰς διαγνώσεις τῶν σφυγμῶν οὐδὲν οὕτως εἶναι χρήσιμον ὡς τὸ γινώσκειν ὁποῖός τίς ἐστιν ἑκάστῳ φύσει σφυγμός. καὶ γὰρ οὖν καὶ ἄλλαι τινὲς ἀρτηρίαι ταῖς εἰρημέναις ἔμπαλιν ἔχουσιν, ὡς ἐν μὲν τοῖς ἄνω μέρεσιν ὑπὸ τῷ δέρματι μόνῳ τετάχθαι γυμνῷ, κατωτέρω δ’ ἐρχόμεναι πρὸς τὸν καρπὸν εἰς τὸ βάθος καταδύεσθαι. καὶ διὰ τοῦτο καὶ τούτων ὁ σφυγμὸς φαίνεται μύουρος. ἑτέρων δέ γε φύσει περινενευκώς
324
τε καὶ ἐπινενευκὼς ἑκατέρωσε πλέον ἢ κατὰ τὴν κοινὴν φύσιν, οὐ νοσήματος, ἤ τινος ὅλως αἰτίας παρὰ φύσιν, ἀλλὰ φυσικῆς διαπλάσεως ἐργασαμένης αὐτόν. ἅπερ εἰ μὴ γινώσκομεν, ὁπότ’ εἴη φύσει, μέγιστα σφαλησόμεθα. γίγνεται μὲν γὰρ, ὡς εἴρηται, μύουρος ὁ σφυγμὸς ἔν τισι παρὰ φύσιν αἰτίοις· εὑρίσκεται μέντοι τισὶ καὶ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα, καθάπερ καὶ ὁ ἐπινενευκώς τε καὶ περινενευκὼς ὀνομαζόμενός ἐστιν, ὅ γε μὲν οὖν οὕτω τῆς ἀρτηρίας κατασκευασθείσης ὡς τὸ μέσον αὐτῆς μόνον ὑπὸ τῷ δέρματι τετάχθαι ψιλῷ, τὰ δ’ ἑκατέρωθεν ἀθροώτερον ἐγκαταβαίνειν τῷ βάθει. γίνεται δὲ καὶ δι’ ἀῤῥωστίαν δυνάμεως, ἀδυνατούσης ἐπαίρειν τὰ βαρύνοντα· καὶ ὅταν γε τὸ τοιοῦτον πάθος ἰσχυρότερον αὐτῇ γένηται, καμπήν τινα φαίνεται κατὰ τὸ ὕψος ἔχειν ὁ σφυγμὸς, οὐ κύκλου περιφέρειαν, ἥντινα καμπὴν οὐ κακῶς ὁ Ἀρχιγένης ὀνομάζει γωνίωσιν. οὐκέτι γὰρ ὡς κύκλου περιφέρεια τὸ ὕψος τῆς ἀρτηρίας, ἀλλ’ ὡς τριγώνου κορυφὴ κινεῖ τὴν ἁφήν. ἔτι δὲ μᾶλλον αὐτῇ γίγνεται τοῦτο φριττούσῃ τε καὶ πηγνυμένῃ διὰ ψύξιν, ἢ ὁπωσοῦν
325
ἄλλως σκληρυνθείσῃ, καὶ διὰ τοῦθ’ εὑρεῖν αὐτὸν ἔστι πλειστάκις ἐν ταῖς μετὰ ψύξεως ἐμβαλλούσαις ἰσχυραῖς ἐπισημασίαις· οὐ γὰρ δὴ ἐν ἁπάσαις γε, ἢ μόναις, ὡς ἔνιοι νομίζουσι. ἂν γὰρ ἥ τε σκληρότης τῶν ἀρτηριῶν ἔχῃ τὰ δυσκαμπῆ ἥ τε δύναμις ἀσθενὴς οὖσα βαρύνηται καθ’ ἑκάτερα, τὴν μὲν οἷον κύκλου περιφέρειαν ἀπόλλυσιν, ὁμοιοῦται δὲ τριγώνου κορυφῇ, μὴ δυναμένης τῆς ἀρτηρίας διὰ σκληρότητα κατὰ βραχὺ κάμπτεσθαί τε καὶ πρὸς τὸ βάθος ἐπινεύειν ἑκατέρωθεν, ἀλλὰ κλωμένης μᾶλλον ἢ καμπτομένης διὰ τὴν σκληρότητα. ταῦτ’ οὖν αὐτῇ τὰ παθήματα πολλάκις μὲν ἐν ταῖς ψυχούσαις ἱκανῶς ἐπισημασίαις γίνεται, συμπίπτει μὴν ἐνίοτε καὶ χωρὶς εἰσβολῆς παροξυσμῶν· ὥσπερ αὖ πάλιν ἐν ταῖς ἀπεριψύκτοις ἐπισημασίαις οὐδ’ ὅλως γίνεται τοιοῦτος ὁ σφυγμός· ἄμεινον δ’ ἴσως ἐστὶ μηδὲ χρονίζειν ἔτι κατὰ τὸν τόπον, ἐν τοῖς μετὰ ταῦτα μέλλοντας ἐπιπλέον ὑπὲρ αὐτῶν διεξέρχεσθαι.

Ἔστι δὲ ἐκ ταὐτοῦ τοῖς εἰρημένοις γένους καὶ ὁ τρομώδης σφυγμὸς, οὐ πάνυ τι φαινόμενος ἐναργῶς. ἐπειδὴ δὲ, καθάπερ ἐπιδέδεικται διὰ τοῦ δευτέρου τῶν ἐν τοῖς 

326
συμπτώμασιν αἰτίων, ἀσθενείᾳ δυνάμεως ἕπεται τρόμος, ἀναγκαῖον οὖν ἐστι διὰ τοῦτο καὶ τὸν τρομώδη σφυγμὸν ἀμυδρόν τε ἅμα καὶ μικρὸν εἶναι, ἐν δὲ τῷ τοιούτῳ λανθάνουσιν αἱ τρομώδεις κινήσεις, ἀξιολόγου διαστολῆς εἰς τὸ γνωσθῆναι δεόμεναι. φαντάζεται δὲ ἐνίοτε τοῖς ἀγυμνάστοις ὁ τρομώδης σφυγμὸς ὡς κλονώδης, καὶ διὰ τοῦτ’ οἴονται πολλάκις ἑωρακέναι τοιοῦτον. ἀλλ’ οὐ δεῖ μακρότερον ὑπὲρ αὐτῶν διεξέρχεσθαι κατὰ ἐνεστῶτα λόγον. εἴρηται γὰρ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων εἰς ὅσον ἀλλήλων διαφέρουσι τρόμος καὶ κλόνος, ἐξ ὧν ὁρμώμενος ἄν τις ὁποῖός τέ τις ὁ κλονώδης ἐστὶ σφυγμὸς ἀκριβῶς εἴσεται καὶ ὡς ὀλιγάκις ὁ τρομώδης ὁρᾶται κατ’ ἐκείνους μόνους τοὺς καιροὺς ἐν οἷς οὔθ’ ἡ δύναμις ἐσχάτως ἀσθενής ἐστιν, ὅ τε χιτὼν τῆς ἀρτηρίας μαλακὸς, ἥ τε τοῦ σώματος ἕξις ἰσχνή. συμβήσεται γὰρ οὕτως μήτε πάνυ μικροὺς εἶναι τοὺς σφυγμοὺς, ἀλλ’ ἐγγύς τι τῶν κατὰ φύσιν, μήτε ἐσχάτως ἀμυδροὺς, ἀλλ’ ὥστε φέρειν ἀλύπως ἐπιβολὴν δακτύλων, ὧν ἐξ ἀνάγκης εἰς διάγνωσιν δεῖται. καὶ εἴποτε ἄρα φανείη τρομώδης σφυγμὸς, ἐνδείξεται τήν τε δύναμιν ἀσθενῆ καὶ τὸν χιτῶνα τῆς
327
ἀρτηρίας μαλακὸν καὶ τὴν τοῦ σώματος ἕξιν ἰσχνήν. περὶ μὲν οὖν τῆς ἀνωμαλίας τε καὶ τῶν ἐργαζομένων αὐτὴν αἰτίων ἱκανὰ καὶ ταῦτα. καὶ γὰρ εἴ τι παραλέλειπται, ῥᾷστον εὑρίσκεσθαι τῷ ταῦτά τε τὰ νῦν εἰρημένα μὴ κατὰ τὸ πάρεργον ἐκμαθόντι καὶ ὅσα κατὰ τὸ δεύτερον εἴρηται τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων.

Ὑπόλοιπον δ’ ἐστὶ περὶ τάξεως καὶ ἀταξίας διελθεῖν. δοκεῖ μὲν δὴ πᾶσα τάξις ἀταξίας ὁμογενοῦς ἀμείνων εἶναι. πρόσκειται δ’ ὁμογενῶς τῷ λόγῳ διὰ τὸ δύνασθαί ποτε τὴν ἐξ ἑτέρου γένους ἀταξίαν αἱρετωτέραν ὑπάρχειν ἑτερογενοῦς τάξεως, οἷον εἰ οὕτως ἔτυχεν ὁ κατὰ μέγεθος ἢ τάχος ἄτακτος ἧττόν ἐστι χαλεπὸς τοῦ διαλείποντος ἐν τάξει τινί. οὕτω δὲ καὶ ὁ μεμηκυσμένος ἀραιὸς, εἰ καὶ φυλάττοι τάξιν τινὰ, χείρων ἐστὶ τοῦ κατὰ σφοδρότητα καὶ μέγεθος καὶ τάχος ἀνωμάλου. ἀλλ’ ἥ γε ὁμογενὴς τάξις ἐπιεικεστέρα τῆς ἀταξίας εἶναι δοκεῖ, διὰ τὸ τῆς φύσεως ἡμῶν εἴπερ τι ἄλλο καὶ τὴν τάξιν οἰκείαν ὑπάρχειν. οὐ μὴν ἁπλῶς γε οὕτως ῥητέος ὁ λόγος, ἀλλὰ μετὰ τοιοῦδε διορισμοῦ.

328
ἡ μὲν τάξις ἐστηριγμένον πως εἶναι δοκεῖ δηλοῦν τὸ αἴτιον, ἡ δ’ ἀταξία μεταῤῥέον τε καὶ μὴ μένον ἐφ’ ἑνὸς ἢ μεγέθους ἢ εἴδους ἢ χωρίου. τὸ δὲ τοιοῦτον αἴτιον οὐκ ὀλεθριώτερον, ἀλλὰ σφαλερώτερον εἶναι χρὴ νομίζειν. ἐνδέχεται γὰρ αὐτὸ μεταῤῥέον ἔστιν ὅτε μὲν εἰς ἀκυρώτερον, ἔστιν ὅτε δ’ εἰς κυριώτερον ἀφικέσθαι χωρίον, ὥστε ἤτοι θάνατον ἐξαπιναῖον, ἢ σωτηρίαν ἐνεγκεῖν. τὸ μέντοι τῆς τάξεως οὐκ ἀδόκητον, ἀλλ’ ὡρισμένην ἔχει τὴν ἔκβασιν. ἡ μὲν γὰρ ἐπὶ χαλεπῆς ἀνωμαλίας τάξις, ὥσπερ εἰ οὕτως ἔτυχε τῆς διαλειπτικῆς, ὀλέθριος βεβαίως ἐστίν· ἡ δ’ ἐπὶ μετρίας, ὥσπερ ἐπὶ τῆς κατὰ μέγεθος καὶ μικρότητα, βεβαίως ἐπιεικής· ἡ δ’ ἀταξία καὶ τὴν ἐπιεικῆ χαλεπὴν ἐργάσασθαι δύναται, μεταῤῥυείσης εἰς κυριώτερον χωρίον τῆς τὴν ἀνωμαλίαν ἐργαζομένης αἰτίας· καὶ μέντοι καὶ τὴν χαλεπὴν ἐπιεικῆ, μετελθούσης καὶ νῦν τῆς αἰτίας ἐκ τῶν κυριωτέρων εἰς ἀκυρώτερα. οὐδὲν οὖν ἀσφαλὲς οὐδὲ βέβαιον ἐπὶ τῆς ἀταξίας ἐστὶν, οὔτε τοιοῦτον οἷον ἐπὶ τῆς τάξεως οὔτε ἀγαθὸν οὔτε κακόν. ἂν μέντοι μετὰ σφοδρότητος σφυγμοῦ γίγνηταί τις ἀταξία, εἴτ’ οὖν ὁμαλοῦς
329
εἴτε καὶ ἀνωμάλου τῆς σφοδρότητος οὔσης, παρόντων καὶ τῶν τῆς πέψεως σημείων, ἐλπίζειν χρὴ κρίσιν ἔσεσθαί τινα, καὶ μᾶλλον, εἰ καὶ τὰ ἄλλα σημεῖα κρίσεως γένοιτο, ὅτε καὶ κατὰ τοῦτο διαφέρουσιν αἱ ἀταξίαι τῶν τάξεων, καθ’ ὅσον ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς αὐτοῖς ἑτοιμότερον ἐπὶ κρίσιν ἡ φύσις ἐξορμᾷ κατὰ τὰς ἀρτηρίας.