De praesagitione ex pulsibus

Galen

Galen, De praesagitione ex pulsibus

Σφοδρὸς μὲν ὁ σφυγμὸς ὑπὸ ῥώμης ἀεὶ γίνεται δυνάμεως, καὶ ὅσῳ γε σφοδρότερος τοσούτῳ καὶ τὴν ῥώμην τῆς δυνάμεως ἐπιτετάσθαι δηλοῖ· ἀμυδρὸς δὲ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ ὅσῳ γ’ ἂν ἀμυδρότερος ᾖ τοσούτῳ καὶ τὴν δύναμιν ἀσθενεστέραν ὑπάρχειν ἐνδείκνυται. κατὰ ταὐτὰ δὲ καὶ ὁ μὲν σκληρὸς σφυγμὸς ὑπὸ σκληροῦ χιτῶνος τῆς ἀρτηρίας ἀποτελεῖται, ὁ δὲ μαλακὸς ὑπὸ τοῦ μαλακοῦ. καὶ δὴ τὸ ποσὸν τῆς κατὰ τὸν σφυγμὸν σκληρότητός τε καὶ μαλακότητος ἐνδεικτικόν ἐστι τοῦ ποσοῦ τῆς κατὰ τὴν ἀρτηρίαν σκληρότητος καὶ μαλακότητος. 

265
ἀλλ’ ὁ μὲν τοῦ σκληροῦ καὶ μαλακοῦ μέσος, ὅσπερ καὶ σύμμετρος ὀνομάζεται, πρῶτός τ’ ἐστὶν αὐτῶν τῇ φύσει καὶ μόνος κατὰ φύσιν. ἀμυδροῦ δὲ καὶ σφοδροῦ κατὰ τοῦτον μὲν τὸν λόγον οὐδείς ἐστι μέσος. ὁ μὲν γὰρ ἀμυδρὸς ἀῤῥωστούσης τε καὶ παρὰ φύσιν ἐχούσης τῆς δυνάμεώς ἐστιν ἔγγονος, ὁ δὲ σφοδρὸς εὐρωστούσης τε καὶ κατὰ φύσιν διακειμένης. καθ’ ἕτερον δὲ τρόπον, ὡς κᾀν τοῖς ἔμπροσθεν ἐλέγομεν, εἴη ἄν τις μέσος ἀμυδροῦ καὶ σφοδροῦ. ὁ δὲ τρόπος ὁ κατὰ τὴν διάγνωσίν ἐστι τῆς ἐπιβαλλομένης ἁφῆς, ἡνίκα μὲν ἀνατρέπηται πρὸς τοῦ σφυγμοῦ, σφοδρὸν ἡμῶν αὐτὸν ὀνομαζόντων, ἡνίκα δ’ ἀνατρέπῃ τὸν σφυγμὸν, ἀμυδρὸν, ἡνίκα δὲ οὐδέτερον, ἐν τῷ μέσῳ τοῦτον εἶναι λεγόντων ἀμυδροῦ τε καὶ σφοδροῦ, παρὰ φύσιν ὄντα καὶ αὐτὸν, ὥσπερ καὶ τὸν ἀμυδρόν. αἱ δ’ ἀλλοιώσεις τῶν σφυγμῶν αἱ μὲν εἰς ἀμυδρότητα καὶ σφοδρότητα καὶ μόναι γίνονται πολλάκις καὶ ὑφ’ ἑνὸς αἰτίου. ὅταν γὰρ τοῦ χιτῶνος τῆς ἀρτηρίας ἅμα τῇ χρείᾳ κατὰ φύσιν ἔχοντος ἐπὶ βραχύ πως ἀλλοιωθῇ τὰ τοῦ τόνου τῆς δυνάμεως, ἀμυδρότερος
266
μὲν ἢ σφοδρότερος ἐν τούτῳ τοῦ πρόσθεν ὁ σφυγμὸς γίνεται, τῶν δὲ ἄλλων γενῶν οὐδὲν αὐτῷ συμμεταβάλλει. οὕτως μὲν δὴ μόναι γίγνονται καὶ ὑφ’ ἑνὸς αἰτίου· καθ’ ἕτερον δ’ αὖ τρόπον ὑπὸ μιᾶς μὲν αἰτίας, οὐ μόναι δέ. τῆς μὲν οὖν δυνάμεως ἐπὶ πλέον ἐκλυθείσης, ἢ ἐπιταθείσης, εἰ καὶ τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν μηδέποτε ἀλλοιωθείη, τὴν μὲν τροπὴν τῶν σφυγμῶν ὑφ’ ἑνὸς αἰτίου γενέσθαι συμβήσεται, γένος δ’ οὐχ ἓν ἀλλοιωθῆναι μόνον. ἥ τε γὰρ ἐπὶ πλέον ἀῤῥωστοτέρα δύναμις οὐ μόνον ἀμυδρὸν, ἀλλὰ καὶ μικρὸν ἐργάζεται τὸν σφυγμὸν, καὶ διότι μικρὸν, διὰ τοῦτο καὶ πυκνὸν, ἥ τ’ ἐπὶ πλεῖστον ῥωσθεῖσα σὺν τῷ σφοδρότατον εὐθέως καὶ μείζονα τὸν σφυγμὸν ἀποτελεῖ, καὶ εἰ μηδὲν ὑπαλλάττοιτο ἡ χρεία, καὶ ἀραιότερον. ἡ δ’ εἰς σκληρότητά τε καὶ μαλακότητα μεταβολὴ τῶν σφυγμῶν εἰ μὲν ὑφ’ ἑνὸς αἰτίου γίνοιτο, πάντως καὶ τῶν ἄλλων τι συμμεταβάλλοι γενῶν. εἰ δὲ μόνη συνίσταται, τῶν πλειόνων αἰτίων συνελθόντων ἀποτελεῖται. ἅμα δὲ μόνη τε καὶ ὑφ’ ἑνὸς αἰτίου κατ’ οὐδένα τρόπον γίνεται, πλὴν εἰ παντελῶς
267
ἐλάχιστον ἐκτραπῇ τοῦ κατὰ φύσιν, ὥστε βραχυτάτῳ μέν τινι γενέσθαι σκληρότερον τὸν σφυγμὸν, ἴσον μέντοι κατὰ τὸ μέγεθος. οὕτω γὰρ οὐδὲ τὸ τάχος οὐδ’ ἡ πυκνότης ὑπαλλαχθήσεται. σαφεστέρας δὲ καὶ μείζονος τῆς σκληρότητος γινομένης ἀνάγκη καὶ τὸν σφυγμὸν γενέσθαι μικρότερον, καὶ τοσοῦτόν γε πυκνότερον ὅσον μικρότερον. εἰ δ’ ἅμα τε σκληρότερος ὁ χιτὼν τῆς ἀρτηρίας γένοιτο καὶ ἡ θερμότης αὐξηθείη, σκληρότερος μὲν ἂν ὁ σφυγμὸς ἐπὶ τοσοῦτον εἴη τοῦ κατὰ φύσιν ἐφ’ ὅσον καὶ ὁ χιτὼν τῆς ἀρτηρίας· ἐν μέντοι τῷ μεγέθει τῷ κατὰ φύσιν ἴσος, εἴπερ ὅσον τὸ θερμὸν ἐγένετο τοῦ συμμέτρου τοσούτῳ καὶ ὁ χιτὼν τῆς ἀρτηρίας σκληρότερος τοῦ κατὰ φύσιν. ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ μέτρια πρός γε τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἑξῆς ἂν εἴη τὰς προηγουμένας καὶ προκαταρχούσας αἰτίας τῶν προειρημένων δύο γενῶν διελθεῖν.

Αἱ μὲν οὖν αὐξάνουσαι τὴν ῥώμην τῆς δυνάμεως αἰτίαι προηγούμεναι αἱ μὲν ἐν αὐτῷ τῷ σώματι χυμοί τέ τινές εἰσιν ἡμίπεπτοί τε καὶ ἄπεπτοι, πεττόμενοι νῦν, ἥ τ’ ἐπὶ τὴν κρίσιν ὁρμὴ τῆς φύσεως, εἰ μὴ

268
ἄρα καὶ ἥδε κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, ἔτι δὲ πρὸς τούτοις θυμός· αἱ δ’ ἔξωθεν οἶνός τε καὶ τροφαὶ καὶ γυμνάσια μέτρια, καὶ προσέτι τὰ τὴν δυσκρασίαν ἐπανορθούμενα τοῦ σώματος αὐτοῦ τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν εἴτουν ἐδέσματα εἴτε πόματα, εἴτε καὶ φάρμακα εἴη. καταλύουσι δὲ τὴν δύναμιν ἀσιτίαι τε καὶ ἀγρυπνίαι καὶ φροντίδες καὶ λῦπαι καὶ κενώσεις ἄμετροι διὰ γαστρὸς, ἢ οὔρων, ἢ ἐμέτων, ἢ μήτρας, ἤ τινος αἱμοῤῥαγίας, καὶ αἱ σφοδραὶ τῶν ὀδυνῶν, ἢ μετά τινος ἰδιότητος γινόμεναι, καθάπερ ἡ καὶ στομαχικὴ καλουμένη διάθεσις, ἐφ’ ᾗ συγκόπτονται. ἔτι τε πρὸς τούτοις ἅπανθ’ ὅσα δυσκρασίαν ἐργάζεται κατὰ τὴν καρδίαν, ἢ τὰς ἀρτηρίας, εἴτουν ἐν τῷ σώματι περιεχόμενα, τὰ μὲν ἐν ὑγροῖς, τὰ δ’ ἐν τοῖς στερεοῖς, εἴτε καὶ τούτων ἔξωθεν προηγούμενα. καὶ ταῦτα σύμπαντα καταλύει τὴν δύναμιν ἀμέτρως ὑγραίνοντα καὶ ξηραίνοντα καὶ θερμαίνοντα καὶ ψύχοντα καὶ διαφοροῦντα. ὅσαι δὲ αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι τὸν σφυγμὸν ἐργάζονται σκληρότερον, εἴρηνται πρόσθεν ἐν τῷ περὶ τοῦ μακροῦ τε ἅμα καὶ στενοῦ καὶ
269
ταπεινοῦ λόγῳ. ὥστ’ οὐδὲν ἔτι δεῖ νῦν αὐτὰς ἐπέρχεσθαι, μόνας δὲ τὰς τοῦ μαλακοῦ προσθέντας ἐνταυθοῖ που καταπαύειν ἤδη τὸν λόγον.

Μαλακὴν οὖν ἐργάζονται τὴν ἀρτηρίαν αἵ θ’ ὑγραὶ τροφαὶ καὶ τὰ πλείω λουτρὰ καὶ ὕπνοι πολλοὶ καὶ ἡ ἁβροτέρα δίαιτα καὶ ἡ θυμηδία. ταῦτα μὲν ἐν τῷ κατὰ φύσιν ἔχειν· ἐν δὲ τῷ παρὰ φύσιν ἐν κώμασι καὶ ληθάργοις καὶ ὑδέροις, ὅσα τ’ ἄλλα τοὺς χιτῶνας τῶν ἀρτηριῶν ὑγρότητι πολλῇ καὶ μάλιστα φλεγματώδει διαβρέχει, περὶ ὧν ἐπὶ πλέον εἰρήσεται διὰ τῶν ἑξῆς, ὁπόταν ὑπὲρ τῶν παθῶν ὁ λόγος ᾖ. νῦν δ’ ἤδη καιρός ἐστι καταπαύειν τὸν ἐνεστῶτα λόγον εἰς ἓν ἀθροίσαντα κεφάλαιον ὅσον ἐξ αὐτοῦ χρήσιμον. ἔστι δὲ τόδε. τὴν ἐνεστῶσαν διάθεσιν ἑκάστου τῶν συνεκτικῶν αἰτίων οἱ σφυγμοὶ πρώτην ἐνδείκνυνται. γνωσθείσης δὲ ταύτης αἵ τε προηγησάμεναι καὶ αἱ προκατάρξασαι τῆς πρώτης αὐτῶν αἰτίαι λαμβάνονται, κᾀν τούτῳ τῶν προγεγονότων ἡ πρόγνωσις. ἡ δὲ τῶν μελλόντων πρόγνωσις ἐκ τῶν ἑπομένων ταῖς διαθέσεσι λαμβάνεται. καθ’

270
ὃν δὲ μάλιστα τρόπον ἕκαστον τῶν εἰρημένων γίγνοιτο ἂν, ἐν τοῖς μετὰ ταῦτα λόγοις διαιρήσομαι, πρότερόν γε κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων ὅσον ὑπόλοιπόν ἐστι νῦν ἡμῖν προτεθέντων διελθών.

271

Περὶ μὲν δὴ τῶν πρώτων τε καὶ ὡς ἂν εἴποι τις στοιχειωδεστάτων σφυγμῶν, ὧν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας ἡ διάγνωσις, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται· περὶ δὲ τῶν ὑπολοίπων ἑξῆς ἂν εἴη ῥητέον ἀπὸ τῆς συστολῆς ἀρξαμένοις. ἔστι μὲν οὖν κᾀν ταύτῃ τὰ τέσσαρα γένη τῶν σφυγμῶν, ὅσα περ κᾀπὶ τῆς διαστολῆς. καὶ γὰρ ὠκυτέρα καὶ βραδυτέρα καὶ μείζων καὶ μείων καὶ σφοδροτέρα καὶ ἀμυδροτέρα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πράγματος ἡ ἐν τῇ συστολῇ κίνησις γίνεται, ὥσπερ γε καὶ τὸ σῶμα

272
τῆς ἀρτηρίας ἤτοι σκληρὸν ἢ μαλακὸν ἀποτελεῖται, οὐ μὴν διαγνῶναί γε δυνατόν ἐστι τῶν εἰρημένων γενῶν οὐδὲν, ὅτι μὴ βραδύτητα μόνην καὶ τάχος, οὐδὲ ταῦτ’ ἐπὶ πάντων, ἀλλ’ ἐν ἐκείνοις τοῖς σφυγμοῖς ἐν οἷς αἰσθητὴ διάγνωσίς ἐστι τῆς συστολῆς, ὡς ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπιδέδεικται. καὶ μὲν δὴ κᾀν τῷ περὶ χρείας σφυγμῶν ἐδέδεικτο τῆς ἀρτηρίας ἐνέργειά τις εἶναι, καὶ ἡ συστολὴ τῆς διαστολῆς οὐδὲν ἧττον. ἀμφότεραι γὰρ διαφυλάττουσι τὴν συμμετρίαν τῆς κατὰ φύσιν θερμότητος. ἡ μὲν γὰρ διαστολὴ καθάπερ εἰσπνοή τις ἐμψύχουσά τε τὸ ὑπερβάλλον τῆς φλογώσεως καὶ τῷ ῥιπίζειν ἀνάπτουσα τὸ σβεννύμενον, ἡ δὲ συστολὴ τὸ λιγνυῶδες ἀποχέουσα δίκην ἐκπνοῆς. δηλώσει τοιγαροῦν τὸ μὲν τάχος τῆς συστολῆς ἀξιόλογόν τι πλῆθος αἰθαλωδῶν περιττωμάτων ἀθροίζεσθαί τε ἅμα καὶ ἐκκρίνεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ περ ἂν εὑρίσκηται· ἡ δὲ βραδύτης τοὐναντίον οὔτε ἀθροίζεσθαι πολὺ τὸ τοιοῦτο περίττωμα, καὶ διὰ τοῦτο μηδὲ κενώσεως δεῖσθαι. πάμπολυ μὲν γὰρ ἀθροίζεται κατὰ τὰς σήψεις τῶν χυμῶν, ἐφ’ αἷς
273
ἀνάγκη πυρετοὺς ἀνάπτεσθαι· παντάπασι δ’ ὀλίγον, ὅταν εὔχυμον ᾖ τὸ σῶμα· κατὰ δὲ τὰς ἄλλας διαθέσεις ὁπόσαι μεταξὺ τούτων εἰσὶν, ἀνάλογον ἑκάστης τῶν διαθέσεων, ἐπὶ μὲν ταῖς ἐδωδαῖς τε καὶ τοῖς ὕπνοις πλέον, ἐγρηγορούντων δὲ καὶ ἀσιτούντων ἔλαττον. οὕτως δὲ καὶ κατ’ αὐτὴν τῶν ἐδεσμάτων τὴν φύσιν ἐπὶ μὲν τοῖς κακοχύμοις πλέον, ἐπὶ δὲ τοῖς εὐχύμοις ἔλαττον. ἀνάλογον δὲ καὶ κατὰ τοὺς πυρετοὺς ἐν μὲν ταῖς ἐπισημασίαις πλέον, ἐν δὲ τοῖς ἄλλοις καιροῖς ἧττον· καὶ πλέον μὲν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς, οἷοί περ οἱ φλεγματώδεις εἰσὶ καὶ οὓς ὀνομάζουσιν ὠμοὺς, ἧττον δὲ ἐπὶ τοῖς πικροχόλοις τε καὶ μελαγχολικοῖς· ἐν δὲ τῷ μεταξὺ τούτων ἐφ’ αἵματι. καὶ γὰρ καὶ τοῦτο σήπεται κατὰ τὰς φλεγμονὰς, ἐφ’ αἷς πυρέττουσι, τάς τε ἄλλας καὶ ὧν ἡ φλόγωσις εἰς τοσοῦτον ἄμετρος ὡς κατακαίειν τε τὸ δέρμα καὶ πάθος ἐργάζεσθαι τὸ προσαγορευόμενον ἄνθρακα. τῆς αὐτῆς δέ πώς εἰσι φύσεως καὶ οἱ μετὰ ἀναβρώσεως ἕρπητες, οὓς ἐσθιομένους Ἱπποκράτης ὠνόμαζεν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις οἱ χυμοὶ σήπονται. καθ’ ἕτερον δ’ αὖ τρόπον οἱ ἐν ταῖς τραχείαις ἀρτηρίαις χυμοὶ σηπόμενοι, μεταδιδόασι γὰρ
274
τοῦ σφετέρου κακοῦ τῷ πνεύμονι, καὶ σήπεται καὶ τοῦτο τὸ σπλάγχνον ἐν τῷ χρόνῳ. ἀθροίζονται μὲν οὖν ἐν ταῖς τραχείαις ἀρτηρίαις ἤτοι διὰ τὸν ἀπὸ τῆς κεφαλῆς κατάῤῥουν, ἢ ἐκ πλευρίτιδος, ἢ περιπνευμονίας, ἢ τοῦ πνευμονώδους πάθους, ἢ συνάγχης, ἢ ἐξ ἐμπυήματος μεταληφθέντος. τὴν δ’ ἀρχὴν τοῦ σήπεσθαι λαμβάνουσι διὰ τὸ μὴ καλῶς ἀναπτύεσθαι. δέονται γὰρ ἐν τάχει κενοῦσθαι διά τε τὴν σφετέραν μοχθηρίαν καὶ τὴν ἐν τῷ χωρίῳ θερμότητα, πολλάκις δὲ καὶ ῥῆξις ἀγγείου κατὰ τὸν πνεύμονα γενομένη προχεῖ τι τοῦ αἵματος εἰς τὰς τραχείας ἀρτηρίας, ὃ δὴ σηπόμενον ἐν τῷ χρόνῳ φθόην ἐργάζεται. θᾶττον δ’ εἰς τοῦτ’ ἔρχεται τὸ κατὰ διάβρωσιν τῶν ἀγγείων ἐκχυθέν. ἐν ἁπάσαις δὴ ταύταις αἷς κατέλεξα διαθέσεσιν, ὅσαι τ’ ἄλλαι σηπεδόνα τινα χυμῶν ἔχουσιν, ἡ ἔσω κίνησις αὐξάνεται τῶν ἀρτηριῶν, καὶ κατὰ τὸ ποσὸν μὲν, ὡς ἐπιπλέον αὐτὰς συστέλλεσθαι, ἀλλὰ τοῦτό γε οὐκ ἂν αἰσθήσει διαγνοίης ἀκριβῶς. ἡ γοῦν εἰς τάχος ἐπίδοσις ἐναργής τ’ ἐστὶ καὶ διαγνῶναι ῥᾳδία τῷ τετριμμένῳ περὶ τοὖργον, ὃν οὐδ’ ἄρξασθαι τριβῆς οἷόν τε πρὶν ῾τὰ περὶ
275
διαγνώσεως ὑφ’ ἡμῶν γεγραμμένα μάθεῖν, ὧν οὐδὲν οὐδεὶς τῶν ἔμπροσθεν ἰατρῶν ἐδίδαξεν ἡμᾶς. ἀλλ’ ἔνιοι μὲν ἄχρι λόγου πιθανοῦ προέρχονται, τεχνολογίας δή τινας Ἡροφιλείας ὑπὲρ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν γράφοντες, ἔνιοι δὲ περιλάλησίν τε τὴν τοιαύτην θεωρίαν ἀποκαλοῦσι καὶ τελέως αὐτῆς ἀφίστανται. τὸ δ’ ἀληθὲς οὐδέτεροι κατεῖδον, ὡς εἰς τάχος τε καὶ βραδύτητα χρὴ βλέπειν τῆς διαστολῆς καὶ τῆς συστολῆς, ἑκατέρας πολλὰ σημαίνειν δυναμένης, ὥσπερ γε ἤδη νῦν εἴρηται ἡμῖν διὰ κεφαλαίων ἔν τε τοῖς ἑξῆς ἐπιπλέον εἰρήσεται κατὰ τὸν περὶ τῶν νοσημάτων λόγον.

Ἐν δὲ τῷ παρόντι μετιτέον ἐστὶν ἐπὶ τὸν περὶ πυκνότητός τε καὶ ἀραιότητος λόγον. διττῆς δ’ οὔσης ἑκατέρας, ὅτι καὶ τὰς ἠρεμίας τῆς ἀρτηρίας δύο εἶναι συμβέβηκε, τὴν μὲν ἐπὶ τὸ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, τὴν δὲ ἐπὶ τὸ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, τὸ μέν τι κοινὸν ἀμφοτέραις ὑπάρχει, τὸ δ’ ἴδιον ἑκατέρᾳ· κοινὸν μὲν, ὅτι βραχύνονταί τε κατὰ διττὴν αἰτίαν, ἤτοι τῆς προηγουμένης κινήσεως μηκυνθείσης ἢ τῆς ἑπομένης πρωϊαίτερον ἀρξαμένης, 

276
μηκύνονται τε πάλιν ἤτοι τῆς προηγουμένης κινήσεως βραχυνθείσης, ἢ τῆς ἑπομένης ὀψιζούσης· ἴδιον δ’ ἑκατέρας ὃ σημαίνειν πεφύκασιν. δῆλον δ’ ὡς ἐκεῖνο σημαίνουσιν ὅπερ ἂν ἐκ τοῦ μεμηκύνθαι τὴν ἑτέραν κίνησιν, ἢ πρωϊαίτερον ἄρχεσθαι τὴν ἑτέραν ὑπάρχει δηλούμενον, ἢ πάλιν ἐκ τοῦ βραχεῖαν μὲν γεγονέναι τὴν ἑτέραν, βραδύνειν δὲ τὴν λοιπήν. ἐπειδὴ γὰρ ἡ μὲν καθαρὰ θερμότης καὶ ἥκιστα περιττωματικὴ τὴν διαστολὴν ἐργάζεται μείζονά τε ἅμα καὶ ὠκυτέραν, ἡ δὲ τεθολωμένη σηπεδονώδεσι περιττώμασι τὴν συστολὴν, ὅταν δὲ ἐπὶ τῷ πρωϊαίτερον μὲν ἐπὶ τῷ μεγέθει τῆς διαστολῆς ὁ σφυγμὸς γένηται πυκνότερος, ηὐξῆσθαι δηλώσει θερμότητα πολλὴν ἐν τῷ σώματι καθαρὰν, ὅταν δ’ ἐπὶ τῷ πρωϊαίτερον ἄρχεσθαι τὴν συστολὴν, ἀκαθάρτου τε καὶ περιττωματικῆς θερμασίας ἐνδείξεται πλῆθος. ὡσαύτως δὲ κᾂν ἀραιότερος ὁ σφυγμὸς γένηται κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἰ μὲν ἐπὶ βραχύτητι τῆς διαστολῆς, ἐψῦχθαι τὴν ἐν τῷ ζώῳ θερμότητα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν συστολὴν, ἐλάττω γεγονέναι τὰ καπνώδη περιττώματα· κατὰ δὲ τὴν ἐντὸς ἠρεμίαν ἔμπαλιν, εἰ μὲν ἐπὶ τῷ μηκυνθῆναι τὴν συστολὴν
277
ὁ σφυγμὸς πυκνωθείη, πλῆθος ὑποτρέφεσθαι καπνωδῶν περιττωμάτων, εἰ δὲ διὰ τὸ πρωϊαίτερον ἄρχεσθαι τὴν διαστολὴν, ηὐξῆσθαι τὴν θερμότητα. πάλιν δ’ αὖ κατὰ τὴν ἠρεμίαν ταύτην ἀραιούμενος ὁ σφυγμὸς, εἰ μὲν διὰ τὸ μεμειῶσθαι τὴν συστολὴν, ἠλαττῶσθαι τὰ περιττώματα δηλώσει, εἰ δὲ διὰ τὸ βραδύνειν τὴν διαστολὴν, μεμειῶσθαι τὴν θερμότητα. συνελθόντων δὲ ἀμφοῖν ἅμα, τοῦ τε μεμηκύνθαι τὴν προτέραν κίνησιν καὶ τοῦ πρωϊαίτερον ἄρχεσθαι τὴν δευτέραν, εἴτε κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἴτε κατὰ τὴν ἐντὸς τοῦτο συμβαίνει, σύνθετον ἐνδείξεται διάθεσιν ἐξ ἐκείνων, ὧν ἑκάτερον ἐδήλου κατὰ μόνας. ὁμοίως δὲ κᾂν ἀραιὸς ὁ σφυγμὸς γένηται, καθ’ ὁποτερανοῦν τῶν ἠρεμιῶν ἀμφοῖν ἅμα συνελθόντων, τοῦ τε συνῃρῆσθαι τὴν προτέραν κίνησιν καὶ τοῦ μετὰ πλέον ἄρχεσθαι τὴν ἑτέραν, ἡ διάθεσις ἔσται καὶ οὕτω διττή τε καὶ σύνθετος ἐξ ἑκατέρας τῶν ἤδη προδεδηλωμένων, ὑπομεμειωμένης μὲν ὁποτερασοῦν τῶν κινήσεων, ἀναβεβλημένης δὲ καὶ μετὰ πλέον ἀρχομένης τῆς ἑτέρας. οὐ μὴν ἥ γε διάγνωσις εἰς ἴσην ἐνέργειαν ἥκει καθ’ ἑκατέρας τὰς ἡσυχίας. ἡ μὲν γὰρ ἐκτὸς ἐναργῶς αἰσθητὴ, τὴν δ’ ἐντὸς οὐχ ὅπως ἐναργῶς, ἀλλ’
278
οὐδ’ ἀμυδρῶς ἔνεστιν αἰσθήσει διαγνῶναι. στοχασμῷ δ’ ἂν μόνῳ τις αὐτὴν ἐξεύροι, συλλογισάμενος ἐκ τῆς καθ’ ἑκατέραν τὴν κίνησιν ὁρμῆς, καὶ μᾶλλον ἐπ’ ἐκείνων τῶν σφυγμῶν ἐν οἷς ἐναργῶς ἔστιν αἰσθήσει διαγνῶναι τὴν συστολήν. εἴρηταί μοι καὶ περὶ τούτου τοῦ γένους τῶν σφυγμῶν ὅσον ἱκανὸν εἰς τὰ παρόντα.

Ἑξῆς δ’ ἐστὶν ἐπί γε τῇ τάξει τοῦ λόγου περὶ ῥυθμῶν διελθεῖν, ὑπὲρ ὧν Ἡροφίλῳ μὲν ἐπὶ πλέον εἴρηται τήρησίν τινα καὶ ἐμπειρίαν ἱστοροῦντι μᾶλλον ἢ λογικὴν μέθοδον ἐκδιδάσκοντι. τοὺς γὰρ καθ’ ἑκάστην ἡλικίαν ὡς τὸ πολὺ φαινομένους ῥυθμοὺς τῶν σφυγμῶν ἔγραψε, πρῶτον μὲν οὐδ’ ἐφ’ ὧν τινων φύσεων ἐτήρησεν αὐτοὺς οὐδὲν ἡμῖν εἰπών· εἶτ’ ἐξ αὐτῶν ὧν διδάσκει δῆλον ὅτι συγκέχυταί τε καὶ ἀδιάρθρωτός ἐστι περὶ τὴν τῆς συστολῆς τε καὶ τῶν ἠρεμιῶν διάγνωσιν. εἴπερ γὰρ ἡγεῖταί ποτε δύνασθαι γενέσθαι συστολὴν ἐπὶ τῶν γεγηρακότων, ἄχρι δὴ τῶν δέκα πρώτων χρόνων ἐκτεταμένην, εὔδηλός ἐστι τῆς ὄντως συστολῆς ἀναισθήτως ἔχων. αὕτη γὰρ ἐνίοτε μὲν ὀλιγοχρονιωτέρα τῆς διαστολῆς ἐστιν, ἐνίοτε δ’ ἰσόχρονός ἐστιν, ὁτὲ δὲ, ὡς

279
ἐκεῖνος γράφει, πολυχρονιωτέρα μὲν, οὐ μὴν, ὡς οἴεται, πενταπλασίων, ἀλλὰ βραχεῖ τινι μείζων. ὅσα δ’ ἄλλα μοχθηρὰ καὶ ἀδιάρθρωτα καὶ ἀδύνατα πρὸς τὰς προγνώσεις ἔχει τὰ περὶ ῥυθμῶν ὑφ’ Ἡροφίλου λεγόμενα, τὰ μὲν ἐκ τοῦ τρίτου περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔνεστι μαθεῖν, τὰ δ’ ἐξ ὧν ἰδίᾳ γράψομεν ὑπὲρ τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς τέχνης. νῦν δὲ, οὔτε γὰρ ἱστορικὴν οὔτ’ ἀντιλογικὴν ποιοῦμαι πραγματείαν, ἀλλὰ τῶν ἡμῖν ἐγνωσμένων διδασκαλικὴν, ἐπὶ τὸν περὶ τῶν ἀνωμάλων σφυγμῶν ἤδη μεταβήσομαι λόγον.