De causis pulsuum

Galen

Galen, De causis pulsuum

Οἱ δὲ φύσει θερμοὶ μείζονα μὲν καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.

Καὶ οὗτος ὁ λόγος ἐν ἑαυτῷ περιέχει ζήτημα μέγιστον, ᾧ μηδ’ ἐπιβάλλειν τις δύναται τὴν διάνοιαν τῶν εἰσαγομένων, εἰ μὴ πάνυ συνετὸς ὑπάρχει. τῶν γὰρ φύσει θερμῶν τοὺς μὲν ὑγροὺς εἶναι λέγουσι, τοὺς δὲ ξηρούς. ἐχρῆν οὖν οὐχ ἁπλῶς εἰρῆσθαι τῶν φύσει θερμῶν τοὺς σφυγμοὺς, ἀλλὰ πρότερον μὲν τῶν μεθ’ ὑγρότητος, δεύτερον δὲ τῶν μετὰ ξηρότητος. οὐ γὰρ δὴ πάντες οἱ θερμοὶ φύσει τοὺς αὐτοὺς ἔχουσι σφυγμοὺς, ἀλλὰ καὶ τρίτοι τινές εἰσιν, εὔκρατοι μὲν ὅσον ἐφ’ ὑγρότητι καὶ ξηρότητι, δύσκρατοι δ’ ὅσον ἐπὶ θερμότητι. καὶ ὡς οὐκ ὀρθῶς αὐτοὺς παρεῖδον ὅσοι πρὸ ἡμῶν διείλοντο τὰς κράσεις ἀποδέδεικται διὰ τῶν γραφέντων ἡμῖν περὶ κράσεων ὑπομνημάτων. τούτους δὴ καλεῖν ἔθος

116
ἐστὶ θερμοὺς, τοὺς τῶν τεττάρων δυνάμεων, μίαν μόνην ταύτην ὑπὲρ τὰς ἄλλας ἔχοντας. οὗτοι τοίνυν εἰς ὅσον θερμότεροι τῶν εὐκράτων εἰσὶν εἰς τοσοῦτον καὶ μείζονας καὶ ὠκυτέρους καὶ πυκνοτέρους ἔχουσι τοὺς σφυγμούς. καὶ ἡ αἰτία πρόδηλος τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων. ἀλλὰ διὰ τί σφοδροτέρους οὐ πολλῷ τοὺς τοιούτους εἴπομεν σφυγμούς; καίτοι γ’ ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας ἀποροῦντες, εἰ δύναται γενέσθαι σφοδρότερος ὁ σφυγμὸς ἄνευ τοῦ τὴν δύναμιν εἰς ῥώμην ὠφεληθῆναι· ὅτι τοῖς εἰσαγομένοις οἱ τοιοῦτοι πάντες σφυγμοὶ σφοδρότεροι φαίνονται. παράκειται γάρ πως ὁ ταχὺς ἅμα καὶ μέγας σφυγμὸς κατά γε τὴν ἀδιάρθρωτον φαντασίαν τῷ σφοδρῷ, ὥστε καί τινες καὶ αὐτῶν τὰ συγγράμματα καταλελοιπότων ἡμῖν ἰατρῶν οὐδ’ ἄλλον τινὰ σφοδρὸν ἔφασαν εἶναι σφυγμὸν ἢ τὸν ἐκ μεγέθους τε καὶ τάχους σύνθετον. οὐκ οὖν ἐχρῆν τοῖς εἰσαγομένοις κινεῖν τηλικαῦτα ζητήματα. συμφέρει γὰρ αὐτοῖς ἐπὶ πολλῶν τὸ ἀδιόριστόν τε καὶ συγκεχυμένον μᾶλλον τοῦ διηρθρωμένου, ὅταν γε βαθείας τοῦτο δέηται θεωρίας καὶ λόγων μακρῶν καὶ χρόνου πολλοῦ. ἀλλ’ ἡμεῖς
117
ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας αὐτάρκως περὶ τούτου διειλεγμένοι, μέλλοντες δὲ κᾀν τοῖς ἑξῆς ὅταν ὁ περὶ τῶν ῥυθμῶν ἀφίκηται λόγος, αὖθις ἐρεῖν τι, κατὰ μὲν τὸ παρὸν ἐνταυθοῖ καταπαύσομεν τὴν ἐξήγησιν, ἑτέραν δ’ ἤδη λέξιν προχειριούμεθα.

Οἱ δ’ ἰσχνότεροι μείζονα μὲν καὶ ἀραιότερον πολλῷ, σφοδρότερον δ’ ὀλίγῳ. φύσει μὲν οὖν οὕτως διαφέρουσιν.

Πάλιν ἐνταῦθα τοὺς ἰσχνοτέρους ἀκουστέον ἄνευ τινὸς ἄλλης διαθέσεως. εἰ γὰρ ἤτοι τῆς κράσεως ὑπαλλαγείσης, ἢ τῆς δυνάμεως, ἢ διά τι πάθος ἰσχνότερος γένοιτο, σύνθετος ἡ τροπὴ τῶν σφυγμῶν ἔσται, καὶ οὐκ ἔτι διὰ μόνην τὴν ἰσχνότητα. ἰσχνότης οὖν αὐτὴ μόνη κατὰ ἑαυτῆς λόγον εὐρυτέρας μὲν τὰς χώρας τῶν ἀρτηριῶν ἐργαζομένη, κουφότερα δὲ τὰ ἐπικείμενα σώματα, μέγεθος ἱκανὸν προσδίδωσι τοῖς σφυγμοῖς. ἔνθα δ’ ἂν ἴσης τῆς χρείας μενούσης αὐξάνηται τὸ μέγεθος, ἀραιοτέρους ἐνταῦθα ἀναγκαῖον γίνεσθαι τοὺς σφυγμοὺς εἰς τοσοῦτον εἰς ὅσον καὶ μείζονας. μείζους δ’ ἦσαν πολλῷ, γένοιντ’ ἂν οὖν οὕτω καὶ ἀραιότεροι πολλῷ. σφοδρότεροι δὲ τοσοῦτον φανοῦνται ὅσῳ διὰ λεπτοτέρων

118
ὁμιλοῦσι τοῖς ἁπτομένοις σωμάτων. οὐκ οὖν τῷ προσκτᾶσθαί τινα τόνον, ἀλλὰ τῷ μᾶλλον ὃν ἔχουσιν ἐνδείκνυσθαι, τοιοῦτοι φαίνονται. περὶ δὲ τάχους καὶ βραδύτητος, οὐδὲν ὑπὲρ αὐτῶν εἴρηται, οὐδὲν γὰρ εἰς οὐδέτερον τούτων ἐκ τῆς ἰσχνότητος προσλαμβάνουσιν, ἀλλ’ ὡσαύτως ἔχουσι τοῖς παχυτέροις, ὅταν καὶ ῥώμης καὶ χρείας αὐτοῖς ὡσαύτως ἔχωσιν. ἑξῆς δὲ περὶ τῶν ἡλικιῶν ᾧδέ πως γέγραπται.

Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ᾧδέ πως. ὁ μὲν τοῦ νεογενοῦς παιδίου πυκνότατος, ὁ δὲ τοῦ γέροντος ἀραιότατος, οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνουσιν ὄντες. ὡσαύτως δὲ τάχιστος μὲν ὁ τοῦ παιδὸς, βραδύτατος δ’ ὁ τοῦ γέροντος, οἱ δὲ τῶν ἄλλων ἡλικιῶν ἐν τῷ μεταξύ. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τάχος. ἐν δὲ τῇ κατὰ σφοδρότητα καὶ μέγεθος διαφορᾷ μέγιστος μὲν ὡς ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ βραχεῖ

119
μείζων ὁ τῶν παιδίων, καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δ’ αὐτῶν ἑ τῶν παιδίων. Ὅτι πυκνότης καὶ ἀραιότης σφυγμῶν κατὰ διττὸν νοεῖται τρόπον, ἑτέρως μὲν ὑπὸ τῶν καὶ τῆς συστολῆς αἰσθάνεσθαι λεγόντων, ἑτέρως δ’ οἷς ἀναίσθητος αὕτη, σαφέστερον μὲν ἐν τοῖς περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἴρηται λόγοις, οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ δεδήλωται, καὶ ἠξιοῦμέν γε αὐτοὺς ὡς ἐπ’ ἀναισθήτῳ πρότερον γυμνάσασθαι τῆς συστολῆς. ἔστι μὲν οὖν ἀκριβέστερόν τε ἅμα καὶ μακρῷ χρησιμώτερον ἐν τῷ τῶν ἠρεμιῶν ποσῷ συνίστασθαι νομίζειν τοῦτο τὸ γένος τῶν σφυγμῶν· οὕτω γὰρ ἡμῖν καὶ τὰ κατὰ τοὺς ῥυθμοὺς εἰς ἀκριβῆ διάγνωσιν ἀφίξεται. ἀλλ’ ἐπεὶ τοὐπίπαν αἱ διαθέσεις αἱ πυκνὸν ἢ ἀραιὸν ἐργαζόμεναι τὸν σφυγμὸν ἑκατέραις αὐτῶν ταῖς αἱρέσεσι τοιοῦτον φαίνεσθαι ποιοῦσιν, εἴη ἂν καὶ ὁ τῆς αἰτίας λογισμὸς κοινὸς ἀμφοῖν. ἀλλ’ ἄμεινον αὐτὸν ἐπὶ τὸ ἀληθέστερον ἀνάγοντας, κατ’ ἐκεῖνο προϊέναι τῷ λύγῳ, τῆς γε νῦν δὴ προκειμένης ἡμῖν πραγματείας μηκέτι τῶν εἰσαγομένων στοχαζομένης, ἀλλ’ ἅπαν τὸ ἀληθὲς ἐκδιδασκούσης. 
120
οἱ τοίνυν παῖδες ἔχοντες μὲν καὶ τὸ θερμὸν οὐκ ὀλίγον, οὐδὲ τῆς ἐμψυχούσης αὐτὸ χρῄζουσιν οὐσίας ὀλίγης, καὶ διὰ τοῦτο μεγάλων δέονται τῶν σφυγμῶν. ἔχοντες δὲ καὶ τὴν τῶν χυμῶν δαπάνην πλείστην, ὡς ἂν οὐκ εἰς θρέψιν μόνον, ἀλλὰ καὶ εἰς αὔξησιν ὑπηρετοῦσαν, ἐν ταῖς κατεργασίαις αὐτῶν ἀναγκαίως ἀθροίζουσιν ἐν ὅλῳ τῷ σώματι πλῆθος ἀτμωδῶν τε καὶ ὡς ἂν εἴποι τις λιγνυωδῶν περιττωμάτων, ὥστε καὶ διὰ ταῦτα τῆς συστολῆς τῶν ἀρτηριῶν δέονται μεγίστης, καὶ μέντοι καὶ τὴν τοῦ ψυχικοῦ πνεύματος οὐσίαν οὐ τρέφεσθαι μόνον, ὡς τοῖς τελείοις, ἀλλὰ καὶ συναυξάνεσθαι τοῖς ὀργάνοις ἀναγκαῖον. ὥστε καὶ διὰ ταύτην μειζόνων δεήσονται τῶν διαστολῶν, καὶ σχεδὸν εἰς ἴσον ἥκει τοῖς βρέφεσιν ἡ τοῦ συστέλλεσθαι τὰς ἀρτηρίας χρεία τῇ τοῦ διαστέλλεσθαι. πλεῖστα μὲν γὰρ τὰ περιττώματα καὶ διὰ τοῦτο μεγίστης δεόμενα τῆς συστολῆς, τὸ θερμὸν δ’ εἰ καὶ μὴ πλεῖστον ἁπλῶς, ἀλλὰ τοι καὶ διὰ τὴν τοῦ ψυχικοῦ πνεύματος αὔξησιν ἥκει τῇ τοῦ πλείστου χρείᾳ θερμοῦ τῆς διαστολῆς αὐτοῖς. ὅσον γὰρ τῶν νεανίσκων ἀπολείπεται τοῦ πλεονάζοντος ἐν ἐπικτήτῳ θερμότητι, τοῦτο ἐκ τῆς διὰ τὸ
121
πνεῦμα χρείας προσέρχεται. μεγίστων οὖν ἅμα καὶ ταχίστων οἱ παῖδες ἀμφοτέρων χρῄζουσι τῶν κινήσεων καὶ διὰ τοῦτ’ ἐλλιπεστέρα τῆς χρείας ἐστὶν ἐπ’ αὐτῶν ἡ ἐνέργεια. καὶ γὰρ εἰ ὅτι μάλιστα ταχεῖς εἰσι καὶ μεγάλοι, ἀλλ’ οὐδέπω τῆς χρείας ἀξίως. ἀναγκαῖον οὖν ἐν τούτῳ πυκνὰς γίνεσθαι τὰς κινήσεις, ἐπὶ δὲ τῶν γερόντων ἐναντία πάντα, τὸ μὲν θερμὸν ὀλίγον, ἀνάλογον δὲ τούτῳ καὶ ἡ τῶν οἷον αἰθαλωδῶν περιττωμάτων γένεσις καὶ ἡ τοῦ πνεύματος τοῦ ψυχικοῦ θρέψις, ὥστε ἐναντίους αὐτοῖς εὔλογον εἶναι καὶ τοὺς σφυγμοὺς, μικροὺς καὶ βραδεῖς καὶ ἀραιούς. ἀναμνησθῆναι δ’ ἐνταῦθα χρὴ τῶν ἐν τῷ δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵν’ ἴδωμεν ἐκ τίνος ἀπατώμενοι πολλοὶ τῶν ἰατρῶν μικροὺς ὑπέλαβον εἶναι τοὺς τῶν παιδίων σφυγμοὺς, καὶ ὅτι μεγάλοι μέν εἰσιν, εἰ τοῖς ὄγκοις τῶν ἀρτηριῶν αὐτοὺς παραβάλλοις, μικροὶ δὲ, εἰ κατὰ τὴν πρόχειρον ἐξετάζοις φαντασίαν, τοῦτ’ ἔστιν, εἰ τὸ ποσὸν τῆς διαστάσεως μόνον ἐν αὐτοῖς σκοποῖο, τοῖς τῶν ἀκμαζόντων παραβάλλων. οὐ μὴν μεγίστους γ’ ἔχουσιν οἱ παῖδες τοὺς σφυγμοὺς, οὐδ’ εἰ πρὸς
122
τοὺς ὄγκους τῶν ἀρτηριῶν ἐξετάζοις αὐτούς. τὸ γὰρ μήτε τὴν δύναμιν ἥκειν εἰς ἄκρον ῥώμης αὐτοῖς καὶ τὸ στενοχωρεῖσθαί τε καὶ θλίβεσθαι τοὺς χιτῶνας τῶν ἀρτηριῶν ἔτι μαλακοὺς ὄντας ἀφαιρεῖται πολὺ τῆς μεγίστης διαστολῆς. ὅμως μὴν ἔτι τηλικοῦτός ἐστιν αὐτοῖς ὁ σφυγμὸς, ὡς ὑπὲρ τὸν μέσον ὑπάρχειν, τῷ τάχει δ’ ὡσαύτως ἔχει κατὰ τε τὴν διαστολὴν καὶ συστολὴν, ὅτι καὶ ἡ χρεία τῶν κινήσεων ἀμφοτέρων ἴση, οὐχ ὥσπερ ἐπὶ τῶν γερόντων· εἰς ὅσον γὰρ ἡ τοῦ συστέλλεσθαι χρεία λείπεται τῆς τοῦ διαστέλλεσθαι εἰς τοσοῦτον καὶ ἡ συστολὴ τῆς διαστολῆς ἐστι βραδυτέρα. λείπεται δ’ εὐλόγως τοῖς πρεσβύταις, ὅτι βραχὺ παντελῶς ἢ οὐδὲν ἐκ τῆς τῶν χυμῶν συγκαύσεως γίνεται περίττωμα διὰ τὴν ἀῤῥωστίαν τοῦ θερμοῦ, καὶ ὅτι μήτε ἀξιολόγως τρέφονται μήτε ὅλως αὐξάνονται. ἡ μέντοι τοῦ διαστέλλεσθαι χρεία καὶ εἰ μὴ μεγάλη, μέτριος γοῦν ἔτι μένει τοῖς πρεσβύταις, ῥιπίζεσθαι μὲν γὰρ δεῖται τὸ ἔμφυτον θερμὸν καὶ τρέφεσθαι τὸ πνεῦμα τὸ ψυχικόν. πολὺ δὲ πλείων ἡ εἰς ἀραιότητα τροπὴ τῶν γερόντων τῆς εἰς βραδύτητα, διὰ τὸ τὴν χρείαν τῶν σφυγμῶν οὐ μόνον πληροῦσθαι τελέως ὑπὸ τῆς
123
ἐνεργείας, ἀλλὰ καὶ κατὰ τὸν ἑαυτῆς λόγον ἐκλελύσθαι παντελῶς. μακροτάτην οὖν εὔλογον ἐν τούτῳ γίνεσθαι τὴν ἡσυχίαν, ὥσπέρ γε καὶ ὅτε οὐκ ἐπληροῦτο μετὰ τοῦ μεγάλως ηὐξῆσθαι, συνεχεῖς ἠνάγκαζεν εἶναι τὰς κινήσεις. ὅτι γὰρ ἐπὶ τῶν βρεφῶν οὐκ ηὔξηται μόνον εἰς ἔσχατον ἡ χρεία τῆς γενέσεως τῶν σφυγμῶν, ἀλλὰ καὶ τῆς μεγίστης διαστολῆς, ἣ μόνη τάχ’ ἂν ἐπλήρωσε τὴν χρείαν, οὐκ ὀλίγον ἀφῄρηται, πρότερον εἴρηται, εἶναι τὸ ἀφαιρούμενον εἰπόντων ἡμῶν ὅσον ἣ τε δύναμις ἀπολείπεται τῆς ἄκρας ῥώμης καὶ βαρύνεται καὶ στενοχωρεῖται τὰ ὄργανα, μαλακὰ δι’ ὑγρότητα τοῖς τηλικούτοις ὄντα. καὶ γὰρ οὖν καὶ τοῦτ’ ἔμπροσθεν εἴπομεν, ὡς αἱ μαλακότητες τῶν ὀργάνων αἱ μὲν χωρὶς τοῦ θλίβεσθαι καὶ βαρύνεσθαι καὶ στενοχωρεῖσθαι μεγέθεσι σφυγμῶν συντελοῦσιν, αἱ δὲ σὺν τούτοις μικρότησι, καὶ μάλισθ’ ὅταν ἡ δύναμις ἐνδεέστερον ἔχῃ τόνου. εἰς ὅσον δὲ μεταπέπτωκεν ὁ τῶν γερόντων σφυγμὸς ἐκ τῆς τῶν παιδίων πυκνότητος εἰς ἀραιότητα, σχεδὸν εἰς τοσοῦτο καὶ ἡ τῆς συστολῆς κίνησις ἐκ τοῦ τάχους εἰς τὴν βραδύτητα. καὶ ἡ αἰτία πρόδηλος, εἴγε
124
δὴ τελέως ἐκλελύσθαι τὴν χρείαν τῆς συστολῆς ἐν ταῖς τοιαύταις ἡλικίαις ὀρθῶς ἐλέγομεν, οὐ μὴν εἴ γε τῆς διαστολῆς χρεία τελέως ἀπόλωλεν, ὡς καὶ τοῦτο ἐδείξαμεν. ὅθεν ἧττόν ἐστιν ἡ ἐν ταύτῃ κίνησις βραδεῖα τῆς ἐν τῇ συστολῇ. ταύτης δ’ ἦν διαγνωστικὸς ὁ εἰσαγόμενος μόνης. ὥστ’ εὐλόγως ἐῤῥήθη πλείων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ βραδύτητα. ἀλλὰ νῦν γε τὸ λεῖπον πᾶν ἤδη προσδιώρισται περί γε αὐτῆς ταύτης τῆς διαφορᾶς, καὶ προσέτι τῆς κατὰ τοὺς ἐν ταῖς ἡλικίαις ῥυθμοὺς μεταβολῆς, ὑπὲρ ὧν, ἀσαφέστερον εἶναι νομίσαντες ἢ κατὰ τοὺς εἰσαγομένους τὸν λόγον, οὐδὲν εἰρήκαμεν. ὡς γὰρ περὶ τῆς πυκνότητος, οὕτω καὶ περὶ τῶν ῥυθμῶν διτταὶ γεγόνασιν αἱρέσεις, τῶν μὲν δὴ μηδόλως αἰσθάνεσθαι λεγόντων τῆς συστολῆς, τὸν τῆς διαστολῆς χρόνον τῷ λοιπῷ παντὶ παραβαλλόντων, ὃς οὐκ ἐκ τῆς συστολῆς μόνον, ἀλλὰ κᾀκ τῶν δυοῖν ἠρεμιῶν σύγκειται, τῶν δὲ καὶ ταύτης αἰσθάνεσθαι φασκόντων ἐν τοῖς τῶν κινήσεων χρόνοις τοὺς ῥυθμοὺς συνιστάντων. ὅσῳ δὲ ἀκριβεστέρα ἥδε ἡ αἵρεσις καὶ εἰς τὰς προγνώσεις χρησιμωτέρα, δῆλον ἔσται πολὺ μᾶλλον ἐν τῇ μελλούσῃ γράφεσθαι πραγματείᾳ. οὐκ ἄδηλος 
125
δ’ οὐδὲ νῦν ἐστιν, εἰ μὴ παρέργως τις ἤκουσε τῶν εἰρημένων. ἐκ τῶν αὐτῶν δὲ καὶ τὰς ἐν ταῖς ἡλικίαις διαφορὰς τῶν ῥυθμῶν, παρ’ ἥν τινα γίγνονται τὴν αἰτίαν ἐξευρίσκειν οὐδὲν ἔτι χαλεπόν. ἐπειδὴ γὰρ πλείστη μὲν ἑκατέρας τῶν κινήσεων τῆς ἀρτηρίας χρεία τοῖς βρέφεσιν, ἐλαχίστη δὲ τοῖς γέρουσιν, ὁ δ’ ἐν τῷ μεταξὺ χρόνος πᾶς τῶν ἡλικιῶν ἐκλύει μὲν ἀμφοτέρας τὰς χρείας, ἀλλὰ μᾶλλον τὴν τῆς συστολῆς, εὐλόγως ὅσῳ περ ἂν ἀποχωρῶσι τῶν βρεφῶν, ὡς ἐπὶ τοὺς γέροντας, ἀμφοτέρας μὲν ἕξουσιν ἀεὶ τὰς κινήσεις βραδυτέρας, ἀλλὰ μᾶλλον τῆς συστολῆς. ἐκ τούτων δὲ αἱ κατὰ τὰς ἡλικίας γίνονται τῶν ῥυθμῶν διαφοραὶ, περὶ ὧν ἐπὶ πλέον ἐροῦμεν ἐν τοῖς περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ὑπομνήμασιν. ἀλλὰ καὶ διὰ τί σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων, ἀμυδρότερος δ’ ὁ τῶν γερόντων, εὔδηλον· ἰσχυροτάτη μὲν γὰρ ἡ δύναμις ἐν τοῖς ἀκμάζουσιν, ἀσθενεστάτη δ’ ἐν τοῖς γέρουσιν. οὕτω δὲ καὶ ἐν ταῖς ἄλλαις ἡλικίαις, ὡς ἂν ἰσχύος ἔχωσιν, ἢ ἀσθενείας, οἱ σφυγμοὶ, διοίσουσιν ἀμυδρότητί τε καὶ σφοδρότητι.

Κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα

126
μεγίστους καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους, ὡσαύτως δὲ καὶ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ μὲν ἔαρ ἀφαιρεῖ τι μεγέθους καὶ σφοδρότητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέλος ἡνίκα ἂν ἐπιλάβοι τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος. ὥστε τοῦ χειμῶνος ἐπελθόντος εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δ’ ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, τὰ δὲ τοῦ χειμῶνος πρῶτα τοῖς ὑστάτοις τοῦ χειμῶνος, ὡς ὅσα θέρους μέσου καὶ μέσου χειμῶνος ἴσον ἐφ’ ἑκάτερον ἀφέστηκεν, ὁμοίως τρέπειν. μέσον δὲ θέρος ἐστὶν ᾗ μὲν ὡσαύτως, ᾗ δὲ ἐναντίως ἔχει μέσῳ χειμῶνος. μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον, ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους, καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ μὴν οὕτως μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ’ ἥττων θέρους, οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος ὡς θέρους, ἀλλ’ ἧττον χειμῶνος.

127

Καὶ τὰ κατὰ τὰς ὥρας εἰς τρεῖς ταύτας αἰτίας ἀνάγεται, τὴν χρείαν, τὴν δύναμιν, τὰ ὄργανα. παρὰ γὰρ τὸ διαφερόντως ἔχειν ἕκαστον τούτων ἐν αὐτοῖς καὶ αἱ τῶν σφυγμῶν ἀλλοιώσεις γίνονται. τοῦ μὲν οὖν ἦρος ἐν τοῖς μέσοις εὐκρατοτάτη κατάστασίς ἐστι τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὅθεν καὶ τὰ σώματα ὑγιεινά. τούτου γὰρ ἀεὶ χρὴ μεμνῆσθαι, μάλιστα ἐφ’ ὧν αὐτὸς ζῶν διάκειται, καὶ ταῖς δυνάμεσιν εὐρωστότατα, καὶ ταῖς θερμασίαις εὐκρατότατα, καὶ τοῖς ὀργάνοις ὄντα συμμετρότατα, ὡς ἂν μήθ’ ὑγρότητι περιττῇ τεγγόμενα, μήθ’ ὑπὸ ξηρότητος αὐχμοῦντα, μήθ’ οἷον πεφρικότα τε καὶ πεπηγότα τῷ κρύει, μήθ’ οἷον ἐκλελυμένα τε καὶ παρειμένα τῷ θάλπει. ταῦτ’ ἄρα καὶ οἱ σφυγμοὶ μέγιστοί τε καὶ σφοδρότατοι γίνονται τοῖς ἄριστα κατεσκευασμένοις δηλονότι σώμασιν. ὅτι γὰρ ἐπὶ τῶν τοιούτων αἱ κατὰ τὰς ἡλικίας καὶ ὥρας καὶ χώρας καὶ τὰ ἄλλα τὰ παραπλήσια τροπαὶ τῶν σφυγμῶν ἐγράφησαν τοῖς ἰατροῖς αὐτάρκως, ἐν ἄλλοις τε καὶ τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως ἐπιδέδεικται. ἀλλὰ καὶ τοῖς οὕτως ἔχουσιν οἱ σφυγμοὶ μεγάλοι καὶ σφοδροὶ γενήσονται, διὰ τοῦ πρώτου δεδήλωται

128
λόγου. οὗτοι γὰρ οἰκεῖοι δυνάμεως ἐῤῥωμένης καὶ χρείας συμμέτρου καὶ ὀργάνων κατὰ φύσιν ἐχόντων. ὡς εἴ γε τὰ τῆς χρείας ἦν ἀμετρότερα, οὐ μεγάλοι μόνον καὶ σφοδροὶ, ἀλλὰ καὶ ταχεῖς ἂν ἐγίνοντο. καὶ εἰ ἐπὶ πλέον ἄμετρα, ὡς μὴ πληροῦσθαι πρὸς τῆς ἐνεργείας αὐτὴν, εὐθὺς ἄν τις καὶ εἰς πυκνότητα μεταβολὴ προσεγίγνετο. ἀλλ’ ἐπεὶ τὰ τῆς χρείας ἔχει συμμέτρως, οὔτ’ εἰς τάχος οὔτ’ εἰς πυκνότητα γίνεται τις τροπή. πρόσκειται δὲ τῷ λόγῳ τὸ, ὡς ἐν ὥραις, δεόντως. οὐ γὰρ ἁπλῶς μέγιστοι καὶ σφοδρότατοι τηνικαῦτα γίνονται, πολλῷ γὰρ αὐτῶν ἐν ταῖς φύσεσιν ἕτεροι σφοδρότεροί τε καὶ μείζους εὑρίσκονται, ἀλλ’ ὡς ταῖς ἄλλαις ὥραις παραβαλλόμενοι οἱ σφυγμοὶ τοιοῦτοι γίνονται μεσοῦντος τοῦ ἦρος. θέρους μὲν γὰρ ἐπιτείνεται μὲν τὰ τῆς χρείας, ἐκλύεται δὲ τὰ τῆς δυνάμεως. ὥστε διὰ μὲν ταύτην ἀφαιροῦσί τι τῆς εἰρημένης σφοδρότητος, ὡσαύτως δὲ καὶ τοῦ μεγέθους, ἀλλ’ ἔλαττον. ἡ γὰρ τῆς χρείας ἔπειξις προστίθησί τι. διὰ τοῦτο δέ τι καὶ τῷ τάχει καὶ τῇ πυκνότητι πρόσεισιν ἀξιόλογον. χειμῶνος δ’ αὖ πάλιν τἀναντία ἢ τοῦ θέρους ἐστὶν, ἰσχυροτέρα μὲν ἡ δύναμις, πλὴν οὐκ εἰς τοσοῦτον εἰς ὅσον
129
ἦρος, ἐκλέλυται δὲ καὶ ἡ χρεία τῆς τῶν σφυγμῶν γενέσεως. ὅθεν ἀμυδροὶ μὲν μᾶλλον ἢ τοῦ ἦρος, σφοδροὶ δὲ μᾶλλον ἢ τοῦ θέρους οἱ ἐν τῷ χειμῶνι σφυγμοὶ, μέσοι πως ὄντες ἀμφοτέρων τῶν ὡρῶν, ὅτι καὶ ἡ δύναμις ἐν τῷ μέσῳ, ἱκανῶς μέντοι μικροὶ διὰ τὸ καὶ τὴν δύναμιν ἀπολείπεσθαί τι τῆς ἄκρας εὐρωστίας καὶ τὴν χρείαν ἀξιολόγως ἐκλελύσθαι. διὰ δὲ τὴν αὐτὴν ταύτην ἔκλυσιν καὶ βραδεῖς καὶ ἀραιοί. μεμνῆσθαι δὲ χρὴ πάλιν κᾀνταῦθα τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων, ἃ δι’ ἑτέρων ἐξηγησάμεθα. χρεία γὰρ αὐτῶν ἐστιν ἐπί τε τῶν κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τὰς χώρας καὶ τὰς καταστάσεις καὶ πάντα τὰ τοιαῦτα μεταβολῶν, ἵνα μή τις ἐναντίον με λέγειν αὐτῷ νομίσῃ. οὐδὲ γὰρ ἐκεῖνος ἁπλῶς εἶπε, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ θέρμον, ἀλλὰ, τὸ ἔμφυτον, προσέθηκεν, ὡς ἄν ἕτερον εἰδὼς θερμὸν ἐπίκτητον, ᾧ πλεονεκτοῦσιν οἱ ἀκμάζοντες. εὔκρατον μὲν γὰρ τὸ ἔμφυτον θερμὸν, ἄκρατον δὲ καὶ οἷον πυρῶδες ἤδη τὸ ἐπίκτητον. οὕτω δὲ καὶ αἱ κοιλίαι, φησὶ, χειμῶνος καὶ ἦρος θερμόταται φύσει. οὐχ ἁπλῶς οὖν οὐδὲ αὗται θερμόταται, 
130
ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ. ἐν δὲ τῷ θέρει τούτου μὲν ἥκιστα μετέχουσι, κρατεῖ δ’ ἐν αὐταῖς τὸ ἐπίκτητόν τε καὶ αὐχμῶδες θερμὸν, ὃ συντήκει μᾶλλον ἢ τρέφει τὸ σῶμα, καὶ τὰς ἐνεργείας μὴ ὅτι κρείττους, ἀλλ’ οὐδ’ ὁμοίας ἐργάζεται ταῖς ἐπὶ τοῦ συμμέτρου γινομέναις. ταῦτ’ οὖν μεμνημένοις τοῖς ἀναγινώσκουσιν οὔτ’ ἐν τοῖς παροῦσι λόγοις οὔτ’ ἐν τοῖς ἔπειτα δόξει τις εἶναι πρὸς Ἱπποκράτους διαφωνία. ἑξῆς δὲ περὶ τῶν χωρῶν τε καὶ καταστάσεων γέγραπται τοῖς εἰσαγομένοις. καὶ ἔστιν ὁ λόγος σαφὴς ἐκ τῶν ἤδη προειρημένων καὶ τὴν αἰτίαν ἔχων γνωριμωτάτην. ὥστε αὐτὴν μόνην παραγράψω τὴν ῥῆσιν. ἔστι δὲ ἥδε.

Παρὰ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις ἐν μὲν ταῖς ἄγαν θερμαῖς οἷον μέσου θέρους, ἐν δὲ ταῖς ἄγαν ψυχραῖς οἷον χειμῶνος, ἐν δὲ ταῖς εὐκράτοις ἦρος, ἀνάλογον δὲ καὶ ταῖς μεταξύ. καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς ὥραις, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι ταῖς μέσαις τοῦ ἦρος ἐοίκασιν.

131

Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται, τὰ δ’ ἄλλα φυλάττουσιν.

Ἐπὶ τῶν κυουσῶν οὐδὲν παρήλλακται τῶν πρόσθεν ἢ τὰ τῆς χρείας. ἥ τις δ’ ἂν ἥδε ᾖ, πάντως ἐπιτείνεταί τε καὶ προσαύξεται μηκέτι τῆς γυναικὸς ἑαυτῇ μόνον ἀναπνεῖν τε καὶ σφύζειν, ἀλλὰ καὶ τῷ κυουμένῳ δεομένης. ὥστ’ εὐλόγως ὠκύτεροι μὲν καὶ μείζονες ἔσονται καὶ πυκνότεροι, οὐ μὴν σφοδρότεροί γε, ἢ ἀμυδρότεροι, ἢ σκληρότεροι, ἢ μαλακώτεροι, κατ’ αὐτόν γε τὸν τοῦ κύειν λόγον. οὐδὲ γὰρ ὅσον ἐπὶ τούτῳ τὰ τῆς δυνάμεως τῶν ὀργάνων ταῖς κυούσαις ὑπαλλάττεται.

Εἶεν δ’ ἂν, εἴπερ τι ἄλλο, καὶ ὕπνοι κατὰ φύσιν. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν μικροτέρους καὶ ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους ἐργαζόμενοι, προϊόντες δὲ βραδύτητα ἐπιτείνουσι καὶ ἀραιότητα καὶ μάλιστα μετὰ τροφήν. μείζους δὲ γίνονται καὶ σφοδρότεροι, χρονίσαντες δὲ πάλιν τρέπονται εἰς ἀμυδρότητα, φυλάττουσι δὲ βραδύτητα καὶ ἀραιότητα.

132

Τίς μὲν ἡ αἰτία δι’ ἣν ἐν τοῖς ὕπνοις αἱ πέψεις ἀμείνους οὐ τῶν κατὰ γαστέρα μόνον, ἀλλὰ καὶ τῶν κατὰ τὰς φλέβας τε καὶ ἀρτηρίας καὶ πᾶσαν τοῦ ζώου τὴν ἕξιν, οὐ τοῦ παρόντος καιροῦ διελθεῖν. οὐδὲ γὰρ ὡμολόγηται πᾶσι τοῖς ἰατροῖς περὶ τῆς αἰτίας, ἥ τις δ’ ἂν ᾖ. τοῦτο δ’ οὖν ἤδη καθόλου περὶ αὐτῆς ἀποφαινόμεθα, ὡς ἡ δύναμις ἡ τὰς πέψεις ἐργαζομένη εἴσω μᾶλλον ἑαυτὴν καὶ πρὸς τὸ βάθος ἐπιστρέφει κατὰ τοὺς ὕπνους. διά γ’ οὖν τὴν ἔσω κίνησιν καὶ ὅτι περὶ τὴν ὕλην ἐνεργεῖ, τὸ μὲν πρῶτον οἷον ἀῤῥωστοτέρα καὶ βεβαρημένη γίνεται, μικρὸν δὲ ὕστερον ἀπολαύουσα τῆς τροφῆς, ἣν κατεργάζεται, ῥώννυταί τε αὕτη καὶ τὸ θερμὸν αὐξάνει τὸ ἐν τῷ ζώῳ, ὥσπέρ γε καὶ οἱ τὰ ψυχρὰ σιτία προσενεγκάμενοι παραχρῆμα μὲν ψυχροτέρων ἑαυτῶν αἰσθάνονται, καὶ πολλοί γε αὐτῶν καὶ φρίττουσι καὶ ῥιγοῦσι φανερῶς, μικρὸν δὲ ὕστερον θερμότεροι γίνονται. εἰ μὲν δὴ τὸ ἔμφυτον θερμόν ἐστι τὸ πέττον τὰς τροφὰς, καὶ τούτου κρατοῦσαι κινήσεις, ὡς Ἱπποκράτης ὑπελάμβανεν, αἱ μὲν ἔξω τὴν ἐγρήγορσιν, αἱ δὲ ἔσω τὸν ὕπνον ἐργάζονται, ῥᾷστ’ ἂν ἡμῖν ἐφυσιολογεῖτο τὰ κατὰ τὰς ἐν

133
τοῖς ὕπνοις τῶν σφυγμῶν ἀλλοιώσεις. εἰ δ’ ἄλλη τις δύναμίς ἐστιν ἡ ταύτης δημιουργὸς, ἀλλὰ τῷ γε δεδιδάχθαι συμπάσχειν ἀλλήλοις ἁπάσας τὰς διοικούσας τὸ ζῶον δυνάμεις οὐδὲν θαυμαστὸν οὐδὲ τὴν φυσικὴν ταύτην δύναμιν συνδιατίθεσθαί πως ἐκείνῃ. ἀλλ’ εἰ τοῦθ’ ἅπαξ συγχωρηθείη, τὸ ῥώννυσθαι καὶ αὖθις χείρω γίνεσθαι τὴν σφυγμοὺς ἐργαζομένην δύναμιν, εὔπορος ὁ τῆς αἰτίας λογισμός. ἐν μὲν γὰρ ταῖς ἀρχαῖς τῶν ὕπνων βαρυνομένης τε καὶ χείρονος γινομένης αὐτῆς μικροτέρους καὶ ἀμυδροτέρους εὔλογον γίνεσθαι τοὺς σφυγμοὺς, μετ’ ὀλίγον μέντοι ῥωσθείσης τἀναντία μείζονάς τε καὶ σφοδροτέρους. τί δήποτ’ οὖν καὶ βραδύτεροι καὶ ἀραιότεροι γίνονται; Ἐρασίστρατος μέν φησι διὰ τὴν ἠρεμίαν τῶν κατὰ προαίρεσιν κινήσεων; ἣν καὶ τοῦτο πέττειν καλῶς, οὐκ αὐτοὺς τοὺς ὕπνους αἰτιᾶται. Ἱπποκράτης δὲ καὶ ὅσοι τὸ θερμὸν ἔσω συννεύειν ἐν τοῖς ὕπνοις φασὶ, σχεδὸν δ’ εἰσὶν ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων οἱ δοκιμώτατοι, ταῖς τούτου μειώσεσί τε καὶ αὐξήσεσι καὶ διαφερούσαις κινήσεσιν ἀνοίσουσι τὰς αἰτίας. ἔλαττον μὲν γὰρ ἑαυτοῦ
134
γίνεσθαι καὶ οἷον καταπνίγεσθαι φήσουσιν ἐμπεσὸν ἀθρόως εἰς τὸ πλῆθος τῆς ἐντὸς ὕλης, ὥσπέρ γε καὶ τὸ πῦρ, ὅταν εἴς τι πλῆθος ξύλων σεσωρευμένων ἐμπέσῃ. ὥσπερ δὲ αὐτὸ τοῦτο τὸ πῦρ, ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται, ῥώννυταί τε καὶ εἰς μέγεθος αἴρεται, οὕτω καὶ τὸ ἔμφυτον θερμὸν, ὅταν ἀπολαύσῃ τῆς τροφῆς, κατεργασάμενον τοὺς χυμοὺς οἷς ἐνέπεσεν ἑαυτοῦ τε πλέον ἤδη καὶ ῥωμαλεώτερον γίνεται. ἀλλ’ οὐδέπω βραδύτητος, οὐδ’ ἀραιότητος αἰτίας εἰρήκαμεν. ἄλλως δ’ ἔχει τὸ ἀληθὲς, ἐμοὶ γοῦν κριτῇ. ἐπειδὴ τοῖς κοιμωμένοις ἡ μὲν ἔξω κίνησις τοῦ θερμοῦ μεμείωται, κρατεῖ δ’ ἡ ἔσω, τὴν μὲν συστολὴν εὔλογον γίνεσθαι θάττονα, τὴν δὲ διαστολὴν βραδυτέραν. ἀτὰρ οὖν καὶ φαίνεται γινόμενον ᾧδε, καὶ ὅσοι μὴ παρακολουθοῦσι τῇ συστολῇ τῶν ἀρτηριῶν, ἀλλ’ ἐκ μόνης τῆς διαστολῆς τὰς διαγνώσεις ποιοῦνται, βραδὺν ἁπλῶς ἀποφαίνονται τῶν κοιμωμένων τὸν σφυγμόν. ὁ δ’ ἐστὶν οὐ βραδὺς ἁπλῶς, ἀλλὰ κατὰ θάτερον μέρος τῶν κινήσεων βραδὺς, ὅλος δὲ οὐδὲ μᾶλλον βραδὺς ἢ ταχύς. οὗ γὰρ ἡ μὲν διαστολὴ βραδεῖα, ταχεῖα δ’ ἡ συστολὴ, τούτων οὐδέτερον ἁπλῶς χρὴ λαλεῖν, οὔτε ταχὺν οὔτε βραδὺν, 
135
ἀλλὰ διοριζόμενον τοῖς μορίοις, ὥσπερ Ἱπποκράτης ἐπὶ τῆς ἀναπνοῆς ἐποίει. καὶ μὲν δὴ καὶ μικρὸς κατὰ θάτερόν ἐστι τῶν ἑαυτοῦ μορίων τοῖς κοιμωμένοις ὁ σφυγμός. ἐπιπλεῖστον μὲν γὰρ συστέλλεται, διαστέλλεται δ’ οὐκ ἐπὶ πλεῖστον, ἀλλ’ ὅσον ἀνάγκη τὴν ἐναντίαν ἀποδοῦναι κίνησιν τῇ συστολῇ. κινεῖται μὲν οὖν κατ’ ἴσου διαστήματος ἡ ἀρτηρία διὰ παντὸς ἔν τε τῷ συστέλλεσθαι καὶ τῷ διαστέλλεσθαι, πλὴν εἰ μεταβάλλοι ποτὲ ἐξαίφνης τὸν ῥυθμόν· ἀλλὰ τοῖς ὅροις ὅθεν τε ἄρχεται καὶ οἷς τελευτᾷ διαλλάττει. πλεονεκτούσης μὲν γὰρ τῆς ἔσω κινήσεως, εἰς ἐσχάτην δ’ ἐρχομένης σύμπτωσιν, ἐντεῦθέν τε πάλιν ἀρχομένης τῆς ἔξω, τὴν διαστολὴν οὐκέτ’ ἐπιπλεῖστον ποιεῖται, κρατούσης δ’ αὖ πάλιν τῆς ἐκτὸς κινήσεως, ἀσθενοῦς δ’ οὔσης τῆς ἐναντίας, οὐκ ἔτι μὲν ἀπὸ τῆς ἐσχάτης ἄρχεται συμπτώσεως ἐν τῷ διαστέλλεσθαι, τελευτᾷ δ’ εἰς ἔσχατον μέγεθος. ἐντεῦθεν δὲ πάλιν ὑπαρξαμένης τῆς ἔσω κινήσεως, τὴν τελευτὴν τῆς συστολῆς, ὅθενπερ ἤρξατο διαστέλλεσθαι, ποιεῖται. καὶ οὕτως οἷον δίαυλόν τινα τῶν κινήσεων ἀεὶ ποιουμένη ποτὲ μὲν ἔσω μᾶλλον,
136
ποτὲ δὲ ἔξω φέρεται. τοῖς οὖν μόνοις αἰσθανομένοις τῆς διαστολῆς ἀναγκαῖον ἐν τοῖς ὕπνοις τὸν σφυγμὸν φαίνεσθαι καὶ μικρὸν καὶ βραδύν. ἀναγκαῖον δὲ τοῖς αὐτοῖς τούτοις, ὡς ἂν καὶ ἀγυμναστοτέροις οὖσι περὶ τὰς διαγνώσεις, ὀλίγον μέν τι φαίνεσθαι τῆς κατὰ τὴν διαστολὴν κινήσεως, λανθάνειν δὲ τὸ πλεῖστον. ἐπὶ γὰρ τῆς οὕτως κινουμένης ἀρτηρίας οὐδ’ οἱ σφόδρα γεγυμνασμένοι τοῖς ἔσω πέρασι τῶν κινήσεων ἀκολουθοῦσιν, ἀλλὰ καὶ τῆς συστολῆς καὶ αὐτοὺς ἡ τελευτὴ λανθάνει καὶ τῆς διαστολῆς ἡ ἀρχή. ὥστε τούς γε ἀγυμνάστους ἀμήχανον ὅσον εἰκὸς ἐκφεύγειν τῆς κινήσεως, τὴν μὲν συστολὴν σχεδὸν ἅπασαν, μέρος δ’ οὐκ ἐλάχιστον οὐδὲ τῆς διαστολῆς. ὅσον δ’ ἂν ἐκφύγῃ τῆς κινήσεως, ἀναίσθητον τοῖς ἁπτομένοις γενόμενον, τῷ χρόνῳ τῆς ἡσυχίας προσγενόμενον, ἀραιὸν ποιεῖ φαίνεσθαι τὸν σφυγμὸν, ἐπεὶ, πρός γε τὴν ἀλήθειαν αὐτὴν, οὐδαμῶς ἀραιότερος ὁ τῶν κοιμωμένων ἐστὶ σφυγμὸς, ὥσπερ οὐδ’ ἡ ἀναπνοή. ἀλλὰ σαφῶς μὲν κᾀπὶ ταύτης ἡ ἐκπνοὴ πλεονεκτεῖ, μετ’ ἐκφυσήσεως γινομένη, τῆς δ’ ἡσυχίας ὁ χρόνος οὐδὲν προσαυξάνεται. εἴρηταί μοι σχεδὸν ἤδη τὸ σύμπαν ὕπνων πέρι, σαφηνείας δ’ ἕνεκα προσκείσεται τὸ ὑπόλοιπον. ὁ σφυγμὸς ὁ τῶν κοιμωμένων
137
κατὰ μὲν τὴν ἐκτὸς ἠρεμίαν ὅμοιός ἐστι τοῖς τῶν ἐγρηγορότων, κατὰ δὲ τὴν ἐντὸς ἱκανὸν φαίνεται διαλλάττειν, οὐκέτ’ ἀκολουθούσης ἡμῶν τῆς αἰσθήσεως τοῖς ἔσω πέρασι τῶν κινήσεων. ἀλλὰ καὶ μικρότερός ἐστι καὶ ἀμυδρότερος ἢ ὁ τῶν ἐγρηγορότων, καὶ μάλιστα κατ’ ἀρχὰς εὐθὺς, ὕστερον γὰρ αὐτῷ προσέρχεταί τι μεγέθους τε καὶ σφοδρότητος. ἀλλὰ καὶ βραδὺς μὲν ἐν ταῖς διαστολαῖς, ταχὺς δὲ ἐν ταῖς συστολαῖς ἐστι, καὶ ὅλως εἴσω μᾶλλον κινεῖται. ὥστε καὶ σφοδρὸν αὐτὸν ἐν ταῖς συστολαῖς εἰπὼν οὐκ ἂν ἁμάρτοις. καὶ γὰρ οὖν καὶ τὸ περίττωμα τῆς τῶν χυμῶν ἐργασίας τὸ οἷον αἰθαλῶδες ἐκκρίνειν ἐφίεται σφοδρότερον ἡ ἀρτηρία κατὰ τοὺς ὕπνους, ὡς ἂν πλέον τότε γινόμενον, ὥστε καὶ διὰ τοῦτο τὰ τῆς ἔσω κινήσεως πλεονεκτεῖ. ὅταν μέντοι καταπαύσηται μὲν ἡ ἐργασία τῶν χυμῶν, μένῃ δ’ ὑπνώττων ὁ ἄνθρωπος, ἄμετρος ἂν δήπουθεν ὁ τοιοῦτος ὕπνος εἴη, μικρότεραι δ’ αἱ κινήσεις ἑκάτεραι καὶ βραδεῖαι καὶ ἄῤῥωστοι καὶ ἀραιαὶ γίνονται κατὰ λόγον. ὕπνος γὰρ, ὡς καὶ τῶν ποιητῶν ἔστιν ἀκοῦσαι λεγόντων, ἀδελφός ἐστι θανάτου, καὶ ἓν αὐτῷ κοινὸν ὑπάρχει μόνον πρὸς τοὺς ζῶντας, ἡ περὶ τὴν τροφὴν
138
ἐργασία, τὰ δ’ ἀλλὰ πάντα τοῖς ἀποθνήσκουσιν ὅμοια, μὴ βλέπειν, μὴ ἀκούειν, μὴ φρονεῖν, μὴ νοεῖν, μὴ λαλεῖν, ἀναίσθητον, ἀκίνητον, ἀλόγιστον ἐῤῥίφθαι. ἂν τοῦτο τοίνυν, ὃ κοινὸν ἔτι μόνον ἔχει πρὸς τοὺς ζῶντας, ἀπόλλυται, τί ἄλλο ἢ ὀρθῶς ἐπὶ θάνατον ὁδὸς ἂν λέγοιτο; καὶ γὰρ οὖν καὶ ὅτι πρώτη μέν ἐστι καὶ κατὰ φύσιν ἡ ἔξω τε καὶ ἀφ’ ἑαυτοῦ κίνησις τῷ θερμῷ, δευτέρα δ’ ἡ εἴσω τε καὶ εἰς ἑαυτὸ, διὰ τὴν τροφὴν γινομένη, πολλάκις ἤδη φθάνομεν εἰρηκέναι. ὅταν οὖν μήτε περὶ τὴν τροφὴν ἔτι πραγματεύηται μηδὲν μήτε τῆς ἔξω οἰκείας ἀναμιμνήσκηται κινήσεως, ἀλλ’ ἀργὸν ἑκατέρωθεν ᾖ, θανάτῳ δηλονότι πελάσει. καὶ λύεται μὲν ὁ τόνος αὐτοῦ καὶ διὰ τοῦτο ἀμυδρὸς ὁ σφυγμὸς γίνεται, καταλύεται δ’ ἡ κίνησις καὶ διὰ τοῦτο μικρὸς καὶ βραδὺς καὶ ἀραιός. κᾂν ἐπὶ πλέον γε προέλθῃ μικρότητός τε καὶ βραδύτητος καὶ ἀραιότητος, ἐγγὺς ἂν ἥκοι τοῦ μηδόλως κινεῖσθαι. τοῦτο δ’ ἦν ὁ θάνατος. οὕτω μὲν ἔχει πάντα τὰ κατὰ τοὺς ὕπνους. εἰ δ’ Ἀρχιγένης μὲν πρὸς τοῖς εἰρημένοις καὶ πληρεστάτους φησὶ φαίνεσθαι τοὺς σφυγμοὺς, Ἀπολλωνίδης δὲ
139
κενωτάτους, οὔ μοι δοκεῖ μηκύνειν ἔτι δεῖν ἡμᾶς περί γε τῶν τοιούτων, ἱκανῶς ἀποδεδειχότας ἐν ταῖς ἔμπροσθεν πραγματείαις ὡς μάτην τοῦτο τὸ γένος τῶν σφυγμῶν οἱ μεθ’ Ἡρόφιλον ἐπεισήγαγον, ὥσπερ καὶ ἄλλα πολλά. καὶ θαυμαστὸν οὐδὲν ἐν πράγματι μηδόλως διαγινωσκομένῳ τἀναντία λέγειν Ἀρχιγένην τε καὶ Ἀπολλωνίδην, οὐ γὰρ αἰσθήσεως κοινῆς τὸ πάθος, ἀλλὰ φαντασμάτων ἰδίων ἑκάτερος ἔγραψεν.