De causis pulsuum

Galen

Galen, De causis pulsuum

Ψυχρὰ δὲ λουτρὰ παραχρῆμα μὲν μικροὺς καὶ ἀμυδροτέρους καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰς ὕστερον δὲ οἷον ἄν τι καὶ τύχῃ ἐργασάμενα. πάντως γὰρ ἢ ναρκώσει, ἢ ῥώσει. ναρκώσαντα μὲν οὖν καὶ καταψύξαντα μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἐκθερμήναντα δὲ καὶ ῥώσαντα μεγάλους μὲν καὶ σφοδροὺς, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.

Τὰ ψυχρὰ λουτρὰ παραυτίκα μὲν ἐμψύχει πάντως, εἰς ὕστερον δὲ ἤτοι ῥώννυσιν ἢ καταλύει τὴν δύναμιν μετὰ καταψύξεως. τοῦτο γάρ ἐστι τὸ ναρκᾷν. ὥστε καὶ αἱ τροπαὶ

148
τῶν σφυγμῶν ἀνάλογον ταῖς εἰρημέναις αἰτίαις. ὅπερ δ’ οὐχ οἷόν τ’ ἦν προσδιορίσαι τοῖς εἰσαγομένοις, νῦν εἰρήσεται. ἡ ἔσω κίνησις τῶν ἀρτηριῶν ἐπὶ ταῖς ψυχρολουσίαις πλεονεκτεῖ τῆς ἔξω, ὡς ἂν καὶ τοῦ θερμοῦ ταύτῃ μᾶλλον ἐν τῷ παραυτίκα κινουμένου. καὶ εἰ δυνατὸν ἦν ἔσωθεν ἅψασθαι τῶν ἀρτηριῶν, πάντα τὰ τέως ἐν ταῖς διαστολαῖς φαινόμενα νῦν ἀνεφάνη κατὰ τὰς συστολὰς, τὸ μέγεθος, τὸ τάχος, ἡ σφοδρότης. ἐπεὶ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῶν ἐν ταῖς διαστολαῖς φαινομένων τοὺς σφυγμοὺς ὅλους οὕτως ὀνομάζομεν· μικροὺς μὲν, ὅτι πολὺ μείων ἡ ἐν τοῖς τοιούτοις καιροῖς διαστολὴ τῆς ἔμπροσθεν· οὕτω δὲ καὶ βραδεῖς, ὅτι καὶ ἡ κίνησις ἐκλέλυται σαφῶς. ἀλλὰ καὶ ἀραιοὺς, ὅτι καὶ οἱ ἄλλοι πάντες, ἐφ’ ὧν ἡ ἔσω πλεονεκτεῖ κίνησις, ἐφαίνοντο τοιοῦτοι τοῖς τῆς συστολῆς οὐκ αἰσθανομένοις. καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἀμυδροὺς δὲ οὐχ ἁπλῶς εἴπομεν, ἀλλ’ ἀμυδροτέρους ἐγράψαμεν, ἐνδεικνύμενοι διὰ τῆς λέξεως τὴν βραχύτητα τῆς εἰς τοῦτο μεταβολῆς.

Σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν

149
δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. Ἀρχιγένης δέ φησιν, ὠκυτέρους πλέον ἢ πυκνοτέρους. τὰ δὲ σύμμετρα μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδρούς. τὰ δ’ ἐλάττω ἢ ὡς τρέφειν αὐτάρκως οὐχ ὁμοίως τοῖς συμμέτροις, ἀλλ’ ἐλάττονά τε τὴν τροπὴν ἐργάζεται καὶ μέχρι χρόνου βραχέος.

Καθ’ ἕκαστον κεφάλαιον τῶν ἐν τῷδε τῷ γράμματι προβαλλομένων ἐνὸν ἡμῖν πρῶτον μὲν τὰ τοῖς ἄλλοις ὑπὲρ αὐτῶν δόξαντα λέγειν, ἔπειθ’ ὡς οὐκ ὀρθῶς ὑπέλαβον ἀντιλέγειν, οὐ ποιοῦμεν οὕτως, ἀλλ’ εὐθὺς ἐπ’ αὐτὸ τὸ δόκιμόν τε καὶ ἀληθὲς ἐρχόμεθα, τὸ μέγεθος τῆς πραγματείας ὡς ἔνι μάλιστα ἐπιτέμνειν σπεύδοντες. ὅπου γὰρ καὶ νῦν αὕτη καθ’ ἑαυτήν ἐστι μακρὰ, τί χρὴ νομίζειν, εἰ καὶ τὰς τῶν ἔμπροσθεν δόξας προσέλαβεν μετὰ τῆς δεούσης ἀντιλογίας; ἆρ’ οὐκ εἰς ἀπέραντόν τι μῆκος ἐκταθήσεται; ὅτῳ μέντοι καὶ σχολῆς τῆς πρὸς τὰ μαθήματα καιρὸς καὶ προθυμία τὰς δόξας τῶν ἰατρῶν ἁπάσας ἀναλέγεσθαι, τούτῳ σαφῶς οἶδα τήνδε τὴν πραγματείαν ἐπιβάθραν τινὰ ἐσομένην εἰς τὸ καὶ καθ’ ἑαυτὸν ἐξευρεῖν ὅπῃ μὲν ἀληθεύουσιν, ὅπῃ δὲ καὶ σφάλλονται. 

150
καὶ μέντοι καὶ ἡμῖν αὐτοῖς ἑτέρωθι γέγραπται πολλὰ τοῖς οὕτω προειρημένοις συντελέσοντα. περί γέ τοι τοῦ νῦν προκειμένου σκέμματος, ἐν οἷς ὑπὲρ τῆς Ἐρασιστράτου περὶ τοὺς σφυγμοὺς τέχνης ἐσκοπούμεθα, σαφῶς οἶμαι δεδεῖχθαι τὸ μοχθηρὸν τῆς δόξης. ἀλλὰ καὶ ὅσα διαφερόμεθα πρὸς τοὺς ἄριστα δοκοῦντας ἐγνωκέναι τὰ κατὰ τοὺς σφυγμοὺς, καὶ ταῦτά μοι δοκεῖ συνετὸς ἀνὴρ ἐκ τῶν ἐνθάδε γεγραμμένων ὁρμώμενος οὐ χαλεπῶς διαιτήσειν. εὑρήσει γὰρ αὐτῶν τὰ πλεῖστα τὰ μὲν ἐν τῇ λέξει μόνῃ, τὰ δ’ ἐν τῷ τῶν διορισμῶν ἀκριβεῖ συνιστάμενα, καθάπερ καὶ ταυτὶ τὰ νῦν προκείμενα· γράφοντος γὰρ Ἀρχιγένους οὕτω περὶ τῆς βαρυνούσης τὴν δύναμιν τροφῆς· ἡ δὲ τῷ θλίβειν ἀμυδροτέρους καὶ μικροτέρους, ταχυτέρους τε πλέον ἢ πυκνοτέρους. ἡμεῖς οὐχ οὕτως, ἀλλὰ πῶς ἐγράψαμεν; σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. καὶ ὅτῳ μέλει τῶν ἔργων τῆς τέχνης, οὐκ ἐπὶ τῶν σιτίων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπασῶν διαθέσεων ἐν αἷς ἡ δύναμις βαρύνεται τοὺς σφυγμοὺς ἀνωμάλους
151
εὑρήσει. καὶ τοῦτό γ’ ἐστὶν αὐτὸ τὸ διορίζον τὴν ἄῤῥωστον δύναμιν τῆς βαρυνομένης. εὐθὺς δ’ αὐτῷ συνεμφαίνεται καὶ τὸ ποσὸν τῆς βλάβης. εἰ μὲν γὰρ ἐν πολλοῖς τοῖς μεγάλοις τε καὶ σφοδροῖς ὀλίγοι τινὲς εὑρίσκοιντο μικροὶ καὶ ἀμυδροὶ, βραχεῖα ἡ βλάβη τῆς δυνάμεως· εἰ δ’ ἔμπαλιν ὀλίγοι μὲν οἱ μεγάλοι καὶ σφοδροὶ, πολλοὶ δ’ οἱ μικροὶ καὶ ἀμυδροὶ γίνοιντο, μεγάλως ἐπὶ τῶν τοιούτων διαθέσεων ἡ δύναμις κάμνει βαρυνομένη. μικροὶ δὲ καὶ ἀμυδροὶ σφυγμοὶ διαπαντὸς γίνονται μηδενὸς αὐτοῖς τῶν ἐναντίων παρεμπίπτοντος, οὐκ ἐν ταῖς βαρυνομέναις, ἀλλ’ ἐν ταῖς διαλυομέναις δυνάμεσιν. ἔστ’ ἂν δὲ κατὰ μὲν τὴν ἰδίαν οὐσίαν εὐρωστῶσι, βαρύνωνται δ’ ὑπό του καὶ θλίβωνται, πάντως παρεμπίπτουσιν οἱ σφοδροὶ καὶ ἀμυδροὶ σφυγμοὶ, κᾂν ἐν ἐσχάτῳ βλάβης ὑπάρχωσιν. ὀλιγώρως οὖν ὁ Ἀρχιγένης ἀμυδροτέρους τε καὶ μικροτέρους γράφει γίνεσθαι τοὺς ἐπὶ ταῖς βαρυνομέναις ὑπὸ τῶν σιτίων δυνάμεσι σφυγμούς. καταλυομένης γὰρ οὔτοι καὶ οὐ θλιβομένης δυνάμεώς εἰσι γνωρίσματα. ὥσπερ δ’ ἐν ταῖς κατὰ μέγεθός τε καὶ σφοδρότητα διαφοραῖς ἀνώμαλοι τυγχάνουσιν ὄντες, οὕτω κᾀν ταῖς κατὰ πυκνότητα καὶ τάχος.
152
οὐκ οὖν οὐδὲ τοῦτ’ ἔχω συμβαλεῖν ὅπως ἔγραψεν ὁ Ἀρχιγένης, θάττονας αὐτοὺς πλέον ἢ πυκνοτέρους ὑπάρχειν, εἰ μὴ ἄρα τοῦτο βούλεται δηλοῦν, ὡς ἀνωμάλων ὄντων αὐτῶν ὅμως πλείους εἰσὶν οἱ ταχεῖς τῶν βραδέων ἢ οἱ πυκνοὶ τῶν ἀραιῶν. καίτοι οὐδὲ τοῦτο ἀληθές ἐστιν ἁπλῶς οὕτω καὶ ἀδιορίστως λεγόμενον. ἀλλ’ αἱ μὲν ἐλάττους βλάβαι ταχεῖς μᾶλλον ἢ πυκνοὺς, αἱ δὲ μείζους ἔμπαλιν ἐπὶ πλέον πυκνοὺς ἢ ταχεῖς ἀπεργάζονται τοὺς σφυγμούς. ἡ δ’ αἰτία πρόδηλος ἐκ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ δεδειγμένων, εἴ γε τάχος μὲν οἰκεῖον εὐρώστου δυνάμεως, πυκνότης δ’ ἀῤῥώστου. καὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς εἰρημένων ὁ τῆς αἰτίας λογισμὸς πρόδηλος, εἴ τις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων εἴη μεμνημένος.

Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ τε παραχρῆμα τὴν τροπὴν ἐργάζεσθαι καὶ τῷ πρότερον παύεσθαι τὴν ἀπ’ οἴνου τῆς ἀπὸ σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν καὶ τὸ μέγεθος ἤπερ τὴν σφοδρότητα καὶ πυκνότητα. σχεδὸν γὰρ

153
ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν ἰσχὺν ἡ σύμμετρος τροφὴ παρέχει, τοσούτῳ καὶ τὸ μέγεθος ὁ οἶνος ἐξαίρει.

Καὶ οὗτος ὁ λόγος αὐτὸς αὑτὸν ἐξηγεῖται, τὰ πρὸς ἁπάντων εἰρημένα τῶν ἰατρῶν ὑπὲρ οἴνου δυνάμεως ἀναμιμνήσκων ἡμᾶς. ἔστι γὰρ ἡ ἀπ’ αὐτοῦ πρόσθεσις ταχεῖα, διότι καὶ ὑγρὸς καὶ θερμός. ὅσοι γὰρ ταχείης, φησὶ, προσθέσιος δέονται, ὑγρὸν ἴημα. ὅταν οὖν καὶ ποδηγῆται πρὸς τῆς θερμότητος ἡ ὑγρότης, ἔτι δὴ καὶ μᾶλλον. ἀλλὰ καὶ τῶν ἀθρόως καὶ ταχέως τρεφόντων ταχεῖα καὶ ἡ διαχώρησις γίνεται. διὰ τοῦτο οὖν ὥσπερ ταχεῖα, οὕτω καὶ βραχυχρόνιος ἡ ἀπὸ τοῦ οἴνου προσθήκη τοῖς σώμασιν. εὐδιάπνευστος γάρ. ὅτι δὲ διὰ μὲν τὸ τρέφειν ὁμοίως τοῖς σιτίοις ἀλλοιώσει τοὺς σφυγμοὺς, διὰ δὲ τὸ θερμαίνειν μᾶλλον ἢ ἐκεῖνα μέγεθός τε καὶ τάχος ἐπιφανέστερον αὐτοῖς προσθήσει, τοῖς μεμνημένοις τῶν ἐν τοῖς πρώτοις ὑποδείγμασι λελεγμένων ἄντικρυς δῆλον. τῶν δ’ ἑξῆς λεγομένων διὰ τῆς εἰσαγωγῆς οὐδενὸς ἄδηλος ἡ αἰτία τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων.

154
ὑπερβάντες οὖν αὐτῶν τὰ πολλὰ, μόνον τῶν ἀσαφεστέρας ἐχόντων αἰτίας μνημονεύσωμεν, ὧν ἓν καὶ τόδε ἐστίν. τί δή ποτε χολέραις μὲν καὶ ῥεύμασιν ἰσχυροῖς κοιλίας καὶ τῷ καλουμένῳ γυναικείῳ ῥῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ κενοῦν τὸ σῶμα καταλύουσι τὴν δύναμιν οἱ σκωληκίζοντες ἕπονται σφυγμοὶ, ταῖς δ’ ὑπὸ κακοήθους πυρετοῦ καταλυομέναις δυνάμεσιν οἱ μυρμηκίζοντες ἕπονται; ἢ ὅτι βραδὺν εἶναι δεῖ καὶ ἀραιὸν τὸν σφυγμὸν πάντως, ἵν’ ᾖ σκωληκίζων, οὔτε γὰρ οἷόν τε τὸ πρότερον τῆς ἀρτηρίας μόριον πρότερον φαίνεσθαι κινούμενον οὔθ’ οἷον περιγραφάς τινας γίνεσθαι πολλὰς ἐν μιᾷ διαστολῇ, μὴ οὐ βραδείας τε ἅμα καὶ ἀραιᾶς οὔσης τῆς κινήσεως. ἐν δὲ τοῖς ὀξέσι πυρετοῖς, ἐξ ἀνάγκης γὰρ οἱ κακοήθεις ὀξεῖς, οὐκ ἀνέχεται τὸ πλῆθος τῆς θερμασίας οὔτε βραδὺν ἐσχάτως οὔθ’ ὅλως ἀραιὸν γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ βραδὺς μέν ἐστιν, ἢ πάντως γε οὐ ταχὺς ὁ ἐν ταῖς καταλυομέναις δυνάμεσι, κᾄν τινες ἁμαρτάνωσιν περὶ τὴν διάγνωσιν αὐτοῦ, οὐ μὴν ἐσχάτως γε βραδὺς, ἀραιὸς δ’ οὐδ’ ὅλως, ἀλλ’ ἀεὶ πυκνὸς, καὶ ὅταν τὰ τῆς θερμασίας
155
ἐπείγῃ, πάνυ σφόδρα πυκνός. καιρὸς εἶναί μοι δοκεῖ καὶ τουτονὶ τὸν τρίτον λόγον ἐνταυθοῖ καταπαύσειν. ἐν δὲ τῷ τετάρτῳ τὰ λείποντα προσθήσομεν, ἀπὸ τῶν ψυχικῶν παθῶν ἀρξάμενοι.

156

Τῶν ἀλλοιούντων τοὺς σφυγμοὺς αἰτίων ὅσα μὲν δι’ ἑαυτὰ τὴν τροπὴν ἐργάζεται συνέχοντα τὴν γένεσιν αὐτῶν, καὶ διὰ τοῦτο συνεκτικὰ κεκλημένα, διὰ τῶν προτέρων δυοῖν ὑπομνημάτων ἐγράψαμεν· ὅσα δὲ ἐκείνων προηγεῖται, τὰ μὲν ἐν αὐτοῖς τῶν ζώων τοῖς σώμασιν ὑπάρχοντα, τὰ δ’ ἔξωθεν προσπίπτοντα·, ταῦτα ἐν τοῖς ἐχομένοις δύο προθέμενοι διελθεῖν, ἐπειδὴ καὶ διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου περὶ τῶν σφυγμῶν ἐφθάσαμεν εἰρηκέναι

157
περὶ αὐτῶν ἐν κεφαλαίοις τε καὶ χωρὶς ἀποδείξεως, ἄμεινον ἐκρίναμεν εἶναι καὶ νῦν αὐτῶν μνημονεύοντες αὐτοῖς ὀνόμασιν ἅμα μὲν ἐπιδιορίζειν ἀκριβέστερον, ἅμα δὲ καὶ τὰς αἰτίας ἀποδοῦναι. διὰ μὲν οὖν τοῦ τρίτου γράμματος τὸν περὶ τῶν ἡλικιῶν τε καὶ χωρῶν καὶ ὡρῶν καὶ φύσεων καὶ προσέτι τῶν καλουμένων ἐπιτηδευμάτων, ἐδεσμάτων τε καὶ πομάτων ἐποιησάμεθα λόγον· ἐν δὲ τούτῳ τῷ τετάρτῳ τε καὶ ὑστάτῳ τῆς προκειμένης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν αἰτίων ὁ λόγος ἡμῖν ἔσται, τὴν ἀρχὴν μὲν ἀπὸ τῶν ψυχικῶν παθῶν ποιησαμένοις, ἐφεξῆς δὲ καὶ περὶ τῶν σωματικῶν διελθοῦσι. προσγράψομεν δὲ κᾀνταῦθα καθ’ ἕκαστον κεφάλαιον τὰς ῥήσεις ἐκ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου.

Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός.

Καὶ τὰ περὶ θυμοῦ λεγόμενα δῆλα τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. ὑπὲρ οὗ δὲ οὐδέπω πρότερον ἀπεφηνάμεθα, νῦν μὲν ἀναγκαῖον ἤδη προσθεῖναι, πότερον φαίνεται μόνον σφοδρότερος ὁ τῶν θυμουμένων σφυγμὸς, ἢ ὄντως τοιοῦτος γίνεται. κατελίπομεν γὰρ αὐτὸ,

158
καίτοι διελθόντες ἐπὶ πλέον ἐν τῷ πρώτῳ λόγῳ, σχεδὸν ἄκριτον. οὐδὲ γὰρ οὕτως ἄν τις ἐπείσθη τότε, λεγόντων ἡμῶν ὅτι μὴ φαίνεται μόνον, ἀλλὰ καὶ γίνεται σφοδρότερος, ὡς νῦν προσθήσεται, προακηκοὼς ἐν τῷ μεταξὺ λόγῳ πολλὰ συντελοῦντα πρὸς τὴν πίστιν καὶ μάλιστα τὰ περὶ τῶν ἀνωμαλιῶν εἰρημένα. φαίνεται γὰρ ἐναργῶς ἐναλλὰξ ἐν ταύταις ὁ σφυγμὸς ἀμυδρὸς καὶ σφοδρὸς γινόμενος, οὐ δήπου τῆς δυνάμεως οὕτω ταχέως εἰς ἀῤῥωστίαν τε καὶ ῥώμην μεταπιπτούσης, ἀλλὰ διαμαχομένης μὲν τοῖς λυποῦσιν αἰτίοις, οὐκ ἀεὶ δ’ αὐτῶν κρατούσης. ἐναργέστατα δ’ ἐπὶ τῶν ἀγαθῶν κρίσεων οἱ σφυγμοὶ γίνονται σφοδροὶ, ἐπεγειρούσης τηνικαῦθ’ ἑαυτὴν τῆς δυνάμεως ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῆς ψυχικῆς δυνάμεως γινόμενον, οὐ μόνης τῆς ζωτικῆς. ἐκλελυμένοι γοῦν τινες ἐσχάτως ἢ διὰ γῆρας, ἢ διὰ νόσον, ἢ διά τινα προηγησάμενον κάματον, εἶτ’ ἐξαίφνης θεασάμενοι λῃστῶν ἔφοδον, ἢ πολεμίων, ἢ θηρίου τινὸς, ἔδραμον ὠκέως ἀποφεύγοντες τὸ δεινὸν οὐδὲν ἧττον τῶν ἰσχυρῶν. οὕτω δὲ καὶ διὰ σεισμὸν τινὲς ἐκπηδήσαντες
159
τῶν οἰκιῶν, ἢ δι’ ἐμπρησμὸν, ὠκύτατα διαθέουσιν, ἔμπροσθεν μόλις ὑπὸ τῆς ἀῤῥωστίας προβαίνοντες. ἐν ἅπασιν οὖν τοῖς τοιούτοις δῆλόν ἐστιν ὡς αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις ἀνάγκης τινὸς καταλαβούσης σφοδρότερον ἐνεργοῦσι, καὶ οὐ χρὴ θαυμάζειν οὐδ’ εἰ ἐν τοῖς θυμοῖς τοῦτο γίνεται. καὶ γὰρ φαίνεται καὶ λόγον ἔχειν, ὥσπερ οὖν καὶ γυμναζομένων καὶ ὁπωσοῦν ἀνδριζομένων οὐκ εἰς μέγεθος μόνον, ἀλλὰ καὶ εἰς σφοδρότητα τοὺς σφυγμοὺς ἰδεῖν ἔστιν τρεπομένους.

Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς καὶ βραδὺς, οὐ μὴν σφοδρότητί γε διάφορος.

Διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις ἡ ἐντός. εὐλόγως οὖν μείζων μὲν αὐτῶν ὁ σφυγμὸς γίνεται, σφοδρότερος δ’ οὐκ ἔτι. οὔτε γὰρ ἐπίκτητός τις προσγίνεται διὰ τὸ πάθος οὔτ’ ἰσχυροτέρας ἐνεργείας χρεία. δῆλον δ’ ὡς ἐπὶ τῆς κατὰ τὸν ἴδιον λόγον τῆς συμμέτρου ἀλλοιούσης τοὺς σφυγμοὺς ἡδονῆς εἴρηται ταῦτα. πολλάκις γὰρ κατὰ συμβεβηκὸς καὶ οἱ ἐναντίοι γίνονται σφυγμοὶ, τῆς

160
ἡδονῆς ἀμέτρου γινομένης, καὶ διὰ τοῦτο καταλυούσης τὴν δύναμιν. ἀλλὰ τότε γε οἱ ἐπὶ καταλύσεως δυνάμεως γίνονται σφυγμοί. προείρηται γὰρ ὡς τὰ σφοδρότερα τῶν παθῶν καθ’ ἑαυτὰ τὴν ὅλην τῶν σφυγμῶν ἀλλοίωσιν ἐργάζεται.

Λύπης δὲ μικρὸς καὶ ἀμυδρὸς καὶ βραδὺς καὶ ἀραιός.

Καὶ ἡ λύπη μετά τε καταψύξεως γίνεται καὶ τῆς ἔσω τοῦ θερμοῦ κινήσεως. εὐλόγως οὖν ἐπ’ αὐτῆς οἱ ἐναντίοι σφυγμοὶ τοῖς προειρημένοις ἕπεσθαι ταῖς ἡδοναῖς ἀποτελοῦνται.

Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ ταχὺς καὶ κλονώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη κεχρονισμένου οἷος ὁ τῆς λύπης.

Ὁ φόβος ἐν μὲν τῷ παραυτίκα πολλοῖς ταραχὴν τῆς διανοίας ἐργαζόμενος εὐλόγως εἰς ἀνωμαλίαν τρέπει τοὺς σφυγμούς. εἴρηται γὰρ ἔμπροσθεν ὑπὲρ τούτου. ἐν δὲ τῷ χρόνῳ τοῖς τῆς λύπης ἐξομοιοῖ, οὐδὲ γὰρ οὐδ’ ἄλλό τι λύπης γίνεται χρονίζων φόβος. ἅπασι δὲ τούτοις χρονίζουσιν, ἢ σφοδροῖς 

161
ἄγαν γενομένοις οἷοι διαλυομένης τῆς δυνάμεως ἕπονται σφυγμοί. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ τἀναντία. τοῦτο δὲ καὶ μικρῷ πρόσθεν ἐκ τῶν ἐπὶ ταῖς ἡδοναῖς λεχθέντων ἐδηλοῦτο. καὶ νῦν προσγέγραπται διά τε τὸ κατὰ τὴν εἰσαγωγὴν ἐφεξῆς ἐκείνων εἰρῆσθαι καὶ διὰ τὸ περὶ τῶν ὁμοίων ἁπάντων ἀποφήνασθαι καθόλου προσήκειν. ἐξηγήσεως δὲ περισσοτέρας οὐ δεῖται τὰ λεγόμενα, ἀλλ’ ἐπὶ τὰ συνεχῆ μεταβαίνωμεν ἤδη.

Ἄλγημα δὲ τὸ τρέπον τοὺς σφυγμούς· τρέπει δὲ τὸ ἰσχυρὸν, ἢ ἐν κυρίοις μορίοις, ὡς καὶ ἡ φλεγμονή· μικρὸν μὲν ὂν ἔτι καὶ ἀρχόμενον μείζονα καὶ σφοδρότερον καὶ ὠκύτερον καὶ πυκνότερον τὸν σφυγμὸν ἐργάζεται, αὐξηθὲν δὲ καὶ ἰσχυρὸν πάνυ γενόμενον, ὡς ἀδικεῖν ἤδη τὸν ζωτικὸν τόνον, μικρότερον καὶ ταχὺν καὶ πυκνόν. καὶ ὅσῳ ἂν ἐγχρονίζῃ μᾶλλον, ἢ σφοδρότερος γίνηται, τῶν εἰρημένων ἕκαστον ἐπιτείνει. τὸ δὲ ἤδη διαλῦον τὴν δύναμιν καὶ

162
εἰς ἀμυδρότητα καὶ μικρότητα καὶ τάχους ψευδῆ φαντασίαν καὶ ὑπερβάλλουσαν πυκνότητα τὴν τροπὴν ἐργάζεται.

Ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τῶν λυπούντων, οὕτω καὶ τῶν ἀλγημάτων ἡ δύναμις ἐπεγείρειν πέφυκεν ἑαυτὴν καὶ διαμάχεσθαι καὶ διωθεῖσθαι πᾶν τὸ διοχλοῦν, ὅθεν εὐλόγως εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα τρέπει τοὺς σφυγμοὺς. εἰ μέντοι μηδὲν ἀνύσειεν, ἐν τῷδε δῆλον ὡς ἐκ περιττοῦ κάματος αὐτῇ καὶ κατάλυσις τοῦ τόνου γίνεται, καὶ οὕτως εἰς ἀμυδρότητα μεταπίπτουσιν αἱ κινήσεις, ἡττηθείσης πρὸς τῶν λυπούντων τῆς δυνάμεως. διὰ τί δὲ τάχους ψευδῆ φαντασίαν εἴπομεν, ἐν τῷ τρίτῳ περὶ τῆς διαγνώσεως εἴρηται. καὶ μέντοι καὶ διὰ τί τοῖς μικροῖς σχεδὸν ἅπασι σφυγμοῖς ἔζευκται πυκνότης, ἐν τῷ πρώτῳ λόγῳ τῶνδε τῶν ὑπομνημάτων ἀποδέδεικται.

Φλεγμονῆς σφυγμὸς ὁ μὲν κοινὸς ἁπάσης οἷον ἐμπρίων ἐστὶν, ὡς δοκεῖν τὸ μέν τι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δὲ μὴ, σκληροτέρας δηλονότι φαινομένης αὐτῆς. ἔχει δέ τι καὶ κλονῶδες σφυγμὸς οὗτος καὶ ταχὺς

163
μέν ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης ὁ μὲν τῆς ἀρχομένης μείζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος καὶ ὠκύτερος καὶ πυκνότερος, ὁ δ’ αὐξανομένης ἔτι ταῦτά γε προσαυξάνει πάντα, καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι καὶ κλονωδέστερος· τῆς δ’ ἀκμαζούσης σαφέστερος μὲν ἔτι καὶ σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν, οὐ μὴν ἀμυδρότερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ πάθος. ἀλλὰ καὶ πυκνότατος γίνεται καὶ ταχύς· εἰ δ’ ἱκανῶς χρονίζοι καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, πρὸς τοῖς εἰρημένοις ἰσχνότης σφυγμοῦ καὶ σκληρότης γίνεται. ταῦτ’ ἐπὶ τῆς τὸν ἐν ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς, ἢ διὰ τὸ μέγεθος, ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης τὸ πᾶν ὅ γ’ ἐν τῷ φλεγμαίνοντι μέρει σφυγμὸς οἷος εἴρηται. ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον ἢ παρὰ τὸ ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη σκληροτέρους καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους τοὺς σφυγμοὺς ἐργάζεται, τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα τοὺς ἐναντίους.
164
αὐτῶν δὲ τούτων μείζων ὁ ἐν τοῖς ἀρτηριώδεσι καὶ ῥᾳδίως ἀνώμαλος καὶ ἄτακτος γενόμενος. δῆλον οὖν ἤδη καὶ ὁ τῶν τὸ ἧπαρ φλεγμαινόντων σφυγμὸς, οἷος ἂν εἴη, καὶ ὁ τῶν τὸν σπλῆνα καὶ ὁ τῶν τοὺς νεφροὺς, ἢ τὴν κύστιν, ἢ τὸ κῶλον, ἢ τὴν γαστέρα καὶ πλευριτικῶν καὶ περιπνευμονικῶν καὶ πάντων ἁπλῶς εἰπεῖν ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς ἕπεται, πλὴν ὅσα διὰ τὴν τῶν συμπτωμάτων φύσιν, τῶν τε ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς καὶ τῶν κατὰ τύχην συνδραμόντων, ὡς ἂν ἕκαστον τρέπειν δύνηται. καὶ τὸν σφυγμὸν ἐπὶ τοσοῦτον ἀλλοιοῦσθαι συμβήσεται, μικτῆς τροπῆς ἐν αὐτῷ γινομένης τῆς τε κατὰ τὸν λόγον τῆς φλεγμονῆς καὶ ἣν ἡ τοῦ τόπου φύσις, ἢ τοῦ παρόντος συμπτώματος ἐργάζεται. σπασθῆναι μὲν γὰρ τοῖς τὰς φρένας φλεγμαίνουσιν ἕτοιμον, πνιγῆναι δὲ τοῖς τὸν πνεύμονα, συγκοπῆναι δὲ τοῖς τὸ στόμα τῆς γαστρὸς, ἀτροφῆσαι δὲ τοῖς τὸ ἧπαρ, ἀπεπτῆσαι δὲ τοῖς τὴν κοιλίαν, ἐπισχεθῆναι δὲ τὰ οὖρα τοῖς τοὺς νεφρούς. καὶ τὰ μὲν αἰσθητικώτερα μέρη καὶ διὰ τὰς ὀδύνας τρέπει τοὺς σφυγμοὺς, τὰ δὲ ἀναισθητότερα κατὰ
165
τὴν διάθεσιν μόνην. ἐκ τούτων οὖν ἁπάντων πολυειδεῖς αἱ ἀλλοιώσεις γίνονται τῶν ἐπὶ ταῖς φλεγμοναῖς σφυγμῶν. καὶ ὡς χρὴ διορίζειν αὐτὰς εἴρηται μὲν ἐν ἑτέροις τελέως, εἴρηται δὲ καὶ νῦν εἰς ὅσον τοῖς εἰσαγομένοις χρήσιμον.

Καὶ ἡ μὲν ῥῆσις ἐκ τῆς εἰσαγωγῆς αὕτη, σαφῶς ἐκδιδάσκουσα τὴν ὑπὸ τῶν φλεγμονῶν γινομένην ἀλλοίωσιν ἐν τοῖς σφυγμοῖς. ὅπως δὲ τὰ πρῶτα καὶ συνέχοντα τὴν γένεσιν αὐτῶν αἴτια διατιθέμενα πρὸς τῆς φλεγμονῆς τὴν εἰρημένην τροπὴν ἐργάζεται, λέγειν ἂν ἑπόμενον εἴη, τὴν ἀρχὴν ἔνθεν ποιησαμένους. παντὶ τῷ φλεγμαίνοντι μορίῳ δύο ταῦτ’ ἐξ ἀνάγκης συμβέβηκε, θερμότερον τοῦ κατὰ φύσιν ὑπάρχειν καὶ τετάσθαι. ταῦτ’ οὖν ἄμφω παντὶ τῷ σώματι μεταδίδωσιν, ὅταν ἤτοι κύριον ὑπάρχῃ τὸ μέρος ἢ μεγάλην ἱκανῶς ἔχῃ τὴν φλεγμονήν. ἀλλ’ ἡ μὲν καθ’ ὅλον τὸ ζῶον πλεονεξία τῆς θερμασίας πυρετός ἐστιν, καὶ δῆλον ὡς τὴν χρείαν οὗτος ἀλλοιώσει τῶν σφυγμῶν· ἡ δ’ ἐκ τοῦ φλεγμαίνοντος τάσις διαδίδοται καὶ εἰς τὰς ἀρτηρίας. διὰ ταύτην μὲν δὴ σκληρότερος ὁ σφυγμὸς ἔσται, καὶ μᾶλλόν γε σκληρότερος ἐπὶ τοῖς νευρώδεσι μορίοις, ὅτι καὶ τείνεται ταῦτα τῶν ἄλλων μᾶλλον 

166
ἐν ταῖς φλεγμοναῖς, ὡς ἂν ἤδη φύσει τεταμένα, καὶ συντείνειν ἑαυτοῖς τὰ συνεχῆ μᾶλλον πέφυκεν, ὡς ἂν ἰσχυρότερα. ἡ δὲ τῆς θερμασίας πλεονεξία ταχὺν ἐνεδείκνυτο καὶ μείζονα κατὰ τὸν ἑαυτῆς λόγον ἐργαζομένη τὸν σφυγμόν. ἐπειδὰν δὲ ἐλλείπῃ τι τῇ χρείᾳ, τηνικαῦτα ἤδη καὶ πυκνόν. εὐλόγως οὖν σκληρότερος ἅπασι τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν ὁ σφυγμὸς γίνεται καὶ προσέτι γε διὰ τὴν δυσκρασίαν τὴν ἐν ταῖς ἀρτηρίαις ἀνώμαλος κατὰ μίαν προσβολήν· καὶ δῆλον ὡς ἀμφοῖν συνελθόντων τὸ εἰρημένον ὑπό τινων εἶδος ἔσται τῷ σφυγμῷ, τὸ οἷον ἐμπρῖον τὴν ἁφήν. οὕτω γὰρ ἀνάγκη φαντασιοῦσθαι τὸν ἁπτόμενον ὀργάνου σκληροῦ, τὴν προσβολὴν ἀνώμαλον ἔχοντος. ἔστι δ’, ὡς εἴρηται, θάττων ἐπιφανῶς, καὶ εἰ μὴ ἀντιβαίνοι γε ἡ σκληρότης, καὶ μείζων σαφῶς. εἰ δ’ ἀντιβαίνοι κατά τι, τοσούτῳ προσλήψεται κλονώδους κινήσεως ὅσῳ ἀφῃρέθη τοῦ μεγέθους. ὅτι δ’ ἐν τούτῳ καὶ πυκνότερον ἔσται τοσοῦτον ὅσον οὐχ ἱκανῶς ἐπλήρωσε τὴν χρείαν ἡ διαστολὴ, καὶ τοῦτο τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν ἀποδεδειγμένων πρόδηλον· ὥσπέρ γε καὶ ὅτι τοῖς ἴσοις μεγέθεσι
167
τῶν φλεγμονῶν οὐκ ἴση τῶν σφυγμῶν ἀλλοίωσις ἕπεται, ἀλλ’ ἐν μὲν τοῖς φλεβώδεσιν μέρεσιν αἱ φλεγμοναὶ μείζους ἐργάζονται σφυγμοὺς, ἐν δὲ τοῖς νευρώδεσιν ἐλάττους, ὥσπερ καὶ σκληροτέρους τε καὶ μᾶλλον ἐμπρίοντας. οὐδὲ γὰρ τούτων ἀσαφὲς οὐδὲν, εἰ μνημονεύοιμεν ὅτι μειζόνως τείνεσθαι τὰς ἀρτηρίας ἀναγκαῖον ὑπὸ τῶν νευρωδῶν μορίων φλεγμαινόντων. τὰ δ’ ἀρτηριώδη μέρη δῆλον ὡς καὶ ταῦτα τό τε πλῆθος τῆς ἐν ταῖς ἀρτηρίαις θερμασίας, ὡς ἂν θερμοτέραις οὔσαις, ἐπὶ μᾶλλον παραυξήσει, καὶ διὰ τοῦτο μεγίστους ἀναγκάζει γίνεσθαι τοὺς σφυγμούς. καὶ εἴ τις ἀνωμαλία συνίσταιτο καθ’ ὁντιναοῦν λόγον, ἐπιφανέστερον αὐτὴν ἀποδείξει. δύο γὰρ, εἴ τι μεμνήμεθα, τὰς πρώτας αἰτίας ἐδείκνυμεν ἀνωμαλίας σφυγμῶν, ἀῤῥωστίαν τε τῆς κινούσης δυνάμεως τὰς ἀρτηρίας, διὰ πλῆθος βαρῦνον, καὶ προσέτι τῶν ὀργάνων αὐτῶν τὰς διαθέσεις, ἐμφράξεις δή τινας καὶ σφηνώσεις καὶ τάσεις καὶ θλίψεις. οὐδὲν οὖν θαυμαστὸν ἀνωμάλους ἐπὶ τοῖς ἀρτηριώδεσι μορίοις φλεγμαίνουσι τοὺς σφυγμοὺς ἀποτελεῖσθαι, τῆς τε δυνάμεως τῆς ἐργαζομένης αὐτοὺς ῥᾷον ἐν τοῖς τοιούτοις καμνούσης, αὐτῶν τε τῶν ὀργάνων κακῶς διακειμένων. τὰ δ’
168
ἄλλα τὰ εἰρημένα διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου ταῖς ἐπὶ φλεγμονῇ τροπαῖς τῶν σφυγμῶν ὑπάρχειν οὐδεμιᾶς ἐξηγήσεως δεῖσθαι νομίζω. μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπί τινα τῶν ἑξῆς ῥήσεων.