De causis pulsuum

Galen

Galen, De causis pulsuum

Τῶν δ’ ἐξ ὕπνου μεταπεπτωκότων εἰς ἐγρήγορσιν ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ καί τινα κλόνον ἔχοντες, μετ’ ὀλίγον δ’ εἰς συμμετρίαν ἔρχονται.

Οὐχ ὡσαύτως εἰς ὕπνον ἐξ ἐγρηγόρσεως κᾀξ ὕπνου πάλιν εἰς ἐγρήγορσιν μεταπίπτομεν, ἀλλὰ τὸ μὲν κατὰ βραχὺ πάντως, τὸ δ’ ἀθρόως ὡς τὸ πολὺ γίνεται. καὶ γὰρ ἐνύπνια ταραχώδη καὶ φωνήσας τις καὶ ψοφήσας καὶ ἁψάμενος τοῦ κοιμωμένου ταχεῖάν τε κᾀξαίφνης εἰργάσατο τὴν μετάπτωσιν. τοιγάρτοι καὶ οἱ προγεγραμμένοι σφυγμοὶ τοῖς μὲν οὕτω μεταπίπτουσιν ἐναργέστατα φαίνονται, 

140
οὐ μὴν οὐδ’ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὅσων αὐτῇ πρὸς τοὐκτὸς κινήσει τῆς ἐμφύτου θερμασίας ἡ ἐγρήγορσις ἐγένετο, λανθάνουσι τοὺς γεγυμνασμένους. ὁ μὲν γὰρ ὕπνος γίνεται τῆς ἐμφύτου θερμασίας ἤτοι διὰ κάματόν τινα καὶ ξηρότητα πλέονα πρὸς τὴν τροφὴν ἐπιστραφείσης ἢ δι’ ἀμετρίαν ὑγρότητος ἀδυνατούσης ἐκτὸς ἀποτείνεσθαι. ἔστι δ’ ὁ μὲν πρότερος ὑγιεινός τε καὶ κατὰ φύσιν, ὁ δὲ δεύτερος ῥηθεὶς οἷος ὁ ἐν κώμασί τε καὶ ληθάργοις, ᾧ πάλιν ἀντίκειται ἡ ἐν φρενίτισί τε καὶ ταῖς παρὰ φύσιν ἀγρυπνίαις ἁπάσαις ἐγρήγορσις, ὑπερξηρανθείσης τε τῆς ἐμφύτου θερμασίας τηνικαῦτα καὶ οἷον ἐκπυρωθείσης καὶ διὰ τοῦτο καὶ ἐκτὸς ἀμέτρως κινουμένης. ἀλλὰ τὰς μὲν παρὰ φύσιν διαθέσεις, ἃς οὐδ’ ἐγρήγορσιν, οὐδ’ ὕπνον, ἀλλ’ ἀγρυπνίαν καὶ κῶμα κάλλιον ὀνομάζειν ἐστὶν, ἐατέον ἔν γε τῷ παρόντι. τῶν δ’ ὕπνων τῶν κατὰ φύσιν ὥσπερ οὖν καὶ τῶν ἐγρηγόρσεων ἡ γένεσις οἵα πρόσθεν εἴρηται, δεομένου μὲν ἅμα καὶ ἀποροῦντος ὑγρότητος δαψιλοῦς τοῦ κατὰ φύσιν ἐν τοῖς ζώοις θερμοῦ καὶ διὰ τοῦτο συνιόντος εἰς τὰ σπλάγχνα καὶ τὴν γαστέρα τῶν ὕπνων γινομένων, αὐτάρκως δ’ ἀπολαύσαντος
141
ταύτης, ὡς ἤδη τὴν κατὰ φύσιν ἔχειν ποιότητα, τῆς ἐγρηγόρσεως ἀποτελουμένης· ἐν ᾧ δὴ καιρῷ τὰς μεταπτώσεις γινομένας ἀναγκαῖόν ἐστιν ἔχειν τι βίαιον. ἐν γὰρ τῇ κατεργασίᾳ τῆς τροφῆς ὑγρότητος ἀτμώδους πολλῆς ὑποτρεφομένης κατά τε τὸ θερμὸν αὐτὸ καὶ τοὺς πόρους καὶ πάντα τὰ μεταξὺ σώματα μέχρι τῆς ἐκτὸς ἐπιφανείας, οὐκέτ’ εὐπετὴς ὁμοίως ἡ ἐπὶ τὰ ἐκτὸς κίνησίς ἐστι τῷ θερμῷ. δεῖται τοίνυν, ἵνα ταύτην ἀποσείσηταί τε καὶ διώσηται καὶ τοὺς πόρους ἐκκαθάρῃ καὶ πάντῃ πόριμον ἑαυτῷ τὸ σῶμα παράσχῃ, σφοδρῶν καὶ βιαίων τῶν πρώτων κινήσεων. ὅταν δὲ εὔπνουν ἤδη τοῦτο καὶ καθαρὸν ἔχῃ, τῆς κατὰ φύσιν ἀναμιμνήσκεται συμμετρίας. διὰ ταῦτα τοίνυν ἐν μὲν τῷ παραχρῆμα τοῖς ἐπεγερθεῖσιν ἐκ τῶν ὕπνων οἱ σφυγμοὶ μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς γίνονται καὶ προσέτι βραχύ τι κλόνου προσλαβόντες διὰ τὸ βίαιον τῆς κινήσεως, ὀλίγῳ δ’ ὕστερον εἰς τὴν κατὰ φύσιν ἐπανέρχονται συμμετρίαν. ἑξῆς δὲ τούτων περὶ τῶν ἐπικτήτων σχέσεων τοῦ σώματος γέγραπται τοῖς εἰσαγομένοις, σχέσεις μὲν αὐτὰς ὀνομασάντων ἡμῶν, ὥσπερ καὶ Ἱπποκράτης ἐν τῷ περὶ τῶν ἄρθρων εἰπὼν, διαφέρει μέντοι
142
τι καὶ σχέσις σώματος. σφυγμοὺς δ’ ἐφ’ ἑκατέρας αὐτῶν γραψάντων ἡμῶν, τοὺς ἐναργῶς φαινομένους, ὧν τὰς αἰτίας οὐ χαλεπὸν ἂν εἴη νῦν προσθεῖναι, τοῖς εἰρημένοις ἑπομένῳ. ἃ γὰρ ἐπὶ τῶν φυσικῶν διαφορῶν τοῦ σώματος, ταῦτα κᾀπὶ τῶν ἐπικτήτων ῥηθήσεται. ὥστ’ οὐ χρὴ μηκύνειν, ἀλλὰ μόνον αὐτὴν γράψαι τὴν ἐκεῖθεν ῥῆσιν, ὑπομνήσεως ἕνεκεν τῶν πραγμάτων, ἔχουσαν ᾧδε.

Αἱ δ’ ἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως ταῖς φυσικαῖς τρέπουσι τοὺς σφυγμούς. ὁ μὲν γὰρ ἰσχνὸς γενόμενος εὔσαρκος ἀνάλογον τῷ τοιούτῳ φύσει τὸν σφυγμὸν ἴσχει· ὁ δ’ εὔσαρκος ἰσχνὸς γενόμενος τοῖς ἰσχνοῖς φύσει παραπλήσιον. δῆλον δ’ ὅτι χωρὶς τοῦ τὴν δύναμιν ὑπαλλάττεσθαι τὴν κατ’ ἰσχνότητα καὶ εὐσαρκίαν διαφορὰν ἐξετάζειν χρὴ, καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὡσαύτως, ὥστε καθ’ ἓν μόνον ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα τὴν τροπὴν γεγονέναι. ἅπερ δ’ ἐπὶ τῶν εὐσάρκων εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι χρὴ δοκεῖν ἐπιτεταμένα μᾶλλον.

143

Οὕτω μὲν ἐν ἐκείνοις περὶ τῶν σχέσεων τοῦ σώματος διώρισται. πρόσκειται δὲ καὶ περὶ τῶν κράσεων ὡσαύτως. καὶ μόνον ἀρκέσει κᾀπὶ τούτων παραγράψαι τὴν ῥῆσιν ὑπομνήσεως ἕνεκα, τόνδε τὸν τρόπον ἔχουσαν.

Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ ἐπίκτητοι ταῖς φυσικαῖς κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς. Καὶ δηλονότι κᾀνταῦθα, καθὰ καὶ περὶ τῶν ὡρῶν εἴπομεν, ὡς αἱ μὲν θερμαὶ ταῖς θερμαῖς, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς ἐοικότας ἐργάζονται σφυγμούς. ἡ γὰρ καθ’ ὑγρότητα καὶ ξηρότητα διαφορὰ τῶν κράσεων ἐν ταῖς σχέσεσι τοῦ σώματος περιείχετο. ταῖς μὲν γὰρ ξηραῖς αἱ ἰσχνότητες, ταῖς δ’ ὑγραῖς αἱ παχύτητες οἰκεῖαι. δέδεικται δὲ ταῦτα ἐν τοῖς περὶ κράσεων, ὥσπέρ γε καὶ ὅτι σκληρότης μὲν τοῦ σώματος ταῖς ξηραῖς κράσεσιν, μαλακότης δὲ ταῖς ὑγραῖς ἕπεται. καὶ διὰ τοῦτο καὶ ὁ σφυγμὸς ταῖς μὲν σκληρὸς, ταῖς δὲ μαλακός.

Ἑξῆς δ’ ἂν εἴη λέγειν τὰς ἄλλας τροπὰς τὰς

144
ἐπὶ τοῖς οὐ φύσει γινομένας αἰτίοις. γυμνάσια κατ’ ἀρχὰς μὲν καὶ μέχρι τοῦ μετρίου σφοδροὺς καὶ μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς τοὺς σφυγμοὺς ἐργάζεται, πολλὰ δὲ καὶ ὑπὲρ τὴν δύναμιν τοῦ πονοῦντος μικροὺς καὶ ἀμυδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς ἐσχάτως, ὑπερβαλλόντως δ’ ἄμετρα καὶ ὥστε μόγις ἔτι κινεῖσθαι δύνασθαι, καὶ διὰ μακρῶν ἀναπαύσεων ἢ μηδόλως, ἀλλ’ ἱκανῶς ἐκλελύσθαι, πάνυ μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰ δὲ εἰς διάλυσιν τῆς δυνάμεως καταστρέφοι, τοὺς ἐκείνης ἰδίους. εἰρήσεται δὲ μικρὸν ὕστερον ὁποίους διαλυομένη δύναμις ἐργάσεται σφυγμούς.

Αὕτη μὲν ἡ ῥῆσις ἡ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένη. προσκείσεται δὲ νῦν καὶ ἡ αἰτία. ἐν τοῖς γυμνασίοις ἡ μὲν δύναμις ἅπαντι χρῆται τῷ τόνῳ καὶ διὰ τοῦτο οἱ σφυγμοὶ σφοδροὶ γίνονται· τὰ δὲ τῆς χρείας αὐξάνεται καὶ διὰ τοῦτο καὶ μεγάλοι καὶ ταχεῖς. καὶ ἐπειδὴ διχῶς αὐξάνεται, τῇ τε τοῦ πνεύματος δαπάνῃ καὶ τῇ τῆς θερμασίας αὐξήσει, διὰ τοῦτο καὶ πυκνοὶ γίνονται, μὴ πληρουμένης αὐτάρκως τῆς 

145
χρείας πρὸς τοῦ μεγέθους τε καὶ τοῦ τάχους αὐτῶν. τὰ δ’ ὑπὲρ τὴν δύναμιν τοῦ γυμναζομένου μικροὺς μὲν καὶ ἀμυδροὺς διὰ τὴν ταύτης ἀῤῥωστίαν, πυκνοὺς μὲν ἔτι διὰ τὴν τῆς χρείας ἔπειξιν, οὐ μὴν ταχίστους διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ἀλλ’ ἀντὶ τούτων πυκνοτάτους, καὶ παρ’ ὅσον ἡ ἐνέργεια πάμπολυ τῆς χρείας ἀπολείπεται. ὅταν δ’ ἐπὶ τοσοῦτόν τις ἀναγκάζηται πονεῖν ὥστε μὴ μόνον ὑπὲρ τὴν δύναμιν εἶναι τοὺς πόνους, ἀλλὰ καὶ συνεχῶν τῶν μεταξὺ διαναπαύσεων δεῖσθαι, καταψύχεται μὲν ἐν τῷ τοιούτῳ τὸ σύμπαν σῶμα, οἱ σφυγμοὶ δὲ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἀμυδροὶ καὶ μικροὶ, διὰ δὲ τὴν ψύξιν οὔτ’ ὠκεῖς οὔτε πυκνοί. πρόδηλος γὰρ ὁ λογισμὸς τῷ μεμνημένῳ τῶν πρώτων.

Λουτρὰ θερμὰ μὲν μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδροὺς, ἔστ’ ἂν ᾖ σύμμετρα· τὰ δ’ ἄμετρα μικρούς τε καὶ ἀμυδροὺς, ὠκεῖς δ’ ἔτι καὶ πυκνούς. εἰ δ’ ἐν τούτῳ παύσαιτο, μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιούς.

146

Ἐνετοῖς βαλανείοις, ὅταν γε κατὰ καιρὸν παραλαμβάνηται, πάντως τις ὠφέλεια γίνεται τῷ σώματι. ἤτοι γὰρ κεκμηκότες, ἢ τεθερμασμένοι, ἢ ἐψυγμένοι, ἢ ἐξηρασμένοι, ἢ ἄσης τινὸς ἢ ἀνωμάλου κράσεως αἰσθανόμενοι, ἢ κενώσεως χρῄζοντες, εἰς ταῦτα παραγινόμεθα. ἀλλ’ ἐν τοῖς εἰρημένοις ἅπασι καιροῖς εἰς εὐκρασίαν μὲν ἐπανέρχεται τὸ σῶμα, βελτίων δ’ ἡ δύναμις γίνεται, πρόσκαιρος δέ τις αὐξάνεται θερμασία, καί τι διαφορεῖται πνεύματος ἅμα τοῖς ἱδρῶσι. ὥστ’ εὐλόγως τά γε σύμμετρα λουτρὰ τὰ θερμὰ τοιαύτην τροπὴν ἐργάζεται σφυγμῶν, οἵαν ἀπεδείξαμεν γίνεσθαι τῆς τε δυνάμεως ὠφελουμένης καὶ τῆς χρείας αὐξανομένης. τὰ δ’ ἄμετρα πρόδηλον ὡς τὴν μὲν δύναμιν ἐκλύει, τὴν χρείαν δ’ ἀμέτρως ἐπαύξει, καὶ διὰ τοῦτο πυκνοτάτους ἐργάζεται, ταχεῖς δ’ ὁμοίως τοῖς πρόσθεν, ὅταν γε μὴ εἰς ἔσχατον ἥκῃ καταπτώσεως ἡ δύναμις. οὕτω γὰρ ἂν οἱ μυρμηκίζοντες καλούμενοι γένοιντο. εἰ δ’ ἀμέτροις βαλανείοις χρησάμενοι παύσαιντο καὶ μηκέτι λούοιντο, δῆλον ὅτι καὶ ἡ ἕξις κατέψυκται καὶ ἡ δύναμις καταλέλυται.

147
ὥστε καὶ ἡ τροπὴ τῶν σφυγμῶν τοιαύτη γένοιτ’ ἂν οἵαν ἐδείξαμεν ἐν τῷ πρώτῳ λόγῳ δυνάμεως ἀῤῥωστίᾳ καὶ χρείας ἀκολουθεῖν ἐκλύσει. τοῦτο γὰρ ἐν τῷ παρόντι μόνον ἀρκέσει, τὸ δεικνύναι, πῶς ἐξ ἑκάστου τῶν προηγουμένων τε καὶ προκαταρχόντων αἰτίων εἰς τὰ πρῶτα καὶ κυριώτατα καὶ συνεκτικὰ κληθέντα διικνεῖται ἡ τροπή. τὸ δ’ ὅπως ἐπ’ ἐκείνοις ἀνάγκη τοὺς σφυγμοὺς ἀλλοιωθῆναι διὰ τοῦ πρώτου δεδήλωται λόγου.

Ψυχρὰ δὲ λουτρὰ παραχρῆμα μὲν μικροὺς καὶ ἀμυδροτέρους καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰς ὕστερον δὲ οἷον ἄν τι καὶ τύχῃ ἐργασάμενα. πάντως γὰρ ἢ ναρκώσει, ἢ ῥώσει. ναρκώσαντα μὲν οὖν καὶ καταψύξαντα μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἐκθερμήναντα δὲ καὶ ῥώσαντα μεγάλους μὲν καὶ σφοδροὺς, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.

Τὰ ψυχρὰ λουτρὰ παραυτίκα μὲν ἐμψύχει πάντως, εἰς ὕστερον δὲ ἤτοι ῥώννυσιν ἢ καταλύει τὴν δύναμιν μετὰ καταψύξεως. τοῦτο γάρ ἐστι τὸ ναρκᾷν. ὥστε καὶ αἱ τροπαὶ

148
τῶν σφυγμῶν ἀνάλογον ταῖς εἰρημέναις αἰτίαις. ὅπερ δ’ οὐχ οἷόν τ’ ἦν προσδιορίσαι τοῖς εἰσαγομένοις, νῦν εἰρήσεται. ἡ ἔσω κίνησις τῶν ἀρτηριῶν ἐπὶ ταῖς ψυχρολουσίαις πλεονεκτεῖ τῆς ἔξω, ὡς ἂν καὶ τοῦ θερμοῦ ταύτῃ μᾶλλον ἐν τῷ παραυτίκα κινουμένου. καὶ εἰ δυνατὸν ἦν ἔσωθεν ἅψασθαι τῶν ἀρτηριῶν, πάντα τὰ τέως ἐν ταῖς διαστολαῖς φαινόμενα νῦν ἀνεφάνη κατὰ τὰς συστολὰς, τὸ μέγεθος, τὸ τάχος, ἡ σφοδρότης. ἐπεὶ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῶν ἐν ταῖς διαστολαῖς φαινομένων τοὺς σφυγμοὺς ὅλους οὕτως ὀνομάζομεν· μικροὺς μὲν, ὅτι πολὺ μείων ἡ ἐν τοῖς τοιούτοις καιροῖς διαστολὴ τῆς ἔμπροσθεν· οὕτω δὲ καὶ βραδεῖς, ὅτι καὶ ἡ κίνησις ἐκλέλυται σαφῶς. ἀλλὰ καὶ ἀραιοὺς, ὅτι καὶ οἱ ἄλλοι πάντες, ἐφ’ ὧν ἡ ἔσω πλεονεκτεῖ κίνησις, ἐφαίνοντο τοιοῦτοι τοῖς τῆς συστολῆς οὐκ αἰσθανομένοις. καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἀμυδροὺς δὲ οὐχ ἁπλῶς εἴπομεν, ἀλλ’ ἀμυδροτέρους ἐγράψαμεν, ἐνδεικνύμενοι διὰ τῆς λέξεως τὴν βραχύτητα τῆς εἰς τοῦτο μεταβολῆς.

Σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν

149
δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. Ἀρχιγένης δέ φησιν, ὠκυτέρους πλέον ἢ πυκνοτέρους. τὰ δὲ σύμμετρα μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδρούς. τὰ δ’ ἐλάττω ἢ ὡς τρέφειν αὐτάρκως οὐχ ὁμοίως τοῖς συμμέτροις, ἀλλ’ ἐλάττονά τε τὴν τροπὴν ἐργάζεται καὶ μέχρι χρόνου βραχέος.

Καθ’ ἕκαστον κεφάλαιον τῶν ἐν τῷδε τῷ γράμματι προβαλλομένων ἐνὸν ἡμῖν πρῶτον μὲν τὰ τοῖς ἄλλοις ὑπὲρ αὐτῶν δόξαντα λέγειν, ἔπειθ’ ὡς οὐκ ὀρθῶς ὑπέλαβον ἀντιλέγειν, οὐ ποιοῦμεν οὕτως, ἀλλ’ εὐθὺς ἐπ’ αὐτὸ τὸ δόκιμόν τε καὶ ἀληθὲς ἐρχόμεθα, τὸ μέγεθος τῆς πραγματείας ὡς ἔνι μάλιστα ἐπιτέμνειν σπεύδοντες. ὅπου γὰρ καὶ νῦν αὕτη καθ’ ἑαυτήν ἐστι μακρὰ, τί χρὴ νομίζειν, εἰ καὶ τὰς τῶν ἔμπροσθεν δόξας προσέλαβεν μετὰ τῆς δεούσης ἀντιλογίας; ἆρ’ οὐκ εἰς ἀπέραντόν τι μῆκος ἐκταθήσεται; ὅτῳ μέντοι καὶ σχολῆς τῆς πρὸς τὰ μαθήματα καιρὸς καὶ προθυμία τὰς δόξας τῶν ἰατρῶν ἁπάσας ἀναλέγεσθαι, τούτῳ σαφῶς οἶδα τήνδε τὴν πραγματείαν ἐπιβάθραν τινὰ ἐσομένην εἰς τὸ καὶ καθ’ ἑαυτὸν ἐξευρεῖν ὅπῃ μὲν ἀληθεύουσιν, ὅπῃ δὲ καὶ σφάλλονται. 

150
καὶ μέντοι καὶ ἡμῖν αὐτοῖς ἑτέρωθι γέγραπται πολλὰ τοῖς οὕτω προειρημένοις συντελέσοντα. περί γέ τοι τοῦ νῦν προκειμένου σκέμματος, ἐν οἷς ὑπὲρ τῆς Ἐρασιστράτου περὶ τοὺς σφυγμοὺς τέχνης ἐσκοπούμεθα, σαφῶς οἶμαι δεδεῖχθαι τὸ μοχθηρὸν τῆς δόξης. ἀλλὰ καὶ ὅσα διαφερόμεθα πρὸς τοὺς ἄριστα δοκοῦντας ἐγνωκέναι τὰ κατὰ τοὺς σφυγμοὺς, καὶ ταῦτά μοι δοκεῖ συνετὸς ἀνὴρ ἐκ τῶν ἐνθάδε γεγραμμένων ὁρμώμενος οὐ χαλεπῶς διαιτήσειν. εὑρήσει γὰρ αὐτῶν τὰ πλεῖστα τὰ μὲν ἐν τῇ λέξει μόνῃ, τὰ δ’ ἐν τῷ τῶν διορισμῶν ἀκριβεῖ συνιστάμενα, καθάπερ καὶ ταυτὶ τὰ νῦν προκείμενα· γράφοντος γὰρ Ἀρχιγένους οὕτω περὶ τῆς βαρυνούσης τὴν δύναμιν τροφῆς· ἡ δὲ τῷ θλίβειν ἀμυδροτέρους καὶ μικροτέρους, ταχυτέρους τε πλέον ἢ πυκνοτέρους. ἡμεῖς οὐχ οὕτως, ἀλλὰ πῶς ἐγράψαμεν; σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. καὶ ὅτῳ μέλει τῶν ἔργων τῆς τέχνης, οὐκ ἐπὶ τῶν σιτίων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπασῶν διαθέσεων ἐν αἷς ἡ δύναμις βαρύνεται τοὺς σφυγμοὺς ἀνωμάλους
151
εὑρήσει. καὶ τοῦτό γ’ ἐστὶν αὐτὸ τὸ διορίζον τὴν ἄῤῥωστον δύναμιν τῆς βαρυνομένης. εὐθὺς δ’ αὐτῷ συνεμφαίνεται καὶ τὸ ποσὸν τῆς βλάβης. εἰ μὲν γὰρ ἐν πολλοῖς τοῖς μεγάλοις τε καὶ σφοδροῖς ὀλίγοι τινὲς εὑρίσκοιντο μικροὶ καὶ ἀμυδροὶ, βραχεῖα ἡ βλάβη τῆς δυνάμεως· εἰ δ’ ἔμπαλιν ὀλίγοι μὲν οἱ μεγάλοι καὶ σφοδροὶ, πολλοὶ δ’ οἱ μικροὶ καὶ ἀμυδροὶ γίνοιντο, μεγάλως ἐπὶ τῶν τοιούτων διαθέσεων ἡ δύναμις κάμνει βαρυνομένη. μικροὶ δὲ καὶ ἀμυδροὶ σφυγμοὶ διαπαντὸς γίνονται μηδενὸς αὐτοῖς τῶν ἐναντίων παρεμπίπτοντος, οὐκ ἐν ταῖς βαρυνομέναις, ἀλλ’ ἐν ταῖς διαλυομέναις δυνάμεσιν. ἔστ’ ἂν δὲ κατὰ μὲν τὴν ἰδίαν οὐσίαν εὐρωστῶσι, βαρύνωνται δ’ ὑπό του καὶ θλίβωνται, πάντως παρεμπίπτουσιν οἱ σφοδροὶ καὶ ἀμυδροὶ σφυγμοὶ, κᾂν ἐν ἐσχάτῳ βλάβης ὑπάρχωσιν. ὀλιγώρως οὖν ὁ Ἀρχιγένης ἀμυδροτέρους τε καὶ μικροτέρους γράφει γίνεσθαι τοὺς ἐπὶ ταῖς βαρυνομέναις ὑπὸ τῶν σιτίων δυνάμεσι σφυγμούς. καταλυομένης γὰρ οὔτοι καὶ οὐ θλιβομένης δυνάμεώς εἰσι γνωρίσματα. ὥσπερ δ’ ἐν ταῖς κατὰ μέγεθός τε καὶ σφοδρότητα διαφοραῖς ἀνώμαλοι τυγχάνουσιν ὄντες, οὕτω κᾀν ταῖς κατὰ πυκνότητα καὶ τάχος.
152
οὐκ οὖν οὐδὲ τοῦτ’ ἔχω συμβαλεῖν ὅπως ἔγραψεν ὁ Ἀρχιγένης, θάττονας αὐτοὺς πλέον ἢ πυκνοτέρους ὑπάρχειν, εἰ μὴ ἄρα τοῦτο βούλεται δηλοῦν, ὡς ἀνωμάλων ὄντων αὐτῶν ὅμως πλείους εἰσὶν οἱ ταχεῖς τῶν βραδέων ἢ οἱ πυκνοὶ τῶν ἀραιῶν. καίτοι οὐδὲ τοῦτο ἀληθές ἐστιν ἁπλῶς οὕτω καὶ ἀδιορίστως λεγόμενον. ἀλλ’ αἱ μὲν ἐλάττους βλάβαι ταχεῖς μᾶλλον ἢ πυκνοὺς, αἱ δὲ μείζους ἔμπαλιν ἐπὶ πλέον πυκνοὺς ἢ ταχεῖς ἀπεργάζονται τοὺς σφυγμούς. ἡ δ’ αἰτία πρόδηλος ἐκ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ δεδειγμένων, εἴ γε τάχος μὲν οἰκεῖον εὐρώστου δυνάμεως, πυκνότης δ’ ἀῤῥώστου. καὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς εἰρημένων ὁ τῆς αἰτίας λογισμὸς πρόδηλος, εἴ τις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων εἴη μεμνημένος.

Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ τε παραχρῆμα τὴν τροπὴν ἐργάζεσθαι καὶ τῷ πρότερον παύεσθαι τὴν ἀπ’ οἴνου τῆς ἀπὸ σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν καὶ τὸ μέγεθος ἤπερ τὴν σφοδρότητα καὶ πυκνότητα. σχεδὸν γὰρ

153
ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν ἰσχὺν ἡ σύμμετρος τροφὴ παρέχει, τοσούτῳ καὶ τὸ μέγεθος ὁ οἶνος ἐξαίρει.

Καὶ οὗτος ὁ λόγος αὐτὸς αὑτὸν ἐξηγεῖται, τὰ πρὸς ἁπάντων εἰρημένα τῶν ἰατρῶν ὑπὲρ οἴνου δυνάμεως ἀναμιμνήσκων ἡμᾶς. ἔστι γὰρ ἡ ἀπ’ αὐτοῦ πρόσθεσις ταχεῖα, διότι καὶ ὑγρὸς καὶ θερμός. ὅσοι γὰρ ταχείης, φησὶ, προσθέσιος δέονται, ὑγρὸν ἴημα. ὅταν οὖν καὶ ποδηγῆται πρὸς τῆς θερμότητος ἡ ὑγρότης, ἔτι δὴ καὶ μᾶλλον. ἀλλὰ καὶ τῶν ἀθρόως καὶ ταχέως τρεφόντων ταχεῖα καὶ ἡ διαχώρησις γίνεται. διὰ τοῦτο οὖν ὥσπερ ταχεῖα, οὕτω καὶ βραχυχρόνιος ἡ ἀπὸ τοῦ οἴνου προσθήκη τοῖς σώμασιν. εὐδιάπνευστος γάρ. ὅτι δὲ διὰ μὲν τὸ τρέφειν ὁμοίως τοῖς σιτίοις ἀλλοιώσει τοὺς σφυγμοὺς, διὰ δὲ τὸ θερμαίνειν μᾶλλον ἢ ἐκεῖνα μέγεθός τε καὶ τάχος ἐπιφανέστερον αὐτοῖς προσθήσει, τοῖς μεμνημένοις τῶν ἐν τοῖς πρώτοις ὑποδείγμασι λελεγμένων ἄντικρυς δῆλον. τῶν δ’ ἑξῆς λεγομένων διὰ τῆς εἰσαγωγῆς οὐδενὸς ἄδηλος ἡ αἰτία τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων.

154
ὑπερβάντες οὖν αὐτῶν τὰ πολλὰ, μόνον τῶν ἀσαφεστέρας ἐχόντων αἰτίας μνημονεύσωμεν, ὧν ἓν καὶ τόδε ἐστίν. τί δή ποτε χολέραις μὲν καὶ ῥεύμασιν ἰσχυροῖς κοιλίας καὶ τῷ καλουμένῳ γυναικείῳ ῥῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ κενοῦν τὸ σῶμα καταλύουσι τὴν δύναμιν οἱ σκωληκίζοντες ἕπονται σφυγμοὶ, ταῖς δ’ ὑπὸ κακοήθους πυρετοῦ καταλυομέναις δυνάμεσιν οἱ μυρμηκίζοντες ἕπονται; ἢ ὅτι βραδὺν εἶναι δεῖ καὶ ἀραιὸν τὸν σφυγμὸν πάντως, ἵν’ ᾖ σκωληκίζων, οὔτε γὰρ οἷόν τε τὸ πρότερον τῆς ἀρτηρίας μόριον πρότερον φαίνεσθαι κινούμενον οὔθ’ οἷον περιγραφάς τινας γίνεσθαι πολλὰς ἐν μιᾷ διαστολῇ, μὴ οὐ βραδείας τε ἅμα καὶ ἀραιᾶς οὔσης τῆς κινήσεως. ἐν δὲ τοῖς ὀξέσι πυρετοῖς, ἐξ ἀνάγκης γὰρ οἱ κακοήθεις ὀξεῖς, οὐκ ἀνέχεται τὸ πλῆθος τῆς θερμασίας οὔτε βραδὺν ἐσχάτως οὔθ’ ὅλως ἀραιὸν γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ βραδὺς μέν ἐστιν, ἢ πάντως γε οὐ ταχὺς ὁ ἐν ταῖς καταλυομέναις δυνάμεσι, κᾄν τινες ἁμαρτάνωσιν περὶ τὴν διάγνωσιν αὐτοῦ, οὐ μὴν ἐσχάτως γε βραδὺς, ἀραιὸς δ’ οὐδ’ ὅλως, ἀλλ’ ἀεὶ πυκνὸς, καὶ ὅταν τὰ τῆς θερμασίας
155
ἐπείγῃ, πάνυ σφόδρα πυκνός. καιρὸς εἶναί μοι δοκεῖ καὶ τουτονὶ τὸν τρίτον λόγον ἐνταυθοῖ καταπαύσειν. ἐν δὲ τῷ τετάρτῳ τὰ λείποντα προσθήσομεν, ἀπὸ τῶν ψυχικῶν παθῶν ἀρξάμενοι.

156

Τῶν ἀλλοιούντων τοὺς σφυγμοὺς αἰτίων ὅσα μὲν δι’ ἑαυτὰ τὴν τροπὴν ἐργάζεται συνέχοντα τὴν γένεσιν αὐτῶν, καὶ διὰ τοῦτο συνεκτικὰ κεκλημένα, διὰ τῶν προτέρων δυοῖν ὑπομνημάτων ἐγράψαμεν· ὅσα δὲ ἐκείνων προηγεῖται, τὰ μὲν ἐν αὐτοῖς τῶν ζώων τοῖς σώμασιν ὑπάρχοντα, τὰ δ’ ἔξωθεν προσπίπτοντα·, ταῦτα ἐν τοῖς ἐχομένοις δύο προθέμενοι διελθεῖν, ἐπειδὴ καὶ διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου περὶ τῶν σφυγμῶν ἐφθάσαμεν εἰρηκέναι

157
περὶ αὐτῶν ἐν κεφαλαίοις τε καὶ χωρὶς ἀποδείξεως, ἄμεινον ἐκρίναμεν εἶναι καὶ νῦν αὐτῶν μνημονεύοντες αὐτοῖς ὀνόμασιν ἅμα μὲν ἐπιδιορίζειν ἀκριβέστερον, ἅμα δὲ καὶ τὰς αἰτίας ἀποδοῦναι. διὰ μὲν οὖν τοῦ τρίτου γράμματος τὸν περὶ τῶν ἡλικιῶν τε καὶ χωρῶν καὶ ὡρῶν καὶ φύσεων καὶ προσέτι τῶν καλουμένων ἐπιτηδευμάτων, ἐδεσμάτων τε καὶ πομάτων ἐποιησάμεθα λόγον· ἐν δὲ τούτῳ τῷ τετάρτῳ τε καὶ ὑστάτῳ τῆς προκειμένης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν αἰτίων ὁ λόγος ἡμῖν ἔσται, τὴν ἀρχὴν μὲν ἀπὸ τῶν ψυχικῶν παθῶν ποιησαμένοις, ἐφεξῆς δὲ καὶ περὶ τῶν σωματικῶν διελθοῦσι. προσγράψομεν δὲ κᾀνταῦθα καθ’ ἕκαστον κεφάλαιον τὰς ῥήσεις ἐκ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου.

Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός.

Καὶ τὰ περὶ θυμοῦ λεγόμενα δῆλα τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. ὑπὲρ οὗ δὲ οὐδέπω πρότερον ἀπεφηνάμεθα, νῦν μὲν ἀναγκαῖον ἤδη προσθεῖναι, πότερον φαίνεται μόνον σφοδρότερος ὁ τῶν θυμουμένων σφυγμὸς, ἢ ὄντως τοιοῦτος γίνεται. κατελίπομεν γὰρ αὐτὸ,

158
καίτοι διελθόντες ἐπὶ πλέον ἐν τῷ πρώτῳ λόγῳ, σχεδὸν ἄκριτον. οὐδὲ γὰρ οὕτως ἄν τις ἐπείσθη τότε, λεγόντων ἡμῶν ὅτι μὴ φαίνεται μόνον, ἀλλὰ καὶ γίνεται σφοδρότερος, ὡς νῦν προσθήσεται, προακηκοὼς ἐν τῷ μεταξὺ λόγῳ πολλὰ συντελοῦντα πρὸς τὴν πίστιν καὶ μάλιστα τὰ περὶ τῶν ἀνωμαλιῶν εἰρημένα. φαίνεται γὰρ ἐναργῶς ἐναλλὰξ ἐν ταύταις ὁ σφυγμὸς ἀμυδρὸς καὶ σφοδρὸς γινόμενος, οὐ δήπου τῆς δυνάμεως οὕτω ταχέως εἰς ἀῤῥωστίαν τε καὶ ῥώμην μεταπιπτούσης, ἀλλὰ διαμαχομένης μὲν τοῖς λυποῦσιν αἰτίοις, οὐκ ἀεὶ δ’ αὐτῶν κρατούσης. ἐναργέστατα δ’ ἐπὶ τῶν ἀγαθῶν κρίσεων οἱ σφυγμοὶ γίνονται σφοδροὶ, ἐπεγειρούσης τηνικαῦθ’ ἑαυτὴν τῆς δυνάμεως ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῆς ψυχικῆς δυνάμεως γινόμενον, οὐ μόνης τῆς ζωτικῆς. ἐκλελυμένοι γοῦν τινες ἐσχάτως ἢ διὰ γῆρας, ἢ διὰ νόσον, ἢ διά τινα προηγησάμενον κάματον, εἶτ’ ἐξαίφνης θεασάμενοι λῃστῶν ἔφοδον, ἢ πολεμίων, ἢ θηρίου τινὸς, ἔδραμον ὠκέως ἀποφεύγοντες τὸ δεινὸν οὐδὲν ἧττον τῶν ἰσχυρῶν. οὕτω δὲ καὶ διὰ σεισμὸν τινὲς ἐκπηδήσαντες
159
τῶν οἰκιῶν, ἢ δι’ ἐμπρησμὸν, ὠκύτατα διαθέουσιν, ἔμπροσθεν μόλις ὑπὸ τῆς ἀῤῥωστίας προβαίνοντες. ἐν ἅπασιν οὖν τοῖς τοιούτοις δῆλόν ἐστιν ὡς αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις ἀνάγκης τινὸς καταλαβούσης σφοδρότερον ἐνεργοῦσι, καὶ οὐ χρὴ θαυμάζειν οὐδ’ εἰ ἐν τοῖς θυμοῖς τοῦτο γίνεται. καὶ γὰρ φαίνεται καὶ λόγον ἔχειν, ὥσπερ οὖν καὶ γυμναζομένων καὶ ὁπωσοῦν ἀνδριζομένων οὐκ εἰς μέγεθος μόνον, ἀλλὰ καὶ εἰς σφοδρότητα τοὺς σφυγμοὺς ἰδεῖν ἔστιν τρεπομένους.

Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς καὶ βραδὺς, οὐ μὴν σφοδρότητί γε διάφορος.

Διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις ἡ ἐντός. εὐλόγως οὖν μείζων μὲν αὐτῶν ὁ σφυγμὸς γίνεται, σφοδρότερος δ’ οὐκ ἔτι. οὔτε γὰρ ἐπίκτητός τις προσγίνεται διὰ τὸ πάθος οὔτ’ ἰσχυροτέρας ἐνεργείας χρεία. δῆλον δ’ ὡς ἐπὶ τῆς κατὰ τὸν ἴδιον λόγον τῆς συμμέτρου ἀλλοιούσης τοὺς σφυγμοὺς ἡδονῆς εἴρηται ταῦτα. πολλάκις γὰρ κατὰ συμβεβηκὸς καὶ οἱ ἐναντίοι γίνονται σφυγμοὶ, τῆς

160
ἡδονῆς ἀμέτρου γινομένης, καὶ διὰ τοῦτο καταλυούσης τὴν δύναμιν. ἀλλὰ τότε γε οἱ ἐπὶ καταλύσεως δυνάμεως γίνονται σφυγμοί. προείρηται γὰρ ὡς τὰ σφοδρότερα τῶν παθῶν καθ’ ἑαυτὰ τὴν ὅλην τῶν σφυγμῶν ἀλλοίωσιν ἐργάζεται.

Λύπης δὲ μικρὸς καὶ ἀμυδρὸς καὶ βραδὺς καὶ ἀραιός.

Καὶ ἡ λύπη μετά τε καταψύξεως γίνεται καὶ τῆς ἔσω τοῦ θερμοῦ κινήσεως. εὐλόγως οὖν ἐπ’ αὐτῆς οἱ ἐναντίοι σφυγμοὶ τοῖς προειρημένοις ἕπεσθαι ταῖς ἡδοναῖς ἀποτελοῦνται.