De causis pulsuum

Galen

Galen, De causis pulsuum

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, τῶν μυούρων ἐφεξῆς μνημονεύσωμεν, ἀσθενείᾳ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἑπομένων. ὅταν γὰρ ὁ ἀπὸ τῆς καρδίας ἐπὶ τὰς κατὰ μέρος ἀρτηρίας διήκων τόνος ἀεὶ καὶ μᾶλλον ἐν τοῖς ποῤῥωτέρω μέρεσιν ἐκλύηται, μικροτέρας οὕτω καὶ ἀμυδροτέρας ἀναγκαῖον γίνεσθαι τὰς ἐν αὐτοῖς κινήσεις. πῶς οὖν ἐν τοῖς ἐγγυτέρω μέρεσι τῆς ἀρχῆς εὑρηκέναι τινές φασιν ἐνίοτε τὰς ἐλάττους κινήσεις; οὐκέτι γὰρ οἷόν τε λέγειν ἐπὶ τούτων ὡς ὁ παρὰ τῆς ἀρχῆς τόνος ἐν τοῖς ἐγγυτέρω μᾶλλον ἢ ἐν τοῖς ποῤῥωτέρω διαλύεται. ἐμοὶ μὲν δοκοῦσιν ἢ διὰ τὴν τῆς θέσεως τῶν ἀρτηριῶν ἀνωμαλίαν οὕτως φαντασθῆναι, ἢ εἰ καὶ ὄντως ἀληθεύουσιν, εἰς δυσκρασίας ἀνωμαλίαν ἀναφέρειν χρὴ τῶν τοιούτων σφυγμῶν ἁπάντων τὴν γένεσιν, ἵν’ ἡ παρὰ τῆς ἀρχῆς εἰς τὰς ἀρτηρίας ἐκτεταμένη δύναμις τοῖς μὲν εὐκράτοις αὐτῶν μορίοις εὐλόγως βέλτιον ᾖ χρωμένη, τοῖς δυσκράτοις δὲ χεῖρον. ὑπὸ γὰρ ἴσου τε καὶ ταὐτοῦ τόνου τὸ μὲν ὑγρότητί τε καὶ θερμότητι μετρίᾳ κεκραμένον ὄργανον ἑτοιμότερόν τε καὶ μᾶλλον κινεῖται,

86
τὸ δ’ αὐχμῶδες ἢ ὑγρὸν ὑπερβαλλόντως, ἢ ψυχρὸν, ἀργότερόν τε καὶ ἧττον.

Ἆρ’ οὖν καὶ τοὺς οἷον ἐπινενευκότας τε καὶ περινενευκότας σφυγμοὺς ὡσαύτως φυσιολογήσομεν, ἢ δύνανται μὲν ἴσως ποτὲ καὶ οὕτως γενέσθαι; πολλὰ μὴν ἐναργῶς ἐφάνησαν ἐμοὶ γοῦν δι’ ἑτέρας γιγνόμενοι προφάσεις. ὅταν μὲν γὰρ ἡ δύναμις ἄῤῥωστος ᾖ, σύντηξις δὲ τῶν περικειμένων ταῖς ἀρτηρίαις σωμάτων, καθ’ ὅ τι ἂν αὐτῶν μάλιστ’ ἐκτετηκὸς, καὶ διὰ τοῦτο κουφότατον ὂν, ἡ κίνησις ἀνακύψαι δυνηθῇ, κατὰ τοῦτο μάλιστα καὶ τὸ μέγεθος αὐτῆς ἐμφαίνεται. παραβαλλομένη γὰρ ἡ ἐν τούτῳ διαστολὴ ταῖς ἑκατέρωθεν μικροτέραις οὔσαις μύουρον κατ’ ἄμφω τὰ μέρη τὴν κίνησιν ἀποφαίνει. τοῦτο δ’ ἐν ταῖς ἰσχυροτάταις δυνάμεσιν οὐκ ἐνδέχεται γενέσθαι, χρὴ γὰρ ἀκίνητον αὐτὴν εἶναι, καὶ μὴ φέρειν τὸ βάρος τῶν ἐπικειμένων σωμάτων, ἵν’ αἰσθητὴν ποιήσῃ τὴν ὑπεροχὴν τῆς ἐν τῷ γυμνοτέρῳ μορίῳ διαστάσεως παρὰ τὰς ἐν τοῖς βεβαρημένοις.

87

Πῶς οὖν ἡ παρὰ τὴν θέσιν τῆς ἀρτηρίας ἀνωμαλία γίνεται τῶν σφυγμῶν; τοῦτο γὰρ ἔτ’ ἐνδεῖν ἔοικε τῷ λόγῳ. πῶς δ’ ἄλλως ἢ ὥσπερ Ἱπποκράτης εἶπε καθόλου περὶ πάσης ἡμᾶς διδάσκων διαστροφῆς; καὶ γὰρ καὶ ἡ τῆς μήτρας ὡσαύτως καὶ αἱ τῆς ῥάχεως καὶ τῶν μυῶν γίνονται, τεινομένων εἰς ἐκεῖνα τὰ μέρη τῶν σωμάτων εἰς ἅπερ καὶ διαστρέφεται. τῷ δ’ εἶναι πολλὰς τὰς τεινούσας αἰτίας δυσφώρατον τὸ καθόλου τοῖς πλείστοις τῶν ἀρχαίων ἰατρῶν ἐγένετο. καὶ γὰρ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ ἀποστήματα καί τινων ἀπέπτων φυμάτων γένεσις καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν ὄγκοι τείνειν πρὸς ἑαυτοὺς δύνανται τὰ συνεχῆ, ἤδη δὲ καὶ σκληρότης αὐχμώδης καὶ ψύξις ἄμετρος ὅμοιόν τι πήξει δρῶσα καὶ σπασμώδης σύντασις, ὧν ἄλλοτ’ ἄλλο διαστρέφει τὰς ἀρτηρίας. μάλιστα δὲ τὴν ἀνώμαλον δυσκρασίαν ἡγητέον διαστρέφειν.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, προσθεῖναι χρὴ τὸν περὶ τοῦ σπασμώδους σφυγμοῦ λόγον, ᾧ τὸ μὲν ὄνομα πρέπον ἀπό τε τῆς ἰδέας αὐτῆς

88
καὶ τοῦ παθήματος ὃ δηλοῦν πέφυκε. τείνεσθαι μὲν γὰρ ἐπ’ ἄμφω τὰ πέρατα δόξεις τὴν ἀρτηρίαν καὶ μικρὸν ὕστερον σπασμὸς τὸν ἄνθρωπον καταλαμβάνει. τί οὖν δὴ τὸ ἄπορον ἐνταῦθα καὶ τίνος ἕνεκα προβέβληται; εἰ μὲν ἡ καρδία καθάπερ ἀρτηριῶν, οὕτω καὶ νεύρων ἐστὶν ἀρχὴ, οὔτ’ ἄπορον οὐδὲν καὶ μάτην προβέβληται· εἰ δ’ ἄλλη μὲν ἀρχὴ νεύρων, ἄλλη δ’ ἀρτηριῶν, καὶ ταῖς μὲν σφυγμὸς ἐνέργεια, τοῖς δ’ αἴσθησίς τε καὶ κίνησις ἑκούσιος, ὥσπερ οὐκ ἔστι τῶν ἐνεργειῶν αὐτοῖς οὐδεμία μετουσία, οὕτως οὐδὲ τῶν παθημάτων ἔσται τις κοινωνία. ἢ κακῶς τοῦτο καὶ ψευδόμενοι λέγουσιν, ὅσοι γε δοκοῦσιν οὐκ εἶναι σφίσιν ἐπιμιξίαν; ὁ γάρ τοι πατὴρ τοῦ δόγματος ὁ θεῖος ἐκεῖνος Ἱπποκράτης, σύῤῥοια μία, φησὶ, σύμπνοια μία, πάντα πᾶσι συμπαθέα, φύσις κοινή. ἢ γὰρ ἂν, εἰ μὴ τοῦτ’ ἦν, δύο ἤστην οὕτω ζῶα καὶ οὐχ ἓν ἕκαστος ἡμῶν. νυνὶ δὲ καρδία μὲν ἀρτηρίας ἐγκεφάλῳ μεγάλας ἐκπέμπει δεσμὸν τῆς κοινωνίας, νεῦρα δ’ ἐγκέφαλος καρδίᾳ, κᾂν εἰ μὴ μεγάλα, τὸ γοῦν ἐκ τοῦ λόγου πρόσταγμα διαστέλλειν δυνάμενα. οὕτω δὲ καὶ ταῖς κατὰ μέρος ἀρτηρίαις αἱ παρὰ τῶν νεύρων ἶνες εἰς κοινωνίαν ἔρχονται, δι’ ὧν οὐκ
89
ἔργων μόνων, ἀλλὰ καὶ παθημάτων ἀλλήλοις μεταδιδόασι. καὶ οὐδὲν ἔτι θαυμάσιον, εἰ τοῦ νευρώδους γένους ἅπαντος ἑνουμένου ταῖς ἀρτηρίαις, ἡ κοινωνία τοῦ παθήματος ἐμφαίνεται, τῶν γε κατὰ μέρος ἀποφύσεων ἀλλήλαις ἐπιμιγνυμένων, καὶ τῶν ἀρχῶν, ὡς εἴρηται, ξυνημμένων.

Ἀλλὰ γὰρ ἐπεὶ καὶ τὰ περὶ σπασμώδους εἴρηται σφυγμοῦ, τὸ λοιπὸν ἔτι προσθετέον ἡμῖν ἐστιν εἰς τὴν περὶ τῶν ἀνωμάλων ἁπάντων φυσιολογίαν. λείπεται δ’, ὡς οἶμαι, πῶς ὑψηλοὶ καὶ ταπεινοὶ καὶ πλατεῖς καὶ στενοὶ καὶ μακροὶ καὶ βραχεῖς γίνονται σφυγμοί. πλεῖστοι γὰρ δὴ οὗτοι καὶ μάλιστα ποικίλλουσι τὰς ἀνωμαλίας πάσας τάς τε καθ’ ἕνα σφυγμὸν καὶ πολὺ δὴ μᾶλλον τὰς ἐν ἀθροίσματι. συμβαίνει δή τι τοιοῦτον ἐν τῷ διαστέλλεσθαι τὰς ἀρτηρίας, ἐπί τε τοῖς ὑγιαίνουσιν ἅπασιν καὶ τοῖς πλείστοις τῶν νοσούντων τῆς ἄνω περιφερείας αὐτῆς μᾶλλον αἰσθανόμεθα κινουμένης ἢ τῶν ἐν τοῖς πλαγίοις μερῶν. ἡ μὲν γὰρ ἐγγυτέρω τῆς ἁφῆς ἡμῶν ἐστι καὶ δι’ ἐλαττόνων ὁμιλεῖ σωμάτων, τὰ δ’ ἑκατέρωθεν αὐτῆς αὐτά τε πλέον ἄπεστι 

90
καὶ πλείω περιβέβληται τὰ διὰ μέσου σώματα. καὶ τοίνυν αὐτὸς ὁ κατὰ φύσιν σφυγμὸς, ἂν ἀκριβῶς ἐξετάζῃ τις, ὑψηλότερός ἐστιν, ἀπολειπομένης μὲν ἀεὶ τῆς εἰς τὸ πλάτος ἐν αὐτῷ κινήσεως, πλεονεκτούσης δὲ τῆς εἰς ὕψος. ἀλλ’ ἐπεὶ μέτρον οὗτος ἡμῖν καὶ κανὼν ἁπάντων τῶν ἄλλων, οὔθ’ ὑψηλὸν οὔτε στενὸν ὀνομάζομεν αὐτὸν, ἀλλ’ ὥσπερ οὖν πρέπει καὶ δίκαιόν ἐστιν, σύμμετρόν τε καὶ μέσον ἁπασῶν τῶν ὑπερβολῶν. εἰθισμένοι δὲ τούτῳ καὶ συντεθραμμένοι καὶ πολλάκις εὑρίσκοντες αὐτὸν οὐκ ἐπὶ τῶν ὑγιαινόντων μόνων, ἀλλὰ καὶ ἐπὶ τῶν νοσούντων, ῥᾳδίως γνωρίζομεν τοὺς ἀπολειπομένους ἢ ὑπερβάλλοντας αὐτὸν καθ’ ἡντιναοῦν τῶν διαστάσεων. καὶ γάρ τοι καὶ ὁ μακρὸς καὶ ὁ βραχὺς ὡς πρὸς τοῦτον λέγονται. καὶ ὅστις μὴ εἴθισται τῷδε, οὐχ ὅπως ὑψηλοῦ καὶ ταπεινοῦ καὶ πλατέος καὶ στενοῦ γένοιτ’ ἂν ἀκριβὴς γνώμων, ἀλλ’ οὐδὲ μακροῦ καὶ βραχέος. ὡς οὖν ἄνθρωπόν τινα πάντη σύμμετρον εἶναί φαμεν οὐ τῇ προχείρῳ κατὰ τὴν αἴσθησιν ἰσότητι τὸ μῆκος τῷ πλάτει καὶ βάθει παραβάλλοντες, ἀλλὰ τῇ κατὰ δύναμιν· οὐδεὶς γὰρ οὕτως εὑρεθείη βραχὺς ὡς ἀπολείπεσθαι τὸ μῆκος τοῦ πλάτους· οὕτω καὶ
91
σφυγμὸν σύμμετρον ὀνομάζομεν, τὴν κατὰ φύσιν ἀναλογίαν τε καὶ συμμετρίαν κανόνα τῆς ἰσότητος, οὐ τὴν αἴσθησιν ποιούμενοι. πάντως δὲ ἐν αὐτῷ τὸ μὲν μῆκος ὑπερέχει τοῦ βάθους, τοῦτο δ’ αὖ τοῦ πλάτους. αὐτὴν μὲν γὰρ εἰ νοήσαιμεν καθ’ αὑτὴν τὴν ἀρτηρίαν, γυμνὴν ἁπάντων τῶν περικειμένων σωμάτων, ἴσον ἔσται τὸ πλάτος τῷ βάθει. μᾶλλον δ’ οὐδ’ εἰπεῖν ἕξομεν ἐπί γε τῆς τοιαύτης τουτὶ μὲν εἶναι τὸ πλάτος, τουτὶ δὲ βάθος, ἀλλ’ ὥσπερ ὅμοιον ἑαυτῷ πάντη τὸ σῶμα κυκλοτερὲς ἀκριβῶς ὑπάρχει, οὕτω καὶ τῶν διαστημάτων οὐδεμία διαφορά. τεθείσης μέντοι κατά τινος ἑτέρου σώματος αὐτῆς, κάτω μὲν ἂν ἤδη λέγοιτο καθ’ ὧν στηρίζεται μορίων, ἄνω δὲ τὸ κατ’ ἄντικρυ. τὸ δ’ ἐν τῷ μέσῳ τῶν διαστημάτων κάτωθεν μὲν ἄνω νοοῦσιν ὕψος, ἄνωθεν δὲ κάτω βάθος. ἔνθα δ’ ὕψος καὶ πλάτος, ἐνταῦθα θάτερον τῶν διαστημάτων βάθος καὶ πλάτος. εἰ δὲ μὴ μόνον στηρίζοιτο κατά τινος, ἀλλὰ κᾀκ τῶν πλαγίων αὐτῶν καὶ προσέτι τῶν ἄνω περιλαμβάνοι τινὰ σώματα, παντί που δῆλον ὡς τὰ δι’ ἐλαττόνων σκεπασμάτων ἡμῖν ὁμιλοῦντα μόρια σαφεστέραν
92
ἐνδείξεται τὴν κίνησιν ἤπερ τὰ διὰ πλειόνων. ἀλλὰ μὴν ὧν γέ ἐστιν ἀρτηριῶν ἡ θέσις ὑπὸ τῷ δέρματι, τοιαῦται δ’ εἰσὶν ὧν ἐφαπτόμεθα τοὺς σφυγμοὺς διαγινώσκοντες, τούτων τὸ μὲν ἄνω διὰ μόνου τοῦ δέρματος ἡμῖν ὁμιλεῖ, τὰ δ’ ἑκατέρωθεν εἰς ὅσον ἀποχωρεῖ πρὸς τὸ πλάγιον εἰς τοσοῦτο διὰ μακροτέρου τε τοῦ διαστήματος πλεόνων τε τῶν ἐν τῷ μέσῳ σωμάτων. καὶ διὰ ταύτην τὴν ἀνάγκην ὑψηλότερος μὲν ἀεὶ πᾶς σφυγμός ἐστιν ὁ κατὰ φύσιν, εἰ παραβάλλοις ἀλλήλοις τὰ διαστήματα. λέγεται δὲ σύμμετρος καὶ κανὼν τῶν ἄλλων ὁμοίως τῷ Πολυκλείτου κανόνι. ὡς γὰρ ἐκείνῳ παραβάλλοντες τοὺς ἄλλους ἀνδριάντας ἁδροὺς, ἢ ἰσχνοὺς, ἢ πλατεῖς, ἢ στενοὺς, ἤ τι τῶν ἄλλων ἀμετριῶν ὄνομα προσαγορεύομεν, οὕτω καὶ τοὺς σφυγμοὺς τῷ κατὰ φύσιν ἀντεξετάζοντες ὑψηλοὺς, ἢ ταπεινοὺς, ἢ πλατεῖς, ἢ στενοὺς, ἢ μακροὺς, ἢ βραχεῖς, ἢ ἁδροὺς, ἢ ἰσχνοὺς, ἢ μεγάλους, ἢ μικροὺς ὀνομάζομεν. τίνες οὖν αἰτίαι τῆς γενέσεως αὐτῶν; τοῦτο γὰρ εἰπεῖν προὔκειτο. πρόχειρον μὲν ἦν ἤτοι δυσκρασίαν ἀνώμαλον αἰτιᾶσθαι τῶν ὀργάνων, ἢ διαστροφὴν ἐν τῇ θέσει. δέδεικται γὰρ ὅπως ἐν ταῖς τοιαύταις διαθέσεσιν
93
αἱ κινήσεις ἀνώμαλοι φαίνονται. ἀλλ’ ἐγὼ τοὺς μὲν ὑψηλοὺς ἔν τε τοῖς θυμοῖς καὶ πρὸ τῶν κρίσεων εὑρίσκω γινομένους, τοὺς δὲ πλατεῖς τοὐπίπαν ἐπὶ ταῖς κριτικαῖς ἐκκρίσεσιν. οὐκ ἔτι δὲ δύναμαι δυσκρασίαν ὀργάνων ἢ διαστροφὴν θέσεως αἰτιάσασθαι μόνας, γένοιτο γὰρ ἄν ποτε καὶ διά τι τούτων, ἀλλ’ αἱ πλεῖσται διαθέσεις ἐφ’ ὧν οἱ τοιοῦτοι φαίνονται σφυγμοὶ τῶν εἰρημένων αἰτίων ἐκτός εἰσιν. οὔτε γὰρ ἀνωμαλία κράσεως, ἤγουν εἰς τοσοῦτο τὴν φύσιν ὑπαλλάττουσα τῶν ὀργάνων, ὡς ἀνωμάλους ἐργάσασθαι τοὺς σφυγμοὺς, οὔθ’ ἡ τῆς θέσεως ἐξαλλαγὴ δύναιτ’ ἂν συστῆναί ποτε χωρὶς μεγάλης βλάβης ἢ χρόνου μακροῦ ὧν οὐδὲν οὔτε τοῖς θυμουμένοις οὔτε τοῖς ἤδη κεκριμένοις οὔτε τοῖς ὅσον οὐδέπω κριθησομένοις ὑπάρχει, ἀλλ’ ἐστὶ τὸ γινόμενον ἐπ’ αὐτῶν τοιοῦτο· μείζονα τὸν σφυγμὸν ἐργάζεται τοῖς θυμουμένοις τε καὶ κριθησομένοις, οὐ μὴν ὅσον γε μεῖζόν τι γίγνεται, τοσοῦτον καὶ φαίνεται. τῇ μὲν γὰρ εἰς ὕψος κινήσει τε καὶ διαστολῇ τῆς ἀρτηρίας ὅσον προσέρχεται φαίνεται πᾶν, τῇ δ’ εἰς τὸ πλάγιον τὸ πλεῖστον ἀφανίζεται, κατὰ τὸν αὐτὸν, οἶμαι, λόγον καθ’ ὃν καὶ τοῖς ἄνευ περιστάσεώς τινος
94
ὑγιαίνουσιν ἀεὶ πλεονεκτεῖν ἐδείκνυτο ἡ εἰς ὕψος κίνησις. μεμνημένοι τοιγαροῦν τῆς τότε καταστάσεως τῶν σφυγμῶν οὓς συμμέτρους ὀνομάζομεν, εἶτα νῦν εὑρίσκοντες ἱκανὸν μὲν εἰς ὕψος, οὐχ ἱκανὸν δ’ εἰς πλάτος, ἀλλ’ ἤτοι παντάπασιν ὀλίγον ἢ οὐδὲν ὅλως ἐπιδεδωκυῖαν τὴν κίνησιν, εὐλόγως ὑψηλοὺς ὀνομάζομεν τοὺς τοιούτους σφυγμοὺς, εἰ μέν τι καὶ τῷ πλάτει σαφὲς προσεγένετο, μεγάλους ἅμα καὶ ὑψηλοὺς καλοῦντες, εἰ δ’ οὐδὲν ὅλως αἰσθητὸν, ὑψηλοὺς μόνον, εἰ δ’ εἰς ἄμφω μὲν ηὐξήθησαν ὕψος, τε καὶ πλάτος, οὐκ ἀξιόλογος δ’ ἡ τοῦ ὕψους εἴη παρὰ τὸ πλάτος ὑπεροχὴ, μεγάλους μόνον τοὺς τοιούτους ὀνομάζοντες. ὅταν γὰρ ἐν ταὐτῷ λόγῳ τὸ προσαυξόμενον ὕψος ὑπερέχει τοῦ πλάτους, ᾧ κᾀν τῷ κατὰ φύσιν ὑπερέχῃ, τὴν αὐτὴν ἰδέαν τῷ συμμέτρῳ κληθέντι διασώζειν ἀνάγκη τὸν νῦν γινόμενον. οὐκ οὖν ὑψηλὸς, ὥσπερ οὐδ’ ἐκεῖνος, ἀλλὰ μείζων μόνον αὐτοῦ φαίνεται. τῶν γὰρ ταὐτὸν εἶδος διασωζόντων οὐκ ἐνδέχεται τὸν μὲν σύμμετρον, τὸν δ’ ὑψηλὸν καλεῖν, ἀλλ’ εἴπερ πάντη κατὰ τὴν αὐτὴν ἀναλογίαν ὁ ἕτερος ηὐξήθη, μείζονα μόνον. καὶ γὰρ οὖν καὶ περὶ τοῦ μήκους ὡσαύτως ἔχει. κατὰ μὲν γὰρ τὴν αὐτὴν 
95
ἀναλογίαν καὶ τοῦτο συναυξανόμενον τῷ βάθει τε καὶ τῷ πλάτει τὸν ὅλον σφυγμὸν, ὡς ἤδη λέλεκται, μείζονα φαίνεσθαι ποιεῖ. οὔκουν ἴσων ἁπλῶς δεῖ τῶν ἐπαυξανομένων ἐν τοῖς τρισὶ διαστήμασι κινήσεων, ἀλλ’ ἀνάλογον ἴσων, ἵν’ ὁ σφυγμὸς μείζων γένηται. τοῖς οὖν εἰθισμένοις τῇ τοῦ κατὰ φύσιν ἀναλογίᾳ ῥᾳδίως τὸ προσιὸν, ὅσον ἔξω τοῦ λόγου, γνωρίζεται. καὶ τοιαῦται μέν τινές εἰσιν αἱ γενέσεις τῶν προκειμένων σφυγμῶν, ἑξῆς δ’ ἂν εἴη τὰς αἰτίας εἰπεῖν δι’ ἃς ἢ σώζεσθαι τὴν φυσικὴν ἀναλογίαν ἐπ’ αὐτῶν, ἢ διαφθείρεσθαι πέφυκε. σώζεται μὲν οὖν, ὅταν μηδεμία μεγάλη τοῦ κατὰ φύσιν εἰς πολυσαρκίαν, ἢ λεπτότητα τῆς ἕξεως γένηται μεταβολὴ, ἀλλὰ μηδὲ ξηρότης ἄμετρος, ἢ ὑγρότης, η τις ἀνάγκη μεγάλη ἐσχάτης διαστολῆς. φθείρεται δὲ καὶ συγχεῖται διά τι τούτων παρὸν, οἷον αὐτίκα τὰ μὲν ἄλλα πάντα καλῶς ἐχέτω, μεγάλην δ’ οὕτως ἡ δύναμις ἐπειγέσθω ποιήσασθαι διαστολὴν, ὡς μὴ χωρεῖσθαι τὸν ὄγκον αὐτῆς ὑπὸ τῶν περιεχουσῶν τὰς ἀρτηρίας χωρῶν. ἀνάγκη γὰρ ἐν τῇ τοιαύτῃ καταστάσει τὸν σφυγμὸν ὑψηλὸν φανῆναι,
96
κᾂν μηδὲν τῶν ἀλλῶν ἔχῃς μέμψασθαι. ἄχρι γὰρ ἂν εἰς τοσοῦτον αἴρηται μέγεθος ἡ διαστολὴ τῆς ἀρτηρίας, ὡς μηδέπω στενοχωρεῖσθαι μηδαμοῦ, τὴν κατὰ φύσιν ἐν τοῖς τρισὶ διαστήμασιν ἀναλογίαν ἀποσώζει. στενοχωρηθεῖσα δὲ τοσοῦτον τοῦ κατ’ ἐκείνην τὴν διάστασιν ἀφεῖλεν ὅσον ἔτυχε κωλυθεῖσα τοῦ πρόσω. διὰ τοῦτο τοῖς θυμουμένοις, κᾂν ἄμεμπτον ἔχωσι τὴν ἕξιν, ὁ σφυγμὸς ὑψηλὸς γίνεται. τὸ γὰρ τῆς διαστολῆς ἐσχάτως ἄμετρον οὐδ’ ἡ τοιαύτη πέφυκεν ἕξις ἀλύπως ἀνέχεσθαι, ἀλλ’ ἤδη θλίβεται κάτωθέν τε κᾀκ τῶν πλαγίων ἡ ἀρτηρία. μόνον οὖν ὅσον γυμνὸν αὐτῆς ὑπὸ τῷ δέρματι τὴν θέρμην ἅπασαν ἐκδέχεται, ὅταν δ’ ἐν τοῖς ἄλλοις μὲν ἅπασιν ἡ διαστολὴ κωλυθῇ, τὸ δ’ ἄνω μόνον αὐτῆς ἀπαραπόδιστον φυλαχθῇ, πλεονεκτεῖν ἀνάγκη τῶν ἄλλων τὴν κατ’ ἐκεῖνο κίνησιν, ὅπερ ἦν οὐδὲν ἄλλο ἢ ὑψηλὸς σφυγμός. ἐπεὶ δὲ τοῖς θ’ ὑγιαίνουσιν ἅπασι καὶ τῶν νοσούντων τοῖς πλείστοις ταῖς μεγίσταις διαστολαῖς τῶν ἐπιπολῆς ἀρτηριῶν ὧν ἁπτόμεθα τὰ μὲν ἄλλα πάντα μόρια θλίβεταί τε καὶ στενοχωρεῖται καὶ κωλύει τὰς καθ’ αὑτὰ κινήσεις, τὰ δ’ εἰς ὕψος ἀνέχοντα μόρια πᾶσαν ἐλευθέραν τε καὶ ἀπαραπόδιστον
97
ἐπιδέχεται τὴν διαστολὴν, διὰ τοῦτο καὶ τοῖς ἰατροῖς τετήρηταί τε καὶ γέγραπται τῶν θυμουμένων σφυγμὸς ὑψηλός. ἢ γὰρ οὐκ εἶδον τὸ σπάνιον, ἢ ἀμελῶν εἶδον, ἢ τοῦτον οἰκεῖον ἐνόμιζον ἑκάστου τῶν παθῶν σφυγμὸν, ὃν καὶ συνεδρεύοντα αὐτοῖς ἑώρων πλειστάκις. εἰσὶ δ’ οἳ καὶ σιωπῶσιν ἑκόντες τὸ σπάνιον, ὅταν ἀπορῶσι τῆς αἰτίας, ἀλλὰ τούτου μὲν ἕνεκα κᾂν μέμψαιτό τις αὐτοῖς, τῶν ἄλλων ἁπάντων συγγνώμην νείμας. μύρια γὰρ οὕτως ἄξια γινώσκεσθαι σιωπηθήσεται. χρὴ δὲ τὸν ἀληθείας ἐραστὴν ἅπαν ἀκριβῶς τὸ φανὲν ἐκδιηγεῖσθαι, κᾂν ἀπορῇ τῆς αἰτίας. τί δὴ οὖν τὸ φαινόμενόν ἐστι; πολλοῖς τῶν ἰσχνῶν καὶ οὐ πάνυ τὴν δύναμιν εὐρώστων οἱ σφυγμοὶ θυμουμένοις μεγάλοι μὲν, οὐκέτι δὲ καὶ ὑψηλοὶ φαίνονται. τίς γοῦν καὶ ἡ τοῦδε αἰτία, οὐδὲ γὰρ οὐδὲ πόῤῥω που τῶν ἐξ ἀρχῆς ὑποκειμένων ἔοικεν ὑπάρχειν, εἴ γε δὴ τὴν ῥώμην τῆς δυνάμεως τηλικαύτην ἐλέγομεν εἶναι δεῖν ἐν τοῖς ὑψηλοῖς σφυγμοῖς, ὡς δύνασθαι μὲν ἐργάσασθαι μεγίστην διαστολὴν, μὴ χωρεῖσθαι δὲ ὑπὸ τῶν περιεχουσῶν
98
τὰς ἀρτηρίας χωρῶν. εἰ γὰρ τοῦτο, παντί που δῆλον ὡς ἐν ταῖς προειρημέναις διαθέσεσιν οὐκ ἐγχωρεῖ γίνεσθαι τὸν σφυγμὸν ὑψηλὸν, μήτε τῆς δυνάμεως εὐρωστούσης καὶ τῶν περὶ τὰς ἀρτηρίας χωρῶν εὐρυτάτων διὰ τὴν ἔκτηξιν γεγενημένων. ἐπεὶ δὲ καὶ τοῦτο θᾶττον ἢ κατὰ τὴν προσδοκίαν εὕρηται, δῆλον οἶμαι σὺν αὐτῷ καὶ τὸ τῶν πλατέων γεγενῆσθαι σφυγμῶν. ὁπόταν γὰρ ἀπολείπηταί πως ἡ δύναμις τῆς κατὰ φύσιν εὐρωστίας, εὐρύτης δ’ ἀξιόλογος ᾖ χωρῶν, προσγένηται δέ τι βάρος ἐκ τῶν ἄνωθεν μερῶν ταῖς ἀρτηρίαις, πλατύτερος ὁ τοιοῦτος σφυγμὸς φαίνεται τῷ συμμέτρῳ παραβαλλόμενος. τὸ δὲ βάρος τοῦτο τὸ προσγινόμενον πολλάκις μὲν ἡ τοῦ δέρματός ἐστιν αὐτοῦ ῥυσσότης, ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει καὶ τῶν ἰσχνῶν μὲν, οὐ μὴν τῶν κατεξηρασμένων γε τὴν ἕξιν, ἐξ οὗ γένους εἰσὶν οἱ κεκριμένοι προσφάτως, πολλάκις δὲ δι’ ὑγρότητα, καὶ μάλισθ’ ὅταν αὐτὰ τὰ σώματα τῶν ἀρτηριῶν γεγένηται διάβροχα, καθάπερ ἐν τοῖς ὑδέροις. καταῤῥεῖ γὰρ αὐτῶν τὰ ἐπ’ ἄκρου τοῦ ὕψους τεταγμένα μόρια καὶ φέρεται κάτω τὰ μὲν εἰς αὐτὴν τῶν ἀρτηριῶν τὴν κοιλότητα, τὰ δ’ εἰς τὰ πλάγια. τοσοῦτον οὖν
99
ἀνάγκη τῆς εῖς ὕψος ἀνόδου κωλύεσθαι τοὺς σφυγμοὺς, ὅσον ὑπεῤῥύη κάτω τὸ νῶτον τῆς ἀρτηρίας. καὶ δὴ καὶ πλεονεκτεῖν διχόθεν ἀναγκαῖον ἤδη τὸ πλάτος ἔκ τε τῶν εἰς τὰ πλάγια παραῤῥεόντων τῆς ἀρτηρίας μερῶν θλιβόντων τε καὶ διὰ τοῦτο πλατυνόντων τὰ κάτω κᾀξ ὧν αὐτὸ τὸ ὕψος ἔφθανε κεκολοῦσθαι. ἤρκει δ’, οἶμαι, καὶ θάτερον αὐτῶν τὸν σφυγμὸν ἀποφῆναι πλατὺν, ἢ μειωθὲν τὸ ὕψος, ἢ αὐξηθὲν τὸ πλάτος. ἐπεὶ δ’ ἄμφω συνέπεσε, διὰ τοῦτ’ ἐναργὴς καὶ ἀξιόλογος ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ πλατύτης ἐμφαίνεται. πῶς οὖν ὁ μακρὸς καλούμενος γίνεται σφυγμός; εὑρίσκεται γάρ ποτε τοῖς μὲν τέσσαρσι δακτύλοις ἡ κίνησις ὑποπίπτουσα, στενὴ μέντοι καὶ ἀμαυρὰ εἰς τοσοῦτον ὡς χορδῆς ἔμφασιν εἶναι λεπτῆς, ἢ καὶ τοῦτο χαλεπὸν οὐδὲν ἐξευρεῖν ἐξ αὐτῶν ὧν εἴπομεν ὁρμωμένους; εἴτε γὰρ οἷον ἰσχνῆς τινος χορδῆς εἴτε οἷον τριχὸς ἡ προσβολὴ φαίνοιτο, σκληρότης ἐξ αὐτοῦ μεγάλη τις ἐμφαίνεται τοῦ χιτῶνος τῶν ἀρτηριῶν. ἀλλ’ οὐ μόνη· οὕτω μὲν γὰρ ἂν σκληρὸς ἁπλῶς ἦν ὁ σφυγμός. ἐπεὶ δὲ καὶ στενὸς καὶ ταπεινός ἐστιν, ἀναγκαῖον ἀῤῥωστοτέραν 
100
εἶναι τὴν δύναμιν ἢ ὥστε διαστέλλειν βιαίως, δυσπειθὲς ὑπὸ σκληρότητος ὄργανον. τί δ’ οὖν εἰ τοῦτ’ ἐστιν ἀληθὲς, οὐχὶ καὶ βραχὺς εὐθέως ὁ τοιοῦτος γίνεται σφυγμός; ἢ καὶ τούτου τὴν αἰτίαν εὑρήσομεν ἀναμνήσαντες τὰς διαθέσεις ἐφ’ ὧν οἱ τοιοῦτοι γίνονται σφυγμοί; τίνες οὖν αἱ διαθέσεις; ἡ μὲν ἕξις τοῦ σώματος λεπτὴ, περιτεταμένον δὲ καὶ ξηρότερόν πως τὸ δέρμα. εἴπερ οὖν τὸ χαλαρὸν ἅμα καὶ παχὺ κατακρύπτει πολὺ τῆς κινήσεως, τὸ λεπτὸν καὶ τεταμένον ἀκριβῶς ἅπαν διασώζει. καὶ δῆλον ἤδη γέγονεν ὡς χρὴ συνελθεῖν λεπτότητα μὲν ὅλης τῆς ἕξεως, ξηρότητα δὲ τοῦ δέρματος, σκληρότητα δὲ τῶν ὀργάνων, ἀῤῥωστίαν δὲ τῆς δυνάμεως, ἀλλ’ οὐκ ἐσχάτην. ἄσφυκτος γὰρ ἂν οὕτως ἦν ὁ ἄνθρωπος, οὐ μακρόσφυκτος. οὐδὲ ὅλως γὰρ εἰς αἰσθητὴν ἐξαίρει κίνησιν ἡ παντελῶς ἐκλελυμένη δύναμις μὴ ὅτι τὸ σκληρὸν ἀγγεῖον, ἀλλ’ οὐδὲ τὸ μαλακόν. ὁ μὲν οὖν οὕτως μακρὸς σφυγμὸς κατὰ ἐξοχήν τινα προσαγορεύεται, λεπτὸς δ’ αὐτῷ καὶ ἰσχνὸς ὄνομα τό γε ἴδιον, ὁ δ’ ἁπλῶς καὶ κυρίως μακρὸς, ᾧ μὴ συνεπινοεῖται τῶν ἑτέρων δυοῖν διαστάσεων τὸ ποσὸν, ἤτοι διὰ λεπτότητα τοῦ σώματος ἢ δι’ οἰκεῖον μέγεθος
101
ἀποτελεῖται τοιοῦτος· ὁ δὲ δὴ βραχὺς, ὅταν καθ’ ἓν ὁτιοῦν μόριον μικρὸν ἡ ἀρτηρία μόνῳ τῷ δέρματι σκέπηται, τὸ δ’ ἑκατέρωθεν ἐκείνου πᾶν αὖθις ἀθρόως εἰς τὸ βάθος δύηται. τότε γὰρ ἀνάγκη ἐπιπολῆς μόριον αὐτῆς τὸ ὑπὸ τῷ δέρματι, σαφῆ τὴν κίνησιν ἅπασαν ἐνδείκνυσθαι, τὰ δ’ ἐν τῷ βάθει πολλῶν ἐπίπροσθεν ὄντων σωμάτων κατακρύπτεσθαι. τοῦτο δὲ φύσει μὲν πολλοῖς ὑπάρχει, κατὰ διαθέσεις μέντοι νοσώδεις ὀλίγοις, ὅταν ἐν τῇ διαθέσει διαστροφὴ τις τῆς ἀρτηρίας γένηται, καὶ μικρὸν μὲν ἐπιφανὲς αὐτῆς ᾖ μόριον, τὰ δ’ ἄλλα πάντα πρὸς τὸ βάθος ἔσω κατασπασθῇ. ἔστι δὲ καὶ ὁ τοιοῦτος σφυγμὸς τῶν κατ’ ἐξοχὴν λεγομένων βραχέων, ἐπεὶ τό γ’ ἴδιον ὄνομα καὶ τοῦδε παχὺς καὶ ἁδρός. ὁ δ’ ἁπλῶς βραχὺς ἢ πολυσαρκίας, ἢ μικρότητος ἔγγονος ὑπάρχει. εἴρηταί μοι σχεδὸν ὑπὲρ ἁπάντων ἤδη τῶν ἀνωμαλίαν ἐργαζομένων αἰτίων, εἰ γάρ τι καὶ παραλέλειπται μικρὸν, οὐδὲν ἂν εἴη χαλεπὸν ἐκ τῶν εἰρημένων ἀνευρίσκειν.

Περὶ δὲ τῶν ἀτάκτων τε καὶ τεταγμένων ἤδη ῥητέον. ἐπεὶ τοίνυν ἀνώμαλοι πάντες εἰσὶν οἱ τοιοῦτοι σφυγμοὶ,

102
καθάπερ καὶ ἐν τοῖς περὶ διαφορᾶς αὐτῶν δεδήλωται, διαλλάττουσι δὲ τῷ τοὺς μὲν ἐν περιόδοις τισὶ διασώζειν τὴν ἰσότητα, τοὺς δὲ πάντη συγχέειν, ἓν κοινὸν κατὰ πάντων αὐτῶν ἐν βραχεῖ τόδε χρὴ διαγινώσκειν, ὡς τῆς αἰτίας, ἥ τις ἂν ἑκάστοτε τὴν ἀνωμαλίαν ἐργάζηται, ἐστηριγμένης μὲν ἐν τοῖς τεταγμένοις, ἀστηρίκτου δ’ ἐν τοῖς ἀτάκτοις οὔσης. καὶ μέντοι καὶ τῆς φύσεως, εἴπερ τι ἄλλο, καὶ ἡ τάξις οἰκεῖον, ὥσπερ οὖν καὶ ἡ ὁμαλότης. ἐὰν οὖν θάτερον αὐτῶν συγχυθῇ, μικροτέραν ἐνδείκνυται τὴν βλάβην, ἐὰν δ’ ἄμφω, μείζονα, συγχεῖται δ’ ἄμφω μὲν ἐν τοῖς ἀτάκτοις, θάτερον δ’ ἐν τοῖς τεταγμένοις μὲν, ἀνωμάλοις δὲ δηλονότι.

Τὰ δ’ ἐν ταῖς τῶν ῥυθμῶν ἐξαλλαγαῖς αἴτια, ταῦτα γὰρ ὑπόλοιπα διελθεῖν, οὐ χαλεπῶς ἂν οὐδ’ αὐτά τις εὑρίσκοι τῶν ἐξ ἀρχῆς ἐχόμενος. εἴπερ γὰρ ὀρθῶς ἡμῖν ἀποδέδεικται κατὰ μὲν τὰς διαστολὰς τῶν ἀρτηριῶν ἕλκεσθαί τις ἀερώδης οὐσία, κατὰ δὲ τὰς συστολὰς ἐκκρίνεσθαι τὸ περιττόν τε καὶ οἷον καπνῶδες τῆς ἐκ τῶν χυμῶν συγκαύσεως, ἀναγκαῖον ἔσται τῆς μὲν τοῦ διαστέλλεσθαι χρείας ἐπειγούσης μείζω τε καὶ θάττω γίνεσθαι τὴν διαστολὴν, τῆς δὲ τοῦ

103
συστέλλεσθαι τὴν συστολήν. ταῦτ’ ἄρα καὶ τῶν ἡλικιῶν ἐν αἷς μὲν πλείστη δαπάνη χυμῶν, αὗται δ’ εἰσὶν αἱ μέχρι τῆς ἀκμῆς, ἐν ταύταις μὲν ὀλίγον ἀπολείπεται ἡ διαστολὴ τῆς συστολῆς, ἐν αἷς δ’ ἐλαχίστη, τοῦτο δ’ ἐν ταῖς πρεσβυτικαῖς γίνεται, παρὰ πολὺ πλείων ἐν ταύταις ὁ τῆς συστολῆς ἐστι χρόνος τοῦ τῆς διαστολῆς, εἰ γάρτοι καθ’ ὅλον τὸ σῶμα διαπνοὴ τῆς συστολῆς τῶν ἀρτηριῶν ἔργον ἐστίν. ἐν μὲν γὰρ ταῖς διαστολαῖς ἕλκουσιν εἰς ἑαυτὰς, ὥσπερ οὖν διὰ τῶν ἄλλων ἁπάντων στομάτων, οὕτω καὶ διὰ τῶν εἰς τὸ δέρμα περαιουμένων. οὐκ οὖν ἐκκρίνεταί τι τηνικαῦτ’ ἐκ τοῦ σώματος, ἀλλ’ εἴσω μᾶλλον πάντως ἕλκεται. ἐν δ’ αὐταῖς ταῖς συστολαῖς ἔμπαλιν ἐκκρίνεται μὲν, ἕλκεται δ’ οὐδέν. ὅτι δ’ ἐν αἷς ἡλικίαις οὐκ εἰς τὸ τρέφεσθαι μόνον, ἀλλὰ καὶ εἰς τὸ αὔξεσθαι κατεργάζεται τοὺς χυμοὺς ἡ φύσις, ἐν ταύταις ἀνάγκη καὶ τὰ περιττώματα πλείω γίνεσθαι, πρόδηλόν ἐστιν. ἀνάλογον γὰρ ἀεὶ τῷ ποσῷ τῶν κατεργαζομένων χυμῶν τὸ ποσόν ἐστι τοῦ περιττώματος. ἔνθα οὖν ἡ πλείστη κατεργασία, πλεῖστον ἐνταῦθα καὶ τὸ περίττωμα, ἔνθα δ’ ἂν πλεῖστον περίττωμα, συνεχοῦς τε ἅμα τούτῳ καὶ πολλῆς δεῖται
104
τῆς ἐκκρίσεως, ὥσπερ, οἶμαι, καὶ ἐν τοῖς κατὰ τὴν γαστέρα τε καὶ τὴν κύστιν ἔχει περιττώμασιν. ἀλλὰ τὰς μὲν τούτων ἐκκρίσεις ταῖς αἰσθήσεσι διαγινώσκομεν, τὰς δὲ τῶν ἐν ταῖς ἀρτηρίαις ὁ λόγος ἐξευρίσκει. καὶ οὐκ οἶδ’ εἴ τις ἢ οὐ καὶ διὰ τῆς ἐκτὸς ἐπιφανείας ὁμολογήσει κενοῦσθαι τὰς ἀρτηρίας, ἢ οὐ καθ’ ὃν εἴπομεν τρόπον. ἀποδέδεικται δ’ εἰς ὅσον ἐχρῆν ὑπὲρ αὐτῶν ἐν τῷ περὶ χρείας σφυγμῶν. εἰς δὲ τὸν παρόντα λόγον ἀρκεῖ καὶ τὰ νῦν εἰρημένα.

105

Τὰς μὲν ἀπὸ τῶν πρώτων τε καὶ κυριωτάτων αἰτίων ἀλλοιώσεις τῶν σφυγμῶν ὁ πρόσθεν λόγος αὐτάρκως ἐξηγήσατο, τὰς δ’ ἀπὸ τῶν ἄλλων ἁπάντων, ὅσαι μὴ δι’ ἑαυτῶν ἄντικρυς, ἀλλὰ τῷ τὰ πρῶτα τρέπειν αἴτια σφυγμῶν λέγεται, νῦν ἐπέξιμεν. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστι παρὰ φύσιν, τὰ δὲ κατὰ φύσιν, τὰ δὲ ἐν τῷ μεταξὺ τούτων, ἃ δὴ καὶ οὐ φύσει καλοῦσιν, εὔλογον ἀπὸ τῶν κατὰ φύσιν ἄρξασθαι, καὶ τάξιν γε τὴν αὐτὴν ἐπιθεῖναι τῷ λόγῳ ἥν περ κᾀν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ πεποιήμεθα. τά τε

106
γὰρ ἄλλα καὶ γένοιτ’ ἂν ἐξήγησίς θ’ ἅμα τῶν ὀρθῶς ἐν αὐτῷ λεγομένων ἔνδειξίς τε τῶν εὐλόγως παραλελειμμένων, παραλέλειπται δὲ τὰ μὲν ὅλως, τὰ δ’ ἐν τῷ μὴ διορίσασθαι. πᾶν γὰρ ὅσον ἔμελλεν ἀσαφὲς ἔσεσθαι τοῖς ἀρχομένοις τῆς θεωρίας, ἐδόκει χρῆναι παραλιπεῖν. παραλέλειπται δ’ οὐχ ἥκιστα καὶ ὁ τῆς αἰτίας λογισμός. ἄμεινον γὰρ ἦν τοῖς εἰσαγομένοις ἐπ’ αὐτῶν τῶν ἔργων γυμνάσασθαι πρότερον ἐμπειρικῶς, ἔπειθ’ ὕστερον ἅπασαν ἐκδιδαχθῆναι τῷ λόγῳ τὴν οὐσίαν τοῦ πράγματος. ὡς τοίνυν γεγυμνασμένοις αὐτοῖς καὶ μανθάνειν τοὺς τελειοτέρους λόγους δυναμένοις ἥδε ἡ πραγματεία σύγκειται, διὰ μὲν τῶν προτέρων δυοῖν ὑπομνημάτων εἰς ὅσον αὔταρκες ὑπὲρ τῶν συνεκτικῶν ὀνομαζομένων αἰτίων διαλεχθεῖσα, διὰ δ’ αὖ τῶν λοιπῶν δυοῖν, τούτου τε καὶ τοῦ μετ’ αὐτὸν, περὶ τῶν ἄλλων ἁπάντων ἐκδιδάξουσα. ἀρκτέον δὲ ἤδη τοῦ λόγου προχειριζομένους ἑκάστην ῥῆσιν τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων, ἔπειτ’ ἐξηγουμένους. εἴη δ’ ἂν ἡ πρώτη τῶν εἰς τὸν παρόντα λόγον ἐπιτηδείων ἥδε.

107

Ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς τὸν σφυγμὸν ἔχουσιν.

Ἡ μὲν λέξις αὕτη. καὶ διότι πρῶτος οὗτος ὁ λόγος ἐπιτηδειότερος ἦν λέγεσθαι δι’ ἐκείνου τοῦ γράμματος δεδήλωται. ὥστε, οὐ γὰρ ἔθος ἡμῶν περὶ τῶν αὐτῶν γράφειν πολλάκις, ἐπὶ τὰς αἰτίας ἰτέον ἤδη καὶ δεικτέον τὴν ἀνάγκην τῆς φύσεως τοῦ πράγματος, δι’ ἣν οὕτω μὲν ἀνδράσιν, οὕτω δὲ γυναιξὶν ἔχει τὰ κατὰ τοὺς σφυγμούς. ᾧδ’ οὖν. ἐπειδὴ θερμότερόν ἐστι καὶ ξηρότερον τὸ ἄῤῥεν τοῦ θήλεος, ὡς καὶ τοῖς ἀρίστοις τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων εἴρηται, καὶ ἡμῖν δὲ δι’ ἑτέρων ἀποδέδεικται, τήν τε χρείαν ἀναγκαῖον ἤδη τῆς τῶν σφυγμῶν γενέσεως καὶ τὴν τῶν ὀργάνων κατασκευὴν ἑτεροίως ἔχειν αὐτοῖς· εἰ δὲ τοῦτο, καὶ αὐτοὺς τοὺς σφυγμούς. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὡς πλήθει θερμασίας οἰκεῖός ἐστιν ὁ μέγας σφυγμός. εἴπερ οὖν θερμότερον τὸ ἄῤῥεν τοῦ θήλεος, εὐθὺς ἂν καὶ μείζους ἔχοι τοὺς σφυγμοὺς, καὶ εἰ πολλῷ θερμότερον,

108
πολλῷ μείζους. ἀλλὰ μὴν καὶ θερμότερον καὶ πολλῷ θερμότερόν ἐστιν, ὥστε καὶ μείζους καὶ πολλῷ μείζους ἕξει τοὺς σφυγμούς. ἀλλ’ ὅτι μὲν θερμότερον ἔκ τε τῶν περὶ κράσεων ἡμῖν ἤδη γεγραμμένων καὶ τῶν ἔτι πρότερον τοῖς παλαιοῖς εἰρημένων αὐτάρκως ἀποδέδεικται· ὅτι δὲ καὶ πολλῷ, τοῦτ’ οὐκέτι οὔτε ὑμεῖς οὔτε ἄλλος τις ἀπέδειξε. νῦν οὖν ἀποδεικνύσθω, ἢ οὐδέπω πιστὸς ὁ σύμπας λόγος. πρῶτον μὲν ἀναμνησθῆναι χρὴ τοῦ προκειμένου τῇ λέξει καὶ πᾶσαν αὐτὴν ἀναγνῶναι, καθ’ ἕκαστον ὄνομα προσέχοντα τὸν νοῦν. τί γάρ φησιν; ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ τὸν σφυγμὸν ἔχουσι. τί δὴ τοῦτ’ ἔστι τὸ ἐπίπαν ἐπιμελῶς χρὴ διασκέψασθαι. οὐ γὰρ δὴ μάτην γε πρόσκειται, ἀλλ’ ἔστιν ἐν αὐτῷ τὸ πᾶν κῦρος τοῦ λόγου. τῷ γὰρ μήτε ἐξ ἀρχῆς εὐθὺς ὡσαύτως ἅπαντας ἡμᾶς κεκρᾶσθαι μήτ’ ἐπιτηδεύμασι μήτε διαίταις ὁμοίαις κεχρῆσθαι τὸ καθόλου τῆς ἀποφάσεως διαφθείρεται, δυναμένης ποτὲ γυναικὸς εὑρεθῆναι μὴ ὅτι πολλῷ μικρότερον, ἀλλὰ μηδὲ μικρὸν ὅλως, μηδ’ ἴσον, ἀλλὰ καὶ σαφῶς μείζονά τινων ἀνδρῶν ἐχούσης
109
τὸν σφυγμόν. ἄνδρα γάρ μοι νόει φλεγματικώτερον φύσει, ψυχρὰ δ’ ἂν ἥδε κρᾶσις εἴη καὶ ὑγρὰ παραβαλλομένη γυναικὶ χολωδεστέρᾳ φύσει, τοῦτ’ ἔστι θερμοτέρᾳ τε καὶ ξηροτέρᾳ. ἀρκείτω δὲ μὴ τοῦτο μόνον, ἀλλ’ ὁ μὲν τὸν Πόντον, ἡ δὲ τὴν Αἴγυπτον ἐποικείτω, καὶ σκιατροφείσθω μὲν καὶ ἀργείτω καὶ διατεθρύφθω κατὰ τὴν δίαιταν ὁ ἀνὴρ, θυραυλείτω δ’ ἡ γυνὴ καὶ γυμναζέσθω πολλὰ καὶ μετρίως διαιτάσθω, μείζων ὁ τῆς τοιαύτης γυναικὸς ἢ ὁ τοῦ ἀνδρὸς ἔσται σφυγμός. ἀλλ’ ἐὰν ἐν τῇ φύσει διαιτώμενον ἑκάτερον φυλάξῃς καὶ τὴν οἰκείαν κρᾶσιν ἐξ ἀρχῆς κεκραμένον ἑνί τε χωρίῳ καὶ ταὐτῷ χρώμενον, οὐ μείζων μόνον, ἀλλὰ καὶ πολὺ μείζων ὁ τοῦ τοιούτου ἀνδρὸς σφυγμὸς γένοιτ’ ἄν. ὅσον μὲν γὰρ ἐπὶ τῇ φυσικῇ κράσει μείζων ἁπλῶς, οὐ μὴν πολλῷ μείζων γένοιτ’ ἄν. ἐπεὶ δὲ τὸ ἀπὸ τῶν οἰκείων ἐπιτηδευμάτων ἑκατέρῳ προσέρχεται διάφορον, ἡ μὲν γὰρ ἀταλαίπωρον, ὁ δὲ ἐν πόνοις πλείοσι διαιτᾶται, πολὺ δή τι θερμότερος ὁ ἀνὴρ οὕτω γίνεται καὶ διὰ τοῦτο τοὺς σφυγμοὺς πολλῷ μείζους ἴσχει τῆς γυναικός. πρόσκειται δὲ τὸ ἐπίπαν 
110
ἐν τῇ ῥήσει τοῖς εὐφυεστέροις τῶν εἰσαγομένων οἷον κέντρον τι, διεγεῖρόν τε καὶ παρορμῶν ἐπὶ τὴν ἔρευναν ἁπάσης τοῦ πράγματος τῆς φύσεως. εὐθὺς γὰρ καὶ περὶ τῆς κατὰ φύσιν ἐν ἀνδρὶ καὶ γυναικὶ διαφορᾶς ἐννοήσουσί τε καὶ πᾶν ἐπιβλέψουσιν τὸ κατὰ πάντα ζῶα γένος ἄῤῥεν ὡς ἰσχυρότερόν ἐστι τοῦ θήλεος, καὶ ὡς τῷ μὲν θήλει τὸ κύειν τε καὶ θηλάζειν καὶ ὅλως ἐκτρέφειν τὰ γεννηθέντα κατὰ φύσιν, τῷ δ’ ἄῤῥενι τό τε τροφὰς ἐκπορίζειν αὐτοῖς καὶ ὑπερμαχεῖν ἐπιβουλευομένοις, ἐξ ὧν εἴσονται τὴν μὲν ὡς ἄῤῥενος ἀεὶ πρὸς θῆλυ διαφορὰν μείζονας ἁπλῶς τοὺς σφυγμοὺς ἐργαζομένην, τὴν δ’ ὡς ἀνδρὸς πρὸς γυναῖκα πολλῷ μείζονας. οὕτω δὲ καὶ σφοδροτέρους μὲν ἁπλῶς ὅσον ἐπὶ τῇ φύσει τοὺς τῶν ἀῤῥένων σφυγμοὺς, πολὺ μέντοι σφοδροτέρους τοὺς τῶν ἀνδρῶν παρὰ τὰς γυναῖκας, ὅτι τοῖς μὲν αὐξάνεσθαι τὸν φυσικὸν τόνον ἐν τοῖς πόνοις ἀνάγκη, ταῖς δ’ ἀργούσαις ἐκλύεσθαι. εἰ δὲ καὶ μηδὲν τούτων αὐτός τις ἐξεύροι σαφῶς, ἀλλ’ εἰς ὑπόνοιάν γε αὐτῶν ἀφίκοιτ’ ἂν ζητῶν, ἢ τοὔσχατόν γε οἷον διψῶν ὧν ἐπιθυμεῖ μὲν εὑρεῖν, οὐδέπω δ’ εὕρηκεν, ἐπὶ τὸν
111
διδάξαι δυνάμενον ἀφικόμενος, τάχιστά τε ἂν οὕτω μάθοι καὶ μάλιστα μνημονεύσειεν. ἀλλὰ ταῦτα μὲν οὕτως. ἡ δὲ ῥώμη τῆς δυνάμεως ἡ τοῖς ἄῤῥεσιν ὑπάρχουσα δοίη ἄν τι καὶ αὐτὴ τοῖς σφυγμοῖς μεγέθους, ὥστ’ οὐ μόνον διὰ τὸ πλῆθος τῆς θερμασίας, ἀλλὰ καὶ διὰ τὴν ῥώμην οἱ τῶν ἀῤῥένων σφυγμοὶ μείζους γενήσονται. δέδεικται γὰρ οὖν καὶ τοῦτ’ ἐν τῷ πρώτῳ λόγῳ, τὸ ταῖς εὐρώστοις δυνάμεσι τοὺς μεγάλους σφυγμοὺς οἰκείους ὑπάρχειν. ἆρ’ οὖν ταύτῃ μόνον ἄνδρες γυναικῶν εἰς σφυγμῶν αἰτίας διαλλάττουσιν, ἢ καὶ τὸ περὶ τῆς ἕξεως τοῦ σώματος τοῖς ἑκατέροις πάμπολυ προσέρχεται; τοῖς μὲν γὰρ ὅλον σῶμα εὔπνουν τε καὶ καθαρὸν καὶ ἀπέριττον καὶ ἄθλιπτον, ταῖς δὲ τἀναντία στεναὶ μὲν αἱ μεταξὺ τῶν ἀγγείων χῶραι, πιμελῆς αὐτὰς καὶ σαρκὸς μαλακῆς καί τινων φλεγματωδῶν περιττωμάτων καταλαμβανόντων, πυκνόν τε καὶ δύσπνουν τὸ σῶμα καί τινες συστάσεις πολλαχόθι τοῦ σώματος ἀργῶν καὶ παχέων καὶ ἀπέπτων ὑγρῶν, ὑφ’ ὦν ἁπάντων θλίβεσθαί τε καὶ στενοχωρεῖσθαι τὰς ἀρτηρίας αὐτῶν ἀναγκαῖον, οὔσας καὶ φύσει πολὺ τοῖς
112
ὄγκοις ἐλάττους, ὥστε πάντη πάντοθεν εἰς μικρότητα σφυγμῶν αὐτοῖς παρεσκευάσθαι τὴν ἕξιν. ἓν δὲ μόνον εἰς τὸ μέγεθος ἐπιτήδειον ἔχουσαι τὴν μαλακότητα τῶν ὀργάνων, οὐδὲν οὐδ’ ἀπὸ ταύτης ὀνίνανται· πρῶτον μὲν, ὅτι πλείω τε καὶ ἰσχυρότερα τὰ τῆς μικρότητος αἴτια γίνεται, δεύτερον δ’, ὅτι πολλὴ μὲν ἡ παρ’ ἐκεῖνα διαφορὰ τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας, ἐλαχίστη δ’ ἡ διὰ τὴν μαλακότητα τῶν ὀργάνων. οὐ γὰρ οὕτω ξηρότερον λέγεται τὸ τῶν ἀνδρῶν σῶμα τοῖς τῶν γυναικῶν παραβαλλόμενον, ὡς ἂν εἰ τύχοι λίθος τις εἴη πηλοῦ ξηρότερος, οὐδ’ ἂν εὕροις ἐν αὐτοῖς τοῖς χιτῶσι τῶν ἀρτηριῶν πολλὴν τὴν ὑπεροχὴν, ἀλλὰ καὶ τὸ τῶν ἀνδρῶν ὄργανον οὕτως ἔχει κατασκευῆς, ὡς εὐπειθὲς εἶναι πρὸς τὴν ἐνέργειαν. εἰ δὲ καὶ μεγάλη τις ἦν ὑπεροχὴ καὶ πολλῷ τὸ τῆς γυναικὸς ὄργανον ὑπῆρχε μαλακώτερον, αὐτὸ δὴ τοῦτο μικροτέρους ἂν εἰργάσατο τοὺς σφυγμούς. ἔνθα μὲν γὰρ οὐδέν ἐστι τὸ βαρῦνον, ἢ θλῖβον, ἢ στενοχωροῦν, ἐνταῦθα τὸ μαλακώτερον ὄργανον ἐπιτηδειότερον εἰς μέγεθος διαστολῆς, ἔνθα δ’, ὡς ἔμπροσθεν ἐπὶ τῆς γυναικείας ἕξεως ἐῤῥέθη, τὰ θλίβοντα
113
καὶ βαρύνοντα καὶ στενοχωροῦντα πολλὰ, ἐνταῦθα τὸ μαλακώτερον ὄργανον ἀφυέστερον εἰς τὴν διαστολὴν, ὡς ἂν ῥᾷον ὑπὸ πάντων τῶν λυπούντων νικώμενον. ὅτι μέντοι ταῦτα πάντα περὶ τῶν ἄριστα μὲν κατεσκευασμένων σωμάτων, οἰκείως δὲ ταῖς κατασκευαῖς διαιτωμένων λέγεται, δῆλον μὲν κᾀξ ὧν ἤδη προειρήκαμεν· ὁ μέντοι σύμπας καὶ τέλειος ὑπὲρ αὐτῶν λόγος ὁ μετ’ ἀποδείξεως περαινόμενος ἐν τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως γέγραπται. ὥστε κᾀκείνην τὴν πραγματείαν ἀναγνωστέον ἐστὶ τοῖς ὀρθῶς μέλλουσι μετιέναι τὰ περὶ τοῦ σφυγμοῦ. καὶ μέντοι καὶ περὶ τοῦ ταχέος σφυγμοῦ διὰ τοῦ τρίτου τῶν ὑπομνημάτων ἐκείνων ἀποδέδεικται, πηλίκον ἁμαρτάνουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν εἰς τὴν διάγνωσιν αὐτῶν βραχυχρόνιον εὐθὺς καὶ ταχὺν εἶναι νομίζοντες. ἀμέλει καὶ τὸν τῆς γυναικὸς σφυγμὸν, ἕνεκα γάρ τοι τῶν νῦν προκειμένων ἐμνημόνευσα τῶν ἐν ἐκείνοις ἀποδεδειγμένων, ἱκανῶς ταχὺν εἶναι νομίζουσιν. ὁ δ’ ἐστὶ μὲν θάττων, οὐ μὴν ἀξιολόγῳ γέ τινι καὶ μεγάλῃ διαφορᾶ τοῦ τῶν ἀῤῥένων ὑπερέχει. τὸ μὲν οὖν ἀληθὲς τοῦτο καὶ γέγραπται καλῶς τοῖς εἰσαγομένοις, βραχεῖ βραδύτερος ὁ
114
τῶν ἀνδρῶν εἶναι σφυγμὸς τοῦ τῶν γυναικῶν, οὐ μὴν ἥ γ’ αἰτία πρόσκειται, καθάπερ οὐδ’ ἄλλῳ τινὶ τῶν ἐκεῖ γεγραμμένων. ἀλλὰ νῦν εἰρήσεται. ὅσον μὲν ἐπὶ τῷ καὶ τὴν δύναμιν ἀῤῥωστοτέραν εἶναι καὶ τὴν θερμασίαν ἐλάττονα τὴν τῶν γυναικῶν, ἐχρῆν καὶ τὸν σφυγμὸν εἶναι βραδύτερον, ἀμφοτέροις γὰρ τοῖς εἰρημένοις αἰτίοις οἰκεῖος ὁ τοιοῦτος ἐδείχθη. ἀλλ’ ἐπεὶ πολλῷ μικρότερός ἐστι καὶ διὰ τοῦτο καὶ τὸ τῆς χρείας οὐχ ἱκανῶς πληροῦται, προστίθησιν ὅσον δύναται τῷ τάχει. τοῦτο γὰρ ὁ πρῶτος λόγος ἔδειξεν ἀναγκαῖον ὑπάρχειν, καὶ ὅστις οὐ μέμνηται τῶν ἐν ἐκείνῳ γεγραμμένων, μάτην καὶ τούτοις ἐντυγχάνει. εἰ μὲν οὖν τὸ προσιὸν τοῦ τάχους τοσοῦτον ἦν ὡς αὐτάρκως ἅπασαν τὴν χρείαν πληροῦν, οὐδὲν ἂν ἔδει πυκνότητος· ἐπεὶ δὲ πολλῷ μὲν ἀπολείπεται τῆς χρείας ἡ ἐνέργεια διὰ τὴν μικρότητα τῆς διαστολῆς, βραχὺ δ’ ἐπωφελεῖται διὰ τὸ τάχος, ἀναγκαῖον ἤδη πυκνὸν ἀξιολόγως γενέσθαι τὸν σφυγμόν. καὶ γὰρ καὶ τοῦτο διὰ τοῦ πρώτου δέδεικται λόγου. γυναῖκες μὲν οὖν ἀνδρῶν οὕτω διαφέρουσι τοῖς σφυγμοῖς, τὸ δ’ ἄῤῥεν βρέφος τοῦ θήλεος ἀνάλογον μὲν, οὐ μὴν πάντῃ γε ὡσαύτως, ἀλλ’ ὡς ἔμπροσθεν εἴπομεν. 
115
῾πλῶς γὰρ μείζονα καὶ σφοδρότερον καὶ ἀραιότερον, οὐκέτι δὲ καὶ πολλῷ τὸν σφυγμὸν ἔχει τὸ ἔῤῥεν τοῦ θήλεος. περὶ μὲν δὴ τούτων ἀρκεῖ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑξῆς ῥῆσιν περὶ τῆς κατὰ τὴν κρᾶσιν διαφορᾶς διδάσκουσαν.

Οἱ δὲ φύσει θερμοὶ μείζονα μὲν καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.

Καὶ οὗτος ὁ λόγος ἐν ἑαυτῷ περιέχει ζήτημα μέγιστον, ᾧ μηδ’ ἐπιβάλλειν τις δύναται τὴν διάνοιαν τῶν εἰσαγομένων, εἰ μὴ πάνυ συνετὸς ὑπάρχει. τῶν γὰρ φύσει θερμῶν τοὺς μὲν ὑγροὺς εἶναι λέγουσι, τοὺς δὲ ξηρούς. ἐχρῆν οὖν οὐχ ἁπλῶς εἰρῆσθαι τῶν φύσει θερμῶν τοὺς σφυγμοὺς, ἀλλὰ πρότερον μὲν τῶν μεθ’ ὑγρότητος, δεύτερον δὲ τῶν μετὰ ξηρότητος. οὐ γὰρ δὴ πάντες οἱ θερμοὶ φύσει τοὺς αὐτοὺς ἔχουσι σφυγμοὺς, ἀλλὰ καὶ τρίτοι τινές εἰσιν, εὔκρατοι μὲν ὅσον ἐφ’ ὑγρότητι καὶ ξηρότητι, δύσκρατοι δ’ ὅσον ἐπὶ θερμότητι. καὶ ὡς οὐκ ὀρθῶς αὐτοὺς παρεῖδον ὅσοι πρὸ ἡμῶν διείλοντο τὰς κράσεις ἀποδέδεικται διὰ τῶν γραφέντων ἡμῖν περὶ κράσεων ὑπομνημάτων. τούτους δὴ καλεῖν ἔθος

116
ἐστὶ θερμοὺς, τοὺς τῶν τεττάρων δυνάμεων, μίαν μόνην ταύτην ὑπὲρ τὰς ἄλλας ἔχοντας. οὗτοι τοίνυν εἰς ὅσον θερμότεροι τῶν εὐκράτων εἰσὶν εἰς τοσοῦτον καὶ μείζονας καὶ ὠκυτέρους καὶ πυκνοτέρους ἔχουσι τοὺς σφυγμούς. καὶ ἡ αἰτία πρόδηλος τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων. ἀλλὰ διὰ τί σφοδροτέρους οὐ πολλῷ τοὺς τοιούτους εἴπομεν σφυγμούς; καίτοι γ’ ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας ἀποροῦντες, εἰ δύναται γενέσθαι σφοδρότερος ὁ σφυγμὸς ἄνευ τοῦ τὴν δύναμιν εἰς ῥώμην ὠφεληθῆναι· ὅτι τοῖς εἰσαγομένοις οἱ τοιοῦτοι πάντες σφυγμοὶ σφοδρότεροι φαίνονται. παράκειται γάρ πως ὁ ταχὺς ἅμα καὶ μέγας σφυγμὸς κατά γε τὴν ἀδιάρθρωτον φαντασίαν τῷ σφοδρῷ, ὥστε καί τινες καὶ αὐτῶν τὰ συγγράμματα καταλελοιπότων ἡμῖν ἰατρῶν οὐδ’ ἄλλον τινὰ σφοδρὸν ἔφασαν εἶναι σφυγμὸν ἢ τὸν ἐκ μεγέθους τε καὶ τάχους σύνθετον. οὐκ οὖν ἐχρῆν τοῖς εἰσαγομένοις κινεῖν τηλικαῦτα ζητήματα. συμφέρει γὰρ αὐτοῖς ἐπὶ πολλῶν τὸ ἀδιόριστόν τε καὶ συγκεχυμένον μᾶλλον τοῦ διηρθρωμένου, ὅταν γε βαθείας τοῦτο δέηται θεωρίας καὶ λόγων μακρῶν καὶ χρόνου πολλοῦ. ἀλλ’ ἡμεῖς
117
ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας αὐτάρκως περὶ τούτου διειλεγμένοι, μέλλοντες δὲ κᾀν τοῖς ἑξῆς ὅταν ὁ περὶ τῶν ῥυθμῶν ἀφίκηται λόγος, αὖθις ἐρεῖν τι, κατὰ μὲν τὸ παρὸν ἐνταυθοῖ καταπαύσομεν τὴν ἐξήγησιν, ἑτέραν δ’ ἤδη λέξιν προχειριούμεθα.