De causis pulsuum

Galen

Galen, De causis pulsuum

Τῶν τοὺς σφυγμοὺς τρεπόντων αἰτίων τὰ μὲν τῆς γενέσεως αὐτῶν ἐστιν αἴτια, τὰ δὲ τῆς ἀλλοιώσεως μόνον· τῆς γενέσεως μὲν ἥ τε χρεία δι’ ἣν γίνονται καὶ ἡ δύναμις ὑφ’ ἧς καὶ τὰ ὄργανα δι’ ὧν διατείνονται, τῆς δ’ ἀλλοιώσεως τὰ λοιπὰ πάντα τά τε προηγούμενα καλούμενα καὶ τὰ τούτων ἔτι προκατάρχοντα. τριττὸν γὰρ δὴ τὸ γένος τῶν αἰτίων οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις ἅπασιν, ἓν μὲν τὸ πρῶτόν τε καὶ κυριώτατον, ὃ δὴ καὶ

2
συνεκτικὸν καλοῦσιν, ἀπὸ τοῦ συνέχειν αὐτῶν τὴν οὐσίαν ὠνομασμένον, ὅπερ, ὡς ἔμπροσθεν ἐῤῥέθη, γενέσεως αἴτιον. τὰ δ’ ἄλλα δύο γένη τοῦ μὲν γίνεσθαι τοὺς σφυγμοὺς ἀναίτια, τοῦ δὲ γεγενημένους τρέπειν αἴτια. πάχος γοῦν χυμῶν, ἢ πλῆθος, ᾒ γλισχρότης, ἢ δριμύτης ποιεῖν μὲν οὐ δύνανται σφυγμοὺς, ἀλλοιοῦν δὲ δύνανται. οὕτω δὲ καὶ ψυχρὸν λουτρὸν, ἢ θερμὸν, καὶ χειμὼν καὶ θέρος καὶ ὅλως κρύος καὶ θάλπος, ἀλλοιώσεως μὲν σφυγμῶν αἴτια, γεννήσεως δ’ οὐκ ἔστι. ταυτὶ μὲν οὖν τὰ νῦν εἰρημένα προκαταρκτικὰ λέγεται, τὰ δ’ ἔτι τούτων ἔμπροσθεν τὰ κατὰ τοὺς χυμοὺς προηγούμενα. καθόλου γὰρ εἰπεῖν ὅσα μὲν ἔξωθεν ὄντα τοῦ σώματος ἀλλοιοῖ τι τῶν κατ’ αὐτὸ προκαταρκτικὰ λέγεται, προκατάρχοντά γε δὴ τῶν ἐν τῷ σώματι διαθέσεων. αὗται δὲ αἱ διαθέσεις ὅταν τὰ συνεκτικὰ τρέπωσι, προηγούμεναι γίνονται αὐτῶν αἰτίαι. φέρε γὰρ ὑπὸ προσπεσόντος ἔξωθεν ψυχροῦ πυκνωθῆναι μὲν τὸ δέρμα, διὰ δὲ τὴν τούτου πύκνωσιν ἐπισχεθῆναι τὴν κατὰ φύσιν διαπνοὴν, ἐπισχεθεῖσαν δ’ ἀθροισθῆναι, κᾄπειθ’ οὕτως ἐξάψαι πυρετὸν, ἐφ’ ᾧ τὴν χρείαν
3
τῶν σφυγμῶν ἀλλοιωθῆναι, καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς, ἐνταῦθα προκαταρκτικὸν μὲν αἴτιον τὸ προσπεσὸν ἔξωθεν ψυχρὸν, τὰ δ’ ἄλλα πάντα τὰ μέχρι τῆς χρείας τῶν σφυγμῶν προηγούμενα. διὰ μέσων οὖν τῶν προηγουμένων τὸ προκαταρκτικὸν αἴτιον, ἀλλοιῶσαν τὴν χρείαν τῶν σφυγμῶν ἓν οὖσαν τῶν συνεκτικῶν αἰτίων, ἔτρεψεν οὕτω καὶ αὐτοὺς τοὺς σφυγμούς. οὐ γὰρ ἐνδέχεται τραπῆναι μέν τινα συνεκτικὴν αἰτίαν, ἄτρεπτον δὲ μεῖναι τὸ πρὸς αὐτῆς ἀποτελούμενον. πρὶν δ’ ἐπί τι τῶν συνεκτικῶν διαδοθῆναι τὴν ἀλλοίωσιν, ἀδύνατον τραπῆναι τοὺς σφυγμούς. διὸ καὶ κυριώτατα καὶ μάλιστα καὶ πρῶτα ταῦτ’ αἴτια τῶν σφυγμῶν, τὰ δ’ ἄλλα πάντα διὰ ταῦτα. τῷ γὰρ τὴν ἔξωθεν γεγενημένην ἀλλοίωσιν εἰς τὰ συνεκτικὰ διαδίδοσθαι σφυγμῶν αἴτια λέγεται, κατά γε τὴν ἰδίαν τε οὐσίαν καὶ φύσιν οὐδαμῶς τρέπειν αὐτοὺς δυνάμενα. χρὴ τοίνυν ὅστις βούλεται τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἱκανὸς γενέσθαι γυμνάσασθαι πολυειδῶς ἐν ἅπασι τοῖς γένεσι τῶν αἰτίων, ὥσθ’ ἑνὸς οὑτινοσοῦν αὐτῷ προτεθέντος ἔχειν εἰπεῖν τὴν γενομένην ἐν τοῖς σφυγμοῖς ἀλλοίωσιν. ἀρχὴ δὲ τῆς γυμνασίας ἀρίστη τὰς συνεκτικὰς αἰτίας ἐπισκέπτεσθαι, καθότι γεννᾷν
4
ἑκάστη πέφυκε σφυγμόν. ᾧ γὰρ λόγῳ τῆς γενέσεως αὐτῶν ἐξηγοῦνται, τούτῳ καὶ τῆς ἀλλοιώσεως. αἱ γὰρ κατὰ τὸ ποσὸν καὶ ποιὸν ἐν ταῖς αἰτίαις διαφοραὶ τὰς κατὰ τὸ ποσόν τε καὶ ποιὸν ἐν τοῖς σφυγμοῖς ἐργάζονται διαφοράς.

Φαίνεται δὴ διὰ παντὸς ἡ καρδία μετὰ πασῶν τῶν ἀρτηριῶν τὴν σφυγμικὴν καλουμένην κίνησιν, ἔστ’ ἂν περιῇ τὸ ζῶον, κινουμένη, ἀποθανόντος δ’ οὔτε τῶν ἀρτηριῶν οὐδεμίαν οὔτ’ αὐτὴν τὴν καρδίαν ἔστιν ἰδεῖν ἔτι σφύζουσαν. ᾧ δῆλον ὡς ἦν τις αἰτία τέως ὑφ’ ἧς ἐκινοῦντο· τίς δ’ αὕτη χαλεπὸν εὑρεῖν. ὁ μὲν γὰρ τὴν ἔμφυτον θερμασίαν, ὁ δὲ τὸν τόνον, ὁ δὲ τὴν ἰδιότητα τῆς κράσεως, ὁ δὲ τὴν ὅλην κατασκευὴν τῶν σωμάτων, ὁ δὲ τὸ πνεῦμα μόνον, ὁ δέ τινα τούτων, ὁ δὲ καὶ πάνθ’ ἅμα φησί. ἤδη δέ τινες ἀσώματον εἰσηγήσαντο δύναμιν, οἰκείοις ὀργάνοις τῆς κινήσεως τοῖς εἰρημένοις χρωμένην ἤτοι πᾶσιν ἤ τισιν ἤ τινι. ταύτην οὖν τὴν αἰτίαν τὴν δημιουργοῦσαν τοὺς σφυγμοὺς,

5
ἥ τις ἂν ᾖ, κᾂν τὴν οὐσίαν αὐτῆς ἀγνοῶμεν, ἀπὸ τοῦ δύνασθαι σφυγμοὺς ἐργάζεσθαι δύναμιν αὐτὴν ἐκαλέσαμεν, ὥσπερ, οἶμαι, καὶ πᾶσαν ἑτέραν δύναμιν ἀπὸ τοῦ δύνασθαι ποιεῖν ὅπερ ἂν δύνηται καλεῖν εἰθίσμεθα. τίνος γὰρ ἡ δύναμίς ἐστι καὶ τὴν νόησιν αὐτῆς ἐν τῷ πρὸς τὶ κεκτήμεθα, καὶ διὰ τοῦτο οὕτως αὐτὴν ὀνομάζομεν, ὅταν τὴν οὐσίαν ἀγνοοῦμεν. ὅταν δὲ ῥώμην, ἢ ἀρετὴν δυνάμεως λέγομεν, ἢ αὖ πάλιν ἀῤῥωστίαν τε καὶ κακίαν, ὡς πρὸς τὴν ἐνέργειαν ἀκούειν χρὴ τούτων τῶν ὀνομάτων. ἡ γὰρ δραστική τε καὶ ποιητικὴ καὶ δημιουργικὴ τῆς ἐνεργείας αἰτία ποτὲ μὲν βέλτιον ὡς πρὸς ταύτην, ποτὲ δὲ χεῖρον διάκειται. καὶ διὰ τοῦτο νῦν ἄμεινον, αὖθις δ’ εἰ τύχοι χεῖρον ἡ ἐνέργεια συντελεῖται. τὸ μὲν οὖν βέλτιον ὡς πρὸς τοὖργον ἔχειν τὴν δύναμιν ἀρετή τε καὶ ῥώμη, τὸ δὲ χεῖρον ἀῤῥωστία τε καὶ κακία. περὶ μὲν δὴ τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀρκεῖ καὶ ταῦτα διαγινώσκειν εἴς γε τὰ παρόντα.

Περὶ δὲ τῆς χρείας αὐτῶν ἀναμνησθῆναι χρὴ τῶν ἐν ἑτέροις ἐπιδεδειγμένων, ὅτι φυλακῆς ἕνεκα 

6
τῆς καθ’ ὅλον τὸ σῶμα θερμασίας γεγόνασιν ἐμψύχοντές τε ταύτην καὶ εἴ τι λιγνυῶδες ἐκ τῆς τῶν χυμῶν συγκαύσεως ὑποτρέφοιτο, τοῦτ’ εὐθέως ἀποκρίνοντες. εἴρηται δ’ ἐν ἐκείνοις ὡς καὶ τῇ γεννήσει τοῦ ψυχικοῦ πνεύματος συντελοῦσι.

Λοιπὴ δὲ καὶ τρίτη σφυγμῶν γενέσεως αἰτία συνεκτικὴ τὸ σῶμα τῶν ἀρτηριῶν ἐστιν αὐτό. πᾶσα γὰρ δύναμις ἐνεργοῦσά τινος ἕνεκεν ὀργάνων ἐπιτηδείων δεῖται πρὸς τοὖργον. ἦν δ’ ἐπιτήδειον ὄργανον πρὸς τὰ παρόντα τὸ στεγανὸν μὲν τοῖς χιτῶσι, κοῖλον δ’ ἔνδοθεν, οἷόν περ τὸ τῶν ἀρτηριῶν ἐστι. ὡς οὖν οἱ κατὰ τὰς πόλεις οὗτοι δημιουργοὶ, σκυτοτόμοι τε καὶ χαλκεῖς καὶ γραφεῖς, δι’ ὀργάνων τινῶν ἐπιτελοῦσι τὸ σφέτερον ἔργον, οὕτως ἡ τοὺς σφυγμοὺς ἐργαζομένη δύναμις δι’ ὀργάνων τῶν ἀρτηριῶν τὸ ἑαυτῆς ἔργον, τὴν φυλακὴν τῆς ἐμφύτου θερμασίας, ἀποτελεῖ, τοσόνδε μόνον τῶν ἄλλων διαφέρουσα δημιουργῶν ὅτι τοῖς ὀργάνοις ἐνδέδεται καὶ δι’ ὅλων αὐτῶν ἅπασα διελήλυθεν, οὐκ ἔξωθεν ἅπτεται καθάπερ ἐκεῖνοι. καὶ τοίνυν ἐπειδὰν μὲν τὴν ψύχουσαν οὐσίαν ἕλκῃ, διαστέλλεται τὸ σῶμα τῶν

7
ἀρτηριῶν, ἐπειδὰν δὲ τὸ αἰθαλῶδες ἐκκρίνῃ, συστέλλεται. πλεονεκτεῖ δὲ ποτὲ μὲν ἡ τοῦ διαστέλλεσθαι, ποτὲ δὲ ἡ τοῦ συστέλλεσθαι χρεία, πάντως δ’ ἕπεται θατέρῳ μέρει τῆς κινήσεως τὸ λοιπόν. κατὰ ταύτας δὲ τὰς αἰτίας τῶν σφυγμῶν γινομένων ἀνάγκη πάσας τὰς τροπὰς αὐτῶν ἕπεσθαι ταῖς τῶν αἰτίων ἀλλοιώσεσιν, ὥστε τὰς πρώτας μὲν καὶ γενικωτάτας τοσαύτας εἶναι διαφορὰς σφυγμῶν ὅσαι περ καὶ τῶν αἰτίων. τῆς μὲν δὴ δυνάμεως αἱ διαφοραὶ ῥώμη τε καὶ ἀῤῥωστία ἐστὶ, τῆς δ’ ἐμφύτου θερμασίας ἐκπύρωσίς τε καὶ κατάψυξις, τοῦ δὲ τῶν ἀρτηριῶν χιτῶνος σκληρότης τε καὶ μαλακότης καὶ πρὸ τούτων ἁπάντων αἱ καθ’ ἕκαστον γένος τῶν εἰρημένων συμμετρίαι. ἀλλ’ αἱ μὲν συμμετρίαι τοὺς κατὰ φύσιν ἐργάζονται σφυγμοὺς τοὺς μέσους τῶν ὑπερβαλλόντων, αἱ δ’ ἀμετρίαι τοὺς παρὰ φύσιν. αἱ μὲν ἄλλαι σαφεῖς, ἡ δὲ κατὰ τὴν εὐρωστίαν τῆς δυνάμεως ἔχει τι ζητήσεως ἄξιον, ὃ προϊὼν ὁ λόγος διασκέψαιτο. ῥώμη μὲν οὖν δυνάμεως σφοδρὸν ἐξ ἀνάγκης ἐργάζεται τὸν σφυγμὸν, ἀῤῥωστία δ’ ἀμυδρὸν καὶ σκληρότης μὲν ὀργάνων σκληρὸν, μαλακότης
8
δὲ μαλακόν. οὐ μὴν ἐπί γε ταῖς αὐξήσεσιν ἢ ταῖς μειώσεσι τῆς κατὰ φύσιν θερμασίας ἓν εἶδος σφυγμῶν ἐξ ἀνάγκης ἕπεται ταὐτὸν ἀεί. οὔτε γὰρ ὁ ταχὺς, ὥς τισιν ἔδοξεν, οὔθ’ ὁ μέγας οὔθ’ ὁ πυκνὸς ἐκπυρουμένης ἀεὶ γίνονται τῆς φύσεως οὔθ’ ὁ βραδὺς ἢ μικρὸς ἢ ἀραιὸς σβεννυμένης, ἀλλ’ οἱ περὶ τούτων ἀμφισβητοῦντες ὁμοίως ἁμαρτάνουσι Ἀρχιγένει πρὸς Μάγνον διαφερομένῳ περὶ τάχους σφυγμοῦ, ὡς οὐχ ὑπὸ ῥώμης μᾶλλον ἢ ἀῤῥωστίας γίνεται δυνάμεως. οὐδετέρα μὲν γὰρ ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεῖον τάχος μὲν ῥώμῃ τε δυνάμεως καὶ πλήθει θερμασίας καὶ προσέτι μαλακότητι τῶν ὀργάνων, βραδύτης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ μέγεθος μὲν ἰσχυρᾷ δυνάμει καὶ πλήθει θερμασίας καὶ μαλακοῖς ὀργάνοις ἐστὶν οἰκεῖον, μικρότης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ πυκνότης οὐδενὶ μὲν τῶν εἰρημένων ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεία δυνάμεως ἀῤῥωστίᾳ, πλήθει δὲ θερμασίας, ὀργάνων δὲ σκληρότητι. καὶ ἀραιότης δὲ κατὰ ταὐτὰ τοῖς ἐναντίοις οἰκεία μᾶλλον, οὐ μὴν ἐξ ἅπαντος
9
ἑπομένη. πειράσομαι δ’ ἀποδεῖξαι τῶν εἰρημένων ἕκαστον ἀναλαβὼν τὸν λόγον ἐπ’ ἀρχήν.