De causis pulsuum

Galen

Galen, De causis pulsuum

Τῶν τοὺς σφυγμοὺς τρεπόντων αἰτίων τὰ μὲν τῆς γενέσεως αὐτῶν ἐστιν αἴτια, τὰ δὲ τῆς ἀλλοιώσεως μόνον· τῆς γενέσεως μὲν ἥ τε χρεία δι’ ἣν γίνονται καὶ ἡ δύναμις ὑφ’ ἧς καὶ τὰ ὄργανα δι’ ὧν διατείνονται, τῆς δ’ ἀλλοιώσεως τὰ λοιπὰ πάντα τά τε προηγούμενα καλούμενα καὶ τὰ τούτων ἔτι προκατάρχοντα. τριττὸν γὰρ δὴ τὸ γένος τῶν αἰτίων οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις ἅπασιν, ἓν μὲν τὸ πρῶτόν τε καὶ κυριώτατον, ὃ δὴ καὶ

2
συνεκτικὸν καλοῦσιν, ἀπὸ τοῦ συνέχειν αὐτῶν τὴν οὐσίαν ὠνομασμένον, ὅπερ, ὡς ἔμπροσθεν ἐῤῥέθη, γενέσεως αἴτιον. τὰ δ’ ἄλλα δύο γένη τοῦ μὲν γίνεσθαι τοὺς σφυγμοὺς ἀναίτια, τοῦ δὲ γεγενημένους τρέπειν αἴτια. πάχος γοῦν χυμῶν, ἢ πλῆθος, ᾒ γλισχρότης, ἢ δριμύτης ποιεῖν μὲν οὐ δύνανται σφυγμοὺς, ἀλλοιοῦν δὲ δύνανται. οὕτω δὲ καὶ ψυχρὸν λουτρὸν, ἢ θερμὸν, καὶ χειμὼν καὶ θέρος καὶ ὅλως κρύος καὶ θάλπος, ἀλλοιώσεως μὲν σφυγμῶν αἴτια, γεννήσεως δ’ οὐκ ἔστι. ταυτὶ μὲν οὖν τὰ νῦν εἰρημένα προκαταρκτικὰ λέγεται, τὰ δ’ ἔτι τούτων ἔμπροσθεν τὰ κατὰ τοὺς χυμοὺς προηγούμενα. καθόλου γὰρ εἰπεῖν ὅσα μὲν ἔξωθεν ὄντα τοῦ σώματος ἀλλοιοῖ τι τῶν κατ’ αὐτὸ προκαταρκτικὰ λέγεται, προκατάρχοντά γε δὴ τῶν ἐν τῷ σώματι διαθέσεων. αὗται δὲ αἱ διαθέσεις ὅταν τὰ συνεκτικὰ τρέπωσι, προηγούμεναι γίνονται αὐτῶν αἰτίαι. φέρε γὰρ ὑπὸ προσπεσόντος ἔξωθεν ψυχροῦ πυκνωθῆναι μὲν τὸ δέρμα, διὰ δὲ τὴν τούτου πύκνωσιν ἐπισχεθῆναι τὴν κατὰ φύσιν διαπνοὴν, ἐπισχεθεῖσαν δ’ ἀθροισθῆναι, κᾄπειθ’ οὕτως ἐξάψαι πυρετὸν, ἐφ’ ᾧ τὴν χρείαν
3
τῶν σφυγμῶν ἀλλοιωθῆναι, καὶ διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς, ἐνταῦθα προκαταρκτικὸν μὲν αἴτιον τὸ προσπεσὸν ἔξωθεν ψυχρὸν, τὰ δ’ ἄλλα πάντα τὰ μέχρι τῆς χρείας τῶν σφυγμῶν προηγούμενα. διὰ μέσων οὖν τῶν προηγουμένων τὸ προκαταρκτικὸν αἴτιον, ἀλλοιῶσαν τὴν χρείαν τῶν σφυγμῶν ἓν οὖσαν τῶν συνεκτικῶν αἰτίων, ἔτρεψεν οὕτω καὶ αὐτοὺς τοὺς σφυγμούς. οὐ γὰρ ἐνδέχεται τραπῆναι μέν τινα συνεκτικὴν αἰτίαν, ἄτρεπτον δὲ μεῖναι τὸ πρὸς αὐτῆς ἀποτελούμενον. πρὶν δ’ ἐπί τι τῶν συνεκτικῶν διαδοθῆναι τὴν ἀλλοίωσιν, ἀδύνατον τραπῆναι τοὺς σφυγμούς. διὸ καὶ κυριώτατα καὶ μάλιστα καὶ πρῶτα ταῦτ’ αἴτια τῶν σφυγμῶν, τὰ δ’ ἄλλα πάντα διὰ ταῦτα. τῷ γὰρ τὴν ἔξωθεν γεγενημένην ἀλλοίωσιν εἰς τὰ συνεκτικὰ διαδίδοσθαι σφυγμῶν αἴτια λέγεται, κατά γε τὴν ἰδίαν τε οὐσίαν καὶ φύσιν οὐδαμῶς τρέπειν αὐτοὺς δυνάμενα. χρὴ τοίνυν ὅστις βούλεται τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἱκανὸς γενέσθαι γυμνάσασθαι πολυειδῶς ἐν ἅπασι τοῖς γένεσι τῶν αἰτίων, ὥσθ’ ἑνὸς οὑτινοσοῦν αὐτῷ προτεθέντος ἔχειν εἰπεῖν τὴν γενομένην ἐν τοῖς σφυγμοῖς ἀλλοίωσιν. ἀρχὴ δὲ τῆς γυμνασίας ἀρίστη τὰς συνεκτικὰς αἰτίας ἐπισκέπτεσθαι, καθότι γεννᾷν
4
ἑκάστη πέφυκε σφυγμόν. ᾧ γὰρ λόγῳ τῆς γενέσεως αὐτῶν ἐξηγοῦνται, τούτῳ καὶ τῆς ἀλλοιώσεως. αἱ γὰρ κατὰ τὸ ποσὸν καὶ ποιὸν ἐν ταῖς αἰτίαις διαφοραὶ τὰς κατὰ τὸ ποσόν τε καὶ ποιὸν ἐν τοῖς σφυγμοῖς ἐργάζονται διαφοράς.

Φαίνεται δὴ διὰ παντὸς ἡ καρδία μετὰ πασῶν τῶν ἀρτηριῶν τὴν σφυγμικὴν καλουμένην κίνησιν, ἔστ’ ἂν περιῇ τὸ ζῶον, κινουμένη, ἀποθανόντος δ’ οὔτε τῶν ἀρτηριῶν οὐδεμίαν οὔτ’ αὐτὴν τὴν καρδίαν ἔστιν ἰδεῖν ἔτι σφύζουσαν. ᾧ δῆλον ὡς ἦν τις αἰτία τέως ὑφ’ ἧς ἐκινοῦντο· τίς δ’ αὕτη χαλεπὸν εὑρεῖν. ὁ μὲν γὰρ τὴν ἔμφυτον θερμασίαν, ὁ δὲ τὸν τόνον, ὁ δὲ τὴν ἰδιότητα τῆς κράσεως, ὁ δὲ τὴν ὅλην κατασκευὴν τῶν σωμάτων, ὁ δὲ τὸ πνεῦμα μόνον, ὁ δέ τινα τούτων, ὁ δὲ καὶ πάνθ’ ἅμα φησί. ἤδη δέ τινες ἀσώματον εἰσηγήσαντο δύναμιν, οἰκείοις ὀργάνοις τῆς κινήσεως τοῖς εἰρημένοις χρωμένην ἤτοι πᾶσιν ἤ τισιν ἤ τινι. ταύτην οὖν τὴν αἰτίαν τὴν δημιουργοῦσαν τοὺς σφυγμοὺς,

5
ἥ τις ἂν ᾖ, κᾂν τὴν οὐσίαν αὐτῆς ἀγνοῶμεν, ἀπὸ τοῦ δύνασθαι σφυγμοὺς ἐργάζεσθαι δύναμιν αὐτὴν ἐκαλέσαμεν, ὥσπερ, οἶμαι, καὶ πᾶσαν ἑτέραν δύναμιν ἀπὸ τοῦ δύνασθαι ποιεῖν ὅπερ ἂν δύνηται καλεῖν εἰθίσμεθα. τίνος γὰρ ἡ δύναμίς ἐστι καὶ τὴν νόησιν αὐτῆς ἐν τῷ πρὸς τὶ κεκτήμεθα, καὶ διὰ τοῦτο οὕτως αὐτὴν ὀνομάζομεν, ὅταν τὴν οὐσίαν ἀγνοοῦμεν. ὅταν δὲ ῥώμην, ἢ ἀρετὴν δυνάμεως λέγομεν, ἢ αὖ πάλιν ἀῤῥωστίαν τε καὶ κακίαν, ὡς πρὸς τὴν ἐνέργειαν ἀκούειν χρὴ τούτων τῶν ὀνομάτων. ἡ γὰρ δραστική τε καὶ ποιητικὴ καὶ δημιουργικὴ τῆς ἐνεργείας αἰτία ποτὲ μὲν βέλτιον ὡς πρὸς ταύτην, ποτὲ δὲ χεῖρον διάκειται. καὶ διὰ τοῦτο νῦν ἄμεινον, αὖθις δ’ εἰ τύχοι χεῖρον ἡ ἐνέργεια συντελεῖται. τὸ μὲν οὖν βέλτιον ὡς πρὸς τοὖργον ἔχειν τὴν δύναμιν ἀρετή τε καὶ ῥώμη, τὸ δὲ χεῖρον ἀῤῥωστία τε καὶ κακία. περὶ μὲν δὴ τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀρκεῖ καὶ ταῦτα διαγινώσκειν εἴς γε τὰ παρόντα.

Περὶ δὲ τῆς χρείας αὐτῶν ἀναμνησθῆναι χρὴ τῶν ἐν ἑτέροις ἐπιδεδειγμένων, ὅτι φυλακῆς ἕνεκα 

6
τῆς καθ’ ὅλον τὸ σῶμα θερμασίας γεγόνασιν ἐμψύχοντές τε ταύτην καὶ εἴ τι λιγνυῶδες ἐκ τῆς τῶν χυμῶν συγκαύσεως ὑποτρέφοιτο, τοῦτ’ εὐθέως ἀποκρίνοντες. εἴρηται δ’ ἐν ἐκείνοις ὡς καὶ τῇ γεννήσει τοῦ ψυχικοῦ πνεύματος συντελοῦσι.

Λοιπὴ δὲ καὶ τρίτη σφυγμῶν γενέσεως αἰτία συνεκτικὴ τὸ σῶμα τῶν ἀρτηριῶν ἐστιν αὐτό. πᾶσα γὰρ δύναμις ἐνεργοῦσά τινος ἕνεκεν ὀργάνων ἐπιτηδείων δεῖται πρὸς τοὖργον. ἦν δ’ ἐπιτήδειον ὄργανον πρὸς τὰ παρόντα τὸ στεγανὸν μὲν τοῖς χιτῶσι, κοῖλον δ’ ἔνδοθεν, οἷόν περ τὸ τῶν ἀρτηριῶν ἐστι. ὡς οὖν οἱ κατὰ τὰς πόλεις οὗτοι δημιουργοὶ, σκυτοτόμοι τε καὶ χαλκεῖς καὶ γραφεῖς, δι’ ὀργάνων τινῶν ἐπιτελοῦσι τὸ σφέτερον ἔργον, οὕτως ἡ τοὺς σφυγμοὺς ἐργαζομένη δύναμις δι’ ὀργάνων τῶν ἀρτηριῶν τὸ ἑαυτῆς ἔργον, τὴν φυλακὴν τῆς ἐμφύτου θερμασίας, ἀποτελεῖ, τοσόνδε μόνον τῶν ἄλλων διαφέρουσα δημιουργῶν ὅτι τοῖς ὀργάνοις ἐνδέδεται καὶ δι’ ὅλων αὐτῶν ἅπασα διελήλυθεν, οὐκ ἔξωθεν ἅπτεται καθάπερ ἐκεῖνοι. καὶ τοίνυν ἐπειδὰν μὲν τὴν ψύχουσαν οὐσίαν ἕλκῃ, διαστέλλεται τὸ σῶμα τῶν

7
ἀρτηριῶν, ἐπειδὰν δὲ τὸ αἰθαλῶδες ἐκκρίνῃ, συστέλλεται. πλεονεκτεῖ δὲ ποτὲ μὲν ἡ τοῦ διαστέλλεσθαι, ποτὲ δὲ ἡ τοῦ συστέλλεσθαι χρεία, πάντως δ’ ἕπεται θατέρῳ μέρει τῆς κινήσεως τὸ λοιπόν. κατὰ ταύτας δὲ τὰς αἰτίας τῶν σφυγμῶν γινομένων ἀνάγκη πάσας τὰς τροπὰς αὐτῶν ἕπεσθαι ταῖς τῶν αἰτίων ἀλλοιώσεσιν, ὥστε τὰς πρώτας μὲν καὶ γενικωτάτας τοσαύτας εἶναι διαφορὰς σφυγμῶν ὅσαι περ καὶ τῶν αἰτίων. τῆς μὲν δὴ δυνάμεως αἱ διαφοραὶ ῥώμη τε καὶ ἀῤῥωστία ἐστὶ, τῆς δ’ ἐμφύτου θερμασίας ἐκπύρωσίς τε καὶ κατάψυξις, τοῦ δὲ τῶν ἀρτηριῶν χιτῶνος σκληρότης τε καὶ μαλακότης καὶ πρὸ τούτων ἁπάντων αἱ καθ’ ἕκαστον γένος τῶν εἰρημένων συμμετρίαι. ἀλλ’ αἱ μὲν συμμετρίαι τοὺς κατὰ φύσιν ἐργάζονται σφυγμοὺς τοὺς μέσους τῶν ὑπερβαλλόντων, αἱ δ’ ἀμετρίαι τοὺς παρὰ φύσιν. αἱ μὲν ἄλλαι σαφεῖς, ἡ δὲ κατὰ τὴν εὐρωστίαν τῆς δυνάμεως ἔχει τι ζητήσεως ἄξιον, ὃ προϊὼν ὁ λόγος διασκέψαιτο. ῥώμη μὲν οὖν δυνάμεως σφοδρὸν ἐξ ἀνάγκης ἐργάζεται τὸν σφυγμὸν, ἀῤῥωστία δ’ ἀμυδρὸν καὶ σκληρότης μὲν ὀργάνων σκληρὸν, μαλακότης
8
δὲ μαλακόν. οὐ μὴν ἐπί γε ταῖς αὐξήσεσιν ἢ ταῖς μειώσεσι τῆς κατὰ φύσιν θερμασίας ἓν εἶδος σφυγμῶν ἐξ ἀνάγκης ἕπεται ταὐτὸν ἀεί. οὔτε γὰρ ὁ ταχὺς, ὥς τισιν ἔδοξεν, οὔθ’ ὁ μέγας οὔθ’ ὁ πυκνὸς ἐκπυρουμένης ἀεὶ γίνονται τῆς φύσεως οὔθ’ ὁ βραδὺς ἢ μικρὸς ἢ ἀραιὸς σβεννυμένης, ἀλλ’ οἱ περὶ τούτων ἀμφισβητοῦντες ὁμοίως ἁμαρτάνουσι Ἀρχιγένει πρὸς Μάγνον διαφερομένῳ περὶ τάχους σφυγμοῦ, ὡς οὐχ ὑπὸ ῥώμης μᾶλλον ἢ ἀῤῥωστίας γίνεται δυνάμεως. οὐδετέρα μὲν γὰρ ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεῖον τάχος μὲν ῥώμῃ τε δυνάμεως καὶ πλήθει θερμασίας καὶ προσέτι μαλακότητι τῶν ὀργάνων, βραδύτης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ μέγεθος μὲν ἰσχυρᾷ δυνάμει καὶ πλήθει θερμασίας καὶ μαλακοῖς ὀργάνοις ἐστὶν οἰκεῖον, μικρότης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ πυκνότης οὐδενὶ μὲν τῶν εἰρημένων ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν οἰκεία δυνάμεως ἀῤῥωστίᾳ, πλήθει δὲ θερμασίας, ὀργάνων δὲ σκληρότητι. καὶ ἀραιότης δὲ κατὰ ταὐτὰ τοῖς ἐναντίοις οἰκεία μᾶλλον, οὐ μὴν ἐξ ἅπαντος
9
ἑπομένη. πειράσομαι δ’ ἀποδεῖξαι τῶν εἰρημένων ἕκαστον ἀναλαβὼν τὸν λόγον ἐπ’ ἀρχήν.

Πλείονος θερμασίας ἠθροισμένης ἐν τῷ σώματι μείζονος μὲν χρῄζειν ἀνάγκη τὸ ζῶον τῆς ἀναπνοῆς, μειζόνων δὲ καὶ σφυγμῶν, ᾧ δὲ λόγῳ μειζόνων, τούτῳ καὶ θαττόνων τε καὶ πυκνοτέρων· ὡς γὰρ οἱ διψῶντες οὐ τὸ πολὺ μόνον, ἀλλὰ καὶ ταχέως καὶ πυκνῶς προσφέρονται τὸ πόμα, οὕτως καὶ οἱ τῆς ἐμψυχούσης οὐσίας δεόμενοι πολλήν θ’ ἅμα ταύτην καὶ ταχέως καὶ πυκνῶς ἐπισπῶνται· καὶ τοῦτο δὴ οὖν ἔφαμεν οἰκείους εἶναι σφυγμοὺς πλήθει θερμασίας, τόν τε μέγαν καὶ τὸν ταχὺν καὶ τὸν πυκνὸν, οὐ μὴν δ’ ἐξ ἀνάγκης γ’ ἑπομένους αὐτῇ. χρῄζει γὰρ, ἵνα τοιοῦτοι γενηθῶσι, δυνάμεως μὲν ἐῤῥωμένης, ὀργάνων δὲ μαλακῶν· εἰ γὰρ ἀσθενὴς ἡ δύναμις ἢ σκληρὸν ᾖ τὸ ὄργανον, οὔτε μεγάλους αὐτοὺς οὔτε ταχεῖς ἐνδέχεται γενέσθαι, τοῦ μὲν ὀργάνου διὰ σκληρότητα δυσπειθοῦς γινομένου τῇ κινούσῃ δυνάμει, τῆς δυνάμεως δ’ αὐτῆς δι’ ἀῤῥωστίαν ἀδυνατούσης ἐξαίρειν τὰς ἀρτηρίας εἰς ὅσον προσήκει. χρὴ τοίνυν συνεργεῖν ἀλλήλοις τὰ τρία γένη τῶν αἰτίων, ἵν’ ὁ σφυγμὸς ταχὺς ἢ μέγας

10
ἀποτελεσθῇ, τὴν μὲν χρείαν τῆς γενέσεως αὐτῶν ἐπείγουσαν, τὴν δὲ δύναμιν εὐεκτοῦσαν, τῶν δ’ ἀρτηριῶν τοὺς χιτῶνας μαλακοὺς, ἢ πάντως γε μὴ σκληροὺς ὄντας. ὡς γὰρ καὶ ὠθεῖν ἢ μέγα προβαίνειν οὔθ’ οἱ πάνυ γέροντες οὔθ’ οἱ μικροὶ παῖδες δύνανται, κᾂν ἔτι μάλιστα χρῄζωσιν ἠπειγμένης κινήσεως, οὕτως οὐδ’ ἡ ἄῤῥωστος δύναμις οὔτε ταχέως οὔτ’ εἰς μέγα τὰς ἀρτηρίας ἐξαίρειν δύναται, κᾂν δέηται. ὥσπερ δὲ πάλιν ἡ μὲν μαλακὴ κύστις ἑτοίμως εἰς πολὺ διαστέλλεται, ἡ σκληρὰ δὲ οὐδ’ εἰ πάνυ σφόδρα βιάζοιο, οὕτω καὶ τῶν ἀρτηριῶν ὁ χιτὼν ὁ μὲν μαλακὸς ῥᾳδίως ἐπὶ πλέον ἐξαίρεται, κᾂν ἄῤῥωστος ἡ δύναμις ᾖ, ὁ δὲ σκληρὸς ἀντιτείνεταί τε καὶ ἀντιβαίνει τῇ κινούσῃ δυνάμει, κᾂν σφοδρότατα περὶ αὐτὸν ἐνεργοῦσα τύχῃ. μέθοδος δὲ καὶ κατὰ τούτων ἁπάντων μία, τῆς ἐξεταζομένης αἰτίας μόνης ὑπαλλαττομένης, τῶν δ’ ἄλλων ἐν ταὐτῷ μενουσῶν, τὴν διάκρισιν ποιεῖσθαι τῆς ἀλλοιώσεως τῶν σφυγμῶν. εἰ γὰρ ἅμα πολλῶν ὑπηλλαγμένων ἐπισκέπτοιο, πρῶτον μὲν ἄδηλον, ἢ διὰ τὸ πασῶν ὁμοῦ συνιουσῶν ἀθρόον κεφάλαιον ἡ τροπὴ γέγονεν, 
11
ἢ διά τινα μίαν ἐξ αὐτῶν. ἔπειτα δ’ εἰ καὶ συγχωρηθείη διὰ μίαν, ἥ τίς ἐστιν αὕτη μία ἐξ αὐτῶν οὐδέπω δῆλον. ἂν γοῦν αὐξηθῇ μὲν ἡ θερμασία μόνη, φυλάττοιντο δὲ ἥ τε δύναμις καὶ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἄτρεπτοι, μείζους τε καὶ θάττους ἐξ ἀνάγκης οἱ σφυγμοὶ γενήσονται καὶ συναυξηθήσονταί γε τῷ πλήθει τῆς θερμασίας ἄχρι περ ἂν ἐπὶ τὴν μεγίστην ἀφίκωνται διαστολήν. τάχιστοι δὲ οὐδὲ νῦν οὐδέ ποτε φανοῦνται πρὶν τὴν θερμασίαν ὑπὲρ τὴν μεγίστην αὐξηθῆναι διαστολήν. τότε δ’ ὑπὲρ τὴν μεγίστην αὔξεται διαστολὴν, ὅταν ἐνδεῶς ὑπ’ αὐτῆς ἀναψύχηται. τὸ τοίνυν λεῖπον ἐπανισοῖ τηνικαῦτα τῷ τάχει τῆς κινήσεως, καὶ οὕτως οἱ σφυγμοὶ τάχιστοι γίνονται. ἀρκεῖ δ’ οὐδὲ ταῦτα τῇ μεγάλως ἐκπυρωθείσῃ, ἀλλ’ ὃν ἡσύχασε πρότερον χρόνον μεταξὺ τῶν κινήσεων, ἤδη καὶ τοῦτον συντέμνει. πολλάκις δ’ οὕτως βραχὺν ἀπέφηνεν, ὡς συνεχεῖς ἀλλήλαις δοκεῖν εἶναι τὰς κινήσεις, μηδαμῆ σχιζομένας ἡσυχίᾳ· τοῦτο δ’, ὅταν ἐσχάτως ἐκκαυθῇ, γίνεται. τριῶν γὰρ ὄντων τρόπων ἐπικουρίας ἐν ἁπάσαις ὑπερβολαῖς πᾶσιν ὁμοῦ χρῆται. καὶ γὰρ πλείστης ἀπολαύει τῆς ἐμψυχούσης αὐτὴν οὐσίας καὶ τάχιστα καὶ συνεχέστατα. τούτων
12
δὲ τὸ μὲν πρῶτον μεγίστους ποιεῖ τοὺς σφυγμοὺς, τὸ δὲ δεύτερον ταχίστους, τὸ δὲ τρίτον πυκνοτάτους. οὔτε γὰρ, ὅταν ἱκανῶς ἀναψύχηται τῷ μεγέθει τῆς διαστολῆς, κατεπείγει τὸ τάχος, οὔθ’ ὅταν αὐτάρκως ὑπ’ ἀμφοῖν ὠφελῆται, τὴν κυκνότητα. θατέρου δ’ αὐτῶν ἀεὶ τὸ λεῖπον ἐπανισοῖ θατέρῳ, τοῦ μὲν μεγέθους τῷ τάχει, τοῦ δὲ τάχους τῇ πυκνότητι. καθόλου γὰρ φάναι πυκνότητος σφυγμῶν αἰτία μία τὸ τῆς προτέρας ἐνεργείας ἐνδεὲς, γίνεται δὲ τοῦτο καὶ δι’ ἄλλας μὲν αἰτίας, ἃς ἑξῆς ἐροῦμεν, ἀτὰρ οὖν καὶ διὰ πλῆθος θερμασίας, ὡς νῦν ἀποδέδεικται. καὶ σχεδὸν ἤδη πέρας ἔχει τὸ προκείμενον. ἐδείχθη γὰρ ὡς οὐκ ἐξ ἀνάγκης ἕπεται πλήθει θερμασίας μέγας καὶ ταχὺς καὶ πυκνὸς σφυγμὸς οὐδεὶς, οἰκεῖοι δ’ εἰσὶν αὐτῇ μάλιστα μὲν ὁ μέγας καὶ ταχὺς, ἤδη δέ ποτε καὶ ὁ πυκνὸς κατά τι συμβεβηκός.

Εἴη δ’ ἂν, οἶμαι, δῆλον, ἤδη καὶ περὶ τῶν ἐν ταῖς ἐνδείαις τῆς ἐμφύτου θερμασίας ἑπομένων σφυγμῶν. καὶ γὰρ καὶ ταύταις ἐξ ἀνάγκης μὲν οὐδεὶς ἕπεται, οἰκεῖοι δ’ εἰσὶν μάλιστα μὲν ὅ τε μικρὸς καὶ βραδὺς, ἤδη δὲ καὶ

13
ὁ ἀραιός. ὥσπερ γὰρ οὔτε πολλῆς οὔτε ταχείας τῆς ἐμψύξεως ἡ φθάνουσα κατεψύχθαι δεῖται φύσις, οὕτως οὐδὲ δι’ ὀλίγου. ταὐτὸν δ’ ἐστὶ τὸ μὲν δι’ ὀλίγου τῷ πυκνῷ, τὸ δὲ διὰ μακροῦ τῷ ἀραιῷ.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, τὸ ἀναβληθὲν ὀλίγῳ πρότερον ἐφ’ ὅσον εἰς τὰ παρόντα χρήσιμόν ἐστι διασκεψάμενοι τὸ συνεχὲς τοῦ λόγου περαίνωμεν. τοῦ μὲν γὰρ μεγάλου τε καὶ μικροῦ σφυγμοῦ μέσος τίς ἐστιν ὁ κατὰ φύσιν τε καὶ σύμμετρος, ᾧ παραβάλλοντές τε καὶ παραμετροῦντες τοὺς ἄλλους ἅπαντας, ὅσοι μὲν ἂν μείζους ὦσιν αὐτοῦ, τούτους μὲν μεγάλους ὀνομάζομεν, τοὺς δ’ ἐλάττους μικρούς. κατὰ ταὐτὰ δὲ καὶ τοῦ ταχέος τε καὶ βραδέος ὁ μέσος τε καὶ σύμμετρος ὁ κατὰ φύσιν ἔχων ἐστὶν, καὶ τοῦ πυκνοῦ δὲ καὶ τοῦ ἀραιοῦ καὶ προσέτι σκληροῦ καὶ μαλακοῦ κατὰ τὸν αὐτὸν λόγον οἱ μέσοι κατὰ φύσιν. οὐ μὴν ἀμυδροῦ τε καὶ σφοδροῦ μέσος ὁ κατὰ φύσιν εἶναι δοκεῖ. ἐῤῥωμένης γὰρ ἔργον δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, ὥσπερ οὖν καὶ ὁ ἀμυδρὸς ἀῤῥώστου. τὸ δ’ ἐῤῥῶσθαι ταύτην οὐ παρὰ φύσιν δήπουθεν, ἀλλὰ τοῦτο μὲν ἀρετή τε καὶ κατὰ φύσιν,

14
ἡ δ’ ἀῤῥωστία τῆς δυνάμεως κακία τε καὶ παρὰ φύσιν. ὅσον δ’ ἐν τῷ μεταξὺ ῥώμης τε καὶ ἀῤῥωστίας, ὁδός ἐστιν ἀπὸ θατέρου πρὸς θάτερον ἐν μεθορίῳ που τεταγμένον ἀμφοῖν, τοσούτῳ μὲν βέλτιον ἀῤῥωστίας, ὅσῳ χεῖρον εὐρωστίας, τοσούτῳ δ’ αὖ πάλιν εὐρωστίας χεῖρον, ὅσῳ βέλτιον ἀῤῥωστίας. οὔκουν ἐνταῦθά φασι χρῆναι τὸ κατὰ φύσιν ζητεῖν, ἀλλ’ ἐν τῷ ἄκρῳ τε καὶ εὐρώστῳ, τούτου δ’ ἔγγονον ὑπάρχειν τὸν σφοδρὸν σφυγμόν. εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀληθὲς εἶναι συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ πρὸς τὸ καθόλου καὶ φάσκουσι τὸν κατὰ φύσιν σφυγμὸν τὸν ἐν τούτῳ μὲν τῷ γένει γίνεσθαι καὶ αὐτὸν ὑπὸ τῆς ἄκρας τε καὶ ἀρίστης ἕξεως, ὥσπερ οὖν κᾀν τοῖς ἄλλοις ἅπασι γένεσιν, οὐ μὴν ἄκρον γε καὶ ἔσχατον ὑπάρχειν, ἀλλ’ εἶναί τινα τῶν οὐ κατὰ φύσιν ἕτερον τούτου σφοδρότερον. ἴδιον γάρ τι συμβεβηκέναι τούτῳ τῷ γένει τῶν σφυγμῶν παρὰ τἄλλα πάντα φασὶ, διὸ καὶ τὴν ἀπορίαν τε καὶ τὰ σφάλματα τοῖς μὴ δυναμένοις αὐτὸ συνιδεῖν ἀπηντηκέναι. γίνεσθαι μὲν γὰρ εὐρωστούσης τῆς δυνάμεως τὸν σφοδρὸν σφυγμὸν, εἶναι μέντοι τι καὶ τούτου
15
μέτρον τῆς σφοδρότητος, οὗ προσωτέρω χωρῶν ἐξίσταται τοῦ κατὰ φύσιν. ἐν γοῦν τοῖς θυμοῖς, φασὶ, καὶ πολλάκις ἐν τοῖς γυμνασίοις καὶ ταῖς οἰνοποσίαις εὑρίσκεσθαι σφοδρότερον τοῦ κατὰ φύσιν κινουμένας τὰς ἀρτηρίας, ὁμολογεῖσθαι δὲ πρὸς ἁπάντων τὸν ὡς ἀκριβῶς κατὰ φύσιν ἔχοντα σφυγμὸν ἐπὶ ζώου θεωρητέον, ἐν ἠρεμίᾳ καθεστηκότος ἁπασῶν τῶν μεγάλων τε καὶ ἰσχυρῶν ἀλλοιώσεων. ἰσχυρὰ δὲ ἀλλοίωσις ἡ ἐκ θυμοῦ καὶ γυμνασίου καὶ οἴνου, οὐκ οὖν τοῦτον εἶναι τὸν κατὰ φύσιν, ἀλλ’ ὡς ἂν ἐῤῥωμένης τε ἅμα τῆς φύσεως καὶ πρὸς μηδενὸς τῶν ἔξωθεν αἰτίων βιαίως ταραττομένης γίνεται. οὕτως δὲ πὼς μὲν εἶναι μέσον, πὼς δὲ οὖκ εἶναι τὸν κατὰ φύσιν ἐν τούτῳ τῷ γένει σφυγμόν. καθόσον μὲν γὰρ αὐτοῦ εἰσί τινες ἕτεροι σφοδρότεροι σφυγμοὶ, καὶ νὴ Δία ἕτεροί γ’ ἧττον σφοδροὶ, κατὰ τοσοῦτον μὲν εἶναι μέσον, καθόσον δὲ τριῶν οὐσῶν διαφορῶν ἐν τούτῳ τῷ γένει, σφοδρότητός τε καὶ ἀμυδρότητος καὶ τῆς ἀμφοῖν μεσότητος, οὐκ ἐκ τῆς μεσότητός ἐστιν, ἀλλὰ ἐκ μιᾶς τῶν ἀκροτάτων, κατὰ τοσοῦτον οὐκ ἔτι εἶναι μέσον. ὅλον οὖν τὸ λοιπὸν οἶμαι 
16
περὶ αὐτοῦ καλῶς ἂν ἅμα καὶ ἀληθῶς ῥηθῆναι τὸν κατὰ φύσιν ἐν τούτῳ τῷ γένει σφυγμὸν μέσον ἐν θατέρῳ τῶν ἄκρων εὑρίσκεσθαι διαφορῶν. εἰσὶ δ’ οἳ καὶ πρὸς τοῦτ’ ἀντιλέγουσιν, οὐ γίνεσθαι σφοδροὺς ἐν τοῖς εἰρημένοις καιροῖς τοὺς σφυγμοὺς, ἀλλὰ φαίνεσθαι φάσκοντες, ἐξαπατᾶσθαι δὲ τοὺς ἀμελέστερον ἁπτομένους ὑπὸ τοῦ προσγινομένου τάχους αὐτοῖς καὶ μεγέθους, ἔστι δ’ ὅτε καὶ ὕψους, ὥσπερ ἐν τοῖς θυμοῖς· δῆλον δὲ ὡς τῆς τοιαύτης διαφωνίας ἡ κρίσις εἰς τὴν διάγνωσιν ἀναφέρεται. τίς οὖν ἡ ἀληθὴς διάγνωσις; χρὴ γὰρ ἀποφήνασθαι τὸ φαινόμενον ἡμῖν. ἐπὶ μὲν ταῖς τῶν οἴνων πόσησι, ταῖς γοῦν μετρίαις, οἱ σφυγμοὶ σαφῶς ὥσπερ μείζους καὶ θάττους, οὕτω καὶ σφοδρότεροι γίνονται, ἐπὶ μέντοι τοῖς θυμοῖς τε καὶ τοῖς μετρίοις γυμνασίοις οὐκ ἔθ’ ὁμοίως σαφῶς, ἀλλ’ εἰ ἄρα καὶ προσγίνεταί τι σφοδρότητος αὐτοῖς, ὀλίγον τοῦτο καὶ δυσδιάγνωστόν ἐστιν. ὅπως δ’ ἂν ἔχοι τὸ ἀληθὲς, οὐδὲν κωλυόμεθα περαίνειν τὸ προκείμενον, αὐτὸ τοῦτο μόνον ζητοῦντες, εἰ μέγεθος καὶ τάχος σφυγμῶν οἰκεῖα δυνάμεως ἐῤῥωμένης, ὅπερ εἶναι φαίνεται
17
τοῖς μὴ παρέργως σκοπουμένοις ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ὡμολογημένου γὰρ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας ὑπὸ δυνάμεως εὔλογον ἐπὶ πλέον ἐξαίρειν μὲν αὐτὰς τὴν ἰσχυρὰν, ἐπ’ ὀλίγον δὲ τὴν ἀσθενῆ, καὶ θᾶττον μὲν τὴν ἰσχυρὰν, βραδύτερον δὲ τὴν ἀσθενῆ, ὥσπερ οὖν ἐφ’ ἡμῶν αὐτῶν ἔχει βαδιζόντων τε καὶ θεόντων καὶ ἐρεσσόντων καὶ σκαπτόντων καὶ ὁτιοῦν ἄλλο δρώντων. ὁ γὰρ ἰσχυρότερος ἐν τούτοις οὐ μείζονα μόνον, ἀλλὰ καὶ θάττονα τὴν ἐνέργειαν ἐπιδείκνυται, τῶν γ’ ἄλλων ὡσαύτως ἀμφοτέροις ἐχόντων. εἰ γὰρ ὁ μὲν ἀσθενέστερος ἐπείγοιτο πρὸς τῆς χρείας ἐς τὴν ἐνέργειαν, ὁ δ’ ἰσχυρότερος ἤτοι μηδὲν αὐτῆς ὅλως ἢ ὡς ἐλαχίστης δέοιτο, θᾶττον ἂν οὕτως ὁ ἀσθενέστερος ἐνεργήσειεν. ἀλλ’ οὐ χρὴ κατὰ τοῦτον τὸν τρόπον παραβάλλειν, ἀλλ’ ὡς καὶ πρόσθεν ἐῤῥέθη, τῶν μὲν ἄλλων ἁπάντων ὁμοίως ἀμφοῖν ὑπαρχόντων, καθ’ ἓν δ’ ὁτιοῦν μόνον ὅπερ ἂν ἑκάστοτε τύχῃ ζητούμενον τῆς ὑπαλλαγῆς γενομένης· οἷον εἰ καὶ λῃστῶν ἐπιόντων φεύγειν δεήσειεν, οὐκ ἴσα δήπουθεν διαβαίνοντες. οὐδ’ ἐν ὁμοίῳ τῷ τάχει δραμοῦνται νεανίσκος ἰσχυρὸς καὶ γέρων ἀσθενής. εἰ μέντοι παραβάλλεις κίνησιν
18
γέροντος ἔφοδον λῃστῶν δεδιότος νεανίσκου κινήσει ῥᾳθύμως ἐν ἄστει βαδίζοντος, ὠκυτέρα τε καὶ μείζων οὕτως ἡ τοῦ γέροντος φανεῖταί σοι, οὐχ ὅτι δύναται θᾶττον κινεῖσθαι τοῦ νέου καὶ μᾶλλον τὰ κῶλα μεταφέρειν, ἀλλ’ ὅτι δεῖται κινήσεως ἠπειγμένης διὰ τὸν φόβον, ὑφ’ οὗ καταναγκαζόμενος ἁπάσῃ χρῆται πρὸς τοὖργον τῇ δυνάμει. τῷ νεανίσκῳ δὲ τὰ μὲν τῆς δυνάμεως ῥωμαλεώτερα, ἀλλ’ οὐδὲν αὐτῆς δεῖται πρὸς τὴν ἐνέργειαν, ὡς εἴ γε δεηθείη παραπλησίως τῷ γέροντι, τοσούτῳ θᾶττόν τε καὶ μᾶλλον ἐνεργήσει ὅσῳ καὶ τὰ τῆς δυνάμεως αὐτῷ βελτίω. ἄξιον οὖν ἐνταῦθα μέμψασθαι καὶ Ἀρχιγένει καὶ Μάγνῳ καὶ πολύ γε μειζόνως τῷ Ἀρχιγένει. ὁ μὲν γὰρ εἰ καὶ μὴ πᾶν τὸ ἀληθὲς, ἀλλὰ μέρος τι καλῶς κατεῖδεν, ὁ δ’ Ἀργιγένης δέον τὸ λεῖπον προσθεῖναι καὶ τὸ καλῶς ηὑρημένον ἀνατρέπειν πειρᾶται, γράφων ὡδί· δίκαιον γὰρ αὐτὴν παραθέσθαι τὴν λέξιν· ἐπὶ μὲν οὖν τῶν ἀρτιγενῶν μικρὸς παντελῶς ὁ σφυγμός ἐστι καὶ οὐ σφοδρὸς, καὶ πυκνὸς ἄγαν καὶ ταχύς. Μάγνος δὲ οὐκ εἶναι ταχὺν αὐτόν φησι, δι’ ὅλου συστῆσαι βουλόμενος τὸ
19
μὴ οἰκεῖον ἀσθενείᾳ τὸν ταχὺν σφυγμὸν εἶναι, ἀλλὰ τὸν πυκνόν. ἔστι γὰρ καὶ τὰ τηλικαῦτα ἀσθενῆ καὶ μικρὸν ὁ Ἀρχιγένης προελθὼν, ἐμοὶ μὲν οὐ κατὰ τὴν ἰσχὺν, φησὶ, τὸ τάχος δοκεῖ κεῖσθαι, ὅταν εὕρω ἐπὶ χολερικῶν καὶ ἐπὶ καρδιακῶν συνῃρημένην τὴν κίνησιν τῶν ἀρτηριῶν. ἡ μὲν οὖν λέξις ἡ τοῦ Ἀρχιγένους τοιάδε, πιθανὴ πάνυ καὶ παρακρούσασθαι ῥᾳδίως δυναμένη τὸν ἀκροατὴν, ὡς ἂν ἐξ ὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἐπιδιδόασι λημμάτων συλλογιζομένη. πάντες γὰρ ὀλίγου δεῖν ὁμολογοῦσι τὸν ἐπὶ τῶν χολερικῶν τε καὶ καρδιακῶν σφυγμὸν ταχὺν ὑπάρχειν. ὑφ’ ἡμῶν δ’ ἱκανῶς ἐν τῷ πρώτῳ περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν εἴρηται περὶ τάχους τε καὶ βραδύτητος, ἕτερον μὲν δεικνύντων τὸν ταχὺν, ἕτερον δὲ τὸν ὀλιγοχρόνιον σφυγμόν· ὡσαύτως δὲ καὶ περὶ τῆς βραδύτητος, ἕτερον μὲν τὸν βραδὺν, ἕτερον δὲ τὸν πολυχρόνιον. οὔκουν ἔτι περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν προσῆκεν, ἀλλὰ τοῦ συμπεράσματος μόνου μνημονεύσαντας ὡς ἐν τοῖς προειρημένοις πάθεσιν οἱ σφυγμοὶ βραχυχρόνιοι μέν εἰσιν, οὐ μὴν καὶ ταχεῖς, οὕτως ἐπὶ τὸ προκείμενον ἐπανιέναι. περανθήσεται γὰρ οὐδὲν ἔτι
20
τῷ Ἀρχιγένει, μὴ συγχωρηθέντων τῶν ἐν τοῖς χολερικοῖς καὶ καρδιακοῖς πάθεσι σφυγμῶν ταχέων ὑπάρχειν. καίτοι κᾂν ἓν τοῦτο συνεχωρεῖτο, σημεῖον μὲν ἀσφαλὲς οὐκ ἐγίνετο ῥώμης δυνάμεως τὸ τάχος, οἰκεῖον δ’ αὐτῆς ὑπάρχειν οὐκ ἐκωλύετο, διωρισμένου γε ἤδη σαφῶς πρὸς ἡμῶν ὡς τινὲς μὲν ἐξ ἀνάγκης ἕπονται σφυγμοὶ ταῖς συνεκτικαῖς αἰτίαις, τινὲς δ’ οἰκεῖοι μέν εἰσιν αὐταῖς, οὐ μὴν ἀναγκαίως ἀκολουθοῦσι. ὧν μὲν γὰρ σφυγμῶν μιᾶς αἰτίας ἡ γένεσις χρῄζει, ταύτῃ διὰ παντὸς ἀκολουθήσουσιν οὗτοι. καὶ σημεῖον γὰρ ἄκρον ἔσονται τῆς αἰτίας ὁ σφοδρὸς μὲν τῆς ἐῤῥωμένης δυνάμεως, ὁ δ’ ἀμυδρὸς τῆς ἀῤῥώστου, ὧν δ’ εἰ μὴ πλείους συνέλθοιεν αἰτίαι, οὐχ οἷόν τε τὴν γένεσιν συστῆναι, τούτους οἰκείους μὲν εἶναι ταῖς αἰτίαις ἐροῦμεν, οὐ μὴν καὶ δηλοῦν τινα ἐξ ἀνάγκης αὐτῶν μίαν. ὡσαύτως δ’ εἰ καὶ πρὸς μιᾶς αἰτίας γίγνοιτό ποτε σφυγμὸς, ἀλλὰ μὴ τῆς αὐτῆς διὰ παντὸς, οἰκεῖος μὲν ἔσται πάσαις ταῖς ποιούσαις αἰτίαις, οὐ μὴν δηλώσει γε βεβαίως αὐτῶν οὐδεμίαν. οὐδὲ γὰρ εἰ τάχος σφυγμῶν, ἐξ ἀνάγκης καὶ ῥώμη δυνάμεως, ἀλλ’ ἔστι μὲν ὅτε πλείων ἡ 
21
χρεία τῆς γενέσεως τοῦ ψυχικοῦ πνεύματος, ἔστι δ’ ὅτε πλεονεξία θερμασίας, ἢ ὀργάνων μαλακότης, ἤ τινα τούτων, ἢ πάνθ’ ἅμα. κατὰ ταὐτὰ δὲ καὶ εἰ μέγεθος σφυγμῶν, ἤτοι ῥώμη δυνάμεως ἢ δαπάνη πλείων ψυχικοῦ πνεύματος, ἢ πλεονεξία τῆς ἐν τῇ καρδίᾳ θερμασίας, ἢ ὀργάνων μαλακότης, ἤ τινα τούτων, ἢ καὶ πάντα. Μάγνος μὲν οὖν φήσας οἰκεῖον μὲν εἶναι δυνάμεως ἐῤῥωμένης τὸ τάχος οὐδὲν ἁμαρτάνει. γίνεται γάρ ποτε καὶ διὰ ταύτην ὠκύτερος ὁ σφυγμός. Ἀρχιγένης δ’ ἁμαρτάνων ἀντιλέγει, πρῶτον μὲν ὅτι καταψεύδεται τοῦ φαινουμένου τοὺς ὀλιγοχρονίους σφυγμοὺς πάντας ταχεῖς εἶναι νομίζων, ἔπειτα δ’ ὅτι κᾂν ταχεῖς ὦσιν, οἴεται περαίνεσθαι τὸ μηδαμῶς οἰκείους αὐτοὺς ὑπάρχειν ἐῤῥωμένης δυνάμεως, φανερῶς ψεῦδος ὄν. οὐδὲ γὰρ ὡς οὐδέποτε γίνονται σφυγμοὶ ταχεῖς δι’ εὐρωστίαν δυνάμεως, ἀλλ’ ὡς οὐ διὰ παντὸς ὑπ’ ἐκείνης μόνης, περαίνοιτ’ ἂν, εἰ καὶ τοὺς προειρημένους σφυγμοὺς ταχεῖς εἶναι συγχωρήσαιμεν. εἰ δ’ οὐκ οἰκείους μόνης ἐῤῥωμένης δυνάμεως τοὺς ταχεῖς σφυγμοὺς
22
ὁ Μάγνος ἐνόμιζεν, ἀλλ’ ὡς καὶ σημείοις ἐχρῆτο διὰ παντὸς, ἐσφάλλετο. οὐ γὰρ εἰ τάχος σφυγμῶν, ἤδη καὶ ῥώμη δυνάμεως, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ἤτοι τῆς χρείας ἐπειγούσης ἢ τῶν ὀργάνων μαλακωτέρων γινομένων θᾶττον αἱ ἀρτηρίαι κινοῦνται. πότ’ οὖν ἕπεται ῥώμῃ δυνάμεως τὸ τάχος καὶ πότε πλήθει θερμασίας, ἢ δαπάνῃ ψυχικοῦ πνεύματος, ἢ ὀργάνων μαλακότητι, βέλτιον ἦν εὑρόντα τὸν Ἀρχιγένην προσθεῖναι τῷ τοῦ Μάγνου λόγῳ. τέλειος γὰρ ἂν οὕτως ἐγένετο καὶ διαρκὴς εἰς ἁπάσας τὰς διαγνώσεις. ἐπεὶ τοίνυν ἐκεῖνος αὐτὸ παρέλιπε, καί τοι πρόσθεν ὑφ’ Ἡροφίλου κεκινημένον, ἡμεῖς οἷς καλῶς ὅ τε Μάγνος ἔγραψε καὶ ἔτι μᾶλλον ὁ Ἡρόφιλος τὸ λεῖπον προσθέντες τελείαν τὴν διδασκαλίαν τῆς διαγνώσεως τῶν τὸ τάχος ἐργαζομένων αἰτίων ποιησόμεθα. πρότερον δ’ ὑπομνῆσαι χρὴ τῶν ἐν τῷ δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵνα τοῖς σημαινομένοις ὑπὸ τῶν ὀνομάτων ἑπόμενοι μηδὲν παρακούωμεν ἐν τῷ λόγῳ. ταχεῖς γὰρ δὴ λέγομεν εἶναι τοὺς σφυγμοὺς, ὡσαύτως δὲ καὶ βραδεῖς, οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τῶν
23
ὑγιαινόντων ἔστιν οἷς, καὶ φύσει γε τοῦτο αὐτοῖς ὑπάρχειν φαμὲν, ὥσπερ οὖν ἑτέροις, οἳ ἂν ἄριστα τῆς κατασκευῆς τοῦ σώματος ἔχωσιν, οὔτε βραδεῖς οὔτ’ ὠκεῖς, ἀλλὰ συμμέτρους ὑπάρχειν φύσει τοὺς σφυγμούς. τοῖς δ’ αὐτοῖς τούτοις οὐδὲ μεγάλους, οὐδὲ μικροὺς, ἀλλὰ τοὺς μέσους ἀμφοῖν τοὺς συμμέτρους, οὐδὲ πυκνοὺς, ἢ ἀραιοὺς, ἀλλὰ καὶ τοὺς ἐν τούτῳ γένει συμμέτρους. ἐπὶ τούτου τοίνυν πρότερον, τοῦ τὴν ἀρίστην κατασκευὴν ἔχοντος, ὁ λόγος προΐτω. καὶ γὰρ δὴ οἷον κανών τις καὶ μέτρον ὁ τοιοῦτος ἁπάντων ἐστὶ τῶν ἄλλων ἀνθρώπων. μεγάλους γὰρ καὶ μικροὺς καὶ ταχεῖς, καὶ βραδεῖς καὶ τοὺς ἀνάλογον τούτοις ὠνομασμένους καθ’ ἕκαστον γένος σφυγμοὺς, τοὺς τὰς ὑπερβολὰς δηλοῦντας, οὐ πρὸς ἄλλον τινὰ ἢ τοῦτον ἀναφέροντες ὀνομάζομεν. ὁ δὴ τοιοῦτος ἄνθρωπος εἰ θερμότερος ἑαυτοῦ γένοιτο καὶ τοῦτο μόνον ἀλλοιωθείη, τὴν μὲν σφοδρότητα τῶν σφυγμῶν οὐκ ἂν ὑπαλλάξειεν, ἀλλ’ οὐδὲ τὸ κατὰ σκληρότητα, ἢ μαλακότητα γένος, εἰς μέγεθος μέντοι καὶ τάχος ὑπαλλάξει πάντως, ἔστι δ’ ὅτε καὶ εἰς πυκνότητα παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ηὐξῆσθαι τὴν θερμασίαν. ὀλίγῳ μὲν γάρ τινι θερμότερος
24
ἑαυτοῦ γενόμενος ἐναργῶς μὲν ἕξει μείζους τοὺς σφυγμοὺς, οὐ μὴν καὶ θάττους ἐναργῶς. εἰ δ’ ἐπὶ πλέον αὐτῷ τὰ τῆς θερμασίας αὐξηθείη, συναυξηθήσεται μὲν αὐτῷ καὶ τὸ τῶν σφυγμῶν μέγεθος ἀνάλογον, ἐπίδηλον δ’ ἔσται καὶ τὸ τάχος. ἐπὶ πλεῖστον δ’ αὐξηθείσης τῆς θερμασίας μέγιστοι μὲν οἱ σφυγμοὶ γενήσονται, τάχιστοι δὲ οὐδέπω, ἀλλ’ ὡς καὶ πρόσθεν ἐῤῥέθη, τότε πρῶτον, ὅταν ὑπὲρ τὴν μεγίστην αὐξηθῇ διαστολήν. τηνικαῦτα δ’ ἤδη καὶ ἡ πυκνότης ἐναργῶς διαγινώσκεται. τοὺς δὲ περὶ τούτων τῶν φαινομένων λογισμοὺς τοὺς μὲν ἤδη φθάνομεν εἰρηκέναι, τοὺς δ’ οὐ χαλεπὸν ἐκ τῶν εἰρημένων ἀνευρίσκειν. εἰ μέντοι ψυχρότερος ἑαυτοῦ ὁ τοιοῦτος ἄνθρωπος γένοιτο, πρώτη μὲν ἡ ἀραιότης ἐναργῶς φαίνεται, δευτέρα δ’ ἡ βραδύτης, τρίτη δ’ ἡ μικρότης. καί τινι τάχ’ ἂν δόξειε μάχεσθαι τὰ φαινόμενα καὶ ἀλλήλοις καὶ ταῖς ὑποτεθείσαις αἰτίαις. χρὴ γὰρ, ὥσπερ ἐπὶ τῆς θερμασίας πρῶτον μὲν τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, τρίτη δ’ ἡ πυκνότης ἦν, οὕτω καὶ ἐπὶ τῆς ψύξεως πρώτην μὲν γίνεσθαι τὴν μικρότητα, δευτέραν δὲ τὴν βραδύτητα, τρίτην δὲ τὴν ἀραιότητα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας;
25
ὅτι τῆς δυνάμεως ἐῤῥωμένης, κᾂν τὰ τῆς χρείας ἐλάττω βραχεῖ γένηται, τὴν μὲν πρώτην ἐνέργειαν οὔτε μικρὰν οὔτε βραδεῖαν ἀναγκαῖον γενέσθαι, τὴν δευτέραν μέντοι μετὰ πλείονα χρόνον, εἰ τὰ τῆς χρείας μὴ ἐπεῖγον εὔλογον ὑπάρξεσθαι. ὡς γὰρ καὶ ὅτ’ ἤπειγεν ἐκέντριζέ τε καὶ ἀνίστη τὴν δύναμιν ἐπὶ τὴν ἐνέργειαν, οὕτως οὖν ὅτ’ οὐκ ἐπείγει, μέχρι πλείονος ἡσυχάζειν ἐπιτρέπει. ἂν μέντοι πλείων ἡ ψύξις γένηται καὶ διὰ τοῦτο τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ, συνεκλυθήσεται μὲν οὕτως καὶ τὸ τάχος τῆς κινήσεως, μικροτέρα δ’ εὐθὺς ἔσται καὶ ἡ διαστολὴ, ἐπὶ πλεῖστον δὲ προϊούσης τῆς ψύξεως ἀραιοτάτους μὲν, οὐ μὴν καὶ βραδυτάτους τε καὶ μικροτάτους ἀνάγκη γενέσθαι τοὺς σφυγμοὺς, ἀλλ’ ἀρκεῖ βραδυτέρους ἀεὶ καὶ μικροτέρους τῶν κατὰ φύσιν γίνεσθαι. τελέως γὰρ βραδεῖς ἢ μικροὶ τῆς δυνάμεως ἐῤῥωμένης οὐκ ἄν ποτε γένοιντο, κᾂν τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ. ταῦτα δὲ φαίνεται κᾀπὶ τῶν ἄλλων ἐνεργειῶν ὡσαύτως ἔχοντα. αὐτίκα γοῦν ἐπὶ τῆς βαδίσεως, αὐξηθείσης μὲν τῆς χρείας, τοῦτ’ ἔστιν εἰ δεήσειε καθ’ ἑκάστην ἡμέραν πολλοὺς διανύειν σταδίους, καὶ θᾶττον καὶ μεῖζον προβαίνομεν καὶ τὰς ἐν ταῖς καταγωγαῖς 
26
διατριβὰς ὀλιγοχρονίους ποιούμεθα. μειωθείσης δ’ εἰς τὸ τοσοῦτον, ὡς εἰ τύχοι πεντεκαίδεκα μόνους ἀνύειν δεῖ ἑκάστης ἡμέρας σταδίους, ἐν μὲν ταῖς καταγωγαῖς ἐπὶ πλεῖστον διατρίβομεν, οὐ μὴν εἰς ἔσχατον βραδύτητός τε καὶ μικρότητος ἐκλύομεν τὴν ἐνέργειαν. ὡσαύτως δ’ ἔχει κᾀπὶ τῆς ἀναπνοῆς. ἀλλὰ περὶ μὲν ταύτης ἐν τοῖς περὶ δυσπνοίας αὐτάρκως εἴρηται.

Περὶ δὲ τῶν σφυγμῶν αὖθις ἀναλαβόντες εἴπωμεν ὡς ἐπειδὰν μὲν ἢ διὰ θερμασίαν μόνην, ἢ διὰ ψύξιν ἀλλοιῶνται, μηδενὸς τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν ἀρχαίας φύσεως ἐξισταμένων ἀνάγκη τὴν ἀλλοίωσιν αὐτῶν οἵαν εἰρήκαμεν γενέσθαι. ἡνίκα δὲ μὴ μόνον τὰ τῆς χρείας, ἀλλ’ ἤδη καὶ τὰ τῆς δυνάμεως ὑπαλλάττηται, τέσσαρες μὲν οὕτως ἅπασαι συζυγίαι διάφοροι γίνονται, καθ’ ἑκάστην δ’ αὐτῶν ὧδέ πως αἱ ἀρτηρίαι φαίνονται κινούμεναι, κατὰ μὲν τὴν ἀῤῥωστοτέραν ἅμα καὶ θερμὴν, εἰ μὲν ἐπιπλέον ὑπ’ ἀμφοτέρων τῶν αἰτίων δυναστεύοιτο, ἥ τε δύναμις ἱκανῶς ἄῤῥωστος εἴη καὶ τὸ θερμὸν πυρῶδες, μικροὶ καὶ βραδεῖς οἱ σφυγμοὶ καὶ πυκνότατοι γίνονται. μετρίας δ’

27
οὔσης τῆς βλάβης πυκνοὶ μὲν ὁμοίως, σύμμετροι δὲ κατὰ τὴν διάστασιν καὶ τὴν κίνησιν. τί δή ποτε πυκνοὶ μὲν ὁμοίως, μικροὶ δ’ οὐκ ἔθ’ ὁμοίως, οὐδὲ βραδεῖς; ὅτι τῆς ἐσχάτης πυκνότητος οὐδέν ἐστι πυκνότερον, ἵν’ ὁμοίως ἔχωσιν ἀμφότεροι. εἰ δέ γε καὶ ταύτης δυνατὸν ἦν ἑτέραν γενέσθαι πυκνοτέραν, ἔσχον ἂν πάντως αὐτὴν οἱ ἀσθενέστατοι ὅσον ἐπί γε τῷ μηδέπῳ τὴν χρείαν πληροῦν. διὰ τί δ’ ἐπὶ ταῖς μετρίαις βλάβαις τῆς τε δυνάμεως ἅμα καὶ τῆς θερμασίας οἱ σφυγμοὶ πυκνοὶ μὲν γίνονται, μικροὶ δ’ οὐκ ἔτι οὐδὲ βραδεῖς, ἀλλὰ σύμμετροι; ἢ ὅτι τῆς δυνάμεως ἀῤῥωστούσης μὲν, οὐ μὴν εἰς τοὔσχατον συνῃρημένης, σύμμετρος διαστολὴ καὶ κίνησις γένοιτ’ ἄν ποτε, καθάπερ καὶ τῶν ἀσθενεστέρων μὲν ἀνθρώπων, ἐπειγομένων δὲ πρὸς τῆς χρείας ἡ σύμμετρος βάδισις. ὅ γὰρ τοῖς ἰσχυροῖς ἄνευ μεγάλης ἀνάγκης, τοῦτο τοῖς ἀσθενεστέροις ἀναγκαζομένοις γίνεται. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὸ συνεχῶς ἐνεργεῖν, ὁπόταν ὑπὸ τῆς χρείας ἐπείγωνταί τε καὶ οἷον βιάζωνται, συμβαίνει. ἀλλ’ οὗτοι μὲν εἰ καὶ μόγις, ἀλλ’ οὖν πληροῦσί γε τὴν χρείαν. οἱ δ’ ἐσχάτως ἀσθενεῖς, κᾂν ὅτι μάλιστα προθυμηθῶσιν, ὅσον πλεῖστον δύνανται προσθεῖναι
28
μεγέθους τε καὶ τάχους καὶ πυκνότητος ταῖς ἐνεργείαις, οὐδ’ οὕτως ἐκπληροῦσι τὴν χρείαν. ὅτι δ’ ἀμυδρὸν ἅπαντες ἔχουσιν οἱ ἀσθενεῖς τῇ δυνάμει τὸν σφυγμὸν ἔμπροσθεν εἴρηται, καὶ εἰς τοσοῦτόν γ’ ἀμυδρὸν εἰς ὅσον καὶ τὰ τῆς δυνάμεως πεπόνθασιν. περὶ μὲν δὴ τῆς διὰ πλῆθος θερμασίας καὶ ἀῤῥωστίας δυνάμεως κακοσφυξίας ἱκανὰ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑτέραν συζυγίαν τὴν ἐξ ἀῤῥωστίας τε καὶ καταψύξεως συγκειμένην· ἐφ’ ἧς ἀμυδρὸς μὲν εἰς τοσοῦτον εἰς ὅσον ἂν καὶ τὰ τῆς δυνάμεως ἔχῃ κακῶς ὁ σφυγμὸς γίνεται, μικρὸς δὲ καὶ βραδὺς, ὥσπερ καὶ οἱ ἐπὶ τῆς προτέρας συζυγίας, οὐ μὴν ὁμοίως γ’ ἐκείνοις εἰς ἐσχάτην ἀφικνεῖται πυκνότητα, πλὴν εἴ ποθ’ ἡ δύναμις ἐσχάτως εἴη κεκμηκυῖα, δῆλον ὡς σμικρότατος ἐπὶ τῶν τοιούτων ὁ σφυγμὸς ἔσται, καὶ διαλείπων τε καὶ ἐκλείπων τὰ πολλά. μετρίως μέντοι τῆς δυνάμεως ἀῤῥωστούσης, ἰσχυρᾶς δὲ τῆς καταψύξεως οὔσης, πυκνὸς οὐδόλως ὁ σφυγμὸς γίνεται, ὡς ἂν πληρουμένης τῆς χρείας αὐτάρκως καὶ πρὸς τῆς τοιαύτης δυνάμεως. τρίτη δὲ συζυγία σφυγμῶν ἀλλοιώσεως αὐξανομένης ὁμοῦ θερμασίας τε καὶ δυνάμεως, ἐν ᾗ σφοδρότατοι μὲν καὶ
29
μέγιστοι, τάχιστοι δ’ οὐκ ἔθ’ ὁμοίως οἱ σφυγμοὶ γίνονται, πυκνότατοι δὲ τὰ πολλὰ μὲν οὐκ ἐναργῶς, ἔστιν ὅτε μέντοι καὶ σαφῶς ὑπὲρ τὸ κατὰ φύσιν εἰσί. καὶ γίνεται τοῦτο, ὅταν ἐπὶ πλεῖστον αὐξηθῇ τὰ τῆς θερμασίας. τηνικαῦτα γὰρ καίτοι μέγιστος ὁ σφυγμὸς καὶ ταχὺς, ὅμως οὐχ ὑπηρετεῖ τῇ χρείᾳ διὰ τὸ πλῆθος τῆς θερμασίας. ἡ δὲ λοιπὴ καὶ τετάρτη συζυγία τῆς κατὰ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἀλλοιώσεως, ὅταν εἰς ταὐτὸν ἀφίκηται ῥώμη τε δυνάμεως καὶ θερμασίας ἔνδεια. γίνονται δ’ οὗτοι σύμμετροι μὲν τῷ μεγέθει, βραδύτεροι μέντοι καὶ ἱκανῶς ἀραιοὶ καὶ μάλιστα ὅταν ἐπὶ πλέον ἡ ψύξις κρατῇ. βραχείας γὰρ οὔσης τηνικαῦτα τῆς τῶν σφυγμῶν χρείας καὶ πάσης πληρουμένης ῥᾳδίως τῷ μεγέθει τῆς διαστολῆς, εὐλόγως ἐπὶ πλεῖστον ἡσυχάζουσιν αἱ ἀρτηρίαι. ὡς γὰρ ὅτ’ ἤπειγεν ἡ χρεία συνεχὴς ἡ κίνησις αὐτῶν ἦν, οὕτω νῦν ὅτ’ ἐκλύεται διὰ μακροῦ γίνεται. τὸ μέντοι τῆς διαστάσεως αὐτῶν ποσὸν οὐ κωλύεται σαφῶς οὐδ’ ἐναργῶς διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ ἡ βραδύτης ἐπὶ πολὺ κρατεῖ διὰ τὴν αὐτὴν αἰτίαν. ἐῤῥωμένη γὰρ ἡ δύναμις σώζεται τὰ κατὰ φύσιν τῆς κινήσεως μέτρα, κᾂν ἡ
30
χρεία μὴ καλῇ. μεγάλως μὲν γὰρ δεῖ τὴν χρείαν ἐκλυθῆναι τῆς ψύξεως ἰσχυρῶς κρατούσης, ἵν’ ὁ σφυγμὸς ἐναργῶς γένηται μικρότερος. ὡς τὰ πολλὰ δὲ τὴν κατὰ φύσιν σώζει ποσότητα τῆς διαστάσεως, ἢ ὀλίγῳ γέ τινι, καὶ οὐ πάνυ σαφεῖ γίνεται μικρότερος, ἐπὶ πλέον μέντοι βραδύτερος, ἢ μικρότερος ἐν ταῖς καταψύξεσι φαίνεται, παραπλησίως τοῖς βαδίζουσιν, ὅταν μὴ δέωνται τῆς κινήσεως ἠπειγμένης. ἧττον γὰρ οὗτοι τοῦ μεγέθους τῆς βαδίσεως ἀφαιροῦσιν ἢ τοῦ τάχους. καὶ εἰ δεήσειε δέ ποτε θᾶττον αὐτοὺς βαδίσαι, τῷ μεγέθει πλέον ἢ τῷ τάχει προστιθέασι. προσέχειν δ’ ἐνταῦθα χρὴ τὸν νοῦν ἀκριβῶς τῷ λεγομένῳ, μή τι παρακούσωμεν αὐτοῦ καὶ δόξωμεν ἐπὶ πάσης διαθέσεως τὴν κατὰ μέγεθος τε καὶ μικρότητα τροπὴν πλείονα γίνεσθαι τῆς κατὰ τάχος καὶ βραδύτητα. πλείων μὲν γὰρ οὐ γίνεται διὰ παντὸς, ἑτοιμοτέρα μέντοι, καὶ διὰ τοῦτο καὶ προτέρα. τὴν γὰρ ἀπὸ τοῦ συμμέτρου μετάστασιν εἰς μέγεθος καὶ μικρότητα ῥᾷόν ἐστιν ἰδεῖν γινομένην τῆς εἰς τὸ τάχος καὶ βραδύτητα. προελθούσης μέντοι τῆς τροπῆς εἰς ἀξιόλογον μέγεθος, ἐὰν ἔτι συμβαίνῃ τὴν 
31
θερμασίαν αὐξάνεσθαι, τὸ τάχος τηνικαῦτα ἐπιδίδωσιν ἀθρόως. καὶ τοῦτ’ εὐλόγως συμβαίνει, καθάπερ καὶ πρόσθεν εἴπομεν. εἰς γὰρ τὸ πληρῶσαι τὴν χρείαν ἀρκεῖ τῇ καρδίᾳ τὸ μέγεθος τῆς διαστολῆς αὐξάνειν, οὐδὲν δεομένῃ καὶ τὸ τάχος ἀνάλογον αὐτῷ συναυξάνει. ὅταν δ’ ἤδη τὸ μέγεθος μὲν ἀξιόλογον ᾖ, εἶτα δὲ καὶ τὰ τῆς χρείας ἐπείγῃ, τότε καὶ τῷ τάχει τὸ λεῖπον πᾶν προστίθησιν· εἰ δὲ μηδὲ τοῦτ’ ἀρκοίη, συνεχεῖς ποιεῖται τὰς κινήσεις, ὅπερ ἐστὶ ταὐτὸν τῷ πυκνός. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα.

Μεταβάντες δ’ αὖθις ἐπὶ τὰς τῶν ὀργάνων διαφορὰς ἐπισκεψώμεθα πρῶτον μὲν τοὺς οἰκείους ἑκατέρας αὐτῶν σφυγμοὺς, ἔπειτα δ’ ἤδη καὶ τὰς μετὰ τῶν ἄλλων αἰτίων ὑπαλλάξεις, ὥσπερ ὀλίγῳ πρόσθεν ἐποιήσαμεν. ὅτι μὲν οὖν ἐπειδὰν σκληρότερον καὶ μαλακώτερον ἑαυτοῦ γένηται τὸ τῆς ἀρτηρίας σῶμα, καὶ τοὺς σφυγμοὺς αὐτοὺς ἢ σκληροὺς ἢ μαλακοὺς ἀπεργάζεται πρότερον εἴρηται, καὶ οὐ δεῖται μακροτέρων λογισμῶν τὸ τοιοῦτον, ὑπὸ πάντων τῶν ἐναργῶν μαρτυρούμενον, ὡς κατὰ τὴν τοῦ πλήττοντος φύσιν καὶ ἡ τῆς πληγῆς ἀποτελεῖται ποιότης. ὅτι δὲ καὶ μέγεθος μὲν ταῖς

32
μαλακότησι τῶν ὀργάνων, μικρότης δὲ ταῖς σκληρότησιν οἰκεία, λέλεκται μέν τι καὶ περὶ τούτων ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν διὰ τὴν ἀκολουθίαν τοῦ λόγου. τὸ μὲν μαλακὸν ὄργανον ἑτοίμως ἐκτεινόμενον πάντη ῥᾳδίως διαστέλλεται, τὸ δὲ σκληρὸν οὐκ ἄνευ μεγάλης βίας. ἕπεται δὲ τῷ μὲν ἑτοίμῳ τῆς διαστολῆς τὸ μέγεθος, τῷ δ’ ἀντιβατικῷ τε καὶ δυσπαθεῖ σμικρότης. ὡσαύτως δὲ καὶ τάχος μὲν τῷ προτέρῳ, βραδύτης δὲ τῷ δευτέρῳ γένει, οὐ μὴν κατὰ τὴν αὐτὴν ἀναλογίαν μεγέθει τε καὶ μικρότητι. θάττων μὲν γὰρ ὀλίγῳ, παμπόλλῳ δὲ μείζων ὁ ἐπὶ μαλακότητι τῶν ὀργάνων σφυγμὸς τοῦ διὰ σκληρότητα. τὸ γὰρ ὑμενῶδες τοῦ σώματος τῆς ἀρτηρίας, κᾂν σκληρότερόν ποτε γένοιτο, πρὸς μὲν τὸ τάχος τῆς κινήσεως ἕτοιμόν τε καὶ εὐπειθὲς, εἰς δὲ τὸ μέγεθος τῆς διαστολῆς ἁπάντων ἀφυέστατον, εἴ γε χρὴ ῥᾳδίως ἐκτείνεσθαι πάντη τὸ μεγίστην διαστολὴν ποιησόμενον. τοιοῦτον δ’ ἐστὶ τὸ μαλακόν. καὶ ὅταν ἐπὶ πλεῖστον ἐκστῇ τοῦ κατὰ φύσιν ἢ εἰς μαλακότητα, ἢ εἰς σκληρότητα τὸ τῶν ἀρτηριῶν σῶμα, βραδύτερος ὁ μαλακὸς σφυγμὸς τοῦ σκληροῦ γίνεται.
33
τὸ μὲν γὰρ βραχεῖ τοῦ κατὰ φύσιν μαλακώτερον σῶμα τοῦ βραχεῖ σκληροτέρου, διότι πρὸς τὸ μέγεθος τῆς διαστολῆς εὐπειθέστερόν ἐστι, διὰ τοῦτο καὶ πρὸς τὸ τάχος τῆς κινήσεως, τὸ δ’ ἐπὶ πλεῖστον ἐκλυθὲν εἰς μαλακότητα καὶ οἷον καταῤῥέον τε καὶ καταπῖπτον εἰς ἑαυτὸ δι’ ὑπερβολὴν ὑγρότητος οὔτ’ εἰς τὸ μέγεθος τῆς διαστολῆς ὁμοίως ἕτοιμον οὔτ’ εἴς τὸ τάχος τῆς κινήσεως, καὶ κατὰ τοῦτο ἀπολείπεται τῷ τάχει τοῦ σκληροῦ, μεγέθει δὲ καὶ νῦν ἔτι πλεονεκτεῖ οὐ τοῦ σκληροῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν. αἱ μέντοι τοιαῦται διαθέσεις, ἐν αἷς εἰς ἄμετρον ὑπερβολὴν ἥκουσιν αἱ ἀρτηρίαι σκληρότητος ἢ μαλακότητος, οὐκ ἄνευ καὶ τῆς τῶν ἄλλων συνεκτικῶν αἰτίων γίνονται μεταβολῆς. οὔτε γὰρ τὴν δύναμιν εὔρωστον ἔτι μένειν οἷόν τε οὔτε τὴν θερμασίαν ἐν τοῖς κατὰ φύσιν ὅροις. ὅθεν οὖν αὐτῆς μόνης ἤτοι μαλακότητος ἢ σκληρότητος ἄνευ τῶν ἄλλων αἰτίων τοὺς οἰκείους σφυγμοὺς ἀποφαινώμεθα, μείζους μὲν καὶ θάττους ἐπὶ ταῖς μαλακότησιν ἐροῦμεν, ἐλάττους δὲ καὶ βραδυτέρους ἐπὶ ταῖς σκληρότησι γίνεσθαι, καὶ ἐπὶ πλέον γε μείζους ἢ ὠκυτέρους
34
δι’ ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, πυκνότητι δὲ καὶ ἀραιότητι τοσοῦτον ἀλλήλων τε καὶ συμμέτρου παραλλάττειν, ὅσον ἐκ τοῦ μεγέθους ἢ τῆς μικρότητος ἢ τοῦ τάχους ἢ τῆς βραδύτητος ἐξίστανται τοῦ κατὰ φύσιν. ἐῤῥέθη δὲ καὶ πρόσθεν ὡς ἔστιν αἰτία μία καθόλου πυκνότητος ἐνεργειῶν ἁπασῶν, ὅταν ἐλλιπέστερον τῆς χρείας ἑκάστης συντελῆται. τῶν μὲν οὖν σκληρῶν ὀργάνων ἡ διαστολὴ μικρότερα καὶ διὰ τοῦτ’ ἐλλιπεστέρα τῆς χρείας ἡ ἐνέργεια, τῶν δὲ μαλακῶν τοὐναντίον ἀξιόλογος μὲν ἡ διαστολὴ, πληροῦται δ’ ἱκανῶς ἡ χρεία. εὐλόγως οὖν τοῖς μὲν σκληροῖς σφυγμοῖς αἱ πυκνότητες, τοῖς δὲ μαλακοῖς αἱ ἀραιότητες ἕπονται. εἰ δὲ συνδράμοι ποτὲ τῇ μὲν σκληρότητι ψύξις, τῇ δὲ μαλακότητι θερμασία, γένοιντ’ ἂν οὕτω οἱ σκληροὶ σφυγμοὶ τῶν μαλακῶν ἀραιότεροι. κατὰ συμπλοκὴν δέ τιν’ ἤδη τῶν ἐν τοῖς συνεκτικοῖς αἰτίοις διαφορῶν ἡ τοιαύτη τῶν σφυγμῶν ἀλλοίωσις γίνεται. ἐπεὶ δὲ κατὰ τὴν ἀκολουθίαν αὐτὴν τοῦ λόγου πρώτης ἐμνημονεύσαμεν τῆς κατὰ σκληρότητα καὶ ψύξιν συζυγίας. τὸ πᾶν ἤδη περὶ αὐτῆς λεγέσθω. σκληρότερον γὰρ τὸ σῶμα τῶν ἀρτηριῶν γενόμενον ἅμα τῇ ψύξει τῆς ἐμφύτου
35
θερμασίας τοὺς σφυγμοὺς ποιήσει μικροτέρους τε καὶ βραδυτέρους τῶν κατὰ φύσιν· εἰ μὲν ἡ σκληρότης κρατοίη, μικροτέρους πλέον ἢ βραδυτέρους, εἰ δ’ ἡ ψύξις, ἔμπαλιν βραδυτέρους πλέον ἢ μικροτέρους. οὕτω δὲ καὶ πυκνοτέρους μὲν, εἰ ἡ σκληρότης πλεονεκτοίη τῆς ψύξεως, ἀραιοτέρους δὲ, εἰ ἡ ψύξις κρατοίη· εἰ δ’ ἴση καθ’ ἑκάτερον αὐτῶν ἡ εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο, τοσούτῳ μικροτέρους ὅσῳ καὶ βραδυτέρους· ἀραιότητι δὲ ἢ πυκνότητι τῶν κατὰ φύσιν οὐδὲν ἀλλοιοτέρους. ὅσον γὰρ ἡ χρεία τῆς γενέσεως αὐτῶν ἀφεῖλε διὰ τὴν ψύξιν, τοσοῦτον καὶ τοῦ ποσοῦ τῆς διαστολῆς καὶ τοῦ χρόνου τῆς κινήσεως συγκαθεῖλεν. οὔκουν δεῖται συνεχέστερον κινεῖν τὰς ἀρτηρίας ἡ φύσις, ὥσπερ ἐν τοῖς πλείστοις τῶν μικρῶν σφυγμῶν, ἐφ’ ὧν ἐλλιπεστέρα τῆς χρείας ἡ διαστολὴ, εἰ μέντοι ἡ σκληρότης μὲν ἱκανὴ, ὀλίγη δ’ εἴη παντελῶς ἡ ψύξις, αὐτὸ δὲ τοῦτο ἔσται τηνικαῦτα τὸ προειρημένον, τὸ τῆς χρείας ἐλάττονα γινομένην τὴν διαστολὴν συνεχεῖς τὰς κινήσεις ἐργάσασθαι, ὥσπερ οὖν εἰ καὶ τοὔμπαλιν γένοιτο παμπόλλη μὲν ἡ ψύξις, ἐλάττων δ’ ἐλαχίστῳ τοῦ κατὰ φύσιν ἡ σκληρότης. ἀνάγκη γὰρ τότε τοὺς σφυγμοὺς 
36
ἀραιοτέρους ἐπὶ πλέον ἢ μικροτέρους γενέσθαι, ὅτι καὶ τὰ τῆς χρείας ἐπὶ πλέον ἠλάττωται τοῦ ποσοῦ τῆς διαστολῆς. τοιαύτη μέντοι ἡ πρώτη συζυγία τῶν αἰτίων. δευτέρα δ’ ἦν ἐφ’ ἧς ἐκράτει μαλακότης ἅμα θερμότητι. τρεῖς δ’ ἀνάγκη κᾀνταῦθα γενέσθαι τὰς πρώτας διαφορὰς, ποτὲ μὲν ὁμοίως εἴς τε μαλακότητα καὶ θερμότητα τῆς τροπῆς γενομένης, ποτὲ δὲ ἤτοι τῆς μαλακότητος ἢ τῆς θερμότητος κρατούσης. εἰ μὲν οὖν ὅσον ἡ μαλακότης, τοσοῦτον καὶ ἡ θερμότης τοῦ κατὰ φύσιν ἐξίστατο, μεγάλους ἀνάγκη καὶ ταχεῖς γίνεσθαι τοὺς σφυγμοὺς, πυκνοὺς δ’ οὐκ εὐθέως, ἀλλ’ ὅταν ἡ χρεία τῆς γενέσεως αὐτῶν ὑπὲρ τὸ μέγεθος ᾖ τῆς διαστολῆς. εἰ δ’ ἡ μαλακότης κρατοίη. πλεονεκτήσει καὶ μέγεθος τοῦ τάχους· εἰ δ’ ἡ θερμότης κρατοίη, οὐκ ἔθ’ ἁπλῶς ἀποφήνασθαι δυνατὸν, ἀλλὰ χρὴ διορίσασθαι. παμπόλλης μὲν γὰρ οὔσης τῆς θερμασίας, ὡς μὴ πληροῦσθαι τὴν χρείαν ὑπὸ τῆς ἐνεργείας, πλέον ὠκυτέρους ἢ μεγάλους ἀνάγκη γίνεσθαι τοὺς σφυγμοὺς, εὐθὺς δὲ δηλονότι καὶ πυκνούς· ὅταν δ’ ἱκανῶς ἀπολαύῃ τῆς χρείας ἡ φύσις, εἰς ὅσον μεγάλους, εἰς τοσοῦτον καὶ ταχεῖς. τρίτη δ’ ἂν εἴη συζυγία τῶν κατὰ
37
ταῦτα τὰ γένη τὸν σφυγμὸν ἀλλοιούντων αἰτίων, ὅταν εἰς ταὐτὸν ἥκῃ σκληρότης θερμότητι. μεγάλης μὲν οὖν τῆς καθ’ ἑκάτερον εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γινομένης οἱ σφυγμοὶ τάχιστοι μὲν ἔσονται καὶ πυκνότατοι, μικρότατοι δ’ οὐκ ἔτι, πλὴν εἰ καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς, ὅπερ οὐχ ὑπόκειται νῦν, ἀλλ’ ἥττους μὲν τῶν κατὰ φύσιν, οὐ μὴν εἰς ἔσχατόν γε μικρότητος ἥκοντες. εἰ μέντοι τὰ τῆς θερμασίας ἀμέτρως ἔχοι, τὸ δ’ ὄργανον μὴ πάνυ σκληρὸν, ἀλλ’ ὀλίγῳ γέ τινι τοῦ συμμέτρου παραλλάττον, οὐχ ὅπως ἐλάττων τοῦ κατὰ φύσιν ἡ διαστολὴ τῶν ἀρτηριῶν, ἀλλὰ καὶ μείζων γένοιτ’ ἄν. οἰκείων γὰρ ὄντων σφυγμῶν τῇ μὲν σκληρότητι τῶν ὀργάνων τοῦ μικροῦ, τῇ δ’ ἀμετρίᾳ τῆς θερμασίας τοῦ μεγάλου, κατὰ λόγον ἐν τοιαύταις διαθέσεσιν ὁ σφυγμὸς μέγας γίγνεται, συνεξομοιούμενος τῷ κρατοῦντι, ὥσπερ ὅταν ἡ σκληρότης κρατῇ, μικρός· ταχὺς μέντοι πάντως ὁπότερον ἂν τῶν αἰτίων πλεονεκτῇ, καὶ πολὺ μᾶλλον, ὅταν ἡ θερμασία. τηνικαῦτα δὲ καὶ ἡ πυκνότης ἐπιφανεστέρα. λοιπὴ δ’ ἂν εἴη συζυγία κατὰ τὰ νῦν προκείμενα γένη τῶν σφυγμῶν, ὅταν εἰς ταὐτὸν ἀφίκηται μαλακότητι ψύξις. ὄντος δὲ κᾀνταῦθα τοῦ μὲν μεγάλου
38
σφυγμοῦ ταῖς μαλακότησιν οἰκείου, τοῦ δὲ μικροῦ ταῖς ψύξεσιν, ὁπότερον ἂν αὐτῶν πλέον ἐξίστηται τῆς φύσεως, ἐκείνῳ συνεξομοιοῦσθαι τοὺς σφυγμοὺς ἀναγκαῖον. ὥστε μεγάλοι μὲν τῆς μαλακότητος τῶν ὀργάνων κρατούσης, μικροὶ δ’ ἐν ταῖς ψύξεσιν ἔσονται, σύμμετροι δ’, ὅταν ὅσον εἰς μέγεθος ὑπὸ τῆς μαλακότητος αὔξωνται, τοσοῦτον καθαιρῶνται πρὸς τῆς ψύξεως εἰς μικρότητα. καθόλου γὰρ εἰπεῖν οὐκ ἐπὶ τῶν νῦν προκειμένων μόνων αἰτίων, ἀλλὰ κᾀπὶ τῶν ἄλλων ἁπάντων τῶν παρὰ φύσιν οἱ σύμμετροι γίνονται σφυγμοὶ, τῶν εἰς τἀναντία τρεπόντων αὐτοὺς ἑκατέρων ὁμοίως δυναμένων, καὶ δόξαν γε ψευδῆ τοῦ κατὰ φύσιν διακεῖσθαι τοὺς οὕτω νοσοῦντας οἱ πολλοὶ τῶν ἰατρῶν ἴσχουσιν. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς δι’ αὐτῶν προγνώσεως ἐπὶ πλέον εἰρήσεται· τὸ δὲ νῦν εἶναι τοῦτ’ ἀρκεῖ μόνον ἐνδεδηλωμένον, ὅσον τῆς προκειμένης πραγματείας ἴδιον, ὡς πάντες μὲν οἱ κατὰ φύσιν σφυγμοὶ μέσοι τῶν ὑπερβολῶν εἰσι καὶ σύμμετροι, οὐ μὴν ἅπαντές γε οἱ σύμμετροι κατὰ φύσιν.
39
ἀραιοὶ μέντοι καὶ βραδεῖς οἱ τοιοῦτοι σφυγμοὶ πάντες εἰσὶ, καὶ μᾶλλον ὅταν ἡ ψύξις κρατῇ.

Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, ἐπαλλάξωμεν ἑξῆς τὰς ἀπὸ τῶν ὀργάνων διαφορὰς ταῖς ἀπὸ τῆς δυνάμεως, ἐκεῖνο πρότερον ἀναμνήσαντες, ὡς ὅσα πλεονεξίᾳ θερμασίας ἕπεται πάθη σφυγμῶν, τοσαῦται καὶ χρεῖαι γενέσεως ψυχικοῦ πνεύματος. ὀργάνων οὖν σκληρότης ἅμα μὲν ἀσθενείᾳ δυνάμεως μικροὺς καὶ βραδεῖς καὶ πυκνοὺς ἀποτελεῖ τοὺς σφυγμοὺς, ἅμα δὲ ῥώμῃ μικροὺς μὲν καὶ πυκνοὺς, οὐ μὴν καὶ βραδεῖς, ἀλλ’ ἔστιν ὅτε πολὺ τοῦ κατὰ φύσιν ὠκυτέρους. ὅσον γὰρ διὰ τὴν σκληρότητα τῶν ὀργάνων ἐλλιπὲς τῷ συμμέτρῳ τῆς διαστολῆς, τοσοῦτον ἀναπληροῦται πρὸς τοῦ τάχους τε καὶ τῆς πυκνότητος. εἰ δέ γε μαλακὸν μὲν εἴη τὸ ὄργανον, ἐῤῥωμένη δ’ ἡ δύναμις, μείζονες μὲν ἐπιφανῶς οἱ σφυγμοὶ γίνονται, ὀλίγῳ δέ τινι βραδύτεροι καὶ ἀραιότεροι. εἰ δ’ ἀῤῥωστία δυνάμεως συνέλθοι μαλακότητι τῶν ὀργάνων, ἴσης μὲν ἀμφοτέρων καὶ μετρίας ἅμα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης, σύμμετροί τε καὶ πάνυ

40
τοῖς κατὰ φύσιν ὡσαύτως ἔχοντες οἱ σφυγμοὶ φαίνονται, πλὴν ὅσα μαλακότητι διαλλάσσουσιν, ἀμέτρου δ’ ἱκανῶς μικροὶ καὶ βραδεῖς καὶ πυκνοὶ γίνονται. ὡσαύτως δ’, εἰ καὶ τὰ τῆς ἀῤῥωστίας κρατοίη πολλῷ. καὶ γὰρ οὖν καὶ τότε μικροὶ καὶ βραδεῖς καὶ πυκνοὶ γίνονται. τῆς μέντοι μαλακότητος κρατούσης ἐγγύς τι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ φαίνονται. βραχεῖ γὰρ ἀπολειπομένη τοῦ κατὰ φύσιν ἡ δύναμις οὐ κωλύεται διαφυλάττειν οὔτε τὸ ποσὸν τῆς διαστολῆς οὔτε τὸ ποιὸν τῆς κινήσεως, ὥσπερ ὅταν ὀργάνων συμπέσῃ σκληρότητι. τηνικαῦτα μὲν γὰρ κωλύεται ἡ διαστολή. πυκνοῦνται δὲ ἐξ ἀνάγκης εἰς τοσοῦτον οἱ σφυγμοὶ εἰς ὅσον ἐλλιπὴς ἑκάστη γίνεται τῶν ἐνεργειῶν. ὅταν δ’ ἡ μὲν δύναμις ἐπ’ ὀλίγον ἀσθενῇ, μαλακοὶ δ’ οἱ χιτῶνες ὦσιν οἱ τῶν ἀρτηριῶν, οὔτε βραδυτέρας γενομένης τῆς κινήσεως οὔτε μικροτέρας τῆς διαστολῆς καὶ διὰ τοῦθ’ ἱκανῶς τῆς χρείας πληρουμένης, οὐδ’ εἰς πυκνότητά τις γένηται μεταβολὴ τῶν σφυγμῶν.